The Greek Library Author

Origen

Adnotationes in Judices

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg072.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΚΕΦ. ΙΕ΄.

(73) Στίχ. ιθ΄. Καὶ ἔῤῥηξεν ὁ Θεὸς τὸ τραῦμα τὸ ἐν σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ.

Ἀντὶ τοῦ· Ἔῤῥηξε τῇ πληγῇ τῆς σιαγόνος τὴν γῆν, καὶ ἐξῆλθεν ὕδατα.

ΚΕΦ. Κ΄.

(74) Στίχ. κα΄. Καὶ ἐξῆλθον υἱοὶ Βενιαμίν. Τίνος ἕνεκεν ἡττῶνται δικαίως ἐπεξελθόντες; Ἢ δηλονότι διὰ προλαβούσας αἰτίας. Καὶ ὁ ψαλμός φησιν· Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Εἶτα dicit : μετὰ τὸ ἡττηθῆναι καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ἡ ὀργὴ ἐπὶ τοὺς ἠδικηκότας, νικῶσι δικαίαν δίκην(75). Θαυμάσαι δὲ ἄξιον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν, ὅτι, δικαίως τοῖς Βενιαμίταις ἐπελθόντες, καὶ ἡττηθέντες, οὐκ ἐνενόησάν τι πονηρὸν κατὰ τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον οὐδὲ ἐπαύσαντο προκλαίοντες, ἕως ὅτε δίκην ἔλαβον κατὰ τῶν ἠδικηκότων.

Οὐ καταμεμφόμενοι τοῦ Θεοῦ εἶπον· Ἀλλὰ ἀπόχρη τοῦτο. Τρόπον μαθεῖν ἱκέτευον. Τό Βενιαμὶν λύκος ἅρπαξ· πραῒ ἔδεται, καὶ τὸ ἑ. (76) διαδώσει τροφὴν, ἐνταῦθα πληροῦται. Καὶ γὰρ πρότεροννικήσας, ἔσχατον βρῶμα τοῦ λαοῦ γέγονε.