Homiliae in Job (fragmenta in catenis, typus II)
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Charles de La Rue, Charles Vincent de La Rue
- Edition reference
- Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg073.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΚΕΦ. Α´.
(9) Στίχ. ι´. Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ; Πόθεν οἶδας, ὅτι πέφρακται; Οὗτος ὁ ἀντίδικος ἡμῶν ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπορεύεται, 48 * II Paral. XIII, 19, 20. 49 III Reg. XIX, 7. 50 Exod. XVI, 12. (4) Vide III Reg. XVI, 23 et 18. (5) Ms. in margine ογ´. (6) Hæc forte Theodoreti sint. (7) Forte σύμβολοι. (8) Forte τῷ. Et Paulo autc, τοῦ Θεοῦ. (9) Ex cod. Ven. 538. ται ζητῶν καταπιεῖν τινα. Ἦλθεν οὗν καὶ περὶ τὸν Ἰὼβ, βουλόμενος τὰ αὐτὰ ποιῆσαι. Ὕστερονμ λαβὼν ἐξουσίαν, ταῦτα πεποίηκε. Καὶ ὅτι πάντα περιπεφραγμένα ἦν, καὶ ταῦτα νοήσας ἐκ τοῦ κεκωλύσθαι· βουλόμενος ποιεῖν τὰ περὶ τοῦ Ἰὼβ, εἶπε· Σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω αὐτοῦ. Πάντα οὖν ἐφʼ ὅσον οὐ δίδοται τῷ διαβόλῳ, σὺ περιέφραξας.
Στ. ιη´. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἅγγελος (10) λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων, παρὰ τῷ ἀδελρῷ αὐτῶν τῷ πρεσβυτέρῳ,
Στ. ιθ´. Ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆ οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
(11) Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς, τοὺς ὅνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει. Διὰ τοῦτο πῦρ ἐπʼ αὐτὰ κατήγαγεν. Ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευσε, καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑ ρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι. Εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἠδύνατο ποιῆσαι κατʼ αὐτῶν. Ἀλλʼ ὅτε (12) εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος οὖν ὁ καιρός; Μέθη ἦν, συμπόσιον ἦν. Τὸ, τῶν γωνιῶν τῆς οἰκίας ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ, ταῖς γωνίαις κέχρηται. Πλατεῖα δὲ γωνία ἡ πολλὴ καὶ ἀνειμένη κακία.
ΚΕΦ. Β´.
(13) Στίχ. β´. Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ;
Ἑώρα ὁ Θεὸς, ὅπως αἰσχυνθεὶς διεπονεῖτο ὁ Σατανᾶς. Ὅταν δὲ ἐπερωτῶν ἵδῃ ἀγνωμονοῦντα, τότε ἐλέγχει κακουργοῦντα, ὡς ἤλεγξε τὸν Κάϊν.
(14) Στ. θ´. Χρόνου δὲ προβεβηκότος, εἷπεν αὐτῷ ὁ γυνὴ αὐτοῦ.
Ὅρα τὸ κακοῦργον. Ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τὰ τῆς ἀσθενείας ἦν, τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου, καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. Καὶ μετʼ ὀλίγα· Μὴ τοίνυν τοῦτο ἵδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβουλεύει. Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς. Γυνή ἐστιν ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ.
(15) Στ. θ´ Εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις; Τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. Εἴθε καὶ ταύτην ἕλαβες! Εἴθε μετὰ τῶν παίδων κατέχωσας! Τινὲς δέ φασιν οὐδέ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλʼ αὐτὸν (13) Ex eodem cod. Nan., ubi inscribitur, Ὀλυμ. πιοδώρου, Ὠριγένους. (14) Ex cod. Ven. XXI. Confer et Olympiodor. (15) Ex cod. Venct. 538 εἰς αὐτὴν τυπωθέντα ταῦτα φθέγγεσθαι· οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι· πλὴν εἵ τις λέγοι, συμφορᾷ περιτραπεῖσαν, τοιαύτην αὐτὴν γενέσθαι. Καὶ μετʼ ὀλίγα· Εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. Ὅρα διαβολικὴν ἀπάτην. Ἐνενόησε τὴν Εὔαν. Τοῦτο, φησὶ, τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον· τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται. Ἀλλ᾿, ὦ ἄθλιε καὶ ἀνόητε! ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἕσπειρε τὸν ἑαυτῆς. Τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. Οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια, οὐδὲ παίδων θάνατος ἄωρος, οὐδὲ βάσανος σώματος ἀπαραμύθητος, οὐδὲ χρόνου μῆκος τοσοῦτον. Καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; Τοῦ αὐτοῦ.
Τί τὸν ἀθλητὴν ἐκλύεις; Τί καταστέλλεις τὰς χεῖρας; δέον εἰπεῖν κατὰ τὸν Ἀπόστολον· Ἔτι μικρὸν, ἔτι μικρόν.
Στ. θ´. Ἀλλ᾿ εἶπόν ῥῆμα (16) εἰς Κόριον, καὶ τελεύτα.
Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐτῷ φανερῶς εἶπε, Βλασφήμησον. Οἱ γὰρ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν. Τί λέγεις, γύναι; Δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι, παροξῦναι μᾶλλον παραινεῖς; Εἰ γὰρ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. Πόθεν δὲ δῆλον, ὅτι καὶ ἐρώμενον (17) τελευτήσω; Πλὴν ὅρα ὅπως εἶχε περὶ τῆς βλασφημίας ἡ γυνή. Ὤσπερ παραχρῆμα αὐτὴν θάνατον ἐπάγειν ἱκανὴν ἡγεῖτο.
