Scholia in Matthaeum
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Charles de La Rue, Charles Vincent de La Rue
- Edition reference
- Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg077.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΚΕΦ. Α΄.
Στιχ. ιη΄. Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν. . . . . . . . (1–2) Ὧδε μὲν γεννήσεως μέμνηται ὁ εὐαγγελιστὴς, κατʼ ἀρχὰς δὲ τοῦ Εὐαγγελίου, τῆς γενέσεως. Ἐνταῦθα μὲν γὰρ λέγει· Τοῦ δὲ Ἰησοῦ λριστοῦ ἡ γέννησις οὕτως ἦν, ἐκεῖ δὲ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Τίς οὖν ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς γενέσεως; καὶ ὡς ἀμφότερα ἐπὶ Χριστοῦ λαμβάνεται; Ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς κατὰ τὴν οἰκείαν φύσιν ἀναφής ἐστι καὶ ἀόρατος· ὅταν δὲ ἐν βιβλίῳ γραφῇ, καὶ οἱονεὶ σωματωθῇ, τότε καὶ ὁρᾶται καὶ ψηλαφᾶται· οὕτως καὶ ὁ ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ ἀσώματος, οὕτε ὁρώμενος, οὕτε γραφόμενος κατὰ τὴν θεότητα, ἐπειδὴ ἐσαρκώθη, καὶ ὁρᾶται καὶ γράφεται. Διὰ τοῦτο, ὡς σαρκωθέντος, καὶ βίβλος ἐστὶ τῆς αὐτοῦ γενέσεως. Ἀλλʼ οὐκ ἐξήτηται ἐνθάδε τὸ, διὰ τί εἶπε βίβλος, καὶ οὐκ εἶπεν ὅρασις (3), ἢ λόγος· ἀλλὰ τὸ, τί ἐστι γέννησις, καὶ τί γένεσις; Διαφέρει γένεσις καὶ γέννησις. Γένεσις μὲν γάρ ἐστι παρὰ Θεοῦ πρώτη πλάσις γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Καὶ ἔτι, ἡ μὲν γένεσις τὸ ἄφθαρτον ἔχει (4) καὶ ἀναμάρτητον· ἡ δὲ γέννησις τὸ παθητὸν καὶ ἁμαρτητικόν. Ὁ οὖν Κύρος, τῆς μὲν γενέσεως τὸ ἀναμάρτητον φυσικῶς λαβὼν, τὸ ἄφθαρτον οὐ προσέλαβε· τῆς δὲ γεννήσεως τὸ παθητὸν εἰληφὼς, τὸ ἁμαρτητικὸν οὐ προσέλαβε, τὸν πρῶτον τοῖς κατʼ ἄμφω μέρεσιν Ἀδὰμ φέρων ἀμείωτον. Οὐκοῦν εἴη ἂν ἐπὶ Χριστοῦ γένεσις μὲν, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος, ἀλλʼ ὀδὸς ἀπὸ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχειν εἰς τὸ ἀναλαβεῖν τὴν τοῦ δούλου μορφήν· ἡ δὲ γέννησις αὐτοῦ διπλῆ γέγονε, καθʼ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς. Τὸ μὲν γὰρ ἐκ γυναικὸς γεννηθῆναι καθʼ ἡμᾶς· τὸ δὲ μὴ ἐκ θελήματος σαρκὸς, ἢ ἀνδρὸς, ἀλλʼ ἐκ Πνεύματος ἁγίου, ὑπὲρ ἡμᾶς. Ὅπερ καὶ τὴν μέλλουσαν προανεφώνει Math. I, 1. (12) Ex cod. Cat. mss. in Mauhæum apud clariss. Muarellum,initium ita supple : Σὺ δὲ πρὸς τούτοις ζήτει, ὅτι πῶς ποτε ἄρα ὧδε, ec. (3) In cod. liι.:I λόγος· τοῦτο γὰρ εἴρηται· ἀλλὰ τὸ, πῶς ὄπισθεν γενέσεως ἐμνημόνευσεν ὁ Ματθαῖος, ὦδε δὴ γεννήσλως. Καὶ τί ἐστι γέννησις, καὶ τί ἐστι γέννησιν, ἣν ἡμῖν ἔμελλεν ἐκ Πνεύματος χαρίσεσθαι.
ΚΕΦ. Ζ΄.
(5) Στιχ. ε΄. Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων...
Στιχ. ς΄. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Ἵνα μὴ ἀγνοῶσιν οἱ μαθηταὶ, τίνες εἰσὶν κύνες, ἢ χοῖροι ἐν τοῖς ἀκροαταῖς, ἐπιμόνως ζητήσατε, φησὶν, ἐκ Θεοῦ, καὶ ἀποκαλύπτεται ὑμῖν πάντα. Ἀρχὴ μὲν γὰρ ἀρετῆς τὸ διʼ εὐχῆς γνῶναι τὸ ἀγαθόν· εἶτα τὸ εἰδέναι πῶς δεῖ ὁδεῦσαι τὴν ἀρετήν τρίτον τὸ διὰ τῶν ἔργων κρούειν ἀνοιγῆναι αὐτῷ τὴν θύραν. Τοῦτο γὰρ σημαίνει ἡ διὰ τῶν χειρῶν κροῦσις. Τρισσᾶς γὰρ ἡ τῶν σωτηρίων δογμάτων ἀλήθεια λαμβάνεται, ἐπιμελεῖ εὐχῇ, καὶ τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει, καὶ περὶ τοῦ εὑρεῖν συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος, ἀκριβεῖ πολυπραγμοσύνῃ· οὕτω γὰρ ἀνοίγεσθαί φησι τὰς Γραφάς.
