The Greek Library Author

Origen

Expositio in Proverbia (fragmenta e catenis)

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg075.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

CAP. I.

Paragraph 1

(1) Παροιμία ἐστὶ λόγος ἀπόκρυφος διʼ ἑτέρου προδήλου σημαινόμενος.

Paragraph 2

Τούτου χάριν ἐβασίλευσεν ἐν Ἰσραὴλ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν· ἡ σοφία ἐστὶ γνῶσις πνευματικὴ, τοὺς περὶ Θεοῦ, καὶ ἀσωμάτων, καὶ κρίσεως, καὶ φρονοίας περιέχουσα λόγους, ἡ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. Ἤ ἡ σοφία ἐστὶ γνῶσις σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν τούτῳ θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία ἐστὶ μετριοπάθεια παθῷν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη· καὶ θεολογῶν δέ τις ἐπιτεταμένως, ἔγνω σοφίαν.

Paragraph 3

Τουτέστιν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον· ἀνεπιστήμων γάρ τις ὢν δικαιοσύνης, οὐκ ἂν διέλοι τὰς ἀμφισβητήσεις ὀρθῶς· οὐδὲ Σολομὼν γὰρ ἔκρινεν ὀρθῶς ταῖς πόρναις, μὴ σώζων ἀκριβεῖς τοῦ δικαίου τοὺς λόγους· ὀρθῶς δὲ καὶ ἀδιαστρόφως κριοῦμεν, εἰ πειθόμεθα μὲν ἀρετῇ, καταγινώσκομεν δὲ κακίας. Τρία δὲ κριτήρια ἐν ἡμῖν· αἴσθησις, λόγος, καὶ νοῦ καὶ ἡ μὲν αἴσθησις, τῶν αἰσθητῶν· ὁ δὲ λόγος, 1 v. 1. 2 v. 3. τῶν ῥημάτων καὶ τῶν νοημάτων· ὁ δὲ νοῦς, θεωρία τῶν νοητῶν.

Paragraph 4

Ὤσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά διόπερ καὶ αἰσθήσεως αὐτὸν λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει.

Paragraph 5

Οἱ κτώμενοι κακίαν, τῷ κακοὶ εἶναι ἐξουδενοῦσι σοφίαν· καὶ μὴ ἔχοντες φόβον τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι καὶ ἐξουδενοῦσι σοφίαν· πῶς; τῷ μὴ πράττειν μηδὲ μετιέναι· πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων, μισεῖ τὸ φῶς· ἀλλʼ οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀτιμάζεται, ἀλλὰ παρὰ τὴν ἐκείνων ἄγνοιαν· ἀλλʼ οἱ εὐσεβεῖς αἱροῦνται τὴν παιδείαν, ἵνα τὴν ψυχὴν καθαρθέντες, εἰσδέξωνται τὴν εἰς κακότεχνον ψυχὴν μὴ εἰσιοῦσαν σοφίαν· οἱ δὲ μὴ ἔχοντες φόβονΘεοῦ, τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι σοφίας καὶ παιδείας, καὶ ἐξουθενοῦσιν ἀμφότερα (1·)· ὡς οἱ τὴν Παλαιὰν μὴ δεχόμενοι, καὶ τὸν Δημιουργὸν ὡς ὠμὸν διαβάλλοντες.

Paragraph 6

Ὤσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω ναὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν· αὕτη γὰρ ἡ συνήθεια τοῦ Πνεύματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὠνόμασε τὸν Θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν, καὶ τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὴν ἀγνωσίαν, καὶ τὴν κακίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ· οὐχ ἀπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὡς τινες οἴονται· διαφόρων ἐνεργειῶν εἰσὶ γνωρίσματα· Θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἡμῖν ἐνεργοῦντος, καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς.

Paragraph 7

Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες κοινὸν δέ ἐστιν, μὴ τοῦ ἑνός ἐστι τοῦ Θεοῦ· ὅρα δὲ ὁμόνοιαν πονηρὰν καὶ ὄλεθρον.

Paragraph 8

Δίκτυόν ἐστι κόλασις αἰώνιος, καὶ πολυσχιδὴς τιμωρία παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπʼ ἀπωλείᾳ τῶν κακῶς ἐκφύντων πτερῶν· πτερωτὰ δὲ, ἡμεῖς οἱ ἄνθρωποι οἱ δύναμιν ἐὰν θέλωμεν ἔχοντες τοῦ ἀναπτῆναι.

Paragraph 9

Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ Θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα· τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· « Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό· »καὶ « πλατύνθητε, φησὶ, καὶ ὑμεῖς, » ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος· καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς, ὑμνεῖται ἡ σοφία· ἐν δὲ γῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν, παῤῥησίαν ἄγει. Ἄκρων δὲ τειχέων αὐτῆς, τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυῒδ λέγων· « Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ, » τουτέστι τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως.

Paragraph 10

Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· « Ὁ δὲ ἐπιχαίρων 3 v. 7. ⁴ ibid. 5 v. 9. 6 v.14. 7 v. 17. 8 v. 20. 9 v. 26. ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; » Ἤ τάχα οὔτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου, καὶ ἐπὶ τοῦ λῃστοῦ ἀπωλεῖᾳ πιστεύσαντος τῷ Χριστῷ; τοῦ μὲν γὰρ, τὸν λῃστὴν ἡ σοφία· τοῦ δὲ, τὸν τελώνην ἀπώλεσε (2).

Paragraph 11

Πολιορκία ἐστὶ διδασκαλία ἠθικὴ, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα ἐπὶ τῇ τοῦ Θεοῦ πολιορκίᾳ.

Paragraph 12

Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων εἰσὶν, οὕτω καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσὶ, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος· ἠδίκουν δὲ νηπίους, εἶπε, περὶ ὧν Χριστὸς ἔφη· Μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων.

Paragraph 13

Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ, καὶ μετʼ ὀλίγον κατασκηνώσει ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὡς ἀκούσας καὶ φυλάξας τὰ προστἀγματα αὐτοῦ, ὅτι ἤλπισεν ἐπʼ αὐτόν.

CAP. II.

Paragraph 1

Οὕτως κρύπτει ἐντολὴν τοῦ Θεοῦ ὁ ποιῶν αὐτὴν, ἢ ὁ μὴ ἐπὶ κενοδοξίᾳ ποιῶν· ὅθεν καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται.

Paragraph 2

Τότε συνήσεις πῶς ὁ φόβος τοῦ Κυρίου ἀρχὴ σοφίας ἐστὶν, καὶ πῶς τῆς τοῦ Θεοῦ γνώσεως γίνεται πρόξενος, ὅταν ἐν πίστει καὶ πόθῳ αὐτῷ ὑπάρχῃς προσδεής· προῦπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνεῖναι φόβον Κυρίου· προσάξωμεν δὲ ταῦτα τοῖς τὴν σοφίαν καὶ σύνεσιν ἐξουθενοῦσι· καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν Θεὸν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα.