(18) Στ. ι´. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χερός Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
Ὁ γὰρ μακάριος οὗτος, πανταχόθεν βαλλόμενος, ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου. Ἀλλʼ ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη. Ἀλλ᾿ ὤσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὕτε γαλήνης οὕσης ῥᾳθυμότερος ἐγίνετο. Ἀλλʼ ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε. Καὶ οὔτε πλοῦτος ἑαυτὸν (19) ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν, οὕτε, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε, ὅλης σχεδὸν τῆς οἰκείας (20) ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης, διεταράχθη, καὶ τὴν ἀνδρίαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον, καὶ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελής· καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε· καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος 53—54 Hebr. x, 37. (16) Cod. Ὠριγ. εἰς τό Ἀλλ᾿ εἰπόν τι ῥῆμα. (17) Forte ἀρώμενον. (18) Ex cod. Nan. ubi titulus Χρυσοστόμου, Ὠ- tariis in Jobum consule sis nostræ Bibl. tom. VIIi, p. 243, et proleg. bdem. (19) Αὐτόν. (20) Οἰκίας. ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο. Καὶ καθάπερ στρατιώτης γεν ναῖος, καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, πεζομαχεῖν, ναυμαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῆς (22) ἐναντίων καὶ πανταχοῦ κρατεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρίας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ἀδδύνης, τὸν ἀπὸ παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐ γὰρ ἧν ἀνθρωπίνη συμφορὰ, ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου. Ἀλλʼ ὅμως ἀπάντων ὑπερηνέχθη τῶν δικτύων, καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ, καὶ πάντα μεθʼ ὑπερβολῆς, καὶ πάντα ὑφʼ ἕν. Μὴ γὰρ τοῦτο ἵδῃς, ὅτι τοσαῦτα ἔπαθεν· ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν, οὐδὲ ἐκ διαστήματος, ἀλλʼ ὑφὲν καὶ ὁμοῦ. Οὐ μικρὰ δὲ αὕτη πειρασμῶν προσθήκη. Τῶν μὲν γὰρ ἄλλων ἕκαστος ἀνθρώπων πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλʼ εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγείας ἀπολαύει· εἰ δὲ καὶ πενίᾳ καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπήλαυσε παραμυθουμένης τὰ δεινὰ, καὶ ἀντὶ λιμένος αὐτῷ γινομένης. Εἰ δὲ μὴ γυναικὸς ἀπήλαυσε τοιαύτης, ἀλλʼ οὐχ οὕτω συμβουλευθείσης ὀλέθρια, ἀλλʼ οὐχὶ καὶ τοὺς παῖδας ἀθρόον ἀπώλεσεν ἅπαντας· εἰ δὲ καὶ ἀθρόον, ἀλλʼ οὐ τοιούτῳ τρόπῳτελευτῆς· εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας, ἀλλʼ οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλʼ οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας· εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλʼ οὐχὶ καὶ εἰς τὸ πρόσωπον αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσωπον ἐμπτύοντας, ἀλλʼ οὐχὶ καὶ νόσῳ τοιαύτῃ περιεπάρει (23), ἀλλὰ δωματίου καὶ σκέπης ἀπήλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς εἰ δὲ μὴ ἕσχε τοὺς χεῖρα ὀρέγοντας, ἄλλʼ οὐχὶ καὶ Στίχ. ια´. Παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτὸν, ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ Μιναίων βασιλεύς.
(24) Φιλικὴ μὲν ἡ παρουσία σου, φιλικὴ δὲ ἡ παραίνεσις. Ἐλιφάζ· Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισ μός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμὸς. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐτῶν.
(25) Στίχ. ια´. Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα, τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν.
Ἐάν τις ζητῇ, διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μὲν, ὅτι διαφόρους ᾤκουν χώρας, καὶ μετὰ πλεῖστον χρόνον πολλοὶ μὲν ᾕκουσαν ἴσως, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἅπιστον ἐδόκει, εἰ καὶ ἐπὶ κοπρίας ὁ Ἰὼβ (24) EX cod. 538. (25) Ex cod. Nan, ubi ascribitur Ὠριγ. Ὀλυμ- πιοδ. καὶ ἀνεπικούρητος κάθηται. Καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν, ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ καὶ ἀληθῆ τὰ λεγόμενα. Ἐν τούτοις οὗν ὁ χρόνος ἐτρίβετο. Πρὸς δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες, ἀνάγκην εἶχον πρότερον εὖ διαθεῖναι τὰ κατὰ τὸν οἶκον, καὶ ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθʼ ἑαυτῶν. Ταῦτα πάντα αὐτοὺς ἀπησχόλει, καὶ ἐνεβράδυνον. Καὶ εἰ μὴ σφόδρα γε ἀγαπητοί τινες ἧσαν καὶ δίκαιοι, οὐκ ἂν, τὰς οἰκείας καταλιπόντες χώρας καὶ βασιλείας, ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ διʼ ἑτέρων τὴν χρείαν ἐπλήρουν. Ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἧν θεία τῆς ἀφίξεως ἡ ἀναβολή. Ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη, τοῦ Θεοῦ χρηματίσαντος, καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ στεφανώσαντος, οἰκονομία τις γέγονε θεία, ἐμβραδῦναι τοὺς φίλους, ἵνα παραταθῇ τὰ τοῦ νοσήματος, καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος, δικαιότερον ἀναῤῥηθῇ παρὰ τοῦ Θεοῦ.
(26) Στίχ. ια´. Κοὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.