Στιχ. θ΄. Τᾶς ἐξ ὑμῶν ἄνθρωπος, ὂν ἐὸν αἰτήσῃ δ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Στιχ. ι΄. Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
Ὅρα δὲ εἰ γνῶσις τροφὴ, ἧς ἄνω οὐκ ἔστι σώζεσθαι· οἷον ὁ περὶ τοῦ πῶς βρωτέον ἀκριβὴς λόγος. Ἰχθὺς δὲ καὶ οἷον ὄψον φιλομαθεῖ τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα, καὶ ὅσα ἐξῆς ἡ σοφία λέγει. Οὕτε ἀντὶ τοῦ ἄρτου λίθον δίδωσιν ὁ Θεὸς, ὂν ὁ διάβολος ἐσθίεσθαι ὑπὸ τοῦ Ἰησοῦ ἐβούλετο· οὕτε ἀντὶ ἰχθύος ὄφιν, ὂν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθὺν ἐσθίειν Αἰθίοπες. Πῶς δὲ τοὺς μαθητὰς πονηροὺς ἐκάλεσεν; Εἰ γὰρ καὶ ἠκολούθουν ἐκ προαιρέσεως, ἀλλʼ εἶχον τὸ τρεπτὸν τοῦ ἀνθρωπίνου. Μόνον δὲ ἄτρεπτος ἦν καὶ θεότητι καὶ ἀνθρωπότητι ὁ τοῦ Θεοῦ Υἱός. Δόματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς. Ὁ δὲ Λουκᾶς Πνεῦμα ἅγιον εἶπεν, ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. Καὶ οὐδὲν τὸ διάφορον. Τὸ γὰρ ἅγιον Πνεῦμα αὐτό ἐστι τὸ φῶς ἀγαθόν· διὸ καὶ τοῖς μετόχοις αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνενδότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονες. Δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλʼ ἐξ αὐτοπροαιρέτου κακίας ἀπεσκληκότας.
ΚΕΦ. Η΄.
Στιχ. ια΄. Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, ταὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καί Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ εἰσελεύσονται διʼ αὐτῆς. Καί φαμ 2 Joan. I, 13. 3 Matth. VII, 14. (5) Ex cod. Venet. XXVII, pag. 23. ὅτι ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται, ἐπειδὴ ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ ἐσώζοντο· οὐ πολλοὶ γὰρ ἐπίστευσαν εἰς αὐτόν. Διὸ καὶ ἔλεγε· Μὴ φοβοῦ μικρόν ποίμωιον, ὅτι εὐδόκησεν ὁ Θεὸς ἐν σοί. Προφητικῶς δὲ ἐλέχθη τὸ, Πολλοὶ ἥξουσιν· ὡς περὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν ἀπὸ τῶν ἐθνῶν. Πολλοὶ, φησὶν, ὡς πρὸς τοὺς μετὰ τὴν παρουσίαν μὴ πστεύσαντας, οἱ ἀπὸ τῶν ἐθνῶν ἀνακλιθησόμενοι μετὰ Ἀβραὰμ καὶ τῶν ἐξ αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ τῷ ἀριθμῷ δὲ πολλαπλασίους οὗτοι τῶν ἀπὸ Ἰσραὴλ καὶ τὸν Ἰησοῦν Χριστὸν ὁμολογουμένων.
ΚΕΦ. ΙΑ΄.
Στιχ. ια΄. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
Στιχ. ιβ΄. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουαιν αὐτήν.
Φαμὲν τὸ μικρότερον περὶ αὐτοῦ λέγειν τοῦ Χρισποῦ· μικρότερον δὲ κατὰ τὴν δόκησιν τῶν ἀκουόντων. Τὸ δὲ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλοῖ ἐν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς κατʼ οὐρανὸν ἅπασι καὶ θεῖκοῖς μείζονα ὑπάρχειν ἐκείνου τὸν Χριστόν. Οὕτως δὲ ἀναγνωσόμεθα, ὅτι, Μικρότερος· εἶτα, μικρὸν διαλιπόντες, ἐποίσομεν τὸ, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἡ δὲ βασιλεία α. ν οὐρανῶν αὐτός ἐστιν ὁ Χριστὸς, προτρεπόμενος πάντας εἰς μετάνοιαν, καὶ ἕλκων εἰς ἑαυτὸν διὰ τῆς χάριτος.
ΚΕΦ. ΙΒ΄.
Στιχ. ιδ΄. Οἱ δὲ Φαρισαῖοι συμβού λιον ἕλαβον κατʼ αὐτοῦ ἐξαλθόντες, ὅπως αὐτόν ἀπολέσωσιν. Ὅσῳ τις ἐγγίζει τῷ Ἰησοῦ, συμβούλιον οὐ λαμβάνει. Οὐ γὰρ ἐγγίζει τῷ Ἰησοῦ ἡ συμβουλὴ τῶν κακῶν. Ὅτε δέ τις τοῦ Ἰησοῦ ἔρχεται ἔξω, συμβούλιον λαμβάνει τοῦ ἀπολέσαι τὸ φῶς, τὴν ὁδὸν τὴν ἀγαθὴν, τὴν ζωὴν, τὸν θησαυρὸν, τὸν μαρτυρήσαντα τὴν ἀγάπην, τὴν εἰρήνην. Τοῦτον ἄν τις ἀπολέσῃ, υἱὸς ἀπωλείας καλεῖται.
Στιχ. ιε΄. Ὁ δέ Ἰησοῦς, γνοὺς ἀπεχώρησεν. Οὐκ ἔδει γὰρ αὐτὸν μένειν μετὰ τῶν υἱῶν τῆς ἀπωλείας. Ἐκεῖνοι ἀπώλεσαν, ἡμεῖς, μὴ ζητήσαντες, εὕρομεν. Εὑρέθην γὰρ, φησὶ, τοῖς ἐμέ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμέ μὴ ἐπερωτῶσιν. Αὐτὸς γὰρ ἦλθεν ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα αὐτοὶ δὲ ἐπελάθοντο τοῦ ἰδίου ποιμένος. Ἀναχωρεῖ, οὐ δεδιὼς τὴν ἐπιβουλὴν, ἀλλὰ τὴν κακίαν σναστέλλων· καὶ ἵνα μή τις οἰηθῇ διὰ δειλίαν αὐτὸν ἀποκεχωρηκέναι, πάντας οὖν ἐθεράπευσε, τὴν παναλκῆ αὐτοῦ ἐνδεικνύμενος δύναμιν. Πλὴν ὑποστέλλει μὴ δημοσιεύεσθαι, ὡς ἐπιεικὴς καὶ ἀκενόδοξος.
