The Greek Library Author

Origen

Excerpta in Psalmos [Dub.]

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg074.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΨΑΛ. Θ΄.

Στίχ. η΄. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.

Στίχ. θ΄. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Κρινεῖ λαοὺς ἐν εὐθύτητι.

Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν, ψεκτάς τε πράξεις καὶ ἀσεβὲς φεύγοντα φρόνημα. Οἰκουμένην δὲ νοήσεις τὴν Ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἱοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσόμεθα, καὶ μονὴν παρʼ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν.

Στίχ. ιβ΄. Ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών.

Καὶ ἄλλως δέ· ἐν πάσῃ ψυχῇ Σιὼν οὔσῃ καὶ σκοπευτηρίῳ Θεὸς κατοικεῖ. Ἐκζητεῖ δὲ τὰ αἵματα τῶν ἐθνῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν ἀναστὰς αὐτά. Οὐκοῦν τό· Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἤχου, ἐπὶ τὰς ῥομφαίας ἀνενεχθήσιται. Ἐκείνων δὲ μέμνηται, ὦν ἐγένετο καταφυγή.

Στίχ. λγ΄. Ἀνάστηθι, Κύριε ὁ Θεός μου· ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Ἐκ δὲ τῶν δυσσεβῶν τούτων ῥημάτων ἀνιαθεὶς ὁ dolore aectus Propbeta, 2 Marc. X, 29. 3 Matth. XIX, 29. 4 Joan. XIV, 23. ⁵ V. 8. (48) Forte χρυσοχοικῷ. (9) Mutum differt ab editis Ruæi. (50) Ex cod. Veneto XVII. προφήτης, πάλιν εὔχεται λέγων ταῦτα, δεῖξαι τῇ πείρᾳ τὸν Θεὸν αἰτῶν, ὡς οὐκέτι λέλησται τῶν πτωχῶν. Καὶ τῆς τοῦ ἀσεβοῦς δὲ βλασφημίας ὑπέμνησε λέγων·

Στίχ. λη΄. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε· τῇ ἐτοιμασίᾳ τῆς καρδίας αὐτῶν πρόσεχε τὸ οὖς σου.

Ἐπεθύμουν γὰρ συντριβῆναι τοῦ ἁμαρτωλοῦ τὸν βραχίονα, καὶ τῆς αὐτοῦ τυραννίδος ἐλευθερωθῆναι· ὃ δὴ καὶ γέγονεν. Ἐπιθυμία δὲ διανοίας ἀγαθῆς ἐνεργής ἐστι προσευχή. Ἥν ἰδὼν ὁ καρδιογνώστης. ἐπλήρωσεν. Ἑτοίμην γὰρ εἶχον πρὸς τὸ σωθῆναι καρδίαν, καὶ τῆς ἐπηγγελμένης βασιλείας τυχεῖν.

ΨΑΛ. ΙΓ΄.

Στίχ. β. Κύρος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἔδειν εἰ ἔστε συτιὼν, ἢ ἐκζητῶν τόν Θεόν.

Ὅσα σωματικῶς ἀσωμάτου τυγχάνοντος λέγοιτο περὶ τοῦ Θεοῦ, θεοπρεπῶς ἀκουστέον. Οἶον, ἐν οὐρανοῖς λέγεται κατοικεῖν, ὡς ναῷ χρώμενος ταῖς θείαις δυνάμεσι, ταῖς ἐν οὐρανῷ. Καλοῦνται γὰρ ὁμωνύμως τοῖς ἐν οἶς εἰσι τόποις· ὡς καὶ ἄνθρωποι γῆ χρηματίζοντες. Ὡς ἐν τῷ· Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καί· Πᾶσα ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης. Ἐν οὐρανοῖς δὲ οἰκἐῖ καὶ ἐν ἀνθρώποις ὢν, τοῖς φοροῢσι τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ἀλλὰ καὶ ὡς δημιουργίας λόγῳ καὶ προνοίας ἐν πάσῃ τῇ κτίσει τυγχάνοντος. Ἐκ τῶν καλλίστων τοῦτο δηλοῦται μερῶν· ἔν τε τῷ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· καὶ, Θεὸς ἐν τῷ οὐρανῷ ἄνω. Ἀλλὰ καὶ πολλάχου τῆς θείας παιδεύσεως ἡ τοῦ οὐρανοῦ προσηγοῥία δηλοῖ τὴν νοητὴν οὐσίαν, ἐν ἢ μάλιστα Θεὸν προσήκει ζητεῖν. Ὁ οὐρανός γὰρ τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Ἐκ τούτου συμβατικῶς ἐπισκοπεῖ τοὺς τῆς ὑποδεεστέρας καταστάσεως, Τοῦ ἰδεῖν, εἴ τίς ἐστι συνετὸς, ἐκζητῶν τὸν Θεόν· ὡς ἂν εὑρὼν τύχοι τῶν παρʼ αὐτοῦ δωρεῶν. Γίνεται δὲ τοῦτο, κακίας σὺν ἀσεβείᾳ κρατούσης, ὡς λεχθῆναι· Οὐκ ἔστιν ἔλεος, οὐδὲ ἀλήθεια, οὐδέ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐπὶ τούτοις. Οὕτω τῶν ἀνθρώπων βλαβέντων, πῶς οὐκ ἔδει τὸν ἀγαθὸν ἐπιβλέψαι Σωτῆρα, ὡς ἂν, ἀφορμήν τινα συνέσεως εὑρὼν, ταύτην πληθύνῃ, καὶ τοῖς ἐκζητοῦσιν ἐμφανίσειεν ἑαυτόν; Ἐμφανίζεται γὰρ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.

Στίχ. γ΄. Πάντες ἐξέκλιναν· ἅμα ἠχρειώθησαν.

Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

Προφητεύει μεταβολὴν τῶν ἐθνῶν εἰς ἡμερότητα καὶ εὐσέβειαν. Διὸ καὶ ἐρωτᾷ, Μὴ, τοῦ Κυρίου ἐλθόντος, οὐ παύσονται τοῦ θηριώδους βίου, καὶ ἐπιγνώσονται τὸν Κύριον; Λέγει γὰρ καὶ Ἡσαΐας· Οἶς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται· οἳ οὐκ ἀκηκόασι συνήσουσιν.

Στίχ.ε΄,Ϛ΄. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος· ὅτι Κύριος ἐν γενεά δικαίων.

Ἔσται γὰρ, φησὶν, ὅτε οἱ προῤῥηθέντες φοβηθήσονται Κύριον, παρʼ οἷς οὐκ ἦν πρότεροι φόβος.

Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἦς πάγει.

ΨΑΛ. ΙΕ΄.

Στἱχ. α᾿. Στηλραία τῷ Δαβίδ.

Τοῦ Δαβὶδ ἐπέγραψαν οἱ λοιποί· στηλογραφίαν δὲ ὁμοίως ἐξέδωκαν, τῷ περιέχειν προφητείαν αἰωνίου μνήμης ἀξίαν. Ὥσπερ γὰρ οἱ μέγιστοι τῶν ἀγωνιζομένων ἐν σταδίοις ἀθληταὶ στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατωρθωμένων εἰς τὴν μετὰ ταῦτα μνήμην ἵσταται τρόπαια· οὕτω τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, Γραφαῖς ἄνωθεν ἐστηλιτεύθη προφητικαῖς. Διὸ καὶ Πέτρος, τῶν ἐν αὐτῷ μνημονεύσας, ἐπήγαγεν· « Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ· προῖδὼν δὲ ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὕτε ἐγκατελείφθη εἰς ᾄδην, οὕτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. »

ΨΑΛ. ΙϚ΄.