Ὁ Σύμμαχος οἵτως ἐξέδωκε· Συνετάξατο γὰρ ὁμοῦ ἐλθόντες συμπαθῆσαι αὐτῷ, καὶ παραμυθήσασθαι αὐτόν. Ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε, πρὸς ἀλλήλους διαπεμψάμενοι, τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο.
(27) Στίχ. ιβ´. Καὶ καταπασάμενοι γῆν ἐπὶ τὰς κεφαλάς αὐτῶν.
Στίχ. ιγ´. Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας, καὶ ἑπτὰ νύκτας.
Οὐκ εἶπε δὲ ἡ Γραφὴ, ὅτι παρεκάθηντο ἑπτὰ ἡμέρας πρωῒθεν ἕως ἑσπέρας, οὐδὲ ἑπτὰ νύκτας ἀφʼ ἑσπέρας μέχρι πρωῒ. Δῆλον οὖν, ὅτι, τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι, ὑπεχώρουν τί. ς ἀναγκαίας ἐκπληρώσοντες χρείας· καὶ πάλιν ἐπανήκοντες, μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες, πάλιν ὤρθριζον πρὸς αὐτόν. Ὅ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. Τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ Γραφὴ, οὕτως ἀπολύτως εἶπε· Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας. Ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι, καὶ συγκαίεσθαι τῷ καύσονι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἄρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ὅλῳ τῷ χρόνῳ; Ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον. Ὡς γὰρ ἔφην, ἡ Γραφὴ κοινῇ συνηθείᾳ χρῆται. Ἐπειδὴ δέ τινες, κωμῳδοῦντες τὴν Γραφὴν, καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ διασύρουσιν· Ὡς (27·) γὰρ ἂν, φασὶν, ἄσιτοι διετέλουν καὶ ἄϋπνοι ἐπὶ τοσαύταις ἡμέραις; ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενοχωρίᾳ.
ΚΕΦ. Γ.
(28) Ἀλλʼ ἐν τούτοις μὲν τὸ δεύτερον ἤνυσται κεφάλαιον· τοῦ τρίτου δὲ προθεωρίαν ποιούμενοι, φαμὲν. (26) Ibid. eodem tit. ascripto. (27) Ibid. eodem titulo. (27) orte leg. Πῶς. (28) Ibid. cod. ut. ὡς ἀλγεῖ μὲν ὁ δίκαιος, καὶ οὐκ ἄν τις ἀρνήοαιτο· οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετὴ, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. Οὐ δύναται (29) δὲ, κατὰ μὲν τὸ φαινόμενον, ὑπὸ τῆς ἐν σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος· κατὰ δὲ τὸ νοούμενον, οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὀρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτῶν (30) παθήμασιν, ὡς τῆς τοῦ Θεοῦ δόξης ἐπʼ αὐτῷ διασυρομένης, εἰ ὁ δίκαιος ταῦτα ὑπομένει. Καὶ γὰρ ὅτε λέγει· Ἵνα τί ἔθου με κατʼ ἐντευκτήν (31) σου; οὐκ αὐτὸς κατὰ τοῦ Θεοῦ ἐτύγχανε, μὴ γένοιτο! τίνι γὰρ εἶχεν ἐντυγχάνειν; Ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Ἵνα τί διʼ ἐμὲ, Δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; Θορυβεῖται δὲ οὐδὲν ἧττον καὶ ἰλιγγιᾷ, μήπως πλείως ἐγκατάλειψινμ ὑπέστη παρὰ Θεοῦ. Οὐδὲ γὰρ οὕτω τιμωρεῖται ψυχὴ φιλόθεος, ὡς τὸ (32) ὑποπτεύειν καταλελεῖφθαι παρὰ Θεοῦ· καὶ μυριάκις αἱρεῖται τὸν θάνατον, ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἶας ἀφῆκε χαριστηρίους φωνὰς ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ Δεσπότου λογισαμένην, καὶ ποῖα μετὰ πεῖραν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν· ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔκκιρον ᾠήθη, θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην ἐπʼ αὐτῶν (33), εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυνὴν ἀλγηδόνας, καὶ φθέγγεται μὲν καθʼ ἱστορίαν ἀκίνδυνον. Ἐν γὰρ ἦν τοῦ διαβόλου τὸ σπούδασμα, τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι Θεόν. Ὁ δὲ οὐδαμῶς φαίνεται τοῦτο διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας. καὶ χαριστηρίους ἀναπέμψας φωνάς. Καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως, καὶ τὸν θάνατον ἐπιποθεῖ, διὰ τὰς ἀνωτέρω λεχθείσας αἰτίας. Πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ· καὶ περὶ τῶν ἥδη προγεγονότων φιλοσοφεῖ, καὶ πληροφορεῖ τὸ μέλλον. Τοιαῦται γὰρ ἀεὶ τῶν ἀγίων προφητῶν αἱ ῥήσεις. Ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνεείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος.
Στίχ. α´ Μετὰ τοῦτο ἥνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ.
Ὅτι δίκαιος ἁνοίγει τὸ στόμα, οὐχ ἀπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ (34) ἐκ τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφελείας τὰ τοιαῦτα ῥήματα τῶν ἀγίων· καὶ ἀνοίγων τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυρούς. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἀπλῶς ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα (32) Τῷ. (34) Forte τήν. μετὰ τοῦτο· τουτέστι μετὰ τὸ μέγα τρόπαιον, μετὰ ἐκεῖνα τὰ πάθη, οὐκ ἀβασανίστως φθέγγεται περιαλγῶν τῷ σώματι, τῆς γλώσσης φθανούσης τὸ τῆς φρονήσεως ἔνθεσμον, ἀλλὰ σωφρονῶν καὶ ταῖς φωναῖς ὑποδείκνυται. Δηλοῖ δὲ καὶ τὴν γαλήνην τῆς ψυχῆς καὶ τῶν ῥημάτων τὸ ἐμπρεπὲς ἡ τοῦ ἀνοῖξαι τὸ στόμα αὐτοῦ μαρτυρία (35).