ΚΕΦ. ΙΓ΄.
(6) Στιχ. μδ΄. Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐρανῶν θησαυρῳ, κ. τ. λ.
Καθʼ ἑτέραν δὲ ἐκδοχὴν εἴη δʼ ἂν, ἀγρὸς μὲν ἡ 3 Lnc. XII, 32. ⁴ Joan. XVII, 12. ⁵ Rom. x, 20. 6 6 Matth. XV, 24. (6) æc quæ huc pertinemnt, occurrunt in cod. aXvI, inter expositiones in Lucam, p. 33 seqq. Ego versus ascripsi. Γραφὴ, πολλοῖς καταπεφυτευμένη ῥητοῖς νομικοῖς τε καὶ γραφικοῖς, καὶ ἱστορικοῖς· θησαυρὸς δὲ τὰ τούτοις ποικίλα ἐνόντα φανερά τε καὶ κεκρυμμένα νοήματα· καὶ Χριστὸς ὁ τίμιος τῆς Γραφῆς θησαυρός. Ἢ ἀγρὸς ὁ Χριστὸς, ἐν ᾧ Παῦλος λέγει ἐγκεκρύφθαι τοὺς ἀποκρύφους θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰ οὐράνια τοίνυν πράγματα, καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται ταῖς Γραφαῖς, αἵτινές εἰσι βασιλεία τῶν οὐρανῶν· ἡ δέ ἐστιν αὐτὸς ὁ Χριστὸς, οὗ ἡ γνῶσις κατὰ δύναμιν ἐν ἡμῖν ἐστιν· εὑρίσκεται δὲ διὰ τῆς πίστεως, καὶ ἀγοράζεται διὰ τῶν ἀρετῶν. Εὑρων οὖν τις τὸν ἐν. ταῖς Γραφαῖς θησαυρὸν τοῦτον, κρύπτει, μὴ, ἀκίνδυνον εἰδὼς τῶν ἀποῤῥήτων τοῖς τυχοῦσι μεταδιδόναι. Ἄπεισι δὲ κρύψας, ἀγοράσων τὸν ἀγρὸν ὁπόσου ἂν βούλοιτο· ὃν Ἑβραῖοι πρὶν ἐπιστεύθησαν, παῤ ὧν τοῦτον λαβὼν ὅστις κατʼ ἄλλην παραβολὴν ἀμπελών ἐστιν, ἴδιον πτῆμα τοῦτον ποιεῖ, πάντα πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτʼ ἦν, τῷ μηκέτι ζῆν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ.
(7) Οἵ γε μὴν περὶ μαργαριτῶν γράψαντες, φασὶν ἕξ εἶναι τὰς τούτων διαφορὰς, ὧν κρείττους οἱ κατʼ Ἰνδίαν ἐν κόγχαις γενόμενοι ἐκ δρόσου τῆς οὐρανίας. Οἱ ἥττους γοῦν μαργαρῖταί εἰσιν αἱ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τῆς ἄλλης Γραφῆς ζητήσεις, ἃ ὁ ἐμπόνως ζητῶν, ἐμπορίας ἀποδιδόμενος, τὸν κρείττω τούτων ἀπάντων μαργαρίτην Χριστὸν ζητεῖ, πάντα ταῦτα καὶ παρόντα καλὰ ζημίας ἡγούμενος καὶ σκύβαλα πρὸς τὴν γνῶσιν τοῦ Χριστοῦ.
(8) Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν τῆς Γραφῆς λόγων πλοκὴ, ἢν ἀτελῆ δοκοῦσαν ὁ Χριστὸς ἐλθὼν τετελείωκεν. Αὕτη. εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφόρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων· ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγόμενον, ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν, ἢ τῶν κακιῶν ἐπιῤῥεπείαις. Δύναται δὲ ποὸς τούτοις τὸ ἐκ παντὸς γένους συναγόμενον δηλοῦν τὴν ἀπὸ παντὸς γένους κλῆσιν. Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύσωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίον πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώματι τῶν ἐθνῶν· πλησθεῖσαν δὲ ἀναβιβάζουσι, καὶ ἕκαστον τῶν ὑπὸ τὴν σαγήνην καλῶν, εἰς τὸ οἰκεῖον τάγμα ἀποκαταστήσονται κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω βαλοῦσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρὸς, καθώς φησιν ὁ Σωτὴρ ἐν τοῖς ἐξῆς· οἱ μὲν γὰρ φαῦλοι τῶν ἰχθύων ἔξω ῥιπτοῦνται, οἱ δὲ τῶν ἀνθρώπων εἰς τὴν κάμινον τοῦ πυρός (9);
Στ. μζ΄. Πάλιν· Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐχανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.