Στἱχ. δ΄. Διἀ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὀδοὺς σκληράς.

Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων δίδωσιν ὁ Σωτὴρ, μὴ φρονεῖν ἐφʼ ἑαυτοῖς δεομένοις τῆς παρὰ Θεοῦ βοηθείας. Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις· μᾶλλον δὲ αἱ κατʼ ἀρετὴν ἐνέργειαι, ὁμαλαὶ καὶ λεῖαι δειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν φθάσαι σπευδόντων ἐπὶ τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ μακαριότης, καὶ τῶν ἐπαγγελιῶν ἡ ἀπόδοσις. Δράμωμεν τοίνυν κατʼ αὐτοὺς, οὐ σφαλλομένων τῶν διαβημάτων ἡμῶν, εἰ Κύριος αὐτὰ καταρτίσειεν ἐν ταῖς τρίβοις αὐτοῦ. Ταύτης τῆς αἰτήσεως ὁ τυχών φησιν· Ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· καὶ τὸ, Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτε ἄν ἐπλάτυνας τὴν καρδίαν μου.

ΨΑΛ. ΙΖ΄.

Στίχ. Ϛʼ. Ὠδῖνες ᾄδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου.

Ἁρμόσει δὲ ταῦτα καὶ τῷ Σωτῆρι, ἔχοντα πολλὴν οἰκειότητα πρὸς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἔως θανάτου.

Στίχ. η΄. Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.

Προδήλως δείκνυσι τοῦ Θεοῦ τὴν κατάβασιν διὰ τὰ προειρημἐνα, τόν τε θάνατον καὶ τὰς ὠδῖνας τοῦ ᾄδου. Ἐξ οὖ δὲ καταβάντος, κατὰ τὸν Ἀκύλαν, ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ. Πᾶσα γὰρ ἀκοὴ Ἑλληνικὴ καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Γῆν γὰρ ἔφη τοὺς ἐπὶ γῆς. Ὀρέων δὲ, τῶν ἀντικειμένων δυνάμεων· αἵ τῇ πλάνῃ τῶν εἰδώλων τοὺς ἀνθρώπους 18 Joan. XII, 27. 19 Math. XXVI, 38. 20 Psal. ἐνέμοντο, τῆς τοῦ Θεοῦ κατεπαιρόμεναι γνώσεως. Τὰ θεμέλια, καὶ οἱ βαθεῖς διαλογισμοὶ, αἰσθανόμενα τῆς τοῦ Κυρίου δυνάμεως, ἐταράχθησαν ἀχθόμενα. Αἷς (51) ὀργισθέντος τοῦ Θεοῦ, ἀνέβη καπνὸς καθάπερ ἐπὶ δαλοῦ· σβεννυμένων καὶ τοῦ πυρὸς παυσαμένων, ᾧ τοὺς ἀνθρώπους κατέφλεγον. Τὸ πῦρ δὲ τοῦτο κατέσβεσε τῷ ἰδίῳ πυρί. Καθὸ πῦρ καταναλίσκον εἴρηται Θεὸς παρὰ τῷ Μωῦσῇ. Καὶ ἐν Ψαλμοῖς· Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ πάλιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὺς ἡμῶν, καὶ οὐ παρασιωτήσεται. Πῦρ ἐνώπτιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Διὸ καὶ ἔφασκεν ὁ Σωτήρ· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ τί θέλω, εἰ ἤδη ἀνήφθης Ταῦτα ἐποίησε κλίνας καὶ καταβὰς οὐχ ἔνα μόνον οὐρανὸν, ἀλλὰ πάντας, ὅσοι ποτέ εἰσιν· τοῦ κλῖναι δηλοῦντος τὴν ταπείνωσιν τοῦ ὕψους αὐτοῦ, καὶ τὴν κένωσιν τῆς θεότητος. Τῆς δὲ οἰκονομίας αὐτοῦ τὸ λεληθὸς καὶ ἀπόκρυφον, τῷ γνόφῳ καὶ τῇ ὀμίχλῃ δηλοῖ. Εἶτα ἐπὶ τοῦ χερουβὶμ ἀνελήφθη, καίτοι μὴ σὺν αὐτῷ καταβὰς. Ὅν μετὰ σώματος ἀναβαίνοντα αἱ θεῖαι θεωροῦσαι δυνάμεις, γεγονυῖαι περὶ αὐτὸν, ἐδορυφόρουν αὐτοῦ τὴν ἄνοδον, ἐπιλέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, κοὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ἃ δὴ γέγονεν, ἡνίκα, ὡς ἐν ταῖς Πράξεσι κεῖται τῶν ἀποστόλων, βλεπτόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

Στίχ. ιβ΄, Καὶ ἔθετο σκότος ἀποκρυφσὴν αὐτοῦ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.

Τὸν ἐν σκηνῇ τίς οὐκ (52) ὄψεται μὴ γενόμενος ἔνδον; Οὔπως οὐδὲ τὸν Θεὸν, εἰ μή τις εἰσέλθοι τοῦ τῆς δυσκαταληψίας ἔνδον παραπετάσματος. Καὶ Μωῦσῆς γὰρ εἰς τὸν γνόφον εἰσῆλθεν, οὗ ἦν ὁ Θεός. Ἐπιστήσας γὰρ τῇ περὶ Θεοῦ δημιουργίᾳ τε καὶ προνοίᾳ, εἴσω τούτων ἔγνω περιέχεσθαι τὸν Θεόν. Ὀλίγον γὰρ αὐτὴν διανοίξας, τὸν οὗ ἐστιν εἰκὼν, ἐκ τοῦ κατʼ εἰκόνα μεμάθηκεν· ἐκ δὲ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητήν.

ΨΑΛ. ΚΒ΄.

Στ. γ΄ Ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

Στίχ δ΄. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά· ὅτι σὺ μετʼ ἐμοῦ εἷ.

(53) Ἐντεῦθεν πρὸς Θεὸν ἀποστρέφει τὸν λόγον. Ὁ μενοὗν καθεζόμενος ἐν σκιᾷ θανάτου, ἵδρυται ἐν αὐτῇ, βεβαιωθεὶς ἐν κακίᾳ, καὶ δεόμενος τοῦ ἐξ ἐλέους ἀνατέλλοντος φωτός· ὁ δὲ πορευόμενος παρατρέχει· μεθʼ οὗ καὶ συνοδεύει ὁ Κύριος. Περὶ δὲ τῆς καθίσεως εἴρηται· Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.

Στίχ. δ. Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταἰ με παρεκάλεσαν.