ΚΕΦ. ΙΘ´.
(36) Στίχ. α´. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου;
Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς (37), ἢ ἐπὶ λοιδορίας εἰρημένων ὑπὸ τῶν ἅλλων δύο μετὰ Βαλδὰὁ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις (38) βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφʼ οἶς εἰρήκασιν· Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; — Καὶ μετʼ ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. Διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὡσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετʼ ὀλίγον φησὶν εἷτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὁρᾷς; Ἰὼβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων, ὦν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι.
(39) Στίχ. γ´. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως.
Ἅ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυθέναι μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν. Ὁ γὰρ ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν. Στίχ. γ´. Καταλαλεῖτέ μου· οὐκ αἰσ χυνόμενοί με, ἐπίκεισθέ μοι.
(40) Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἃν δὲ οὐκ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρουμένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι.
(41) Στίχ. δ´. Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐ λίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὅ οὐκ ἔδει.
Εἶτά φησιν καθʼ ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑποφῶν 56 Cor. IV, 12, 13. (35) Nihil deinceps ex hoc Naniano codice de- scriptum inveni, nisi quædam in Venetis exstan- tia, quæ in eo quoque occurrere dicuntur. (36) E utroq. cod. Venet. — Confer. tom. XlI, col. 1032. — Edit. Patr. (37) Cod. XX, ἀλλʼεῖτιὁνειδιστικῶς καὶ χαλεπῶς. (38) ore αἰσθήσει. (39) idem in utroque cod. (40) Confer. om. XII, col. 1t34. (41) Cod. uterque. Λαμβάνεται, ὅτι διὰ τὰ ἁμαρτη;ματα ταῦτα πάσχω· ἆρ᾿ οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Παρ᾿ ὲμοὶ δὲ αὐλίζεται πλάνος. Εἰ καὶ καθ᾿ ὑπάθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει· εἰ καὶ τοιοῦτος ἤμην, ἆρ᾿ οὐκ ἐχρῆν ὑμᾶς βλέποντας μάστιγας, τοὺς ἰχῶρας, τοὺς σκώληκας, τὴν ἀπώλειαν τῶν ὑπαρχόντων, αἰδεσθῆναι; Ἀλλὰ προσεπιβαίνετέ μοι μὴ ἐλεοῦντές με, μηδὲ συμπαθοῦντές μου τῇ περιστάσει.
(42) Στίχ. ε΄. Ἔα δὲ, ὅτι ἐπ᾿ ἐμοὶ μεγολύνεσθε, ἐνάλλεσθε δέ μοι ὀηνείδει.
Οὐ μετρἱως μοι ὀνειδἱζετε, ἀλλ᾿ ἐναλλόμενοι· ὡσπερεὶ ἐπιβαίνοντες καὶ καταπατοῦντές με ὀνειδἱζετε.
(43) Στίχ. Ϛ΄. Ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾿ ἐμὲ ὔψωσεν. Οἱονεὶ ὑπὸ τεἴχος τῆς περιστάσεώς εἰμι ὀχὑρωμα, ὅ οὐ δύναμαι φεύγειν, ἕως οὗ κρινεῖ ὁ Θεὸς καθελεῖν αὐτό.
Στίχ. ζ΄. Ἰδοὺ γελῶ ὀνείδει (44), καὶ οὐ λαλήσω.
Τοῦτό ἐστι τό· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Τοῦ αὐτοῦ. Ἰδοὺ ἐπὶ τῷ ὁνείδει ὑμῶν γελᾷν, οὐ λαλεῖν νομίζομαι.
ΚΕΦ. Κ΄.
(45) Στίχ. Ϛ΄. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται.
Τοῦ ἀσεβοῦς ἐὰν ἀναβῇ τὰ δῶρα εἰς τὸν οὐρανὰν, ἐὰν πάνυ ὑψωθῇ, ἐὰν ἡ θυσία αὐτοῦ νεφῶν ἅψηται. Ὅτ᾿ ἅν εὔξηται ὁ αἱρετικὸς, ὅτ᾿ ἂν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅτ᾿ ὰν δοκῇ κατεστηρίχθαι (46)· τότε εἰς τέλος ἀπολεῖται. Ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν, καὶ ἔστιν αὐτὴ ἡ εὐχὴ αὐτοῦ ἁμαρτία.
Στίς. ζ΄. Ὅταν γὰρ δοῇ ἥδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται.
Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἄμα τῷ δοξασθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.
Στίχ. ζ΄. Οἱ δὲ ἱδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἱδόντες αὐτόν (47); Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. η΄. Ὥοπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὐρεθῇ.
Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὑ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερεἱδουσιν σφαλλόμενοι, καὶ γἱνονται ὤσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ.
Στίχ. ι΄. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἤττονες.
Τοὺς οἱοὺς καὶ μαθητὰς τοῦ ταῦτα διδάζαντος.
(48) Στίχ. ι΄. Αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.
Αἰ χεῖρες αὐτοῦ, φησὶν, τουτέστιν αἱ πράξεις, ἐξάψουσιν αὐτῷ κόλασιν.