(10) Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημα των παλαιὰ καὶ καινὴ Γραφή· Θάλασσα, ὁ κυματούμενος τῶν ἀνθρώπων βίος. Τὸ πᾶν γένος τὸ ποικίλον (9) Hactenus cod. XXVII:. (10) Cont. Rue, tom. III, 455 E, et v superiorew. τῶν ἐν ἀνθρώποις προαιρέσεων, ἡ παντοίων ἐθνῶν κλῆσις. Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελθόντες ἄγγελοι διακονεῖν αὐτῷ. Ἀγγεῖα αἱ διάφοροι μοναί. Οὐκ ἀνάγεται δὲ ἡ σαγήνη, ἕως οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἤ οὕτως· Σαγήνη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἡ ἀδιακρίτως συλλαμβανομένη Ἰουδαίους καὶ Ἕλληνας, βαρβάρους, Σκύθας, δούλους, ἐλευθέρους, πονηροὺς καὶ ἀγαθούς. Θάλασσα, ὁ τῶν ἀνθρώπων βίος. Αἰγιαλὸς, τὸ τέρμα τούτου. Ἐν δὲ τῇ συντελείᾳ, ὅτε ἀνασπᾶται ἡ σαγήνη, ἀφορίζονται ἀπὸ τῶν φαύλων οἱ ἀγαθοὶ, οἱ μὲν τιμώμενοι, οἱ δὲ κολαζόμενοι. Οὐ γὰρ πάντων τῶν πιστῶν ὅμοιος ὁ τρόπος. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι ἔξω μόνον βάλλονται οἱ ἄπιστοι καὶ πονηροὶ, ἐσήμανεν, ὅτι εἰς διηνεκῆ κόλασιν παραπέμπονται· Καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός, καὶ τὰ ἑξῆς.
ΚΕΦ. ΙΗ΄.
Στίχ. ε΄. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἑπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
Παραινεῖ δέχεσθαι τοὺς πιστοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἒν παιδίον τοιοῦτον, ἢ ἔν τοιούτων (10) τῶν πνευματικῶν καὶ μεμορφωμένων τὸν Χριστὸν, κατὰ τὸ ταπεινῶσαι τὸ ἑαυτοῦ πνεῦμα. Κατὰ δὲ τὸν Λουκᾶν, τὸ δεικνύμενον ὑπὸ τοῦ Σωτῆρος παιδίον δέχεσθαι δεῖ ἐν τῷ ὀνόματιαὐτοῦ, ἵνα ἐν αὐτῷ δέξηται τὸν Χριστὸν ὄντα καὶ ἐν τῷ Πνεύματι. Ἤ ἕν τοιοῦτον, ἐπεὶ ἕν εἰσι πάντες οἱ πνευματικοί. Προτρέπει δὲ ὁ λόγος καὶ τὸ δέχεσθαι τῶν ἁπλῶν καὶ πραέων τῇ καρδίᾳ ἐν τῷ λόγῳ Χριστοῦ. Ἀνακόπτων τὸ φιλόνικον τῶν μαθητῶν (ἐπειδὴ ὅτε οἱ διδάσκαλοι μάχονται, σχίσματα γίνονται πολλῶν σκανδαλιζομένων, βουλομένων τῶν σκανδαλιζομένων ἐπισπᾶσθαι εἰς αὑτοὺς τοὺς ἀκροατὰς), προλέγει τὴν μετʼ αὐτῶν τιμωρίαν. Τοῦτο δὲ ἐπιτεταγμένως ἐλέχθη. Τουτέστιν κἂν εὐτελῆ ἄνθρωπον τῶν πιστῶν σκανδαλίσητε, βαρεῖα ἔσται καθʼ ὑμῶν ἡ τιμωρία. Τὴν γὰρ ἀφόρητον τιμωρίαν διὰ τοῦ μύλου καὶ καταποντισμοῦ σημαίνει, τὴν ἐσομένην μετὰ τῶν τοὺς τοιούτους ὑβριζόντων. Σκάνδαλον γὰρ ἐνταῦθα τὴν ὕβριν καλεῖ. Ταῦτα δέ φημι, ἐπειδὴ οἱ μικροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα μὴ καταφρονῶμεν αὐτῶν. Ὁ γὰρ μέγας καὶ τέλειος ἐν ἀρετῇ παντὸς σκανδάλου καταφρονεῖ. Ἐξ ὧν δὲ προλέγει καὶ θρηνεῖ τοὺς τοιούτους, δίδωσιν αὐτοῖς καιρὸν μετανοίας. Εἰπὼν δὲ, Ἀνάγκη, οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον, ἀλλὰ τὸ προγνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. Διὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κόλασιν δὲ λέγει τοὺς ἀσέμνους (11) ζῶντας ἀνθρώπους.
Στ. κʼ. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς (11) συνημμένοι εἰς τὸ ἐμὸν ὅνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Στ. κα΄. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε, ποσάκαις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις Δύο συνημμένοι ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, σῶμα 7_12 Rom. XI, 25. 12 Matth. XIII, 50. (10·) Τοιούτων. Forte τοιοῦτον, ut et interpres Fegisse videtur. Edit. (11) Ἀσέμνους. Forte ἀσέμνως. Εdit. (11*) Vulgo συνηγμένοι. Hic et in seqq. confer edita. καὶ πνεῦμα, μὴ ἀντιστρατευόμενα· ὑποταγέντος μὲν τοῦ σώματος, τοῦ δὲ πνεύματος μεταδιδόντος αὐτῷ θείας ζωῆς· τρεῖς δέ τε (13) ὁλόκληρον, πνεῦμα, ψυχὴ, σῶμα, τηρεῖ τῇ παρουσίᾳ Χριστοῦ· Ἤ αἱ δύο διαθῆκαι, ὅταν ὁ συναγωγεὺς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐταῖς ᾗ· τρεῖς δὲ, νόμον, προφήτας, Εὐαγγέλιον· ἢ θυμὸν καὶ ἐπιθυμίαν, καὶ λογισμόν· ἢ τὴν κλῆσιν καὶ ἐκλογὴν, καὶ τὸ εἰς πρώτην τιμὴν τασσόμενον γένος μεθʼ ἡμῶν. Τήρει δὲ, ὅτι οὐκ εἶπεν ἔσομαι, ἀλλʼ εἰμί. Ὡς Θεός γὰρ πανταχοῦ ὢν, ἐν μέσῳ ἐστὶ τῶν διʼ εὐσεβείας συναπτομένων. Ἡ γὰρ πανεπίσκοπος τοῦ Θεοῦ δύναμις ἀμέριστος μεριστὴ γίνεται τοῖς ἀξίοις.