Ἀμφότερα ἐπὶ μαστίγων, κατὰ τό· Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοί σου τὸν νόμον μου, καὶ τοῖς κρίμασί 24 Luc. XII, 49 25 Psal. XXIII, 7, 9. 26 Act. (53) Hic et infra confer tom. XII, col. 1259 et seq. μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιγι τὰς ἁμαρτίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτῶν. Οὐ διεσκέδασται γὰρ τὸ θεῖον ἔλεος ἀπὸ τοῦ διʼ ἁμαρτίας μαστιζομένου. Οὐ (54) γὰρ ἁμαρτάνοντα μὴ μαστίξειε, οὐ παραδέχεται· μαστιγῶν υἱὸν ὃν παραδέχεται. Περὶ ὦν δὲ μὴ μαστίζει, λέγεται τό Ἐμοῦ δὲ παρὰ μικρόν ἐσαλεύθησαν οἱ πόδες· παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. Ἐὰν μὲν οὖν ἦ τις πρόβατον ἁμαρτωλὸν, ῥάβδῳ πλήσσεται· ἐὰν δὲ ἄνθρωπος, βακτηρίᾳ, κατὰ τὸ Σολομῶντος· Ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τόν ἑαυτοῦ υἱόν. Ταῦτα δὲ παρακαλεῖ τὸν τυπτόμενον· πέπεισται γὰρ, ὡς μαστιγοῖ πάντα υἱὸν ὃν παραδέχεται.

ΨΑΛ. ΚΓ΄.

Στίχ. β΄. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

(55) Καὶ ἄλλως δέ πρὸ τῆς ἐπιδημίας Χριστοῦ γνωστός ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός· μετʼ αὐτὴν δὲ, τοῦ Κυρίου ἡ γῆ. Ἀλλʼοὐδὲ πλήρωμα πρὸ ταύτης ἦν ἐν πάσῃ τῇ γῇ· μεστὰ δὲ ἦν αὐτῆς τὰ πλεῖστα κακότητες. Μετʼ αὐτὴν δὲ πολλοὶ τῶν πεπιστευκότων ἐθνικῶν εἴποιεν ἄν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Διόπερ αὐτοῦ καὶ πλήρωμα λέγοιντο. Ἀλλʼ οὐχ οἱ κενοὶ τῆς εὐαγγελικῆς πολιτείας. Ἀλλὰ καὶ ἐν ἐρήμῳ ὁ ἁμαρτωλὸς κατοικεῖ· οἰκουμένην δὲ, ὁ τὴν Ἐκκλησίαν οἰκῶν πεπληρωμένην τῆς ἁγίας Τριάδος· καὶ ἔστι τοῦ Κυρίου. Ἀλλʼ οὐχ ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου, καὶ μερὶς ἐκείνου γενόμενος.

Στἱχ. γ’. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοὺς;

(56) Ἤ καὶ ὄρος Κυρίου τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον. Σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώρειαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος.

(57) Ὁγὰρ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἶός τε ὤν, ἵσταται βέβαιος, καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. Ὀπίσω γὰρ Κυρίου πορευόμενος, ἀναβαίνει τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, τέλος ἔχων τὸ στῆναι μετὰ Θεοῦ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· ἐφʼ ὅν δεῖ ἀναβῆναι καὶ στῆναι τὸν εὐαγγελιζόμενον τῇ Σιὼν, πρὸς ὅν ἐφθακότι τῷ Μωϋσῇ φησιν ὁ Θεός· Σὺ δὲ αὐτοῦ στῆυι μετʼ ἐμοῦ. Ἀλλὰ καὶ Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, ὡς ἐφʼ ἕτερον ἁγίασμά φασιν οἱ προφῆται. Ἐπεὶ πέτρα ἧν ὁ Χριστός. Ἀλλὰ τίς ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος, εἴρηται τελεώτερον ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ.

Στίχ. Ϛ΄. Αὕτη ἡ γενεὰ ζητούντων τόν Κόριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.

(58) Καὶ μὴν εἶπεν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ὡς ἀληθῶς γὰρ οὐκ ὄψεταί τις ἄνθρωπος ὤν, καὶ μὴ πᾶν ἀνθρώπινον ἀποθέμενος, καὶ μεταβαλὼν εἰς ἄγγελον καὶ Θεὸν, ὅπερ οὐκ ἔστιν ἐνθάδε. Περὶ δὲ τῶν ἀγγέλων τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ὁ Σωτήρ φησιν, ὅτι Διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς.

Στίχ. θ΄. Ἄοατε πύλας, οἱ ἄρχοντες, ἡμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.

Στἱχ. ι᾿. Τίς ἐστν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δοθης.

(59) Ὡς ἄρχοντα δὲ στρατοπέδων, δυνάμεων ἐκάλεσαν Κύριον, ὅπερ ἐν τῷ Ἑβραικῷ Σαβαὼθ εἴρηται. Τοῦτο δὲ καὶ Κόριον στρατιωτῶν οἱ Ἑβδομήκοντα καὶ Παντοκράτωρ ἐν ταῖς Γραφαῖς ἑρμηνεύουσι. Καὶ τὸ νῦν ἄρα λεχθὲν, παντοκράτορα τὸν Σωτῆρα δηλοῖ. Οὕτως λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὤν ὁ Πατὴρ, τὸν Υἱὸν ἀπέστειλε παντοκράτορα. Καὶ Ἰωάννης δὲ ἐν τῇ Ἀποκαλύψει, Τάδε λέγει, φησὶν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθννὸς, ὁ ἧν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος· περὶ τοῦ Σωτῆρος ὁμολογουμένως εἰπών.

(60) Τινὲς δὲ οὐ πρὸς ὑψηλοτέρας πύλας, πρὸς δὲ τὰς αὐτὰς τὰ διττῶς εἰρημένα φασί.

ΨΑΛ. ΚΖ΄.

Στίχ. α᾿ Πρὸς σὲ, Κόριε, κεκράξομαι· ὁ Θεός μου μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ.

Εἰ μὲν ἐπίγειά τις αἰτεῖται παρὰ Θεοῦ, βραχείᾳ χρῆται φωνῇ· εἰ δὲ τὰ ἐπουράνια, κράζει τε καὶ βοᾷ. Ὅθεν ἐν ταῖς ῥαφαῖς οἱ ἅγιοι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Κράζει δέ τις εἰσελθὼν εἰς τὸ ταμιεῖον ἑαυτοῦ, καὶ κλείσας τὴν θύραν. Οὐ παρασιωπᾷ δὲ τοῖς ἀγίοις ὁ Θεός. Ἐλάλει γοῦν Μωσῇ, καὶ Ἀαρὼν, καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ. Ἐλάλει καὶ διὰ προφητῶν, ἡνίκα ἦν ὁ λαὸς αὐτοῦ. Ἅ δὲ λαλεῖ ὁ Θεὸς, οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τὰ ἅγια, τὰ ἐπὶ τὴν καρδίαν ἡμῶν ἀναβαίνοντα, κατὰ τό· Μακάριος ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀνα· βάσεις εἰς τὴν καρδίαν αὐτοῦ. Ἔχομεν δὲ ἄλλην ἀκοὴν καὶ θείαν αἴσθησιν, κατὰ Σολομῶντα, λόγοι Θεοῦ ἀκούουσαν, ἡνωμένην αὐτῷ. ᾯ δὲ παρασιωπῷ Θεὸς, ὁμοιοῦται τοῖς καταβαίνουσιν εἰς λάκκοι. Οὐδένα γὰρ τῶν ἀγίων ἴσμεν λάκκον ὀρύξαντα· φρέαρ δὲ ὤρυττεν ὁ δεόμενος ὕδατος. Ἐντέλλεται καὶ ὁ Σολομῶν ἀπὸ φρεάτων πίνειν. Θεὸς δὲ διὰ τοῦ προφήτου τοῖς ἐκ λάκκων πίνουσιν ἀπειλεῖ, λέγων· Ἐμὲ ἐγκατέλιπτον πηγὴν ὕδατος ζῶντος, κοὶ ὥρυξαν ἑαυτοῖς λάκκους συντετριμμέτους. Κα ταβαίνουσι δὲ εἰς λάκκον οἱ τὰ ψυχρὰ τῆς ὕλης πε ριέποντες πράγματα· ἔνθα καὶ τῶν ἀνθρώπων ὁ πολέμιος δράκων, ὅς καὶ ψυχρὸς ὠνόμασται, κατοικεῖ. Πάντων γὰρ ζώων, τῶν ἐπὶ γῆς, ὁ δράκων ψυχρότερος. 8. 43 Apoc. III, 14. ⁴⁴ Psal. LXXXIII, 6. 45 Psalm. (60) Origen., Euseb.,Τheodoret. Πᾶσα οὗν ἁμαρτία ψυχρά· τὰ δὲ θεῖα, ὡς ἕοικε, θερμά. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύμτα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Καὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, τῷ πνεύματι ζέοντες. Ὅτι δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκκοις εἰσὶν, ἐν τῇ Ἐξόδῳ φησίν· Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ προσώπου Θάρσὼ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος, τῆς ἐν λάκκῳ. Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρτωλοί εἰσιν καὶ αἰχμάλωτοι. Ἀλλʼ ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, καὶ δίδωσιν ἄφεσιν. νεῦμα γὰρ Κυρίου ἐπʼ ἐμὲ, οὖ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς. Ἀπέσταλκέ με κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.