(49) Αἱ δὲ χεῖρες αὐτοῦ. Τοῦ ἀσεβοῦς τούτου καὶ ἐσφαλμένου, οὗ ἡ προυσευχὴ λογίζεται εἰς ἀμαρτίαν, οὗ ἡ θυσία ἐὰν ἀναβῇ εἰς οὐρανὰν, καὶ νεᾶψηται, (46) Αn κατηστερίχθαι, ad astra pervenisse? (47) Tria bæc verba desunt in cod. Nan. (48) Cod. uterque, et Olymp. (49) Confer supra v. 6. τότε εἰς τέλος ἀπόλλυται· τούτου αἱ χεῖρες ὀδύνας πυρσεύσουσι· τουτέστι, καὶ ἐν ὀδύναις ἐσχάταις διάξουσι. Λέγει δὲ περὶ τῶν υἱῶν τοῦ παρανόμου.
Στίχ. ιγ´ Χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
Ἔχει γὰρ μαθήματα, ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, οἱονεὶ πονηρὰ, ἡ περὶ τοῦ οἴνου τῆς διδα σκαλίας αὐτῶν. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ αὐτῶν, καὶ τὰ ἐξῆς. Καὶ μετʼ ὀλίγα· Χολὴ δὲ ἀσπίδος ἐν γαστρὶ τοῦ ἑτεροδόξου, καὶ ἀσεβοῦντος ἐν τοῖς δόγμασι, τοῖς ἐναντίοις τῇ ἀληθείᾳ.
(50) Στέχ. ιε´. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεδήσεται.
Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖνος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ᾿ ὁ ἀγαθὸς οὐκ ὲάσει αὐτοὺς πεπτωκότας, τλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι.
Στὶχ. ιε´. Ἐξ οἰκίας αὐτοῦ ὲξελκύσει αὐτὸν ἄγγελος.
Ἄγγελος γὰρ κατʼ ἐνέργειαν καὶ εὐεργεσίαν τεῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλʼ ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ.
Στίχ. ιζ´ Μὴ ἴδοι ἄμελξιν νομάδων.
(51) Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. μάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. Διʼ ἐμοῦ ἐὰν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Στὶχ. ιη´. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.
Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐδὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα.
(52) Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κὰν ἄγαν τις φιλονεικήσειε διαλεάνας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος.
(53) Στίχ. κ´ Διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.
Ἅ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτʼ ἂν δοκῇ ἥδη πεπληρῶσθαι, θλιβήσεται.
Στίχ. κ´. Οὐκ ἔσταν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι.
Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται.
ἄλλως.
(54) Στίχ. κβ´. Πᾶσα δέ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπʼ αὐτὸν θυμὸν ὀργῆς.
(55) Στίχ. κβ´. Πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.
Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων.
Στίχ. κβ´. Νίψαι ἐπʼ αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον.
(56) Στίχ. κδ´. Καὶ οὐ μὴ σωθῇ ἐκ χερός σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμητικώτατον λόγον.
(57) Στίχ. κε. Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος.
Τὰ θέλῃ ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. (58) Στίχ. κε´. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρʼ ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπόμενον γὰρ αὐτό. Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὅ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρήσεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται.
Στίχ. κε´. Κακώσαι δέ αὐτοῦ ἐπήλυτος τὸν οἷκον.
Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, καταλύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἥν ἔλεγον εἶναι ἁγίαν.
(59) Στίχ. κζ´. Ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὺς τὰς ἀνομίας.
Ἀντὶ τοῦ, Καὶ ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται τὰ δεινά Ταῦτα δὲ ἕφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος. Κατασκευάζει οὖν, ὅτι πάντα διʼ ἁμαρτίας αὐτὸν ἐπηνέχθη.
Αὐτὴ ἡ γῆ ἐπανίσταται ἐκείνῳ τῷ λαῷ.
(61) Στίχ. κθ´. Καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.
Μανθάνει (62) τίς ἐπίσκοπος ἐνθάδε ¦ὠνομάσθης ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν τιμᾶται ἐπὶ τὸ καλῶς μιμήσασθαι, τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος, ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεός· ἢ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἱώνων. Ἀμήν.
ΚΕΦ. ΚΑ´.
(63) Στίχ. ε´. Εἰσβλέψαντες εἰς ἐμέ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πάσχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι.
(64) Στίχ. ζ´. Πεπαλαίωνται δέ καὶ ἐν πλούτῳ. Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιἡ· (61) Confer Olymp. (62) Pore Μανθάνεις. (63 Cod. uterque. (64 Cod. XXI. Alius tribuit Joanni. — Confer 1. XII, col. 1033. κασι πλου τοῦντες, καὶ ἀεὶ τὸν πλοῦτον αὔξοντες.
Στίχ. η´. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον.
Στίχ. η´. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλʼ ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων.
(65) Στίχ. θ´. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ᾿ ἂυ εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν.
Στίχ. θ´. Φόβος δὲ οὐδαμοῦ. Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρονοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν.
Στίχ. θ´. Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Τοῦ αὐτοῦ. Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν· ὅρα, ὅτι πεπλήρωται ἐπʼ αὐτοῦ ἀσεβοῦς ὄντος τό· Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Στίχ. ι´. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Τοῦ αὐτοῦ. Ὁ βοῦς ζῶόν ἐστι γεωργικὸν, καὶ συμπνέων εἰς γεωργίαν. Καὶ αὐτοὶ γεωργοῦσι. Γεωργοῦσι δὲ Σόδομα καὶ Γόμοῤῥα, γεωργοῦσιν Αἴγυπτον. Ἡ βοῦς αὐτῶν οὐκ ὐμοτόκησεν· ἀλλὰ καὶ αὐτὴ ἀπεκύησε, καὶ ἐγέννησε τέκνον, ἵνα γεωργῆται αὐτῶν ἡ πονηρὰ γῆ.
Στίχ. ι´. Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα, καὶ οὐκ ἔσφηλεν.