Ἐπειδὴ τῶν εἰς ἡμᾶς πταισμάτων ἡμεῖς κύριοί ἐσμεν τοῦ συγχωρεῖν, οὐ μὴ (14) τῶν εἰς Θεὸν φθατόντων εἰ μὴ αὐτὸς ὁ Θεός· διὰ τοῦτο εἶπεν ὁ Πέτρος τὸ, εἰς ἐμέ. Ἐρωτῶν γὰρ, ἕως τίνος χρεία μὴ μνησικακεῖν, ὡς μέγα προσέθηκε τὸ, ἑπτάκις. Ὁ δὲ Κύριος, τὸ ἄπειρον σημαίνων τῆς ἀνεξικακίας, εἶπεν τὸ, ἑβδομηκοντάκις ἑπτά· τουτέστιν· Ὁσάκις ἁμάρτῃ εἰς σὲ, ἐὰν μετανοῇ, ἄφες αὐτῷ.
Ἐπειδὴ ἐπὶ τῶν ἀφοριζομένων μέτρον ὥρισεν ὁ Χριστὸς, οὐ μὴν καὶ ἐπὶ τῶν μετανοούντων, εἰκότως ἐρωτᾷ ὁ Πέτρος τό· Ἕως πόσου δεῖ δέχεσθαι τὸν μετανοοῦντα; Ὅρα δὲ εἱ δύναται· Ἐπεὶ ὁ μὲν ἓξ ἀριθμὸς ἐργατικὸς καὶ ἐν γενέσει κόσμου, ὁ δὲ ἑπτὰ ἀναπαύσεως· ὁ μὲν τὰ τοῦ κόσμου καὶ ὑλικὰ ἀγαπῶν, ἐξαμαρτάνων τέλος ἔχει τὴν ἑβδομάδα· ὅπερ νοήσας ὁ Πέτρος, συγχωρεῖν θέλει ἐν τῷ ἑπτά. Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων· ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βραδὺ (15), εἴτε τάχιον.
ΚΕΦ. ΚΑ΄.
Στίχ. λγ΄. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμόν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτόν γεωργοῖς, καὶ ἀπεδήμησε, κ. τ. λ.
Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐπιδειξάμενον. Ἀμπελὼν δὲ ἀπλῶς μὲν ὁ πρῶτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι. Ληνός τὸ θυσιαστήριον, ἤτοι ὁ τόπος τῶν σπονδῶν. Πύργος ἡ Σιὼν, ἢ ὁ οὐρανός. Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι. Ἀπεδήμησε δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνεται. Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας mines moriuntur. (13) Forte δὲ τό (14) Μή. Forte μήν, ut paulo infra. EDIT. (15) Forte βράδιον. ἀπαιτοῦσα τοὺς Ἰουδαίους τὴν τῶν πταισμάτων τιμωρίαν. Ἀπαίτησις δὲ καρπῶν ὁ ἔννομος βίος· Καιρὸς αὐτῶν ἡ προφητικὴ ἀπαίτησις· Δοῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οἷς (15) τὸν μὲν ἕδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου· τὸν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· τὸν δὲ ἐλιθοβόλησαν, ὡς Ζαριοὺ υἱὸν Ἰωδαὲ τὸν ἱερέα. Τάχα δὲ ἀμπελὼν, ἢ (16) ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τὰ μυστήρια αὐτοῦ ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ ἄλλῃ φυσιολογίᾳ. Καρποὶ δὲ ὁ ἐνἀρετος ἐν ἤθεσι βίος. Φραγμὸς ὁ λογικὸς τόπος, καὶ τὸ γράμμα, ὡς μὴ κατοπτεύοιτο τοῖς ἔξω τὰ κεκρυμμένα μυστήρια. Ληνὸς τὸ βάθος τῆς δεχομένης τοὺς καρποὺς τοὺς τῆς ψυχῆς, πᾶν ἐπὶ πόλεμον ἐπιβαλλούσῃς. Πύργος καὶ διῃρημένος περὶ Θεοῦ λόγος. Ναὸς μὲν ἡ τοῦ ἐν αὐτῷ θείου ναοῦ (17). Γεωργοὶ οἱ πρῶτοι πιστευθέντες τὰ λόγια τοῦ Θεοῦ· οἷς ἀποδημεῖ εἰς τὴν αὐτοῦ περισπεῖν (18), δοὺς ἀφορμὴν, ἐξ ὧν αὐτὸς ἐφύτευσε, φραγμόν τε ἔθηκεν, ὤρυξεν, ὐκοδόμησε, τοῦ φέρειν καρπόν. Καιρὸς καρπῶν, ὃν οἶδεν οἰκοδεσπότης, τάχα οὐχ ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νηπιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς· οἱ δὲ τῆς ἀγάπης, καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν λοιπῶν. Δοῦλοι οἱ προφῆται τὰ πνευματικὰ καρπώματα ἀπαιτοῦντες προσἀγειν ὡς ἱερεῖς τῷ Θεῷ.
ΚΕΦ. ΚΔ΄.