Στίχ. β΄. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.

(61) Οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε δὲ, τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας, αἰτῶ τι παρὰ Θεοῦ, τότε προσεύχομαι. Ὅτε δὲ φίλος ἐπὶ πλέον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐπεὶ καὶ Παῦλος, ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων, φησί· Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας.

Στίχ. β΄. Ἐν τῷ αἴρειν με χεῖράς μου πρός ναὸν ἄγιόν σου.

Ἐπαιρόμεναι χεῖρες πρὸς πράξεις θεοσεβεῖς, ἐν οὐρανῷ θησαυριζόμεναί εἰσι· διʼ ὧν νικᾷ τις τὸν νοητὸν Ἀμαλήκ· ὡς ὁ Μωσῆς, ἡνίκα τὰς χεῖρας ἀνέφερεν, ὁ λαὸς ἐνίκα· ὅτε δὲ κατέσπα, ὁ Ἀμαλήκ. Μὴ κατενέγκωμεν οὖν τὰς χεῖρας, ἐπεὶ νικηθησόμεθα.

Στίχ.ε΄. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα τοῦ Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ.

Οὐδεὶς γὰρ ἄμεμπτος, οὐ νοήσας τὰ ἕργα Κυρίου. Ποίησιν γὰρ χερῶν αὐτοῦ ἀναγγέλλει τὸ στερἑωμα. Δίδωσι γὰρ ἀναλόγως τὸ τούτου θεωρῆσαι Δημιουργόν.

Στίχ. ζ΄. Καὶ ἀνέθαλεν ἡ σάρξ μου. Ποία δὲ σὰρξ ἀνέθαλεν; Ὅψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.

ΨΑΛ. ΛϚ΄.

Στίχ. α΄. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.

Διαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κινεῖν εἰς ζηλοτυπίαν, ὁποϊον τό· Αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ Θεῷ· τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον, καὶ οἶον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. Ζηλοῦν δέ ἐστιν τὸ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὅ παρεῖται τῷ πέλας νενόμικεν ἀγαθόν. Τοῦτο οὖν λέγει· Μήτε ἕτερον ἐρέθιζε πονηρευόμενον πρὸς τὸ ἀναστῆναι αὐτὸν κατὰ σοῦ. Ἤγουν, Μὴ ποιήσῃς τοιαῦτα, ὡς τὸν πονηρὸν ζῆλον λαβεῖν κατὰ σοῦ, ἐπεὶ ἐπιβουεύει σοι. Οἶον· Εἰ μετὰ γνώμης τοῦ Δαβὶδ τὸν ὕμνον ἔλεγον αἱ νεάνιδες, τὸ, Ἐπάταξεν ὁ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ· αὐτὸς ἦν ὁ παραζηλῶν ἐν πονηρευομένοις, τῷ Σαούλ. Μήτε πάλιν μιμοῦ ἢ μακάριζε Hebr. I, 7. (61) Orig. et Theodoret. τοὺς τοιούτους, εὐθηνοῦντας ὁρῶν. Πρὸς ὀλίγον γὰρ ἀνθοῦντες, ξηραίνονται. Πᾶσα γὰρ σὰρξ, χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν, οἵτινες, πρὸς ὀλίγον ἀνθήσαντες, αὕριον εἰς κλίβανον βάλλοντας καθά φησιν ὁ Σωτήρ. Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἀξιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον εἰς οἷον ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους, φησὶ, μηδὲ κατεμεθίζου πρὸς μίμησιν τῶν φιλαμαρτημόνων, κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς. Φεῦγε οὖν τὴν ἰσοῤῥοπίαν, εἰς τὰ ἐσόμενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πράγματα. Διὸ ἐπάγει· Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

Στίζ γ΄. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ τῷ πλούτῳ αὐτῆς.

(62) Τουτέστιν, Ἀγάπησον τὸ εὐδοκιμεῖν· δίψησον τῶν ἱερῶν χαρισμάτων τὴν κτῆσιν· ἀγάπησον τὰ τοῖς ἁγίοις τετηρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα. Καὶ ποίει χρηστότητα· ὡς εἰ ἔλεγε τῷ ἀγρῷ· Ποίει τόνδε τὸν καρπόν. Οὕτως σοι τῷ ἀκροατῇ τῶν θείων μαθημάτων· Δὸς ἀγρῷ, φησὶν ὁ Λόγος· ποίει χρηστότητα, ἥτις μία ἐστὶ τῶν καρπῶν τοῦ Πνεύματος. Τὸ τῆς χρηστότητος ὄνομα ἐνταῦθα κατασημαίνει πάντα τρόπον ἀρετῆς. Καὶ κατοίκει παρὰ τὴν γῆν· προσδιατρίβων τῇ τῆς ψυχῆς ἐπιμελείᾳ καὶ γεωργίᾳ· Ὅτι ὃ ἐὰν σπείρῃ ἄνθρωπος, ἐκεῖνο καὶ θερίσει. Ἴσως δὲ γῆν, τὴν θεόπνευστον ὀνομάζει Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἀγίων, τουτέστιν αἱ ἐπαγγελίαι. Καὶ παραινεῖ διαπαντὸς τῶν θείων ἔχεσθαι λογίων, ἕρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν. Ἥ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατασκηνώσεις· γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι· ἐν ᾗ γεγονὼς, ποιμανθήσῃ. φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ τῆς ἄνω πόλεως, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφἡς χορηγία. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον· καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ, ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ, οὐ κυριευομένους ὑπʼ αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον, οὐ πρὸς ἡδονὰς ἀποχρωμένους. Οὕτω γὰρ ποιμανθησόμεθα ὑπὸ Ποιμένι καλῷ. εἴ τις πλοῦτός ἐστι τῶν θείων δογμάτων, τοῦτον καρπούμενοι, ὥστε λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.

Στίχ. δ᾿. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς παρδίας σου.