Paragraph 3

Χριστοῦ γὰρ μὴ ῥυομένου, ὡς ἀγαθὴν ὁδεύσομεν τὴν κακήν· ἅγιοι μὲν γὰρ πάντα λέγουσι πιστά· τὰ δὲ οὔ· ὁ δὲ διάβολος οὐδὲν πιστὸν, ἀντὶ τοῦ, πίστεως ἄξιον· ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, ὡς ἐν Εὐαγγελίοις· εἴ γε ἄνθρωπος πονηρὸς ἔσπειρε τὰ ζιζάνια· μεγῖστη δὲ ὡς ἔοικεν ἐπιβουλὴ, τὸ περιτυχεῖν βουλῇ κακῇ, καὶ ἀνδράσι δολίοις καὶ ὑπούλοις καὶ πονηροῖς.

Paragraph 4

Εἰ ἡ ποιὰ βουλὴ συντετριμμένη ἤγουν ἐσκοτισμένη, νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζώου λογικοῦ, τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. Ἤ νῦν βουλὴν κακὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο, εἰπών· « Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· » ἐπελάθετο δὲ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθʼ ἣν καὶ ζηλωτὸς ἦν· εἰ δὲ νέους δύναται συνετίζειν ἔνθα πολὺ τὸ δυσήνιον, μὴ παρούσης· πολλῷ μᾶλλον πρεσβύτῃ ὠφέλιμος.

Paragraph 5

Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, διὰ τῶν ἔργων τῆς μελλούσης ἀειζώου ζωῆς, οὗτοι καταλαμβάνουσι 10 v. 27. 11 v. 32. 12 v. 33. 12 v. 1 14 v. 3 15 v. 12. 16 v. 17. 17 v. 19. τρίβους εὐθείας τῆς ἀταράχου καὶ ἀδιαστάτου ζωῆς· οὐ καταλαμβάνονται ὑπὸ τῶν οἰκτειρμῶν αὐτοῦ εἰς τὰς τρίβους τῆς εὐθείας ἀειζωῒας. — Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ Κύριος, καὶ οὐ μὴ συγκαταλάβηται αὐτοὺς ἡ τοῦ πονηροῦ βουλὴ· οὐ καταλαμβάνουσι δὲ τρίβους εὐθείας ζωῆς· οὐδὲ μὴ ἀντιστρέψουσιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἱ τῷ διαβόλῳ πεποιθότες.

CAP. III.

Paragraph 1

Οὗτος ἐπιλανθάνεται τοῦ νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος δὲ μέμνηται τοῦ νόμου, ὁ ζῶν κατʼ αὐτόν· καὶ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ Θεοῦ, ὁ μὴ μόνον ποιῶν αὐτὰ, ἀλλὰ καὶ ἄλλοις συμβουλευόμενος. Οὗτος δὲ ἀπόλλυσιν αὐτὰ, ὁ μὴ βουλόμενος πράττειν αὐτὰ, καὶ ἑτέρους κωλύων· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται.

Paragraph 2

Ἴασις ἐστὶν ἡ ἐξ ἀρετῆς ὑγίεια τῇ πολιτείᾳ σου· ἡ δὲ τοῦ Θεοῦ χάρις καὶ ἐπιμέλεια τοῖς λογισμοῖς σου καὶ διανοήμασιν· ὅταν αἱ δυνάμεις τῆς ψυχῆς, ἤγουν αἱ ἀρεταὶ, ἐπιμελείας τύχωσι, τὸ τηνικαῦτα ἐροῦσι πάντα τὰ ὀστᾶ μου « Κύριε, Κύριε, τίς ὅμοιός σοι; » Ἐπιμελεὶας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς, πάντως ἐρεῖ τό· « Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην.» Ὁμοίως δὲ καὶ ἡ· ὀπτικὴ λέξει τό· «Κατενόησατὰ ἔργα σου, καὶ ἐξέστην.» Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· « Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου·» ἐρεῖ δὲ καὶ ἡ λογική· «Διελογισάμην ἡμέρας ἀρχαίας.» Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων.

Paragraph 3

Τουτέστιτοῖς βουλομένοις οὐδὲν δύσκολον ἔχοι, καθάπερ ἡ τῶν χρημάτων ἐπιθυμία· νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ αὐτῆς.

Paragraph 4

Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται· εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φυτεύεται δένδρον ζωῆς· τὸ δὲ δένδρον ζωῆς, ἡ τοῦ Θεοῦ σοφία ἐστί· δικαίως δὲ ἅψασθαι κεκώλυται τούτου τοῦ ξύλου πᾶς παράνομος.

Paragraph 5

Ὁ Θεὸς τῇ μὲν σοφίᾳ καὶ τὴν γῆν ἐθεμελίωσε· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐῤῥάγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐῤῥύησαν δρόσους· ἣν οὖν ἐνταῦθα γῆν εἶπε, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασε· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους, ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ· καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους. ὀνομάζει βάθος· τὰ δεδροσωμένα νέφη, μῆκος καλεῖ· ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώματι κατὰ ἀναλογίαν τῆς καταστάσεως· ἁρμόζει τοῦτο καὶ νῦν τῷ Υἱῷ τοῦ Θεοῦ· ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν ἑκατονταπλασίον καρποφοροῦσα· αὕτη δὲ ἐκ τῆς πιότητος, ἥτις ἐστὶ σοφία, σοφή· θεμελιοῦντος αὐτὴν ἐπʼ αὐτῇ τοῦ Θεοῦ· ἑδράζει γὰρ αὐτὴν τὴν συναγωγὴν τῆς διδασκαλίας, καὶ πῆξιν ἀπὸ σοφίας ποιούμενος· καὶ ἀεὶ προκοπτούσης, οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλων τε καὶ τῶν νοερῶν οὐσιῶν οἰκητήριον, λαβοῦσάν τε αἴσθησιν 18 v. 19. 19 v. 1. 20 v. 8. 21 v. 15. 22 v. 18. 23 v. 19. τοῦ βντος, καὶ κατανοοῦσαν τὴν τῶν πραγμάτων ἀκρίβειαν, οἱονεὶ τὸ πολύμυθον τῶν τοῦ Θεοῦ κριμάτων.

Paragraph 6

Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ἀντιποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμῶν ἀκαθάρτων. — Νοῦς καθαρὸς ἑγγίζει σοφίᾳ, ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπʼ αὐτῆς.

Paragraph 7

Πρόσκομμα λογικῆς φύσεώς ἐστι λογισμὸς ἀκάθαρτος, ἢ γνῶσις ψευδής· ὁ δὲ τῇ τοῦ Θεοῦ βουλῇ περιστοιχειούμενος, ἐν τούτοις οὐ προσκόπτει.