Στίχ. με΄. Τίς ἄρα ἐστὶν ὀ πιστὸς δοῦλοι καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ;
(19) Τάχα παροξύνων εἰς τὸ ζητῆσαι ἕνα τινὰ σπάνιον. Τῇ γὰρ τοῦ ἄρα ἀμφιβολίᾳ τὸ σπάνιον ἔδειξε τοῦ τοιούτου οἰκονόμου, καὶ οὐκ ἄλλον αὑτοῦ τὸν πιστὸν καὶ φρόνιμον οἰκονόμον εἰδὼς, κατασταθμαζό. μενον ἐπὶ τοῖς τοῦ Πατρὸς ἔργοις, λέγω δὲ ἐπὶ τῇ ἀνθρωπότητι. Ὡς γὰρ περὶ ἑτέρου λέγει, ἐπισκιάζων αὐτὸ τῇ ὑπερβολῇ τῆς σοφίας. Δοῦλον δὲ ἑαυτὸν εἶπε διὰ τὸ μορφὴν δούλου λαβεῖν. Ὅρα δὲ εἰ μὴ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεὶ ὁ λόγος φρονίμως ἑκάστῳ τὰ κατʼ ἀξίαν χρῆσθαι, καὶ ἐπιστημόνως τὰς πνευματικὰς διατάσσειν τροφὰς καιρῷ ποσότητος, ποιότητος. Τὸ δὲ, Τίς ἄρα, εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἀλλʼ ἵνα μὴ περιεργάζωνται. Ἁρμό ζεῖ δὲ ὁ λόγος καὶ κατὰ παντὸς τοῦ ἐμπιστευθέντος τι παρὰ τοῦ Θεοῦ, εἴτε χρήματα, εἴτε ἀρχὴν, εἴτε δυναστείαν ἄλλην τινά. Δεύτερον δὲ ἀπαιτεῖται ὁ οἰκονόμος πίστιν καὶ φρόνησιν, ἵνα μήτε κλέψῃ τὰ δεσποτικὰ, ἀλλὰ καὶ δεόντως αὐτὰ οἰκονομήσῃ. Ἤ τὸν ἔχοντα πρὸς Θεὸν ἀγαθὴν συνείδησιν, καὶ μὴ ἀφιστάμενόν τινος τῶν δεόντων. Καὶ τὸν ὀρθῶς διδάσκοντα λέγει πιστόν. Φρόνιμον δὲ τὸν μὴ παραφερόμενον ταῖς τῶν αἱρετικῶν μωρολογίαις, ἀλλὰ διακρίνοντα τὸ ἀκριβὲς τοῦ λόγου, ἢ τὸν μὴ πειρόμενον (15) Οἶς. arie ὧν, vel ἐν οἶς. Ema. (1o) ore ῇ. (17) Locus mnpeditus. ἁμαρτίαις, διὰ τὸ μὴ (20) ποικίλον καὶ πολύτροπον τῶν ἀνθρώπων. Τὸν εἰδότα πότε δεῖ ἐλέγξαι, ἢ ἐπιτιμῆσαι, ἢ παρακαλέσαι, ἢ διδάξαι· καὶ τίνας μὲν ποτίσαι δεῖ γάλα, τίσι δὲ μεταδοῦναι τῆς στερεᾶς τροφῆς.
ΚΕΦ. ΚΕ΄.
Στίχ. α΄. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν· δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
Δέκα παρθένοι εἷναί φασι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις τοῦ ἔνδοθεν καὶ ἔξωθεν ἀνθρώπου, ἀποστάσας εἰδωλολατρείας καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν, τῷ παραδέξασθαι, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τὸν τοῦ Θεοῦ καθαρὸν λόγον, καὶ παρθενοποιηθῆναι (21).Εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι, καὶ αἱ ἐν παροιμίαις κείμεναι, αἱ καὶ ἀνακολουθοῦσαι, ὡς αἱ ἀρεταὶ τῆς ὑποστάσεως Χριστοῦ. Διὸ καὶ ἐντοπειατ΄. (22) οὐχ αἱ μὲν μωραὶ, αἱ δὲ φρόνιμοι. Ἀλλὰ μία (23) καὶ πᾶσαι ἐξῆλθον εἰς ἀπάντησιν, αἱ παραδεξάμεναι τὸ περὶ Χριστοῦ μυστήριον. Ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης, σπεύδουσαι πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς.
Ἅλλο Ὠριγένους. Ἕτερον ἡ παρθενία παρὰ τὴν ἐλεημοσύνην, καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα· καὶ τοῦτο λήψει εἰς τὰς δέκα παρθένους. Φρόνιμοι μὲν οὖν αἱ τοῦ κατὰ λόγον βιοῦντος αἰσθήσεις· μωραὶ δὲ αἱ τοῦ ἐναντίως καὶ παρὰ τὸν ὀρθὸν λόγον πολιτευομένου. Λαμπάδες ἡ πανάρετος πρᾶξις· ἔλαιον δὲ ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶξιν ἐργαζομένου. Καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ ζωτικοῦ τόνου. Οὐκ ἀπολλύουσιν οὖν τὰς λαμπάδας αἱ φρόνιμοι, οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰσθήσεσι, διεγείροντες αὐτάς· τουτέστι τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κόσμος λαμπάδων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις· ὀφθαλμῶν ἐπὶ τοῦ θαυμάζειν τὸν πεποιηκότα, καὶ μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν· ἀκοῆς (24) καὶ παραδεχομένης μάταιον, μήτε κρίσιν αἵματος, τοῦ δὲ ἴσου λόγου· γεύσεως αἰσθιούσης (25) Χριστὸν τὸν Κύριεν· ὀσφρήσεως Χριστοῦ εὐωδίᾳ ἀπολαυούσης, καὶ τοῦ ἐκκενωθέντος μύρου· ἁρῆς ἁπτομένης τοῦ Λόγου, ὡς Ἰωάννης λέγει· Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Μεσονύκτιον δὲ γίνεται ἡ φωνή· ἐκείνῃ τῇ ὥρᾳ, ᾗ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπιου, ἐν ᾗ καὶ ὁ Χριστὸς ἀνέστη ἐκ τῶν νεκρῶν. Φθωνή ἐστιν ἡ σάλπιγξ, ἡ τοὺς νεκροὺς ἐγείρουσα, καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ ἐξέλθωμεν, τὸν νυμφίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα (26) τῆς παρθενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶν ἐντολῶν ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν· διαφυλάττει φῶς, (24) Locus deficiens. (25) Forte ἐσθιούσης. (26) Forte λαμπάδες. ἁπλοῦν τὸν ὀφθαλμὸν διατηροῦσα, ὥστε φωτίζεσθαι ὅλον ἡμῶν τὸ σῶμα, κατὰ τὸν τοῦ Κυρίου λόγον. Αἱ μὲν οὗν λαβοῦσαι τὴν ἐπιμελῆ σπουδὴν πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν φρόιμοι· αἱ δὲ ἀμελεῖς μωραὶ, τὸν προσήκοντα καιρὸν ἀναλώσασαι εἰς τὴν τῶν ματαίων σπουδήν. Τὸ δὲ, ἐκάθευδον. τὴν κοίμησιν τοῦ θανάτου λέγει· τὸ μεσονύκτιον δὲ, τὸ αἰφνίδιον δηλοῖ καὶ τὸ ἀπροσδόκητον, ἄμα καὶ τό φοβερόν. Καὶ ταῖς μὲν ἐξαναστάσαις πάρεστιν ἃ ἐπόνεσαν· τὴν δὲ ῥᾳθυμίαν (27) περὶ τὴν εὐσέβειαν μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ, καὶ οἱονεὶ κατασβέννυσθαι, καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτὰς διὰ τῆς ἑτέρων ἀρετῆς. Διὸ ἀποδοκιμάζονται, λεγόντων ἐκείνων, Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν. Πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μισθοῦ προσεδρείᾳ, προσοχῆς, φιλομαθίας, φιλοπονίας. Ἤ πωλοῦντές εἰσι προφῆται, ἀπόστολοι, εὐαγγελισταὶ, διʼ ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται.