(63) Ἔθος τῇ Γραφῇ δύο ἀνθρώπους εἰσάγειν· καὶ σχεδὸν πάντα τὰ τοῦ χείρονος ἔχει καὶ ὁ κρείττων. Ἔστι γάρ τις τροφὴ καὶ τοῦ ἔσω ἀνθρώπου, περὶ ἧς λέγεται· Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἔστι τι καὶ ποτόν· Πίνομεν γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Καὶ ἔυδυμα· ὅθεν ὁ μὲν ἁμαρτωλὸς ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, 60 Galat. VI, 8. 61 Psal. XXII, 1. 62 Mattb. IV, 4. (63) Confer edita Latina. δὲ δίκαιος τὸν Κύριον Ἰησοῦν, καὶ σπλάγχνα οἰκτιρμῶν, καὶ πανοπλίαν Θεοῦ. Οὕτως ὁ μὲν τῶν αὐτοῦ μόνον ἀκούων λόγων προτρεπτικῶν τρέφεται· ὁ δὲ ἐπιδιδοὺς ἑαυτὸν ἑρμηνείᾳ νόμου, διηγήσει προφητῶν, λύσει παραβολῶν εὐαγγελικῶν, σαφηνείᾳ λόγων ἀποστολικῶν, κατατρυφᾷ τοῦ Κυρίου· καὶ ἐσθίει οὐ πρὸς ἀνάγκην, οὐδὲ πρὸς μόνην τροφήν. Διδάσκει οὖν ἡμᾶς κατατρυφῆσαι τοῦ Κυρίου. Καὶ γὰρ ὁ Θεὸς, ἀπʼ ἀρχῆς βουλόμενος ἡμᾶς τρυφᾷν πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν. Ἀλλʼ εἰ μὲν σαρκὶ ἐτρύφησεν, ὡς ὁ πλούσιος, στερηθήσεται τῆς μετὰ Ἀβραὰμ τρυφῆς· εἰ δὲ ἄρτον κακώσεως ἔφαγεν, ὡς ὁ πένης, ἐκεῖ τρυφᾷ καὶ ἀναπαύεται.

Καὶ ἄλλως δέ. Ὁ Κύριος δικαιοσύνη ἐστὶν, ἀλήθεια, σοφία, ἁγιασμός· ἐὰν τρυφήσῃς οὗν καὶ ἐν τοῖς τῆς συρίας θεωρήμασιν, ἐν ταῖς πράξεσι τῆς δικαιοσύνης, πεπλήρωται τό· Κατατρύφησον τοῦ Κυρίου. Τρυφὴ τοιγαροῦν, τὸ ἔνοικον ἔχειν τὸν πάντα ζωογονοῦντα Θεὸν Λόγον, τὸν ἄρτον τῆς ζωῆς· καὶ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, ληψόμεθα πάντα τὰ αἰτήματα, οὐχ ἁπλῶς, ἀλλὰ τὰ τῆς καρδίας. Νοήσεις δὲ τὸ λεγόμενον, ἐὰν προσωποποιήσῃς ἕκαστον τῶν μελῶν, καὶ ἱδῃς πῶς κατὰ φύσιν αἰτεῖ. Ὁ γοῦν ὀφθαλμὸς, εἰ εἶχε φωνὴν, ἕλεγεν ἅν σοι· Αἰτῶ φῶς, αἰτῶ χρώματα βλέπειν κατάλληλα ἐμοί. Ἡ ἀκοή· Αἰτῶ φωνὴν ἐμμελῆ, ἡδεῖαν. Ἡ γεῦσις· Αἰτῶ γλυκέα, φεύγω τὰ πικρά. ἀρή· Αἰτῶ ἅπτεσθαι λείων, τρυφερῶν, προσηνῶν· οὐ πυρὸς, οὐ τραχέων, οὐδὲ κεντούντων. Ὡς οὖν ἑκάστου τῶν αἰσθητηρίων ἐστὶν αἴτησις κατἀλληλος καὶ φυγή· καὶ ὀφθαλμὸς μὲν αἰτεῖ τὸ φῶς, ἡ ὄσφρησις δὲ τὸ εὐῶδες, ἡ ἀκοὴ τὸ ἐμμελὲς, καὶ τὰ λοιπὰ ὁμοίως· οὕτως ἡ καρδία τὰ νοήματα, ἅπερ ληψόμεθα παρὰ Κυρίου, ἐὰν μηδὲν ἀλλότριον τῆς αὐτοῦ τρυφῆς ἔχωμεν ἐν ταῖς καρδίαις. Τότε δυνησόμεθα ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν ἡμῶν. Ἐποπτεύει γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβομένων αὐτὸν εὐαγῆ πολιτείαν· ἀποστρέφεται δὲ τὴν τῶν οὐκ ὀρθῶς ζῇν λομένων. Ὅθεν ἐπάγει·

Στίχ. ε΄. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὀδόν σου, καὶ ἔλπισον ἐπʼ αὐτὸν, παὶ αὐτὸς ποιήσει.

Στίχ. Ϛ΄. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν.

(64) Ἔσο, φησὶν, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι, γυμνὴν καὶ ἀναμφίαστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν· καὶ ἕλπισον ἐπ᾿ αὐτὸν, αὐτὸς δὲ ποιήσει. Ἐν τῷ μέλλοντι αἰῶνι ἐμφανῶς καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς σῆς εὐζοΐας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου, δίκην φωτὸς ἀναλάμπουσα μεσημβρινοῦ.

(65) Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. Καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. Ἐπειδὴ οὖν πᾶς ὁ φαῦλα πράσσων, οἷον ὁ πορ νεύων, μισεῖ τὸ φῶς, καὶ τὸ ὅσον ἐφʼ ἑαυτῷ, κρύπτει ἃ ποιεῖ, ἵνα μὴ ἐλεγχθῇ· θέλει γὰρ μὴ γνωσθῆναι τὴν πορνείαν αὐτοῦ· διὸ καὶ ἐπικρύπτει τὴν ὁδὸν αὐτοῦ, ἢν ὥδευσεν· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, οἷον ὁ σωφρονῶν, θέλει αὐτὴν φανερῶσαι, οὐκ ἀνθρώποις, ἵνα μὴ ἀπέχῃ τὸν μισθὸν ἀπὸ τῶν ἀνθρώπων, ἀλλὰ τῷ Θεῷ· διὰ τοῦτο εἴρηται· Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, τουτέστι, δεῖξον αὐτῷ τὸν σὸν ἐπίμωμον βίον, καὶ αὐτὸς θεραπεύσει σε ἀπὸ τῶν τραυμάτων, καὶ ποιήσει τὸν ῥυπαρὸν καθαρόν. Κἂν γένῃ καλὸς καὶ ἀγαθὸς, ἐγκαυχήσεταί σοι· καὶ ἐπεὶ μὴ ὢν κενόδοξος ἔκρυπτες τὴν δικαιοσύνην σου, αὐτὸς φανερὸν ποιήσει, καὶ οὕτως ἐπιφανῇ (66), ὥσπερ ἥλιον ἐν μεσημβρίᾳ. Τότε γὰρ, φησὶν, οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος.

Στίχ. ζ΄. Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν.