Ὅσα συλλαμβάνουσι, ταῦτα καὶ κύουσιν, οὐκ ἀπὸ τοῦ φόβου Θεοῦ συλλαμβάνοντες, ἀλλʼ ἀπὸ τῆς κακίας. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.
Στίχ. ια´. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια. Ποῖος νοῦς ἐστι τοῦ· μενοῦσιν ὡς πρόβατα αἰώνια; Περὶ ὧν φησιν ὁ Χριστός· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ τὰ ἑξῆς· ταῦτά ἐστι τὰ αἰώνια πρόβατα. Ἐπεὶ οὖν μῖμοί εἰσιν οἱ ἑτερόδοξοι, καὶ ἐθέλουσι μιμεῖσθαι τὴν ποίμνην τοῦ Χριστοῦ, ἐπισκόπους ἑαυτοῖς χειροτονοῦντες, πρεσβυτέρους, διακόνους, διδασκάλους, λαὸν, κατηχουμένους, μιμούμενοι τὰ αἰώνια πρόβατα, πληροῦσι τό· Μένουσι δὲ ὡς πρόβατα αἰώνια. Οὐκ εἰσὶ δὲ πρόβατα αἰώνια, ἀλλὰ μένουσιν ὡς πρόβατα αἰώνια.
Στίχ. ια´. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι.
Στίχ. ιβ´. Ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν.
Οἱ ἡμέτεροι ἀναλαμβάνουσι ψαλτήριον καὶ κιθάραν, ὑμνοῦντες τὸν Θεὸν, καὶ δοξολογοῦντες αὐτόν. Ἐκείνων δὲ τὰ παιδία, οἱ ἀνόητοι ἐν αὑτοῖς, προσπαίζουσιν, ἀναλαμβάνοντες ψαλτήριον καὶ κιθόραν. Ὅτ᾿ ἂν ἀναλάβωσι τοὺς λόγους τῆς Παλαιᾶς Διαθήκης, προσπαίζουσι, καὶ γελῶσι τὰ λόγια τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀναλαμβάνοντες τὰ ἐναρμόνια, ψαλτήριον τὸ τοῦ νόμου, κιθάραν τὴν προφητικὴν, προσπαίζουσιν αὐτοῖς.
Στίχ. ιβ´. Καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.
Καὶ αὐτοὶ λέγουσιν ψαλμοὺς Οὐαλεντίνου, καὶ λέγουσιν ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ.
Στίχ. ιγ´. Ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.
Ἐν δὲ ἀναπαύσει οὐκ οὐρανοῦ, ἀλλʼ ᾅδου ἐκοιμήθησαν. Ἡμεῖς δὲ εὐχόμεθα οὐκ ἐν ἀναπαύσει ᾅδου κοιμηθῆναι, ἀλλʼ ἐν ἀναπαύσει Θεοῦ ἐν τοῖς οὐρανοῖς τοῖς ἁγίοις μετὰ Χριστοῦ βασιλεύοντος ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΕΦ. ΚΒ´.
(66) Στίχ. β´. Πότερον οὐχὶ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
Τὰ οἰκονομούμενα ὑπὸ τοῦ ἁγὶου Πνεύματος ἀναγραφῆς ἀξιωθῆναι χρή. Διὰ τοῦτο ἀναγράφεται ὑπὲρ τοῦ τὸν ἐντυγχάνοντα ὠφελεῖσθαι ἐκ τῶν ἀναγινωσκομένων. Εἰ μὴ οὖν χρήσιμοι ἦσαν οἱ λόγοι τῶν τριῶν, τῶν παραγενομένων πρὸς τὸν Ἰὼβ, ὡς τὸν ἐντυγχάνοντα λαβεῖν τι ἀπὸ τῶν εἰρημένων ὑπʼ αὐτῶν πρὸς τὸν Ἰώβ· οὐκ ἂν ἡ πρόνοια εἰς τὴν βίβλον τοῦ Ἰὼβ ἐποίησεν ἀναγραφῆναι καὶ τοὺς λόγους τῶν τριῶν. Ἔστιν οὖν ὠφεληθῆναι μὲν ἀπὸ τῶν λόγων αὐτοῦ (67), ἐνορῶντα τοῖς δόγμασιν· ὁρᾷν δὲ τὸ ἔγκλητον τῶν λόγων περὶ ἓν μόνον, ὅτε αἰτιῶνται τὸν Ἰὼβ, οἰόμενοι αὐτὸν πάσχειν διὰ τὰ ἡμαρτημένα αὐτῷ· οὐχ ὁρῶντες, ὅτι καὶ ἄλλα πολλὰ αἴτιά ἐστι τοῦ συμβαίνειν ἀνθρώποις. Τοιαῦτά ἐστι νενομισμένα εἶναι καλὰ ἢ χαλεπὰ, ἢ ὅπως ποτὲ βούλεταί τις αὐτὰ ὀνομάζειν. Καὶ μετʼ ὀλίγα· Πότερον οὐχὶ ὁ Κύρός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; (68) Τὸ δόγμα ὑγιές ἐστι· ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος. Ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, καὶ ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἢ Θεός. Καὶ, Δίδαξὸν με, φησὶν, τὰ δικαιώματὰ σου, ὁ Προφήτης, εἰδὼς διδάσκαλον εἶναι ἀληθῆ καὶ τέλειον τὸν Θεόν. Διδάσκει δὲ ὁ Θεὸς ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπʼ αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ, τῷ ἀληθινῷ λόγῳ αὐτοῦ. (69) Οὐκοῦν καὶ ἄνδρες δίκαιοι ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν (70).
(71) Στίχ. δ´. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν.
Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπʼ αὐτοῦ, ἐλέγχει αὐτόν. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Πολλάκις εἴπομεν, εἴποτε ἐνέπεσε τὸ δόγμα (69) ln cod. Nani. additur. (70) Reliqua usque ad χάριν γίνεται ut in editis. (71) Conter Chrys. pag. 376. τοῦτο ἐν ἄλλαις λέξεσιν, ὅτι οὕτως ἐστὶν ὁ Θεὸς φιλἀνθρωπος, ὥστε, καὶ χρηστῶς κρίνων ἡμᾶς, ἐπιτρέπει λέγειν ἡμᾶς πρὸς αὐτὸν, ὦς κρινόμενον μεθʼ ἡμῶν, περὶ ὧν βουλόμεθα. Ἐχρησάμην οὖν τοῖς ἀπὸ τοῦ Ἡσαῒα· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Τὸ γὰρ, διαλεχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐλέγξαι, καὶ τὴν πρόνοιάν μου, ὡς ἀμελήσαντός σου (72), ὡς μὴ τὰ δέοντα πεποιηκότος, λέγε· Κἀγὼ, ὅ τι ποτὲ ἔχω ἐρῶ, πείσω σε, καταδικάζων σε ἄξιον ὄντα τοῦ καταδικασθῆναι.
Στίχ. ε´. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλή; Εἰκότως οὐχ ἀπλῶς φημι (73) γεγονέναι ἄδικον· ἐπεὶ πάσχει τοιαῦτα, ὁποῖα οὐδεὶς αὐτῶν τηλικούτοις πέπτωκεν, οἵοις σύ. Εἰκὸς διὰ τὸ ἀναρίθμητόν σου τῶν πταισμάτων, ταῦτά σοι ἐληλυθέναι.
(74) Τοῦ αὐτοῦ. Οὐ πρότερον ὠνόμασεν ἁμαρτίαν, εἶτα τὴν κακίαν· ἀλλʼ ὀρῶν τὴν κακίαν τὴν φαύλην ἕξιν, εἶτα μετὰ τοῦτο τὰ ἀπὸ τῆς φαύλης ἕξεως ἀμαρτανόμενα, ἅπερ εἶπεν ἀναριθμήτους εἶναι ἁμαρτίας.
(75) Στίχ. ε´. Ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλιφὰζ περὶ τοῦ Ἰώβ. ᾜδει αὐτὸν πλούσιον, καί φησιν· Ἐνέχυρα ἐλάμβανες ἀπὸ τῶν σῶν ἀδελφῶν, ὡς ὀφειλόντων μὴ ὀφειλόντων. Τὸ γὰρ, Ἠνεχύραζες διακενῆς, τοιοῦτόν ἐστιν.
(76) Στίχ. Ϛ´. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς.
Τοῦ αὐτοῦ. Προσεπιτείνει δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν. Ἐστι ποτὲ λαβεῖν ἀμφιάσματα; Οὐ γυμνοῦ, ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν. Τρρία(77) δὴ ὁ τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἀλλὰ γυμνοῦ, ἀλλὰ πλουσίου. Ἐὰν μέντοι γε χιτῶνά τις ἔχῃ ἔνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα, ἐν ἡμῖν γίνεται, ὅτ᾿ ὰν δανείζωμεν, ὅτʼ ἂν πρὸς ὀφειλέτας ἐρχώμεθα. Πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνηλεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν. Ἀπαιτοῦμεν πικρῶς ἔσθʼ ὅτε καὶ περισσὰ ἔχοντες παρʼ ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν.
Στίχ ζ´. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας· ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν.
(78) Εἰς τὸ αὐτό. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον.
(79) Ταῦτα πάντα κατηγορήματά εἰσι, καὶ ἀληθῶς ψεκτά. Ἀλλʼ οὐκ ἀληθῆ περὶ τοῦ Ἰὼβ, οὐδὲ καλῶς ἐλέγετο περὶ αὐτοῦ.
Τοῦ αὐτοῦ. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς 71. Isa. I, 18. 72 hic, v. 6. (72) Cod. XXI, μου. (73) Hoc φημί ex cod. XXI. (74) Cod. XXI tribuit Olympiod. quem vide pag. 377. (75) In utroque cod. (76) Confer. Olymp. (77) Locus defitaens et impeditus. (78) Cod. xXI. Confer. Olymp. (7I) Ex alio to d. Confer. et hic Οlymp. ἀπαιτήσεσιν. Ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἔνα· κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπʼ αὐτοῦ λέγοντες· Ἀλλʼ ὀφείλεις (80).
Στίχ. θ´. Χήρας δέ ἐξαπέστειλας κενάς. Προσέχωμεν ἐὰν χήρα ἡμῶν εἰσέλθῃ εἰς τὴν οἰκίαν, μήποτε κενὴν αὐτὴν ἐξαποστείλωμεν. Κατὰ δύναμιν ἕκαστος πρὸς ὃ ἔχει πληρωσάτω τὸν κόλπον τῆς χήρας.
(81) Στίχ. θ´. Ὀρφανοὺς δὲ ἐκάκωσας.
Τοῦ αὐτοῦ. Οὐδένα μὲν δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν. Περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Μᾶλλον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας.
Στίχ. ι´. Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες. Παγίδας λέγει τὰ συμβεβηκότα αὐτῷ, ἐν αἷς ἐμπέπτωκεν, εἰς ἃς καὶ παγιδεύεται αὐτοῦ ἡ ψυχὴ ἀπὸ τῶν συμβεβηκότων αὐτῷ.
Στίχ. ια´. Τὸ φῶς σοι σκότος ἀπέβη.
Ἐν φωτὶ ἦς, ὅτε τὰ ὑπάρχοντά σοι ἦν, ὅτε τὰ τέκνα σου περιῆν, ὅτε ὑγίαινέ σου τὸ σῶμα. Νῦν δὲ οἷον εἰς σκότος καταβέβηκας, εἰς τὰς περιστάσεις ταύτας.
(82) Εἰς τὸ αὐτό. Τουτέστιν ἐν ἐρημίᾳ, καὶ αἴθριος, ἀλήτης, καὶ φυγὰς, καὶ ἀνέστιος.
(83) Στίχ. ια´. Κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.
Τὸ, κοιμηθέντα σε ὕδωρ ἐκάλυψεν, τοιοῦτόν ἐστιν· Ἐκάλυψέ σε ἡ ἀντικειμένη ἐνέργεια. Ἐπεὶ οὐκ ἐγρηγόρεις, ἐπεὶ οὐχ ὕπνωσας. Οἶδε δὲ ἡ Γραφὴ ὕπνον τινὰ ἁμαρτίας. Διὸ ἐντέταλται ἡμῖν λέγουσα· Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμόν τοῖς βλεφάροις, ἵνα ζήση ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερρ ὄρνεον ἐκ παγίδος.
(84) Στίχ. ιβ´. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾶ;
Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν Θεός. Οἷα τοίνυν πάντα ἐφορῶν, τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως ἐπηρμένους τὸ φρόνημα καταφέρει.
(85) Στίχ. ιβ´. Τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν.
Εἴ τις φέρεται ὕβρει, καὶ οἱονεὶ κατασύρεται ὑπὸ ὗβριστικῆς ἕξεως καὶ πράξεως, οὗτος ταπεινοῦται ὑπὸ τοῦ Θεοῦ. Εἰκὸς οὖν, ἐπεὶ καὶ σὺ ὕβρισας χήρας καὶ ὀρφανοὺς, καὶ ἠνεχύρασας διακενῆς τοὺς ἀδελφούς σου· διὰ τοῦτο ταῦτα πέπονθας, καὶ τεταπείνωσαι.
Στίχ. ιγ´ Καὶ εἶπας, Τί ἔγνω ὁ Ἰσχυρός;
Εἰκὸς, ὅτι σὺ ἔλεγες κατὰ σαυτὸν, Τί ἔγνω ὁ Ἰσχυρός; Οἷον, Δύναται πάντα ἐγνωκέναι ὁ Θεός;
Στίχ. ιγ´. Ἤ κατὰ τοῦ γνόφου κρινεῖ; δοῦ αὐτοῦ. Δύναται δὲ κρίνειν ὁ Θεὸς καὶ ἐν χειμῶνι γενόμενος.
Στίχ. ιδ´. Καὶ γῦρον οὐρανοῦ διαπορεύετ.
Ἐκπεριέρχεται ἡ πρόνοια τοῦ Θεοῦ.
Καὶ πλῆθος ὑδάτων καλύψει σε.
Στίχ. ιε´. Μὴ τρίβον αἰώνιον φυλάξῃς; Μὴ δύνασαι σὺ τὴν τρίβον τὴν αἰώνιον, καθʼ ἧς πορεύεται ἡ πρόνοια τοῦ Θεοῦ, ἐπιτηρῆσαι;
(86) Στίχ. ιε´. Ἤν ἐπάτησαν ἄνδρες δίκαιοι. Τοῦ αὐτοῦ. Τὴν τρίβον τὴν αἰώνιον ἐπάτησαν ἄνδρες δίκαιοι. Κατὰ γὰρ τρίβου αἰωνίας βαίνουσιν. Ἐπεὶ πάντα αὐτοῖς πρόκειται πράττειν, ὥστε τυχεῖν τοῦ μέλλοντος αἰῶνος. Κὰν δοκῶσιν οὗν ἐπίσης βαδίζειν, ἀλλʼ ἡ ψυχὴ αὐτὴ ἐπιβαίνει τρίβων αἰωνίων.
(87) Στίχ. ιϚ´. Οἳ συνελήφθησαν ἄωροι.
Πολλάκις δίκαιοι πρὸ καιροῦ ἐτελεύτησαν. Τελεεωθεὶς γὰρ ἐπʼ ὀλίγῳ ὁ δίκαιος, ἐπλήρωσε χρόνους μακρούς· ἀρετὴ (88) γὰρ ἐν τῷ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ.
Στίχ. ιϚ´. Ποταμός ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν.
Τοῦ αὐτοῦ. Τῶν δικαίων οἱ θεμέλιοι οἶόν εἰσιν. Ἀεὶ προκόπτουσιν, ἀεὶ αὔξουσιν ἐν τοῖς ἀγαθοῖς.
Στἱχ. ιη´. Ὃς δὲ ἐνέπλησε τοῖς οἴκους αὐτῶν ἀγαθῶν.
Τοῦ αὐτοῦ. Τῶν δικαίων ἐνέπλησε τοὺς οἴκους ἀγαθῶν. Ἐγὼ οὐκ ἀκούω τοὺς οἴκους τούτοις· ἀλλὰ τοὺς οἴκους αὐτῶν, τοὺς κατὰ τὸ ἡγεμονικὸν ἐνέπλησεν ἀγαθῶν. Ποίων ἀγαθῶν; Σωφροσύνης, δικαιοσύνης, ἀνδρείας, φρονήσεως, τῶν ἀπὸ τῶν ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν.
Στίχ. ιθ´. Ἄμεμπτος δέ ἐμυκτήρισεν αὐτούς.
Τίνας; ἢ τὴν βουλὴν τῶν ἀσεβῶν;…
Στίχ.…
The complete text is available when the reading interface loads.