Paragraph 8

Οὔτε ἔφοδος, φησὶ, πονηρῶν λογισμῶν φοβήσει τὸν γεγονότα σοφὸν, οὕτε ἀσεβεῖς ἔξωθεν ἐπιόντες τὴν αὐτοῦ καθαιρήσουσι δύναμιν, ἐρημῶσαι θέλοντες τῶν φύσει καλῶν· τὸν γὰρ ἀνάλωτον οὐδεὶς δυνήσεται λαβεῖν· καίτοι, τί τοῦ ἀσεβοῦς αὐθαδέστερον; Ἀλλὰ καὶ αὐτοῦ φησι τοῦ παντοδαποῦ θηρίου περιγενήσῃ, πρᾶος ὢν καὶ ἐπιεικὴς, τοῦ Κυρίου ὄντος μετὰ σοῦ· ἐντεῦθεν δὲ μανθάνομεν, ὡς ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας, νύκτωρ ἡμῖν συμβαινούσας, ἢ καὶ θεωρητικῶς· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν ἐν τῇ μεταστάσει πονηρῶν κατηγοριῶν, καὶ τῶν ἐν τῇ κρίσει βλαπτικῶν κολάσεων περιαιρεῖ τοὺς οὕτω φρονοῦντας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραότας καὶ ἀοργησία, καὶ μακροθυμία, καὶ ὅσα πέφυκε καταστέλλειν τὸν θυμὸν ταρασσόμενον· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι.

Paragraph 9

Οὐ μόνον τῶν ἐδωδίμων μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἀλλὰ καὶ γνώσεως Θεοῦ καὶ σοφίας καὶ ἐντολῶν· καὶ πᾶν ὁτιοῦν Θεῷ φίλον καὶ πρὸς αὐτὸν οἰκειοῦν, μὴ ἀπόσχῃ εὖ ποιεῖν τῷ ἐνδεομένῳ σου.

Paragraph 10

Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακὸν, οὐ μόνον σωματικὸν, ἀλλὰ καὶ ψυχικόν. Ἄγνοια Κυρίου ἐν οἴκοις ἀσεβῶν, γνῶσις δὲ Θεοῦ ἐν ψυχαῖς δικαίων· ἐπαύλεις δικαίων εὐλογοῦνται, ὅταν ὁ Χριστὸς ἀπονέμῃ τὰ γέρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν· τοῖς ἀσεβέσι δὲ κατάραν καὶ οὐκ εὐλογίαν.

Paragraph 11

Ἡ ἄκρα κακία καὶ εἰς τέλος ἐπηρμένη, ὑπερηφανία καλεῖται· ἀντιτάσσεται δὲ Κύριος τοῖς μὲν ἀδίκοις, ὡς δικαιοσύνη· τοῖς ψεύσταις, ὡς ἀλήθεια τοῖς δὲ ὑπερηφάνοις, ὡς ταπεινοφροσύνη· διὸ καὶ τοῖς ταπεινὰ φρονοῦσι φίλος ἐσπί· τοῦτο γάρ ἐστι τὸ, Δίδωσι χάριν ταπεινοῖς· τοῖς δὲ ὑπερηφάνοις ἀντιτάσσεται.

Paragraph 12

Δόξαν οὐράνιον κληρονομήσουσιν οἱ τὴν ἔνθεον σοφίαν μαθόντες τε καὶ διδάξαντες· ὕψωσαν δὲ ἑαυτοῖς ἀτιμίαν οἱ ἀσεβεῖς ἐνώπιον ἀγγέλων καὶ ἀνθρώπων παρὰ τοῦ Χριστοῦ.

CAP. IV.

Paragraph 1

Παιδείαν, τὴν ἡθικὴν ἀρετὴν λέγει· ἕννοιαν, τὴν θείαν γνῶσιν· υἱὸς δὲ ἀρετῶν ὁ κατ᾿ αὐτὰς πιποιωμένος, 28 v. 18. 26 v. 23. 27 v. 25. 28 v. 27 29 v. 30. 29 v. 33. 31 v. 54. 32 v. 1. ὃς οὐκ ἄλλου χάριν, ἀλλ᾿ ἕνεκα τῆς ἀρετῆς τὰ κατ᾿ αὐτὴν ἐνεργεῖ.

Paragraph 2

Δῶρον ἀγαθὸν δωροῦμαι ὑμῖν, τὴν ἐπουράνιον βασιλείαν, ἐὰν τὸν νόμον μου μὴ ἐγκαταλίπητε· σημειωτέον δὲ ἐνταῦθα, ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νοῦν, διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως, καὶ μὴ κατευοδούμενον· ἐκεῖνα γὰρ δῶρα ἄδικα, τὰ πράγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος, οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ.

Paragraph 3

Στέφανος χαρίτων αἱ ἐντολαὶ τοῦ Θεοῦ εἰσιν, αἱτινες τὸν στέφανον τῆς βασιλείας ἀντιπαρέχουσι τοῖς ποιοῦσιν αὐτάς· στέφανος δὲ τρυφῆς ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις ὑπερασπίζουσα ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ, καὶ πᾶσαν γνῶσιν ψευδῆ ἀπωθεῖται.

Paragraph 4

Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδὸν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός· πολλὰς δὲ εἴρηκεν ὁδοὺς, τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. Πληθυνθήσεται δὲ ἔτη ζωῆς τοῦ ἀκούοντος διὰ τῶν προφητῶν τοῦ ἐπουρανίου Πατρὸς, καὶ δεχομένου διὰ τοῦ μονογενοῦς Υἱοῦ τοὺς λόγους αὐτοῦ, εἰς τὸ κατευθυνθῆναι ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης τοῦ βίου, ὅπως ἀποσωθῇ εἰς τὴν ἀείζωον ζωήν.

Paragraph 5

Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις, καὶ πᾶν ὁτιοῦν ἄδεκτον τῷ Θεῷ· πολέμιοι γάρ εἰσιν οἱ ἀσεβεῖς λογισμοὶ, ψυχὰς ἀποκτείνοντες.

Paragraph 6

Ἐν τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ Κύριος ὕπνον· οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί· τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ Κύριος· ἐντεῦθεν δὲ ἔστι καὶ πειθανῶς δεῖξαι, ὅτι οὐ καθεύδειν πεφύκασι δαίμονες.

Paragraph 7

Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ, καὶ φωτίζουσιν ἡμᾶς ἐν τῷ παρόντι βίῳ, ὃς πρὸς τὸν μέλλοντα, ἡμέραν ὄντα, νὺξ λέγεται· ἕως κατορθώσει ἡ ἡμέρα ἐν ᾗ ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει. Ἤ ἀντὶ τοῦ, ἕως ἡμᾶς ἐν ἀσφαλείᾳ καταστήσουσιν, οὐκ ἀφίστανται· τοῦτο γὰρ ἡμέρας ἴδιον, τὸ σκότος διαλύειν· ὅπερ οὖν καὶ Χριστὸς ἔλεγεν· Ὁ περιπατῶν ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει· τοὐναντίον δὲ αἱ τῶν ἀσεβῶν· ἐπεὶ οὖν οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· προσκόπτουσιν, ἀλλʼ οὐκ ἔχουσι συγγνώμην ὡς ἀγνοίᾳ προσπταίοντες· αὐτοὶ γὰρ ἑαυτοῖς τὸ σκότος εἰργάσαντο· ὅρα δὲ ὡς ἡ μὲν ἀρετὴ καὶ ἐν σκότει φῶς ἐποίησεν· ἡ δὲ κακία καὶ ἐν φωτὶ σκότος. — Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν, οἱ ἀσεβεῖς ἐπίστανται· οὐδὲ τὴν αἰτίαν γινώσκουσι, πόθεν προσκόπτουσιν· ἀλλʼ οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν· ὅπερ ἐστὶν γνὼρισμα τῆς ἐσχάτης κακίας.

Paragraph 8

Πηγὰς λέγει τὰς ἀρετὰς, ἀφʼ ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν τῶν θείων ῥημάτων, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. Καὶ ὁ Δαυῒδ Ὤφθησαν γὰρ, φησὶν, αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Paragraph 9

Οἱ ὀφθαλμοί σου, εἶπεν, ὀρθὰ βλεπέτωσαν, τουτἐστι 34 v. 2. 35 v. 9. 10. 37 v. 15. 38 v. 16. 39 v. 18. 40 v. 19. 41 v. 21 42 v. 25. τὰ Θεῷ μὸνα φίλα, τὰ παρὰ τῶν τροφητῶν ἡμῖν σαφηνισθέντα περὶ τοῦ Χριστοῦ μόνου καὶ τῶν μαθητῶν αὐτοῦ· καὶ ὅσα παρά τινος πρὸς τὸν Χριστὸν οἰκειοῦντα λαληθείη καὶ μόνον.

Paragraph 10

Συμφωνεῖ τούτοις τὸ, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν· τουτέστιν ἐὰν μὴ Κύριος δώῃ ἡμῖν ἰσχὺν τοῦ κατευθῦναι τὰ πρὸς αὐτὸν διαβήματα, μάτην ἡμεῖς κοπιῶμεν, οἱ μὴ ἐν παρακλήσει αὐτὸν ἐπικαλούμενοι, ἀλλʼ ἐν αὐθαδείῃ ἐπιχειροῦντες.

CAP. V.

Paragraph 1

Στωμυλεύονται γὰρ αἴτε πρόδηλοι πόρναι, καὶ αἱ τῶν ἑτεροδόξων διδασκαλίαι, ἀπατῶσαι διὰ τῆς χρηστολογίας τὰς τῶν ἀκάκων καρδίας· μεγίστη οὖν ἀσφάλεια τὸ μὴ ἁλῶναι τὴν ἀρχήν· ἁλόντα γὰρ, δύσκολον διαφυγεῖν.

Paragraph 2

Μέχρι μὲν τῆς ἀκοῆς αὐτῶν, τὸ καλόν. Σημαίνει δὲ τὸ λῖπος τὴν ἡδονὴν, ἀφʼ ἦς τίκτεται ἡ ἀκαθαρσία· ἦς ἔκγονον, κακία καὶ ἄγνοια· ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν ἐν ἡμέρᾳ κρίσεωζ.

Paragraph 3

Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· Ἀνελεήμων γὰρ, φησὶ, θυμὸς, καὶ ὀξεῖα ὀργὴ αὐτῶν· θηρἑύουσι γὰρ εἰς ἀπώλειαν τοὺς πειθαρχοῦντας αὐτοῖς· οὕτω γὰρ τιμῶσι τοὺς τιμῶντας αὐτούς.

Paragraph 4

Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἶμα καταναλίσκουσι. κοινὸν αὐτὸ ἡγησάμενοι (1)· Ὁ τρώγων γάρ μου, φησὶ, τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἱώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν ἐσχάτῃ ἡμέρᾳ· ὁ δὲ ἀναξίως ἐσθίων τὸ σῶμα καὶ πίνων τὸ αἶμα τοῦ Κυρίου, κρῖμα ἑκυτῷ ἐσθίει καὶ πίνει.

Paragraph 5

Ἦν ὅτε οὐκ ἦν κακὸν, καὶ ἔσται ὅτε οὐκ ἕσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρʼ ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ἅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδελφούς (2)· τὸ δὲ ἐλεεῖν, σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.

Paragraph 6

Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς, μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς, βαθὺ φρέαρ εἶναι δοκεῖ· τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς, πηγή· οὕτω καὶ ὁ Σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· πηγὴν δὲ νόει τὴν θείαν γνῶσιν, καὶ οὐ τὸ φρέαρ τοῦ ὕδατος· ὥσπερ δὲ ἡ πηγὴ πρόειται ἀκόπως, τουτέστι τὸ τρέχον ὕδωρ τοῖς διψῶσιν, οὕτω τὸ ??ρέαρ ἐν κόπῳ τοῖς θέλουσιν ἀντλεῖν· καὶ ὥσπερ ἡ πηγὴ ἄπαυστός ἐστι τοῦ ῥεῖν, οὕτως ἡ αἰσθητικὴ γραφὴ ἔχει τὸν δρόμον, καὶ εὔκολον τοῖς διψῶσι τὸν Θεὸν γεραίρειν· καὶ ὥσπερ τὸ φρέαρ κόπον παρέχει τοῖς ἀντλοῦσιν, οὕτω καὶ ἡ θεωρητικὴ γνῶσις τοῖς θέλουσι διʼ αὐτῆς τὰς ἀρετὰς κατορθῶσαι, ψυχῆς τε καὶ σώματος, τά τε θεῖα ἐννοεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀντιποιηθπηναι.

Paragraph 7

Γυναῖκα ἐνταῦθα τὴν τοῦ Θεοῦ γνῶσιγ σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη· ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομῶν νεότητος λέγει· Υἱὲ, γάρ φησι, μή σε καταλάβῃ βουλὴ κακὴ (τὸν διάβολον λέγων, ὡς κακῶς βουλευσάμενον)· ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· λήθη δὲ καὶ ἀπόλειψις, γνώσεως κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος· ἅμα δὲ καὶ τούτοις τε, ὅτι ὅπερ ἡ αὐτὴ γνῶσις, καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν, ἐπειδὴ ὁ διδάξας με, διʼ αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ Εὐαγγελίου Γαλάτας· γυνὴ δὲ, ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά· εἴ γε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ, ὅτι ἐγώ τε καὶ αὕτη ἐκ τοῦ ἑνὸς γεγόναμεν Θεοῦ καὶ Πατρός· Εἷπον γὰρ, φησὶ, τὴν σοφίαν, σὴν ἀδελφὴν εἶναι.

Paragraph 8

Ἡ χάρις καὶ ἡ φιλία ἐλευθεροῖ· ἡ δὲ ἀρετὴ καὶ γνῶσις ἐλευθεροῦσι ψυχὴν λογικήν· ἡ χάρις γὰρ καὶ ἡ φιλία, ἀρετὴ καὶ γνῶσίς ἐστιν· εἰ δὲ ἔλαφος ἐκ τῆς φιλίας, ὁ πῶλος ἐκ τῶν χαρίτων γεννᾶται· ἡ οὖν ἔλαφός ἐστι τῆς θεωρίας σύμβολον· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· ἡ μὲν γὰρ, ἐξ ἀρετῶν· ἡ δὲ, ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. — Ἡ μὲν ἔλαφός ἐστιν θεωρίας σύμβολον, σωμάτων καὶ ἀσωμάτων καὶ γνώσεως Θεοῦ· ἡ δὲ φιλία, τῆς πρὸς Θεὸν καὶ τὸν πλησίον ἀγάπης· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· καὶ ἡ μὲν θεωρία τῆς πρὸς Θεὸν γνώσεως, ἐξ ἀρετῶν εἴωθε γίνεσθαι ψυχικῶν· ἡ δὲ ἀγάπη, ἐκ τῆς σοφίας γίνεσθαι πέφυκεν· ἡ δὲ ἀπάθεια, ἐκ τῶν τοῦ σώματος ἀρετῶν· παραινεῖ δὲ ἡμᾶς ταῖς τοιαύταις χάρισιν ἀεὶ προσομιλεῖν· ὁ δὲ τούτοις ἐμφιλοχωρῶν, οὐ μόνον τῷ Θεῷ προσομιλήσει, ἀλλὰ καὶ σύνοικος γενήσεται αὐτῷ. — Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ, ἥτις καλεῖται φιλία, καὶ συμφιλιάζει τῷ Θεῷ τοὺς ἑπομένους αὐτῇ διὰ τῆς γνώσεως τοῦ Θεοῦ. — Ἐν γὰρ τῇ τῆς ἀρετῆς φιλίᾳ καὶ τῇ τῆς γνώσεως, ὁ συμπεριφερόμενος πολλοστός ἐστι τῶν ὠφελουμένων.

Paragraph 9

Τινὲς μὲν τοῦτο περὶ τῆς ἕξωθεν σοφίας νομίζουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐ καλὸν διὰ τὰς ἐν αὐτῇ ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν, ἑρμηνεύουσιν οὕτως· ὅτι ἀδύνατον μὲν παντάπασιν ἀπέχεσθαι ἄνθρωπον πονηρῶν λογισμῶν· μὴ ἐγχρονίζειν μέντοι ἐν αὐτοῖς, δυνατόν· οὓς καὶ ἀγκάλας καλεῖ.

CAP. VI.

Paragraph 1

Πᾶς ὁ τὸν φίλον τὸν Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς, τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις, διὰ τὴν πρὸς τὸν Σωτῆρα φιλίαν· φιλία γάρ ἐστι πνευματικὴ, γνῶσις Θεοῦ, καθʼ ἣν καὶ οἱ ἅγιοι φίλοι Θεοῦ χρηματίζουσιν, ὡς ὁ Ἰωάννης ὁ Βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, Μωϋσῆς τε καὶ οἱ ἀπόστολοι· Οὐκέτι γὰρ, φησὶν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.

Paragraph 2

Ὁρᾷς ἀγῶνα καὶ ἀγρυπνίαν; Ὕπνος μέν ἐστι ψυἡ 30 v. 18. 31 Prov. vii, 4. 32 v. 19. 33 v. 20. 34 v. 3. 35 v. 4. κατ᾿ ἐνέργειαν ἀμαρτία· νυσταγμὸς δὲ, τὸ χῆς ἡ κατ᾿ ἐνέργειαν ἀμαρτία· νυσταγμὸς δὲ, τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· ἐπινυσταγμὸς δὲ ἡ πρὸς τὰ χείρω ῥοπή· κωλύει οὖν ὁ μὲν νόμος τὸν ὕπνον· τὸν δὲ νυσταγμὸν τὸ Εὐαγγέλιον· εἴ γε ὁ μὲν περικόπτει τὴν κατʼ ἐνέργειαν ἁμαρτίαν· τὸ δὲ, τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν· Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Οὐκ ὀργισθήσῃ.

Paragraph 3

Σημειωτέον ἐνταῦθα, ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν, σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ, σοφώτερος λέγεται· πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴ γε τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ; ἢ μήποτε ὁ Θεὸς λέγεται δεσπότης διχῶς, ὡς δημιουργὸς, καὶ ὡς γινωσκόμενος; Διὸ καὶ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἀμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ (δηλονότι κατʼ ἀρετὴν καὶ γνῶσιν) ἔχετε τόν καρπόν ὑμῶν εἰς ἁγινασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνον· εἰ δὲ τοῦ τοιούτου τέλους καὶ τῆς γνώσεως ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὢν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος· καλῶς οὖν λέγεται μὴ εἶναι ὁ μύρμηξ ὑπὸ δεσπότην, κατὰ ταύτην τὴν δεσποτείαν· εἶναι δὲ πάλιν ὑπὸ δεσποτείαν λέγεται, ὑπὸ τὸν Θεὸν, ὡς ὑπὸ δημιουργόν.

Paragraph 4

Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομῶν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν· διὰ δὲ τῆς μελίσσης, τὴν θεωρίαν τῶν γεγονότων σημαίνει καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι, καὶ σοφοὶ καὶ ἀνόητοι, πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται· καὶ φαίνεται μέν μοι ὁ κηρὸς, αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν· τὸ δʼ ἐναποκείμενον αὐτῷ μέλι, σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν· καὶ ὁ μὲν κηρὸς παρελεύσεται· Ὁ οὐ ρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· περὶ ὧν λέγει ὁ Σολομῶν· Κηρία μέλιτος, λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν, ἵασις ψυχῆς· καὶ ὁ Δαυῒδ, Ὡς γλυκύτερα, φησὶ, τῷ λάρυγγί μου, τὰ λόγιά σου ὑπέρ μέλι τῷ στόματί μου· τὸ δὲ ἀποτέλεσμα τοῦ πόνου τῶν ἀρετῶν καὶ τῆς γνώσεως, πόνον ὠνόμασε· βασιλεῖς δὲ καὶ ἰδιώτας, οὐ τοὺς τὸ διάδημα ἔχοντας, ἢ τοὺς ἐν κοπρίᾳ πένητας λέγει, ἀλλὰ τοὺς πρὸς τὸν Θεὸν τὸν νοῦν σεσοφισμένον καὶ ἐῤῥωμένον ταῖς ἀρεταῖς ἔχοντας, βασιλεῖς λέγει. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα ἅγνοιαν καὶ ἀγνωσίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινα, ὡς στρουθίον μονάζον ἐπὶ δώματος.

Paragraph 5

Προσεκτέον ἐνταῦθα μήποτε ἅρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκωσιν οἱ ἀντικείμενοι τοὺς αὐτῶν λογισμοὺς ἐν ἡμῖν στρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν Θεὸν πεπιστεύκαμεν εἶναι.

Paragraph 6

Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ (1), κτᾶται αἷμα δίκαιον· οὗ στερισκομένη 36 v. 6. 37 Rom. VI, 22. 38 v. 8. 39 Prov. XVI, 24. 40 Ps. CXVIII. 103 41 v. 9. 41 v. 13 42 v. 17. ψυχὴ λογικὴ, λέγεται ἀποθνήσκειν· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστι δηλονότι καὶ αἷμα ἄδικον ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψι, καὶ τρεφόμενον τῷ ἄρτῳ τοῦ ψεύδους· καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις, τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοῖς θυσίαν τῷ μόνῳ Θεῷ, τὸ ἄδικον διαφθείρουσιν αἷμα· ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος· ἀλλὰ τοῦτο μὲν πάντως νῦν πέφυκε γίνεσθαι, ἀπʼ ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν νόσου ὑγεία τῶν παίδων, μετὰ τῆς ὑγείας ἀπʼ ἀρχῆς τικτομένων.

Paragraph 7

Διαβάλλων τὸ ψεῦδος ἀλλήλοις, αὐτοὺς εἰς διακρίσεις φέρει καὶ ἀντιδικίας· ἢ ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις· τὸ δὲ « ἐκκαίει, » ὡς οἷμαι, προστίθεται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς, ἀνάπτοντας θυμὸν μὲν, πρὸς ὀργὴν καὶ μῖσος ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας· τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασε τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώσκοντα τὴν ψυχὴν, καὶ θάνατον ἐργαζόμενα.

Paragraph 8

Τὴν μητέρα ἐπάγεσθαι προστάσσει, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα, ἡ μὲν κατὰ Θεόν· καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος· ἀλλʼ ἐπειδὴ οὐ δυνατὸν, αὐτὸν γνῶναι τὸν Θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι· ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ, οὐ βλέπει τὸ φῶς, ὅπερ ἕστὶ γνῶσις αὐτοῦ τοῦ Θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς· καὶ τάχα λύχνος, ἡ Παλαιὰ Διαθήκη ἐστίν· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα Διαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

Paragraph 9

Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου.

Paragraph 10

Ἐὰν ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον κλέπτων, διʼ ἔνδειαν γνώσεως, ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ Σωτῆρος ἡμῶν γνώσεως καὶ σοφίας· ἀποτίσειν δὲ λέγεται ἑπταπλασίονα, τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεόν· καὶ πάντα τά ὑπάρχοντα αὐτῷ αἰσθητήρια δοὺς τῷ Θεῷ, ῥύσεται ἑαυτὸν ἐκ τῶν ἡτοιμασμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τιμωριῶν.

Paragraph 11

Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ, μοιχός ἐστι τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν, καὶ ἀπʼ ἀρχῆς γεγονότος ἀνθρωποκτόνου· καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται.

CAP. VII.

Paragraph 1

Ἀδελφὴ ἡμῶν σοφία ἐστὶ, διότι ὁ ποιήσας τὴν 64 Ps. LXXIII, 14. 65 v. 19. 66 Eph. VI, 16. 67 v. 20. 68 v. 23. 69 v. 30. 70 v. 30. 71 v. 32. 72 v. 4. ἀσώματον φύσιν Πατὴρ, καὶ ταύτην πεποίηκεν· σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλὰ τὴν θεωρίαν τῶν σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν αὐτῇ κρίσεως καὶ προνοίας ἐγκείμενα.

Paragraph 2

Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα ὀνομάζει νῦν· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον, καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν· ἐνταῦθα δὲ προσεκτέον τί φησιν ὁ Σολομῶν περὶ τῆς κακίας· ὅτι οὐκ αὐτὴ τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἄγει· οὐδὲ ἀναγκάζει πορεύεσθαι διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλʼ ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ τὸ εἶδος ἔχουσα πορνικὸν, ἢ ποιεῖ τὰς νέων ἐξίπτασθαι καρδίας.

Paragraph 3

Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι, μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι, τὰς παρὰ φύσιν ἡδονὰς μετέρχονται, ἀρσενοκοιτεῖν ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπαγορευομένων πραγμάτων φαντασίας λαμβάνοντες· ὅρα δὲ μὴ κατηγόρημα εἴη τοῦτο καὶ ἀγίων ἀνδρῶν· καί τις μὴ ἡσυχάζων ἀλλὰ ῥεμβόμενος, τοῖς κατηγορήμασι κοινωνήσει τῆς ἀτίμου γυναικός.

Paragraph 4

Τῶν λογισμῶν, οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται· αἱ δὲ κεκλασμέναι· γωνία δέ ἐστι κεκλασμένη εὐθεῖα· ἢ γωνία νοητῶς ἐστιν ὁ ἀκάθαρτος λογισμός· τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν, δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾷν τὴν ψυχήν.

Paragraph 5

Διὰ τῶν κειριῶν καὶ τοῦ κρόκου καὶ τῶν λοιπῶν, τὰ ἀπατηλὰ θεωρήματα, ἢ τὰ διάφορα πάθη σημαίνει. — Ὅρα τὴν κακίαν, οὐκ ἔχουσαν ἀφʼ ἑαυτῆς ἀρχὴν, ἀλλʼ ἀπὸ τῶν τῆς ἀρετῆς προοιμιαζομένων· τὸ γὰρ κοινωνὸν λαβεῖν θυσίας, ἀγαθόν. Ὅτε δὲ αὐτοῖς κατεπάλαισε, τότε ἐνίησι τὸν ἰὸν, τὰ τοῖς ἐρῶσιν ἐπιθυμητὰ καταλέγουσα, ἃ πάντα ἱκανὰ καταγοητεῦσαι, οὐ περὶ τὴν οἰκείαν φύσιν, ἀλλὰ περὶ τὴν τῶν ἀκουόντων ἀφροσύνην· κατὰ δὲ διάνοιαν ἡ κακία ζητεῖ τὸ πρόσωπον ἡμῶν καταισχῦναι, διὰ τῶν κειριῶν καὶ τῆς κλίνης, καὶ τῶν ἀμφιτάπων, καὶ τοῦ πρόκου, καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει ἡδονῶν παρὰ τοῖς ἐφευρεταῖς τῶν κακῶν γινόμενα.

Paragraph 6

Τὸ διʼ ἡμερῶν πολλῶν ἐπανήξειεῖς τὸν οἶκον αὐτοῦ πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος, ἔσχατον ἐχθρὸν λέγει καταργεῖσθαι τὸν θάνατον· ὃν καὶ ἄνδρα εἶναι τῆς πονηρίας Σολομῶν προδιέγραψε· τὸν ὡς βαλαντίον ἀργυρίου λαβόντα ἐν τῇ χειρὶ αὐτοῦ τὴν σνθρωπότητα, εἰ καὶ αὖθις ἐν τῷ ἁμαρτάνειν οὐ πάρεστι προβλέπειν τὸν τοῦ Θεοῦ φόβον· διότι κήδεται ἀνεχόμενος τοῦ γένους τῶν ἀνθρώπων· ἐπεὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον προέβλεπε, ῥυζηδὸν πάντας ἂν ἀπώλετο. Τῶν ἐῤῥωδιῶν τρία γένη εἰσὶν, ὅ τε κέμφος, καὶ ὁ 73 v. 6. 74 v. 12. 75 v. 12. 76 v. 16. 77 v. 20. 78 v. 22. λευκὸς, καὶ ὁ ἀστερίσκος καλούμενος· τούτων ὁ κἑμφος ἀκρατῶς ἔχων περὶ τὰς μίξεις, χαλεπῶς εὐνάζεται καὶ ὀχεύει, κράζει τε, καὶ ὀχεύων αἷμα ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν, καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς· ἔόικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τούτου, τοὺς πειθομένους τῇ πονηρίᾳ κεμφωμένους καὶ ἐξωμοιωμένους τῶν ὀρνέων διʼ ἀκολασίαν ἔστι δὲ καὶ ἄλλο εἶδος κέμφου ἐν τῇ θαλάσσῃ κατʼ ἀγέλας ἱπτάμενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ θηρευθέντα, ἀλλὰ καὶ ἄλλος ἄλλῳ προτρέχει ἀγρευθῆναι· οὕτως ἐοίκασιν οἱ τῇ κακίᾳ προσομιλοῦντες, ἄλλος ἄλλον νικᾷν σπεύδοντες διὰ τῶν ἡδονῶν, ἐπολέθρῳ θανάτῳ ἑαυτοὺς περιπείρουσιν.

CAP. VIII.

Paragraph 1

Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν.

Paragraph 2

Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· Κρείσσων γὰρ σοφία λίθων παλυτε ἐῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περισχομένης ἐν τῇ σοφίᾳ (1), ἥπερ διὰ τοῦ Πνεύματος δίδοται, λόγος σοφίας· τὸ δʼ αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας.

Paragraph 3

Σημειπτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν, τὸν ἄδικον ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.

Paragraph 4

Τουτέστι παρʼ ἐμοῦ τὸ εὔβουλον καὶ ἀσφαλές· ὅπου γὰρ τοῦτο, κἀκεῖνο· ὁρᾷς πανταχοῦ προτιθέμενα τὰ ἀσώματα τῶν σωματικῶν καὶ κρατοῦντα; Εἶτα εἰπὼν καὶ αὐτὸ τὸ βασιλεύειν διʼ αὐτῆς γινόμενον, ἐπήγαγε καὶ ὁ πολλῷ μεῖζόν ἐστι τοῦτο γὰρ βασιλεύειν, τὸ δύνασθαι δικαίως κεχρῆσθαι τῇ αρχῇ, βέλτιον· ἔνιοι δὲ, βασιλεῖς μὲν τοὺς ἁγίους καὶ μεγιστᾶνας· τυράννους δὲ, τοὺς ἔτι πολεμοῦντας τὴν σάρκα, καὶ τῶν παθῶν τυραννοῦντας.

Paragraph 5

Μείζω φιλίας εἰσάγει τὴν ἀγάπην ἐνταῦθα, ἡνίκα μὴ κατὰ τοῦ αὐτοῦ τάττεται· ἀμέλει τοῦ Σωτῆρος τῷ Πέτρῳλέγοντος, Ἀγαπᾷς με; τὸν προσδιαλεγόμενον εἰδὼς, τὸ ἦττον δίδωσιν ἑαυτῷ, τὸ, Ὅτι φιλῶ σε· τὸ δὲ τρίτον ἀκούσας, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὅτι τὸ ἦττον τρίτον αὐτῷ προσένειμε (2).

Paragraph 6

Ὅτι μόνος ὁ σοφὸς πλούσιος καὶ εὐκλεής· ἔστι γὰρ ἐν αὐτῷ κτῆσις πολλῶν καὶ γεννήματα σοφίας· ἃ καὶ σπείρων εἰς τὸ πνεῦμα, θερίζει ζωήν· ἔοικε δὲ διὰ τοῦ ἑαυτῆς λέγειν τὸν πλοῦτον, τοιοῦτόν τι λέγειν, ὅτι Οὐ χρεία σοι δαπάνης, οὐδὲ καινοτομίας, εἰς τὸν πρὸς ἐμὲ ἔρωτα, ἀλλʼ ἀρκεῖ τὸ φιλῆσαι μόνον, καὶ ἀνταγαπηθήσῃ. Ἀλλὰ μὴν, καὶ ὃ θαυμαστόν ἐστι, τὸ ἐν πλούτῳ εἶναι δικαιοσύνην, παρʼ ἐμοὶ καὶ τοῦτό ἐστι, καὶ τὰ ἄλλα πάντα ἀγαθά.

Paragraph 7

Οὐσία οὖσα ἡ τοῦ Θεοῦ σοφία, πρὸ σἰώνων γεγένηται, καὶ πρὸ κτίσεως ἀῒδιος ἦν· ὅτε δὲ σχέσιν πρὸς τὰ γεννητὰ ἐδέξατο, τότε ἀρχὴ τῶν ὁδῶν τοῦ Θεοῦ γέγονε τῶν ποιητικῶν καὶ προνοητικῶν· σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασιν ὧν γέγονεν ἀρχὴ, τουτέστιν ἡ πρὸς τὰ γεννητὰ σχέσις· ἡ δὲ σοφία ἀῒδιος, οὐσιωδῶς πρὸ αἰώνων παρὰ τῷ Θεῷ ὑπάρχουσα.

Paragraph 8

Ἀσέβεια μέν ἐστιν ἡ εἰς Θεὸν ἁμαρτία· ἀσεβεῖ δὲ καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ὁ σωρεύων κόλασιν τῇ ἑαυτοῦ ψυχῇ. τὴν τοῖς ἀσεβέσιν ἡτοιμασμένην· ἀκόλουθον δὲ καὶ τὸ ἀγαπᾷν θάνατον τοὺς σοφίαν μισοῦντας, εἴπερ ἡ σοφία ζωή.

CAP. IX.

Paragraph 1

Τὴν σοφίαν ἐνταῦθα δισσῶς ἐπιλαβεῖν, τὴν ἐκ Πνεύματος ἁγίου φημὶ ἐν λόγοις καὶ γραφῇ δοθεῖσαν τοῖς θεόφροσιν, διʼ ἦς καὶ ἡ ἐπίγνωσις τοῦ Θεοῦ τῷ κόσμῳ ἐγνωρίσθη· ὡσαύτως δὲ καὶ τὸν ἐνυπόστατον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὸν ἐξοὺκ ὄντα εἰς τὸ εἶναι παραγαγόντα τὰ σύμπαντα τῇ σοφίᾳ αὐτοῦ.

Paragraph 2

Θύματα ἐνταῦθά φησι τοὺς ὅσοι προφῆται τῇ παραινέσει Χριστοῦ σφραγισθέντες καὶ σφαγιαζόμενοι, διὰ τὸ κιρνᾷν αὐτοὺς τῷ τῆς γνώσεως κρατῆρι τὴν ὠς οἶνον ἡδὺν ἐπίγνωσιν αὐτοῦ τοῖς ἐχέφροσι· λέγων, Μὴ φοβηθῆτε ἀπό τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· καὶ γὰρ αὐτὸς αὐτοὺς ἐσφαγίασε, καὶ σφαγιάζει, διὰ τὸ παρακελεύειν αὐτὸς τοὺς εἰς αὐτὸν πιστεύοντας ὑπὲρ αὐτοῦ, ὡς αὐτὸς ὑπὲρ ὑμῶν ἀποθνήσκει.

Paragraph 3

Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλος Χριστοῦ, ὁ δὲ στὸς σοφία ἐστὶ, Παῦλος γὰρ ὁ ἀπόστολος δοῦλος τῆς σοφίας ἐστίν· ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοῦ ἀποδείξαντες.

Paragraph 4

Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακοὺς, ἀλλὰ περὶ θείου φόβου αὐτοὺς ὑπομιμνήσκειν, ὅστις αὐτοὺς ἀποστήσει τῆς κακίας· ἢ κακοὺς τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας, καὶ θέλοντας ἐλθεῖν πρὸς μετάνοκαν· ἀκμὴν δὲ κακοὺς ὄντας καὶ τυφλώττοντας ὑπόμενε· καὶ μὴ καθʼ ἓν σφάλμα ἔλεγχε, ἵνα μὴ εἰς μῖσος ἐκ προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σοφοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀσκοὺς εὐθέτους εἶναι πρὸς νέον οἶνον. Ἤ κακοὺς λέγει τοὺς ἄφρονας καὶ μωρούς· ἢ τοὺς πάντη ἀλλοτρίους τῆς θείας διδασκαλίας, οὓς οὐκ ἐλέγχειν, ἀλλὰ νουθετεῖν, δεῖ καὶ διδάσκειν· εἰ δὲ καὶ ἠλέγχοντο Ἀχαὰβ καὶ Ἡρώδης, ἀλλʼ ἤδη μετέσχον τοῦ θείου νόμου, εἰ καὶ παρέβησαν· διὸ καὶ τούτους δεῖ ἐλέγχειν. Ἤ ἔοικε ταῦτα πρὸς τοὺς τότε λέγειν, τοὺς νηπιωδεστέρους· ἐπεὶ τίνος ἕνεκεν ἤλεγχεν Ἰωάννης καὶ Παῦλος ; —Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· ὁ γὰρ εἰς πρόσωπον ἔλεγχος, ἀναισχυντότερον ποιεῖ τὸν ἁμαρτάνοντα· χρὴ δὲ ἡμᾶς ἐπὶ σοφῶν καὶ δικαίων τοῦτο ποιεῖν· ἀναμεταξὺ μὲν του ἐλεγχομένου καὶ ἐλέγχοντος, οὐκ ἐπὶ πολλῶν δέ.

Paragraph 5

Ὁ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος, ναυαγήσας περὶ τὴν πίστιν, ὡς ὑπʼ ἀνέμῳ ἑαυτόν τε καὶ ἄλλους ποιμάνας, ἀπώλεσεν· ἀπέλιπε γὰρ τῶν ἐντολῶν τὰς ὀδοὺς, τοῦ εἰπόντος, Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός. — Ὁ μὴ συνάγων σὺν ταῖς ἀρεταῖς τὴν θείαν γνῶσιν, οὗτος οὐ συνάγει τῆς αἰωνίου βασιλείας τὴν ἀθάνατον εὐκαρπίαν· ἀκαρπία δέ ἐστι κακία καὶ ἄγνοια. Τῶν ὡς ἄρτων ζωτικῶν, θείων λόγων ἡδέως ἅψασθαι, καὶ τῶν ἐν τῇ κρυπτῇ τοῦ νοῦ θεωρίᾳ θείων νοημάτων.— Ἄρτοι εἰσὶ τῆς ψυχῆς αἱ ἀρεταὶ, αἵτινες καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσετάγησαν παρʼ ἡμῖν γίνεσθαι· τουτέστι νηστεία, ἐγκράτεια, προσευχὴ, καὶ τὰ ὅμοια· κρυφῇ δὲ, πρὸς τὸ μὴ θεαθῆναι αὐτὰ τοῖς ἀνθρώποις.

CAP. X.

Paragraph 1

Ἄνδρα, τὸν τοῦ λόγου πτωχεύσαντα· καὶ χεῖράς, τὰς τῆς σοφίας πράξεις.

Paragraph 2

Ὁ νοήμων ὑπὸ τῶν θλίψεων καὶ τῶν συμφορῶν μὴ συγκαιόμενος, γεννήματα δικαιοσύνης φέρει· ὁ δὲ παράνομος, καὶ ὑπὸ τῶν βελτιόνων διαφθείρεται.

Paragraph 3

Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ ἀπωλείας καὶ πλάνης αὐτῇ γίνεται πρόξενος· ἡ δὲ ὁδὸς τῆς ζωῆς, οὐ μόνον ἐκ τῆς αἰωνίου, ἀλλὰ καὶ ἐκ πάσης κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει· ἀκάκους δὲ λέχει τοὺς κακῶς ἔκ τινος ὑπομένοντας, καὶ ἀκακίαν ἀσκοῦντας ἐν ἀγάπῃ. Ἤ οὕτως. Ἀνεξέλεγκτος, ἡ πρόσχημα μὲν εὐσεβείας ἔχουσα, ἀγύμναστος δὲ οὗσα καὶ ἀνεξέταστος· ὁ γὰρ μὴ ἐλεγχόμενος, καὶ φανερῶν καὶ ἑτέροις τὰ φρονήματα καὶ τοὺς διαλογισμοὺς αὐτοῦ, πλανᾶται οἰήσει.

Paragraph 4

Τὸ, καλύπτουσιν, ἀντὶ τοῦ, οὐκ ἐῶσιν ἀνανεῦσαι. Ἤ ἔχθραν τὴν κακίαν λέγει, διʼ ἧς ἐχθροὶ γινόμεθα τοῦ Θεοῦ· τὴν δὲ κατὰ τοῦ Θεοῦ καὶ ἀνθρώπων ἔχθραν ἐγγινομένην ἡμῖν ἐν τῇ καρδίᾳ ὑπὸ τοῦ πονηροῦ, αὐτὴν μὲν ἀποσείονται οἱ δίκαιοι, τοῖς δὲ χείλεσι τὸν Θεὸν ὑμνοῦσιν, ὅταν οὕτως αὐτοῖς ὁ πονηρὸς ὑποβάλλῃ· Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατ ηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· εἰ δὲ ἡ ἔχθρα, κακία ἐστὶν, ἡ φιλία ἀρετὴ καὶ γνῶσις Θεοῦ, διʼ ἧς φίλοι γινόμεθααὐτοῦ καὶ τῶν ἀγίων δυνάμεων· ἐπὶ δὲ τῆς φιλίας ταύτης, οἱ ὄντες αὐτοῦ φίλοι, καὶ ἀλλήλων εἰσὶ φίλοι.

Paragraph 5

Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυῒδ· τουτέστιν ὅσα τῷ Θεῷ ἀρεστὰ, καὶ δικαίοις ἁρμόζει, ἐπιθυμεῖν χρὴ, ἵνα δεκτὴ ἡ προσευχὴ ἡμῶν γένηται ἐναντίον τοῦ Θεοῦ ὁ δὲ ἀσεβὴς, ἀπωλείᾳ αἰωνίᾳ περιφέρεται ἐν τῷ ἐπιθυμεῖν καὶ πράττειν τὰ μὴ Θεῷ φίλα.

Paragraph 6

Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος Κυρίου, αἱ ἡμέραι αὗται, μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· προκόπτων γὰρ προστίθησι γνώσεις καὶ φωτισμούς· ὑπὲρ δὲ τοιούτων ἡμερῶν εὔχεται καὶ Δαυῒδ λέγων· Μὴ 92 v. 12. 92 v. 17. 94 v. 4. 95 v. 5. 96 v. 17 97 v. 18. 98 Rom. v. 10. 99 v.…

Paragraph 7

Αἰ…

The complete text is available when the reading interface loads.