Ὑποταγὴν οὖν ἐνταῦθα λέγει τὴν τῶν κακῶν ἀναχώρησιν. Οὐδεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. Ἔστω, φησὶν, ὅτι ἤδη ὑπετάχθην· τί ποιῶ περὶ τῶν προτέρων; Ἱκέτευσον αὐτὸν, λέγων· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Ὥστε οὐ δεῖ πρότερον περὶ ἁμαρτίας ἱκετεύειν, ἢ ὑποταγέντα τῷ Κυρίῳ, τουτέστιν ἐκστάντα τῆς ἁμαρτίας. Ἔτι γὰρ ὄντα ἐν ἁμαρτίαις ἄφεσιν ἁμαρτιῶν αἰτεῖν, πάνυ ἄλογόν ἐστι.

Στίχ. ζ΄. Μὴ παραδήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν.

Μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην· μηδὲ εἰς κακίαν ἐρεθίζου, κἂν ὁρᾷς τὸ κακὸν εὐοδούμενον, δέον λογίσασθαι, ὅτι ὁ αἰὼν οὗτος τούτων ἐστὶ τῶν μὴ ἐχόντων ἄλλην ἐλπίδα. Εὐτυχείτωσαν ἐν αὐτῷ, καὶ ἐχέτωσαν τὰ νομιζόμενα ἀγαθά. Ἡμεῖς δὲ εἰς ἄλλον αἰῶνα βλέπομεν ζωῆς· καὶ ἡ ἐλπὶς ἡμῶν, ἑξῆς τούτῳ τῷ αἰῶνί ἐστιν. Οὐχ οἷόν τέ ἐστι τὰ ἀγαθὰ ἐν τούτῳ τῷ αἰῶνι ἔχειν καὶ ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθάσου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. Τῶν τοιούτων γὰρ, φησὶ, τὴν ῇ μίμησιν παραιτεῖσθαι χρή· καὶ χρήσιμον σφόδρα τοῦ ἀποφοιτᾷν τῷ παραζηλοῦν αὐτούς. Εὐοδοῦνται (67) γὰρ, ἤτοι τὴν ἐν πράγμασι τοῖς ἰδίοις εὐοδίαν ἔχειν ὑπολαμβάνονται, οὐ ψήφοις ταῖς ἄνωθεν τὸ χρῆμα κερδαίνοντες, ἀλλʼ ἐκ τοῦ πλεονεκτεῖν καὶ ἁρπάζειν τὰ ἑτέρων ἔσθʼ ὅτε. Τὴν οὖν εὐόδωσιν, τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει. Ἐπειδὴ δὲ πολλοὶ ἐν δικαιοσύνῃ ζῶντες, ὅταν ἴδωσιν ἑαυτοὺς ἐν πόνοις, τὸν δὲ ἁμαρτωλὸν ἐν πᾶσι πρὸς καιρὸν εὐοδούμενον, ὀργισθέντες· τῆς δικαιοσύνης ἀφίστανται, τοῦτο δὲ ἀνοίας τῆς ἐσχάτης· διὰ τοῦτο μακροθυμεῖν διδάσκων ὁ λόγος, 68 Joan. iii, 20. 69 ibid. 70 Matth. XIII, 43. (65) Littera M minio pingitur, quasi hinc Origenes ordiatur. καὶ τῆς δικαιοσύνης τοῦ Θεοῦ τὸν καρπὸν προσδὲχεσθαὶ φησι.

Στίχ. η΄. Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν.

Ἐπωφελὲς τὸ παράδειγμα, καὶ τοῖς ὑποτεταγμένοις Θεῷ πρεπωδέστατον. Χρὴ γὰρ, φησὶ, πράους εἷναι, καὶ εὗ μάλα καθεστηκότας, καὶ εὐταξίαν ἔχοντας εἰς νοῦν, ἀγαπῶντάς τε διαπαντὸς τὴν ἀπὸ τῆς μακροθυμίας εὐοδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων ἀποφοιτᾷν. Τῶν γὰρ παθῶν τινὰ μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ οἱ τυχόντες ἀπέβαλον αὐτὰ προκόπτοντες. Τὸ γὰρ μιαρὸν τοῦτο πάθος, ἡ ὀργὴ, ἐκκαίει καὶ τοὺς δοκοῦντας εἶναι φρονίμους, καὶ ταράσσει· οὐ τινὰ μὲν, τινὰ δʼ οὔ ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος.

Στίχ. θ΄. Οἱ δὲ ὑπομένοντες τὸν Κύριον κληρονομήσουσι γῆν.

(68) Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν πονηρῶν ἀπανἱστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συνελαύνεσθαι εἰς τὸ διαζῇν εὐνόμως· διὰ τοῦτο, δείξας ὁ ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπάγει, ὅτι Οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦντες βίον, κληρονομήσουσι γῆν, ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς ὑπὸ κατάραν γεγενημένης, ἢν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν· ἀλλὰ γῆν ἐκείνην, τὴν τοῖς ἀγίοις ηὐτρεπισμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἰερά τε καὶ ἄνω, ἧς κληροδότης Θεός. (69) Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ σοφία, Λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· Καὶ νῦν τίς ἡ ὑπομονή μου; Οὐχὶ Κύριος; Ἀφʼ οὗ ἀρύεσθαί ἐστι καὶ λαμβάνειν πάντα, ἂ λέγεται εἶναι κατὰ τὰς Γραφὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινόμεθα καὶ σοφοὶ, καὶ εἰρηνεύομεν· οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν. Ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκδεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι.

Στίχ. ια΄. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν.

Οἱ ἀπὸ Οὐαλεντίνου καί τινων ἑτέρων, οἰόμενοι τὸν Σωτῆρα λέγειν τὰ μὴ εἰρημένα ἐν τοῖς παλαιοῖς Γράμμασιν, ἐντεῦθεν ἐλεγχέσθωσαν, ἀκούοντες, ὅτι Μακάριοι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Εἴρητο μὲν καὶ πρότερον διὰ Δαβὶδ ὑπὸ τοῦ αὐτοῦ Πνεύματος.

(70) Οἰκονομικώτερον δὲ λίαν ὁ Δαβὶδ ἀντιπαρεξἀγει ταῖς τῶν παρανόμων κολάσεσι τὰ τῶν ἁγίων γέρα. Ἀκονᾷ δὲ διὰ τούτων αὐτοὺς εἰς ἔφεσιν εὐανδρίας πνευματικῆς, διʼ ἧς ἂν γένοιτο κατορθοῦν πάντα τρόπον ἀρετῆς. (71) Ταύτῃ τοί φησιν· Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, τὴν ἄνω δηλαδή. Εἰ γάρ ἐστιν ἐν οὐρανοῖς κατὰ Παῦλον Ἱερουσαλὴμ καὶ Σιὼν cœlis, ὅρος, ἀκόλουθον καὶ γῆν νοεῖν, ἥν 74 Psal. xxxviii, 8. 74 Matth. v, 4. (68) Ms. Cyrillo tribui. (69) Cyrilli et Origenis. Hinc Origenes videtur ordiri. (70) Κύριλ. (71) Ὠριγέν. οἱ νενικηκότες πάθος ὀλέθριον, τὴν ὀργὴν, ἥτις καὶ φρονίμους ἀπόλλυσι. Κατʼ ἀρετὴν γὰρ ἐνεργεῖν ἐμποδίζονται. Κατὰ διάμετρον δέ εἰσιν ἀλλήλοις πραότης καὶ ὀργή. Ὅπου γὰρ ὀργὴ, οὐδαμῶς πραότης· καὶ ὅπου πραότης, οὐδαμῶς ἐκεῖ ὀργή.

Στίχ. ιβ΄. Παρατηρήσεται ὁ ἀμαρτωλὸς τὸν δέκαιον, καὶ βρύξει ἐπʼ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ.

Στίχ. ιγ΄. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προβλέπε, ὅτι ἤξει ὁ ήμέρα αὐτοῦ.

Ἐντεῦθεν μανθάνομεν, ὅτι, ὥσπερ πέφυκεν ἐνανεἶναι σκότος καὶ φῶς, οὕτω ὁ ἁμαρτωλὸς τῷ δικαίῳ. Ἐὰν οὗν ἵδῃς τότε μισούμενον τὸν δίκαιον, μὴ ὄκνει λέγειν περὶ τοῦ μισοῦντος αὐτὸν, ὡς ἔστιν ἁμαρτωλός. Οἱ γὰρ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν.

Στίχ. ιδ΄. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί· ἐνετείναντο τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ.

Ὥσπερ ἐστὶ πανοπλία Θεοῦ τις, οὕτως ἐστί τις πανοπλία τοῦ διαβόλου, ἣν ὁ αὐτοῦ στρατιώτης ἐνδέδυται· τὸν θώρακα τῆς ἀδικίας, τὴν περικεφαλαίαν τῆς ἀπωλείας, τὸν θυρεὸν τῆς ἀπιστίας, τὴν μάχαιραν τοῦ πονηροῦ πνεύματος, ἣν σπᾶται ἁμαρτωλὸς, οὗ οἱ πόδες ἐπʼ ἀδικίαν τρέχουσιν. Ἔστι τις ἑτοιμασία τοῦ Εὐαγγελίου, ἕστι καὶ ὑπόδημα ἑτοιμότατου εἰς τὴν ἁμαρτίαν. Ἐνταῦθα οὖν ῥομφαίαν ἐσπάσαντο· ὅτι πρόχειρον ἔχουσι τὴν ἁμαρτίαν, καὶ ἕτοιμοί εἰσιν ἐπὶ τὸ ποιεῖν αὐτήν· οἱ κρύπτοντες ἐν τῷ κουλεῷ τῆς ἁμαρτίας τὴν ῥομφαίαν τοῦ πονηροῦ πνεύματος. Βέλος τῶν δικαίων, Χριστός ἐστιν Ἰησοῦς. Ἔθηκας ὡς βέλος ἐκλεκτόν. Ὁ λόγος τῶν ἁμαρτωλῶν βέλος ἐστίν· ἁμαρτίας ἰὸν ἔχει· τιτρώσκει τὸν μὴ καθωπλισμένον τῷ τῆς πίστεως θυρεῷ. Οἴδασιν, ὅτι οὐ δύνανται καταβαλεῖν πλούσιον πλουτοῦντα ἐν σοφίᾳ, ἐν ἔργοις ἀγαθοῖς. Διὰ τοῦτο τὴν ἀρχὴν οὐδὲ ἐπιβάλλουσιν αὐτῷ. Ἀλλʼ ἡ πᾶσα ἐπιβουλή ἐστι κατὰ τοῦ πτωχοῦ· ἐπεὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος· πτωχός δὲ οὐχ ὑφίσταται ἀπειλήν. Καλὸν μὲν οὖν μὴ ἔχειν ῥομφαίαν ἁμαρτίας· δεύτερον δὲ, ἔχοντα. μὴ σπᾶσθαι αὐτὴν, ἀλλὰ ποιεῖν αὐτὴν ἡσυχάζειν. Ἀργοῦσα γὰῤ, οὐ μόνον ἰοῦται, οὐδὲ ἀμβλύνεται, ἀλλὰ τέλεον ἐξαφανίζεται. Καὶ οὐ χρείαν ἔχομεν πυρὸς, ὅπου ἑκάστου τὸ ἔργον δοκιμάζεται· ὃ Πέτρου μὲν οὐχ ἅπτεται, ἀλλ᾿ ἀκούει, Κἂν διέλθῃ διὰ πυρός, φλὸξ οὐ κατακαύσεισε· ἁμαρτωλῶν δὲ ἅπτεται ἡ λίμνη τοῦ πυρὸς, ὡς ἡ Ἐρυθρὰ Αἰγυπτίων, οὐ μὴν καὶ Ἑβραίων. Ὥσπερ μέντοι ὁ Σωτὴρ βέλος ἐκλεκτὸν, καὶ ἀνάλογα τῷ Σωτῆρι βέλη τοῦ Θεοῦ οἱ ἅγιοι τιτρώσκοντες βέλει ἐκλεκτῷ, ἵνα ὁ τετρωμένος λέγω· Τετρωμένη ἀγάπης ἐγώ· οὕτως ὁ Ἀντίχριστος βέλος τοῦ πονηροῦ. Καὶ πάντες οἱ ἁμαρτωλοὶ βέλη τοῦ διαβόλου, οἷς 75 Prov. XXXVIII, 8. 76 Isai. xliii, 2. 77 Cant. ii, 5; v, 8. κατὰ τῶν δικαίων χρᾶται. Ἴδε γυναῖκα, καὶ ἐπεβούλευσάν σοι. Εἰ μὴ βέλος ἐστὶ πεπυρωμένον, πῦρ ἔχουσα ἐν στόματι, ἵνα λαλήσῃ καὶ καύσῃ σε, ἐν χειρὶ, ἐν ὅλῳ τῷ σώματι, ἐν ὅλῃ τῇ ψυχῇ; Καὶ ὥσπερ ὁ Θεὸς τίθησι τόξον ἐν τῇ νεφέλῃ, ἵνα παύσῃ χειμῶνα, καὶ μὴ γίνηται κατακλυσμός· οὕτω, κατὰ τὸ ἀντικείμενον, ὁ πονηρὸς χρᾶται· τόξῳ, ἵνα παύσῃ γαλήνην ἀπὸ ψυχῆς, καὶ εἰρήνην σβέσῃ, καὶ πόλεμον ἐγείρῃ, καὶ χειμῶνα ποιήσῃ. Μήποτε δὲ οἱ πτωχοὶ καὶ πένητες ἀδελφοί εἰσι τῶν εὐθέων τῇ καρδίᾳ, οἱ πτωχοὶ τῷ πνεύματι. οὓς ζητοῦσι καταβαλεῖν οἱ δαίμονες. Ἐὰν ἵδῃς σκανδαλιζόμενον, καὶ ὑπὸ τῆς ἁμαρτίας κεκρατημένον, βλέπε, ὅτι οὗτος ἔσφακται, καὶ τὸ οἷμα αὐτοῦ ῥεῖ, ὃ ἐκζητεῖ Θεός. Ἀπὡλετο γὰρ ἡ ζωτικὴ δύναμις αὐτοὺ· ἐκζητεῖ δὲ αὐτὸ ἀπὸ ἀδελφοῦ καὶ ἀπὸ θηρίου· ἀπὸ πιστοῦ σκανδαλίζοντος, καὶ ἀπὸ ἀλλοτρίου τῆς πίστεως, καὶ ἀπὸ τῆς χερὸς τοῦ σκοποῦ.

(72) Ἀλλὰ ταῦτα μὲν ἴσως περιεργότερον εἴρηται. Ὁ μέντοι ψάλλων διαλευκαίνει πᾶν τὸ ἤδη ῥηθὲν, τό· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, φημί. Καθάπερ γὰρ ἐν πίνακι σαφῶς μηνιῶντα ζωγραφεῖ, καὶ παραταττόμενον εἰσφέρει, καὶ φονῶντα δεικνύει, καὶ ἀπογυμνοῦντα τὸ ξίφος, καὶ ἤδη τοξεύοντα, καὶ τὴν ἀδικίαν αὐτοῦ καθίστησιν ἐναργῆ. Σκοποὶ γὰρ τῷ ἁμαρτωλῷ οὐχ ἕνα τινὰ τῶν ἀδικησάντων αὐτῷ, ἢ κατά τι προσκεκρουκότων, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους ἀμύνεσθαι· ἀλλʼ ἵνα καταβάλῃ πτωχὸν, τουτέστι τὸν ἐπιεικῆ καὶ μετριόφρονα, καὶ ταπεινὸν τῇ καρδίᾳ, ὅν καὶ ὁ Σωτὴρ πτωχὸν ἕφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησι. Τίς οὖν τοῖς ἁμαρτωλοῖς λόγος πρὸς τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ τοὺς πτωχοὺς τῷ πνεύματι; παντελῶς οὐδείς. Ἠδικήκασι γὰρ ἐκείνους οὐδὲν τὰς ἑαυτῶν ὁδοὺς ἀπευθύνοντας εἰς δικαιοσύνην. Ἀκονᾷ δὲ, οἶμαι, κατʼ αὐτῶν τοὺς ὠνομασμένους, μάταιός τις ἁπλῶς, καὶ οὐκ εὐάφορμος φθόνος, ἐκ διαβολικῆς σκαιότητος ἐκκεκαυμένος ἐν αὐτοῖς.

Στίχ. ιε΄. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη.

Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμπτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, ἐὰν τηρῇ ἑαυτὸν ὁ εὐθὺς τῇ καρδίᾳ.

Στίχ. ιϚ΄. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν.

Ἔχει μὲν οὖν ἡ λέξις αὐτόθεν ὠφέλιμόν τι τοῖς ἀκεραιοτέροις· ἔχει δέ τι καὶ κεκρυμμένως εἰρημένον τοῖς βαθύτερον ἀκούειν τῆς Γραφῆς ἐπισταμένοις. Τὸ οὖν ἁπλούστερον τοιοῦτόν ἐστι· Βιοποριστοῦσι δίκαιοι καὶ ἄδικοι. Ἀλλʼ οἱ μὲν τοσοῦτον ζητοῦσι τὸ τῆς χρείας, ὅσον τὸ τῆς διλ??οσύνης· καὶ ἢ οὐ πορίζουσιν, ἢ ἅνευ ἀδικίας, χρωννύντες τὸ ποριζόμενον τῇ δικαιοσύνῃ. Οἱ δὲ ὅλως νενεύκασιν ἐπὶ τὸν πορισμὸν, ὅπως πολλὰ κτήσωσιν, οὐ ζητοῦντες εἰ καλῶς κτήσονται. Δύο οὖν προκειμένων, τοῦ τε ὀλίγου 78 Gen. IX, 13. 79 ibid. 5. 80 Ezech. XXXIII, 6. 81 Psal. XXXVI, 12. (72) Κύριλ. λήμματος μετὰ δικαιοσύνης, καὶ τοῦ πολλοῦ μετὰ ἀδικίας· Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἴδωμεν δὲ καὶ τὸ ἀνακεχωρηκός. Κρεῖσσόν ἐστι πιστὸν ἰδιώτην εἶναι, οὐδὲ ἀνοῖξαι τὸ στόμα δυνάμενον, ἢ πλουτεῖν τῷ λόγῳ προφορικῷ καὶ τοῖς μαθήμασιν ἐν κακίᾳ ἢ ἀπιστίᾳ.

Στίχ. ιζ΄. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται· ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος.

Ἐὰν ἴδῃς τὸν τόνον καὶ τὴν δύναμιν συντετριμμένην τοῦ ἀσεβοῦς, ὥστε μὴ δύνασθαι αὐτὸν ἐκτεῖναι τὴν χεῖρα ἐπὶ πρᾶξιν ἀγαθὴν (συντετριμμένη γάρ ἐστιν), ὄψει, ὅτι πεπλήρωται τό· Βραχίονες ἁμαρτωλῶν συντριβήσονται. Ὁ δὲ συντρίβων, ὁ διάβολός ἐστι. Πᾶς μέντοι ἄνθρωπος ἀσθενὴς, καὶ τὸ ὅσον ἐφʼ ἑαυτῷ καταπίπτει, καὶ δέεται τοῦ ὑποστηρίζοντος τοὺς καταπίπτοντας, καὶ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους.

Στίχ. κα΄. Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτισει· δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν.

Ὑψηλότερον δέ· Ὅταν διδάσκῃ Παῦλος, ἢ τις ἕτερος τῶν ἱερῶν μυσταγωγῶν, οἱ ἀκροαταὶ δανείζονται τὸ δόκιμον ἀργύριον τῷ στόματι Παύλου. Καὶ ὁ μὲν δίκαιος ἀποδίδωσι τοὺς τόκους, καὶ λέγει· Μνᾶν μοι ἔδωκας, ἰδοὺ δέκα μνᾶς ἐποίησα. Πέντε τάλαντα ἔδωκας, ἰδοὺ ἔχω δέκα. Ὁ δὲ ἁμαρτωλὸς ἀναλίσκει πάντα. Οὐκ ἔξεστι δανείζειν τὰ ἑαυτοῦ, ἤτοι διδάσκειν ὡς οἱ αἱρετικοί· ἀλλὰ τὸ τοῦ Θεοῦ ἀργύριον τὸ δόκιμον, ὡς ὁ λέγων· Ἤ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ἀποδοτέον δὲ μετὰ τόκου ἐκ πολιτείας καὶ πράξεως τὸ κεφάλαιον. Εἰ δὲ μὴ, κρεῖττόν ἐστι τὴν ἀρχὴν μὴ δανείσασθαι, μάλιστα τὰ τοῦ ταμείου τοῦ Κυριακοῦ, ἢ ἀπολέσαι τὰ τοῦ βασιλέως χρήματα.

Στίχ. κβ΄. Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληροτομήσουσι γῆν· οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.

(73) Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, κοὶ τοὺς καταρωμέ νους σε καταράσομαι. Οὐκοῦν, εἰ ὁ Θεὸς εἴη ὁ κατοικτείρων καὶ διδοὺς, οἱ δοξθλογοῦντες αὐτὸν θιὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται τὴν γῆν ἀγαθὴν καὶ τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. (74) Κίνδυνος δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ ὀλέθρου τοῦ ἐσχάτου. Λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος· Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντιβήσομαι τοῖς ἀντικειμένοις σοι. Καὶ ὥσπερ λέγει· Τοῦτον ἔθρεψας, ἐμὲ ἔθρεψας· οὕτως ἀκόλουθον εἰπεῖν· Τοῦτον ἐλοιδόρησας, ἐμὲ ἐλοιδόρησας. Καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν, καὶ ταῦτα τῆς αὐτοῦ δόξης πάλιν ψήμους (75) ἔσθ᾿ ὅτε ῥιπτοῦντες φωνὰς, πρὸς τὸ μηδὲ ἐφʼ οἷς εὖ πεπόνθασιν ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς…

Στίχ.…

(76…

The complete text is available when the reading interface loads.