ΚΕΦ. ΚΖ΄
Στίχ. ια΄. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι κατακριθέντα αὐτὸν ἐρωτᾷ Πιλάτος λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων Ζητεῖ μυκτηρίζων, ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. Ὁ δὲ Ἰησοῦς ἠρέμα, ὑπαινιττόμενος τὸ ναὶ, ὧς πάντων ἀνθρώπων βασιλεὺς, ἔφη τὸ, Σὺ λέγεις. Ἐπεὶ ὁ μὲν ἀρχιερεὺς δικαστικῶς ἠρώτα λέγων· Εἰπὲ ἡμῖν εἰ σὺ εἷ ὁ βασιλεὺς, Πιλάτος δὲ ἀποφαντικῶς. Ὅρα δὲ εἰ μὴ τὸ μὲν, Σὺ εἶπας, τῷ ἀρχιερεῖ λεγόμενον, τὸν δισταγμὸν αὐτοῦ λεληθότα, ἐλέγχει· τὸ δὲ, Σὺ λέγεις, τῷ Πιλάτῳ, τὴν ἀπόφασιν αὐτοῦ κυροῖ. Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν.
(28) Διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲ αὐτοῖς ἀντιφθέγγεται. Καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι, καὶ ὅτι διχογνωμῶν ἐστι περὶ αὐτῶν. Δῆλον γὰρ ἦν, ὅτι, εἶ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ (29) ἔνοχον ἐγκλήματος, ἀπἔλυσεν ἂν ὁ δικαστὴς αὐτὸν, λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι. Ὅθεν καὶ ὁ ἡγεμὼν ἐθαύμαζεν αὐτὸν, πῶς, δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίσ, ἐσιώπα. Διὸ καὶ ὡς θέλων αὐτὸν ἀπολῦσαι, εἰς τοῦτο αὐτὸν προετρέπετο (30)· ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. Οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν· τάχα μὲν διὰ τὸ ἄτρεπτον καὶ ἀτάραχον αὐτοῦ πρὸς θάνατον, καὶ ἐν τούτοις γαληνὸν τοῦ προσώπου· ἢ καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ μακροθυμίαν ἐθαύμαζεν.
Εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων, τὸ κεχαρισμένον αὐτοῖς ᾤοντο ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. Καὶ Σαοὺλ δὲ, συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν, δηλοῖ πρὶν αὐτοῖς καὶ τοιοῦτον. Ὡς νομίζων 5 Matth. XXV, 9. 1⁶ Matth. XXVI, 63, 17 ibid. 64 (7) Locas deficiens. (2) Nullum ascribitur auctoris nomen. Hro rcler ad vers. 12. (29) An οὐδενός. (30) Hic et infra confer edita Latina, et quædam ctiam contraria his reperies. δὲ, ὅτι τὸν ἀναίτιον, ἢ τὸν μυρίοις ἐγκλήμασιν ὑπαίτιον αἰτήσονται, εἶπε τοῦτο ὁ Πιλάτος, ὡς δικαίοις οὖσιν. ᾜδει γὰρ, ὅτι οὐδὲν σαφῆ ἔλεγχον εἶχον κατʼ αὐτοῦ.|
Παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν, εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. Οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· χᾶνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Ἰησοῦν τὸν Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Ὡς γὰρ ἔοικε, πατρωνυμία ἧν τοῦ λῃστοῦ ὁ Βαραββᾶς, ὅπερ ἑρμηνεύεται διδασκάλου υἱός (31). Συντιθέμενον οὖν τὸ τοῦ Βαραμβᾶν ὄνομα σημαίνει υἱὸς τοῦ διδασκάλου ἡμῶν. Καὶ τίνος ἄρα διδασκάλου υἱὸν χρὴ νομίζειν τὸν ἐπίσημον λῃστὴν, ἢ τοῦ ἀνδρὸς αἱμάτων, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου, ὂν καὶ μέχρι τῆς δεῦρο μᾶλλον αἱροῦνται οἱ μαθόντες παῤ αὐτοῦ ἀνθρωποκτονεῖν, ἢ τόν ζωοποιοῦντα τοὺς ἀνθρώπους, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν;
Κρινόμενος ὑπὸ τοῦ Πιλάτου, ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν καταπλαγῇ, τῷ δὲ χρηματισμῷ γνῷ, ὅτι οὐκ ἄνθρωπεν, ἀλλὰ Θεὸν κρίνει. Διὰ δὲ τοῦτο αὐτὸς οὐκ εἶδεν ἢ ἵνα μὴ σιωπήσῃ τῷ (32) ὄναρ, ἢ ὄτι οὐκ ἔπιστεύετο, ἢ ὅτι ἀνάξιος ῆν, ἢ ἵνα ἀκούσας ἃ ὑπέμεινεν ἡ γυνὴ, συμπαθήσῃ. Οὐ γὰρ μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ, ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλʼ ἴνα σωθῇ ἡ γυνή. Μακαρία δὲ ἡ τοιαῦτα (33) ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. Εἰ (34) δὲ σύμβολέν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης Ἐκκλησίας, καὶ οὐκέτι οὕσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστινγὰρ, ἀλλόφυλος γὰρ ἡ γυνή.
Στίχ. με΄. Ἀπὸ δέ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
(33) Περὶ ταύτης τῆς ἐκλείψεως καὶ ὁ προφήτης Ζαχαρίας εἰπών· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, οὐκ ἔσται φῶς. Καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· καὶ πρὸς ἐσπέραν ἔσται φῶς. Εἰπὼν δὲ τὸ σκότος τὸ ἐσκοτίσθαι τοὺς βάλλοντας χεῖρας τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος. καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς· οὕτως καὶ νῦν τῇ μὲν Ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ἡμερῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐκλάμψεως ἁγίου Πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, εἰκὸς δὲ αὐτὸν ἐν τῇ ἕκτῃ ὁ ὥρᾳ ἐσφάλθαι· τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιἐητεῖ, 18 Matth. XXVII, 17. 19 Joan. VIII, 44. 20 Zach. XIV, 6, 7. 21 21Matth. XII, 39. 22Joan. VIII, 28. (31) Hinc quædam videtur hausisse Theophyl. pag. 156 a. (32) Forte τό. (33) An τοιαύτη. (34) Forte οἱονεί. (35) Subjungitur non asscripto auctoris nomine. Confer. edita Orig. καὶ ἑξῆς· καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλουμένου ταῦτα γενέσθαι ἢ ἐπὶ γῆς βαδίζοντος. Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλʼ ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν ὅπερ ἐζήτουν, καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδὲ πρότερον συνέβη, ἀλλʼ ἐν Ἀἰγύπτῳ μόνον, ὅτε καὶ τὸ Πάσχα ἐτελεῖτο· καὶ γὰρ ἐκεῖνα τύπος ἦν τούτων. Ἵνα γὰρ μὴ εἴπωσιν ἔκλειψιν εἶναι τὸ γεγενημένον, διὰ τοῦτο τῇ δι΄ γίνεται, ὅτε ἔκλειψιν συμβῆναι ἀμήχανον. Ἐν μέσῃ δὲ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν. Καὶ Φλέγων δέ τις παῤ Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους, ὡς παραδόξως γεγενημένου ἐν τῇ ιδ΄ τῆς σελήνης· ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε πολὺ ἀπέχει τό τοῦ ἡλίου διάστημα, ὅσον ἀπʼ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους. Τότε γὰρ γίνονται ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. Γίνεται γὰρ ἔκλειψις ἡλίου συνοδικῶς ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνη. Τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως ἐπὶ τῷ γεγονότι, καὶ διὰ τοῦτο δηλούσης, ὅτι, τῆς παροινίας ταύτης πραχθείσης ἐξ Ἰουδαίων, ἐσκοτίσθη αὐτῶν ὁ νοῦς, καὶ ἀπέστη ἀπʼ αὐτῶν ὁ νοητὸς ἥλιος. Εἴτε γὰρ αὐτὸν ἐνόμιζον τοῦτο πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτου ἔδει κατανυγῆναι. Ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο, καὶ δεῖγμα τοῦ μέλλοντος λαβεῖν τοὺς θεομάχους τε καὶ μιαιφόνους. Διὰ τοῦτο γὰρ μετὰ πάντων τῆς (36) παροινίας τοῦτο γίνεται, ὅτε κόρος ἔλαβε τῶν σκωμμάτων, καὶ πάντων ἐφθέγξαντο ὅσα ἠθέλησαν.
ΚΕΦ ΚΗ΄.
Στίχ. ιη΄. Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
Τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ ἐξῆς, εἰς τὴν ἐνανθρώπησιν νόει. Εἰ δὲ καὶ εἰς τὴν θεότητα θεωρεῖν (37), καὶ οὕτω λήψῃ τὸ Ἐδόθη μοι ἐξουσία, ἀντὶ τοῦ Ἐχωρήθη. Ἐδόθη, ἠνέχθη μοι, περὶ τοῦ αὐτεξουσίου ἐπιστεύθην. Χώραν ἔσχεν ἡ ζωὴ πρῶτον μὲν ἐν τοῖς ἄνω, εἶτα νῦν καὶ ἐν τοῖς κάτω· οὓς θαῤῥοῦντες βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς ὁ σώζων. μία ἡ σωτηρία. Εἷς ὁ ζῶν Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Εἷς ἐστιν οὐ συναλοιφῇ τῶν τριῶν, ἀλλʼ οὐσίᾳ μιᾷ· τρεῖς δὲ ὑποστάσεις τέλειαι ἐν πᾶσι, καὶ κατάλληλοι. Κατὰ φύσιν ἐγέννησεν ὁ Πατήρ· διόπερ ὁμοούσιος ἐγεννήθη. Οὐ σῶμα ὁ Θεός· διὰ τοῦτο οὐκ ἀσταρεῦσιν (38) ἢ κίνησιν, ἤ τι τῶν τοιούτων, ἂ ἐν τοῖς σώμασι θεωρεῖται, ὁ Θεὸς ὁ ἀσώματος ἐγέννησεν. Ἐνυπόστατος ἡ γέννησις· ἀπετέχθη ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱός.