The Greek Library Author

Origen

Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg078.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ (39).

ΚΕΦ. Α΄.

Στίχ. ά. Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ανατάδασθαι διήγησιν περὶ τῶν πεπληρορσορημένων ἡμῖν πραγμάτων.

Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα, ἄνθρωπον ὄντα, Θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ. Ὥσπερ δὲ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται· καὶ ἧν χάρισμα διάκρισις πνευμάτων, ἀφʼ οὗ χαρίσματος ἐκρίνετο ὁ ἀληθὴς προφήτης καὶ ὁ ψευδοπροφήτης· οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ, τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γράψαι. Ἀλλʼ οἱ δόκιμοι τραπείῖται οὐ πάντα ἔκριναν, ἀλλά τινα ἐξ αὐτῶν ἐξελέξαντο. Τάχα δὲ καὶ τὸ, ἐπεχείρησαν, λεληθυῖαν ἔχει κατηγορίαν τῶν προπετῶς καὶ χωρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν, ἀλλʼ ἕγραψεν ἐξ ἁγίου κινούμενος Πνεύματος· ὁμοίως καὶ Μάρκος, καὶ Ἰωάννης παραπλησίως, καὶ Λουκᾶς. Τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν δώδεκα Εὐαγγέλιον, οἱ συγγράψαντες ἐθεχείρησαν. θέρεται δὲ καὶ τὸ κατὰ Θωμᾶν Εὐαγγέλιον. Ἤδη δὲ ἐτόλμησε καὶ Βασιλείδης συγγράψαι κατὰ Βασιλείδην Εὐαγγέλιον. Πολλι μὲν οὗν ἐπεχείρησαν καὶ τὸ κατὰ Ματθίαν, καὶ ἅλλα πλείονα. Ἀλλὰ τὰ τέσσαρα μόνα προκρίνει ἡ του Θεοῦ Ἑκκλησία. Οὐχ ἁπλῶς δὲ εἶπε πεπιστευμένων, ἀλλὰ πεπληροφορημένων, τὸ ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν. Πραγμάτων δὲ εἶπεν, ἀναιρῶν τὴν αἴρεσιν τῶν κατὰ φαντασίαν λεγόντων τὰ διὰ τοῦ Σωτῆρος εγενῆσθαι, καὶ τὴν σάρκωσιν αὐτοῦ. Περὶ τῶν πεπληροφορημένων δὲ εἰπὼν, τὴν διάθεσιν αὐτοῦ ἐμφαίνει. Πεπληροφόρητο γὰρ, καὶ οὐδὲν ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὔ. Ὅτι| δὲ παρὰ τῶν αὐτοψίᾳ θτασαμένων καὶ αὐτηκόων παρέλαβε, σαφῶς ὡμολόγησεν εἰπών· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. Διαβεβαιοῦται δὲ, ὅτι ἅνωθεν παρηκολούθησεν, οὕ τισι τῶν εἱρημένων, ἀλλὰ πᾶσι. Εἰκὸς δὲ ὑπολαμβάνειν τινὰς, ὅτι Θεοφίλῳ τπινὶ ἕγραψε τὸ Εὐαγγέλιον, ὅς εἷς ἦν τῶν πεπιστευκότων, ὀῦτως ζέωντῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους· ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. Ἄλλος δέ φησιν· Ὅτιἐὰν πάντες τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦκαὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. Οὐκ ἂν δέ τις εἴη Θεόφιλος ἀσθενής· πᾶς γὰρ Θεόφιλος κράτισπός ἐστιν ἔχων τὸ κράτος καὶ τὴν δύναμιν τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ, καὶ οὕτως ἐπιγνώσεται εἰς τὴν περὶ ὡν κατηχήθη λόγων ἀσφάλειαν. Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐνπτυγχάνων ἀσφαλέστερον τὴν πίστιν διατηρῇ.

(40) Ἐν τῇ Ἐξόδῳ γέγραπται, Ὅτι ὁ λαὸς θώρακε τὴν φωνὴν τοῦ Κυρίου, καίτοιγε φωνὴ οὐ βλέπεται, ἀλλʼ ἀκούεται· ἵνα δηλωθῇ παραδόξως, ὅτι ἡ τοῦ Θεοῦ φωνὴ βλέπεται οἶς βλέπεται. Ἐν δετῷ Εὐαγγελίῳ οὐχ ἡ φωνὴ βλέπεται, ἀλλʼ ὁ κρείττων τῆς φωνῆς Λόγος. Διὰ τοῦτο, Καθὼς παρέδοσαν μῖν οὶ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Κύριον αατὰ σῶμα αὐτόπτην τούτου γενέσθαι ἧν· καὶ Πιλᾶτος αὐτόπτης ἦν τοῦ Λόγου, καταδικάζων αὐτὸν, καὶ Ἰούδας ὁ προδότης, καὶ πάντες οἱ λέγοντες· Σταύρωοον, σταύρωσον αὐτόν. Τὸ οὗν εἰδέναι τὸν Λόγον ἐκεῖ ἐνοεῖτο, ὅπου ἕλεγεν ὁ Σωτήρ· Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τόν Πατέρα, τόν πέμψαντά με. Καὶ λιληθότως δὲ καλὸν μάθημα διδάσκει ἡμᾶς ὁ Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν μὲν θεωρημάτων τὸ τέλος ἡ θεωρίαἐστί· τινῶν δὲ θεωρημάτωντὸτέλος ἡ πρᾶξίς ἐστι. Διὰγὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέεαε, τὸ πραγματικόν. Δύνασαι δὲ καὶ πτέρως ἐκλαβεῖν τὸ, ὑπηρέται γενόμενοι τοῦ Λόγου· ἤτοι τοῦ διδασκαλικοῦ λόγου, ὅν παρεδίδου ὁ λωτήρ· ἢ καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου, ᾦ καὶ ἐξυπηρέτησαν παρόντες οἱ μαθηταί.

Τὴν διάθεσιν ἑαυτοῦ ὁ Λουκᾶς ἐμφαίνει. Πεπληροφόρητο γὰρ, καὶ ἐν οὐδενὶ ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὗ. Τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πισπεύοντας. Καὶ γὰρ ὁ. Ἀπόστολος περὶ τῶν βεβαίων φησίν· Ἴνα ήτε ἐῥιδωμένοι καὶ τεθεμελιωμένοι τῆ πίστει. Οὐδὲν γὰρ οὕτω πληροφορεῖ, ὡς νοῦς καὶ λόγος. Ὄψις γὰρ οὐ πληροφορεῖ· ἐπεὶ οὐκ ἀπὸ σημείων καὶ τεράτων ὁρατῶν κρίνεται τὰ πράγματα· ὀλλὰ λόγῳ κρίνεται, ποῖα τἀληθῆ, καὶ ποῖα τὰ ψευδῆ. Πραγμάτων δέ φησιν, ἐπειδήπερ οὐ κατὰ φαντασίαν, κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας, ἐδραματούργησεν Ἰησοῦς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν· ἀλλὰ τνγχάνων ἀλήθεια, πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγματα.

Στίχ. γ’. Καθεξῆς σοι γράῥαι, κράτιστε Θεόφιλε.

Στί,. δ΄. Ἴνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

Στίχ. ε’. Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίαc ἱερεύς τις ὀνόματι Ζαὰορίας ἐξ ἐφημερίας Ἀβιά· κοὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.

Στίχ. Ϛ΄. Ἦσαν δὲ δίκαιιοι θμσότεροι ἐνώπιον τοῦ Θεοῦ.

Εὶκὸς ὑπολαμβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἕγραψε τὸ Εὐαγγέλιον, ὅς εἷς ἧν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους· ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. Πάντες ἐὰν τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. Καὶ οὐκ ἄν τις εἵη Θεόφιλος ἀσθενής. Ὥσπερ γὰρ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπτου· Οὐκ ῆν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν· οὕτως εἴποιμι ἂν, ὅτι πᾶς Θεόφιλος κράτιστός ἐστιν, ἕχων τὸ κράτος καὶ τὴν δύναμιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ. Καὶ οὕτως ἐπιγνώσεταί τις περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν, συνεὶς τὸν λόγον τοῦ Εὐαγγελίου. Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον κατέχῃ, καὶ τὴν πίστιν διατηρῇ.

Τὸ εἶναι δίκαιον ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος. Αὐτὸς γὰρ ἐπίσταται τὰς καρδίας τῶν ἀνθρώπων μονώτατος. Ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἷναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς καρδίας μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένος λογισμοὺς πονηρούς. Τοιοτον καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ· Ὧν ὁ ἕπαανος οὐκ ἐξ ἀνθρώπων, ἀλΤʼ ἐκ Θεοῦ. Οἱ γὰρ ἄνθρωποι οὐκ ἀξίως ἐπαινοῦσι, τὸ φαινόμενον μόνον βλέποντες· ὁ δὲ Θεὸς καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν, καὶ τοῦ ἐπαινετοῦ τὸν ἔπαινον ἀξίως ποιεῖ.

Στίχ. Ϛ΄. Πορευόμενοι ἐν πάσας ταῖς ἐντολας καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.

Στίχ. ζ΄. Καὶ οὐκ ἧν αὐτοῖς τέκνον· καθότι Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφσότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

Στίχ. ή. Ἐγένετο δέ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ, ἔναντι τοῦ Θεοῦ,

Στίχ. Θ΄ Κατὰ τὸ ἕθος τῆς ἱερατείας· ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου.

Στίχ. ι΄. Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.

Ἴσως ἐρεῖ τις· Διὰ τί πρόκειται τούτοις τὸ,ᾶμεμπτοι; ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν· εἰ μὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀμέμπτως δέ. Φημὶ δὲ οὗν πρὸς αὐτὸν, ὅτι, εἰ μὴ ἧν τοῦτο, οὐκ ἂν ἐλέγετο· Δικαίως τὸ δίκαιον διώξεις. Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιούτου ἔχειν,. (43) ποιοῦμεν τὰς ἐντολὰς ἀμέμπτως.

Στίχ. ια΄. Ὥφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεβιῶν τοῦ θυσιαστηρίου τοῦ θυχαάματος.

Στίχ. ιβ΄. Καὶ ἐτοράχθη Ζαχαρίας ἰδών· καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.

Στίχ. ιγ΄. Εἷπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ ψοθοῦ, Ζαχαρία, διότι ἐσηκούσθη ἡ δέησίς σου, παὶ ἠ γυνἡ σου Ἐλισάβετ γεῖνήσει υέόν σοι, καὶ καλέσεις τὸ ὅνομα αὐτοῦ Ἰωάσνην.

Σπίχ. ιδ΄. Καὶ ἔσται χαρά σοι κὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.

(44) Διὰ συγκαταβάσεως ὤφθη ἅγγελος τῷ Ζαχαρίᾳ. Οὐδὲ γὰρ φθαρτοῦ σώματος ὀφθαλμοῖς δύναταί τις ἰδεῖν ἅφθαρτονσῶμα. Ἐκ δεξιῶν δὲ ὥφθη ἑστὼς ὁ ἄγγελος τοῦ θυσιαστηρίου, ὅτι αἴσια αὐτῷ ἕμελλε προαγγεῖλαι. Ἐταράχθη δὲ Ζαχαρίας ἰδών. Σενίζουσα γὰρ ἡ ὅψις ἀνθρώπῳ φαινομένη οὐκ ἕστιν ὑπομονητική. Ἀλλʼ ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Σαχαρίαν ὁ ἄγγελος, καὶ ἀνακτᾶται αὐτὸν, εἰπών· Μὴ φοβοῦ, Ζαχαρία.

(45) Ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ Θεὸς ἢ οἱ ἄγγελοι, ἀλλὰτοῖς καθαρὰν ἕχουσι τὴν καρδίαν, καὶ ἀξίοις τοῦ βλέπειν. Εὑρίσκεται γὰρ τοῖς μὴ περάζουαιν αὐτὸν, ἐμφανίίεται δὲ τοῖς μὴ ἀπιστοῦσιν οὐτῷ.

Τοῦ αὐτοῦ. Ἐπειδὴ πάντες οἱ ὁρῶντες ἀγγέλους ἐφοβοῦντο, μήπως ὡς μέλλοντες λαβεῖν αὐτῶν τὰς ψυχὰς παρεληλύθασιν, ὡς καὶ ὁ Μανωέ φησι· διὰ τοῦτο λύων αὐτοῦ τὴν ἀγωνίαν ὁ ἅγγελος, εἶπε τό· Μὴ φοβοῦ. Οὐ γὰρ μόνον οὐ τελευτᾷς, ἔνθα λύπη καὶ δάκρυα, ἀλλὰ καὶ ζῆς καὶ τεκνοποιεῖς, καὶ χαρὰ μεγάλη ἔσται σοι· Γεννήσει γάρ σοι υἱὸν ἡ Ἐλισάβετ, οὗ οὐ γέγονε μεί δῶν ἐν γετνητοῖς τῶν γυναικῶν. Εἷτά φησι· Καὶ πολλοὶ ἐπὶ τῇ γετνήσει αὐτοῦ χορήσοσται. Εἰ γὰρ καὶ μὴ πάντες Ἰουδαῖοι, ἀλλὰ πολλοὶ ἐχάρησαν ἐπὶ τῇ παρουσίᾳ τοῦ προδρόμου διαγγέλλοντος τὴν τοῦ Σωτῆρος ἐπιδημίαν.

(46) Κατὰ τὴν θεωρίαν, ἡ σιωπὴ τῶν Προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ Θεοῦ. Οὐκέτι γὰρ Θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ μεταβέβηκεν Θ ἐν ἀρχῇ λόγος πρὸς ἡμᾶς. Καὶ παρʼ ἡμῖν οὐ σιωπᾷ, παρʼ ἐκείνοις δὲ σεσιώπηκε. Διὰ τοῦτο σιωπᾷ ὁ προφήτης Ζαχαρίας. Τὸ δὲ διανεύειν (47) μένοντα κωφόν.

Στίχ. κβ΄. Ἐξελθὼν δέ οὐκ ἡδύνατο λαλῆσα αὐτοῖς, καὶ ἐπέγνωσαν, ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτός ἦν διανεύων αὐτοῖς, καὶ διἐμενε κωφός.

δτίχ. κγ΄. Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἰ ἡμέραι τῆς λειιτοτργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

Στίχ. κδ΄. Μετὰ δὲ ταότας τὰς ἡμέρας συνέλαβεν ἡ Ἐλσάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα·

Στίχ. κε. Ὅτι οὕτως πεποίηκεν δ Κύριος ἐν ἡμέρας αἷς ἐπεῖδεν ἀφελεῖν τὺ ὅνειδός μου ἐν ἀνθρώποις.

δίχ. κς. Ἐν δὲ τῷ μηκὶ τῷ ἕκτῳ ἀπεστάλη δ ἄγγελος Γαβριήλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς αλιλαίας, ῃ ὅνομα Ναδαρέτ,

Στίχ. κζ. Πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾦ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Mαριιάμ.

Τί δὲ διένευεν αὐτοῖς; προακούσας ἐράσμιον πρᾶγμα ἑαυτῷ μέλλειν ἔσεσθαι, οὐκ ἕσπευσε πρὸ καιροῦ 21 Sap. 1, 2. Luc. VII, 28. μετὰ τοῦτο ἕφθασεν ἐπὶ τὸν ἕνδρα· οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ τῶν γυναικῶν ἥρξατο, ἵνʼ ἀπεντραπῶσιν σἱ γυναῖκες τὴν ἀσθένειαν, καὶ τὰ γυναικεῖα ἀποθέμεναι, ζηλώσωσι τοὺς βίους τῶν μακαρίων τούτων. τίχ. μγ΄. Καὶ πόθεν μοι τοῦτο δῆλον, ἵνα ἕλθῃ ἡ μήτηρ. καὶ τὰ ἐξῆς.

αὐτοῦ. Σύμφωνα τῷ υἱῷ φθέγγεται ἡ Ἐλισάβετ, ἀναξίαν ἑαυτὴν τῆς παρουσίας τῆς Θεοτόκου λέγουσα, ὥσπερ καὶ Ἰωάννης τῆς πρὸς τὸν Χριστὸν παραστάσεως. Τί γάρ μοι, φησὶ, τηλικοῦτον πέπρακται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; Μητέρα καλεῖ τὴν ἔτι παρθένον, φθάνουσα προφητικῷ λόγῳ τὴν ἔκβασιν. Θεία μὲν οὖν οἰκονομία τὴν μαρτυρίαν ἤγαγε πρὸς τὴν Ἐλισάβετ, ἵνα καὶ ἡ μαρτυρία Ἰωάννου ἐκ μήτρας εἰς τὸν Κύριον διὰ τῆς ἰδίας μητρὸς Ἐλισάβετ πληροφορηθῇ, καὶ ἵνα απτὰ τὴν τοῦ ἀγγέλου φωνὴν ὀψομένη τὴν Ἐλισάβετ, καὶ τὸ ἐν αὐτῇ παράδοξον κύημα, διὰ τούτου καὶ τὸ μεῖζον πιστεύσῃ, τουτέστι τὸν ἐξ αὐτῆς φημι τῆς παρθένου ἄσπορον τοκετόν. Καὶ συντρέχει πρὸς τὴν πίσπιν ταύτην καὶ ὁ λόγος ὁ τῆς Ἐλισάβετ, λεγούσης· Κοὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἕσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Βεβαιοτέρα γὰρ πρὸς τὴν πίστιν ἐκ τούτων ἐγίνετο τῶν ῥημάτων ἡ παρθένος, μακαριζομένη, ὅτι ἐπίστευσεν, ἀγγέλου τε προσημαίνοντος, καὶ τῆς συγγενίδος παραπλησίως προφητευούσης.

Ποῦ αὐτοῦ. Ἴδωμεν λοιπὸν παρθενικὴν προφητείαν.

Στίχ. μς΄. Μεγαλύνει ἡ ψυχή μου τὸν Κυρίον.

Πῶς ἡ ψυχή μου μεγαλύνει τὸν Κύριον, κατανοητέον. Ἐὰν ἀξίως πολιτευώμεθα κατʼ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς, καὶ ὁμοιωθῶμεν τῷ πρωτοτύπῳ, κατὰ τὸ δυνατὸν, διʼ ἀγαθῶν ἔργων, μεγαλύνομεν τὸν Κύριον λόγοις, ἔργοις, νοήμασι. Σμικρύνει δέ τις αὐτὸν αναλόγως, κατὰ τὴν κακίαν τὴν ἐνυπάρχουσαν αὐτῷ. Τῆς οὖν Μαρίας ἡ ψυχὴ ἐμεγάλυνε τὸν Κύριον, τὸ δὲ πνεῦμα αὐτῆς ἠγαλλιάσατο ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι. Πρῶτον ἐμεγάλυνεν ἡ ψυχὴ αὐτῆς, εἷτα ἠγαλλιάσατο τὸ πνεῦμα αὐτῆς.

Παρατηρήσασθαι δῖ ἐν ὅλγτῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γαφῆ, εἴ πού ἐστιν εὑρεῖν ἐπὶ ἁμαρτωλῶν γενέσεως εὶρημένον τό· Ἐπλήσθη ό χρόνος τοῦ τεκεῖν. Οὐκ ἂν γάρ τις εὕροι, ὡς οἶμαι· ἀλλʼ ὅπου ὠνόμασται, ὄπι δίκαιός ἐστιν ὁ γεννώμενος. Καὶ τοῦτο δὲ καὶ τὰ λοιπά (54).

Ἡ Ἐλισάβετ, προφῆτις οὗσα, καὶ τὴν γενομένην τῷ ἀνδρὶ ἀποκάλυψιν μὴ ἀκούσασα, τῷ Πνεύματι ἁγίῳ τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν, καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνομάσεσθαι. Ὡς δὲ καὶ παρὰ τοῦ πατρὸς ἠξίουν μαθεῖν, καὶ διένευον αὐτῷ, ὡς μὴ ἀκούοντι ἢ λαλῆσαι δυναμένῳ· λαβὼν δέλτιον ἕγραψε συμφώνως τῇ ἑαυτοῦ γυναικὶ τοῦ παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τούτων ἐκτλήττεσθαι. Εἶτά φησιν· Ἀνεῴχθη δὲ τὸ στόμα ἀετοῦ. Μετὰ τὸ γράψαι δηλονότι ἐν δέλτῳ, ὅτι Ἰωάν. 34 Luc. I, 45. ⁶ i. 7. ss bid. 64. (34) lom. IX, cica finem. νης ἔσται τὸ ὄνομα αὐτοῦ, ἐλύθη ἡ δεδεμένη φωνή. Καὶ ἀπέλαβε τὴν ἑαυτοῦ γλῶσσαν, οὐκέτι καθὰ πάλαι δεδεμένην τῇ ἀπιστίᾳ, ἀλλʼ εὐλογοῦσαν τὸν Θεὸν, καὶ προφητεύουσαν τὰ ἀναγεγραμμένα.

Περισσόν ἐστι τὸ λέγειν, καὶ τὰ λοιπά.

Ὡς οἶμαι καὶ οἱ πατέρες ἡμῶν Ἀβραὰμ, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ ὅλος ὁ χορὸς τῶν ἀγίων αὐτοῦ προφητῶν καὶ δικαίων, ἀπήλαυσαν τῆς παρουσίας τοῦ Χριστοῦ. Εἰ γὰρ εἰρηνοπαίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῆ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς παραδέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἡ ἐπισκοπὴ, καὶ τοῦτο ἡ εἰς τὸν ᾅδην αὐτοῦ ἄφιξις ἐπραγματεύσατο διὰ τὸ ἀνεξιχνίαστον αὐτοῦ ἔλεος; Τοῦτο δὲ, εἰ καὶ νῦν γέγονεν, ἀλλʼ ἕκπαλαι προανεφωνήθη· καὶ ἀδύνατον ἦν μὴ ἐκβῆναι αὐτοὺς λόγους εἰς ἕργον. Ὅρκῳ γὰρ ἐβεβαίωσε τὰς ἐπαγγελίας διὰ τὸ ἀπαράβατον, ὅτι πάντως ἔσται. Καὶ νῦν οἱ πιστοὶ ἀφόβως ἐκ χειρὸς τῶν νοητῶν ἐχθρῶν ῥύονται.

(57) Πολλάκις ῥύονταί τινες, καὶ τὰ λοιπά.

(58) Οὐκ εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν εἰς Ἰεροσόλυμα πρὸς τοὺς ἱερεῖς καὶ γραμματεῖς καὶ Φαρισαίους ἀπέρχεται ὁ ἄγγελος· ἀλλὰ ποιμένας εὑρίσκει ἀγραυλοῦντας, καὶ φυλάσσοντας φυλακὰς τῆς νυκτός ἐπὶ τὴν ποίμνην αὐτῶν· τούτοις γὰρ εὐαγγελίζεται τοῦ Σωτῆρος τὴν γέννησιν. Οὗτοι μὲν γὰρ ἄπλαστοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν. Ποιμένες γὰρ ἦσαν καὶ οὗτοι, οἳ καὶ δραμόντες τοῖς ἑτέροις καὶ ἀπήγγελλον. Ἐκεῖνοι γὰρ διεφθαρμένοι ὅντες τῷ φθόνῳ, ἕμελλον κρύπτειν τὸ τῆς τοῦ κόσμου σωτηρίας μυστήριον.

(59) Μόνος γὰρ οὗτος διήνοιξε μήτραν ἐκ παρθένοω τεχθείς. Οὐδὲν γὰρ τῆς μήτρας ἐκείνης ἥψατο πρὸ Χριστοῦ. Πάντα δὲ τὰ πρωτότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλʼ οὐ διανοίγουσιν αὐτὰ πρῶτα τὴν μήτραν, ἀλλʼ ὁ σύμβιος.

(60) Μήπως καταλέλοιπεν αὐτούς. Ὀδυνώμενοι οὗν ἐζήτουν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ζὴτοῦντες αὐτὸν, οὐχ εὗρον ἐν τοῖς συγγενέσιν· ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν.

ΚΕΦ. Β΄.

(61) Στίχ. μθ΄.Οὐκ ᾔδειιτε, ὅτι ἐν τοῖς τοῦ Παιρὸς ἔδει εἷναί μες;

Ὡς πρὸς ῥητὸν ὁπλισώμεθα κατὰ τῶν ἀθέων αἱρέσεων, λεγουσῶν, ὅτι οὐχ ὁ δημιουργὸς Πατὴρ Ἰησοῦ Χριστοῦ, οὐδὲ ὁ Θεὸς τοῦ νόμου, ωὐδὲ ὁ Θεὸς τοῦ ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ. Τῆς γὰρ φωνῆς αὐτοῦ ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου, αἰδείσθωσαν, λέγοντος· Ἐν τοῖς τοῦ Πατρός μου δεῖ εναί με, εἰ προσίενται τὸ ῥητόν. Ἇρα γὰρ οὕτως ἦσαν ἀσύνετοι, ὡς μὴ συνιέναι, ὅ τι ἕλεγεν· Ἐν τοῖς τοῦ Πατρὸς, ἀντὶ τοῦ· Ἐν τῷ ναῷ, Ἤ μήποτέ τι μύστηριον 74. 40 Luc. 11, 8. (59) Ἀνεπιγ. (60) Confer. hom. XIX et infra in cod. 594, ad cap. 1, vers. 63. (61) Ὠριγ. αἰνίττεται· Εἵ τις ὑμῶν τοῦ Πατρός ἐστιν, ἕχει τὸν Χριστὸν ἐν ἑαυτῷ; Μᾶλλον γὰρ τοῦ Πατρὸς ὁρῶν ἔμψυχόν ναὸν, τὸν καλόν τε καὶ ἀγαθὸν, ἢ τὸν ναὸν ἐκεῖνον· ἐξῆλθε γὰρ ἀπὸ τοῦ ναοῦ ἐκείνου εἰπών· (62) Ἀφίται ὑμῖν ὁ οἶκος ὑμῶν, καὶ ἀπῆλθεν ἐπὶ τὸν ναὸντοῦ Πατρὸς, τὰς Ἐκκλησίας τὰς πανταχοῦ. Στίχ. να΄. Καὶ ἧν ὑποτασσόμενος αὐτοῖς, καὶ τὰ λοιπά.

(63) Ἐπὶ μὲν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ προφητικῷ ἀναγράφεται βασιλείας μένον Ἰουδαίων· Ὅρασις γὰρ, φησὶν, ἣν εἷδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἰερουσαλὴμ ἐν βοσιιλείμ θζίου, καὶ Ἰωάθαν καὶ Ἀχὰζ καὶ Ἐζεχίου· καὶ οὐδένα ἅλλον οἷδα βασιλέα ἀναγεγραμμένον ἐν τῷ χρόνῳ τῆς προφητείας ἢ τὸν τῆς Ἰουδαίας ἐπί τινων δὲ προφητειῶν καὶ τὸν βασιλέα τοῦ Ἰσραήλ. Ὅτε δὲ ἔμελλε τὸ μυστήριον τοῦ Εὐαγγελίου Ἰωάννης κηρύσσειν, ἀναγέγραπται οὐχὶ Ἰουδαίας μόνος βασιλεὺς Ἡρώδης, οὐδὲ ωμαίων μόνος Τιέριος.

ΚΕΦ. Γ΄

(64) Εἰ μὲν οἱ ἀπὸ τῶν ἐθνῶν μόνοι ἔμελλον σώζεσθαι, πάντη δὲ ἀποκέκλεισται ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ, Ἐν ἔτει ιέ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος· ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλιλαίας, καὶ τοὺς ἀπὸ τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος, καὶ Ἀβιλινῆς πιστεύειν, διὰ τοῦτο ἀναγράφονται κοὶ αὗται αἱ βασιλεῖαι. Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καιάφα, ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ καιροῦ, καθʼ ὸν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ Κυρίου ἐν τῇ ἀρχιερωσύνῃ.

Τοῦ αὐτοῦ. Οὐδέποτε γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ. Ἐπειδὴ δὲ ἔμελλε πολλὰ τέκνατῆς ἐρήμου μᾶλλον εἶναι ἢ τῆς ἐχούσης τόν ἄνδρα, διὰ τοῦτο ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην ἐν τῇ ἐρήμῳ. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκ περισσοῦ ἐποίει πηρύσσων ἐν τῇ ἐρήμῳ. Καὶ ἧλθεν εἰς πᾶσαν τὴν σερίχορον τοῦ Ἰόρδανον· (65) ποῦ γὰρ ἔδει τὸν Βαπτιστὴν προέρχεσθαι, ἢ εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούληται μετανοεῖν, εὐθέως εὐσπορήσῃ τοῦ ποταμοῦ; Καταβαίνων γάρ ἐστιν ὡς ἀληθῶς ὁ ποταμός τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὀ σωτήριον. Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιιν ἀμαρταιῶν θάπτισμα. Εἰς ἄφεσιν δὲ ἁμαρτιῶν, τίνι; ἢ τῷ μηκέτι ἁμαρτάνοντι. Εἶτα τὸν Ἡσαΐαν παρίστησι τοῦτο αὐτὸ βοῶντα; Τί γάρ; φησι οθωνὴ βοἀπτος ἐν τῆ ἐρήμῳ. Τοῦτο δέ φησιν· ὡς ἂν Ἡσαΐου σὐτοῦ ἀκούοντος τῶν λόγων Ἰωάννου. Ἐπίλεκτος γὰρ ἦν εἰς ἀποστολὴν Ἰωάννης, καὶ τέλειος προφητῶν. Ἑπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἧν τοῦ Λόγου, εἰκότως φωνὴ ὠνόμασται, οὐ λόγος. Προλαμβάνει γὰρ ἡ φωνὴ τὸν λόγον. Τὸ δέ Ἑτομάσατε τὴν ὀδὸν.

μὲν ὁλόκληρον τοῦ Εὐαγγελίου οὐκ ἔχουσα, ἀρχὴν δὲ τῆς Καινῆς Διαθήκης εἰσάγουσα.

Τρία πράγματα εἰσάγει, καὶ τὰ λοιπά.

EJUSDEM IN LUCAM.

Ex cod. Venet. 394 (72—73).

ΚΕΦ. Α΄.

Στίχ.

(74) Βλέπε τὸν τύπον ν τῷ Ζαχαρίᾳ. Ἐκβαλόντες γὰρτὸν λόγον ἐφʼ ἑαυτῶν. καὶ μὴ δυνάμενοι περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου, κωφοὶ καὶ ἅλογοι μένουσι.

Ετίγ. ξγ΄. Καὶ ατήσας πνακίδιον ἐγραψεν, Ἰωάννης ἐστὶν τοὕνομα αὐτοῦ.

Ἐπαιδὴ γὰρ ἑρμηνεύεται Ζαχαρίας μὲν μνήμη θεοῦ, Ἰωάννης δὲ δ δεικνύς· μέμνηται δέ τις τοῦ ἐπότος, δείκνυσι δὲ τὰ παρόντα· διὰ τοῦτο οἱ τοῦ παιδὸς τούτου γεννήτορες οὐκ ἀνέσχον αὐτὸν καλεῖν Ζαχαρίαν, ἀλλὰ μᾶλλον Ἰωάννην ὀνομάζειν ἥθελον. Διόται ἕμελλεν μονονουχὶ μνημονεύειν Θεοῦ ὡς ἀπόντος, ἀλλʼ αὐτὸν ἐκεῖνον τῷ δακτύλῳ δεικνύειν παράντα καὶ λέγειν Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ.

Ἥδει μὲν ἡ παναγία Παρθένος, μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλʼ εἰς πρόσωπα τούτων τὸν ἑαυτῆς ἐγκρίνει μνηστῆρα διὰ τὴν τῶν Ἰουδαίων ὑποψίαν, οἰομένων αὐτὸν ἐκ πορνείας γεγεννῆσθαι. Ἁπλούστερον μὲν οὖν λέγοιτο ἂν, ὅτι ἐτίμησεν αὐτὸν τὸ Πντῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ καὶ τὰ λοιπά(75), μήπως αὐτοὺς καταλέλοιπεν. Ὁ δὲ Κύριος, ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπόκρισιν, θείαν δίδωσι, παρεμφαίνων, ὅτι Θεὸς εἵη σεσαρκωμένος.

Ἤ τοίνυν οὕτω νοήσεις· ὅτι ὅρη μὲν καὶ βουνοὶ αἱ ἀντικείμεναι δυνάμεις διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐταπεινώθησαν· αἰ δὲ φάραγγες οἱ ἄνθρωποι πεπλήρωνται ἐπʼ ἔργοις ἀγαθοῖς. Γεγένηται δὲ πάντα σκολιὰ εἰς εὐθεῖαν. Ἔκαστος γὰρ ἡμῶν σκολιὸς ἧν. Ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται τὰ σκολιὰ εἰς εὐθεῖαν. Καὶ πόλιν τραχὺς ἦν ἡμῶν ὁ βίος, καὶ ὁ λόγος ἀνώμαλος ἐλθὼν δὲ ὁ Κύριος, λεῖα πάντα πεποίηκε.

ΚΕΘ. Γ΄.

Στίχ. α΄. Ἐν ἔτει πέντε καὶ δεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος.

Ἐπὶ μὲν οὗν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ λόγῳ προφητικῷ βασπλεία μόνον Ἰουδαίας ἀναγράφεται. Ὅράσις γὰρ, φησὶν, ἢν εἷδεν ὁ Ἡσαΐας ἐν ἡμέραις Ὁζίου καὶ Ἰωάθαν καὶ Ἀχὰζ, οἳ ἐβασλευσαν τῆςρ Ἰοόδα. Ἐπὶ δὲ τῷ μυστηρίῳ τοῦ 37 Joan. , 2θ, S6. s Isai. . 1. (74) Præcedunt quæ supra leguntur ex cod. 28 (72-73) Incribitur: Εὐαγγέλιον κατὰ Λοῦκᾶν, ἡρ- μηνευμένον ἐκ διαφόρων ἐρμηνυτῶν, τοῦ τετραβαγ- desimtque hoc modo. (75) Vide supra cod. 28, in fiac capitis- γέλου τὴν ἑρμηνείαν εἰσάγων ἕνδον. Εὐαγγελίου μέλλοντι ἐν ὅλῳ κόσμῳ κηρύσσεσθαι ἡγεμονία Τιβερίου Καίσαρος ἀναγράφεται, ὅς ἐδόκει ὅλου τοῦ κόσμου εἶναι βασιλεύς. Καὶ εἰ μὲν οἱ ἀπὸ ἐθνῶν μόνοι ἤμελλον σὦζεσθαι, παντὶ δὲ ἀπεκέκλειστο ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ μνησθῆναι μόνον Τιβερίου. Ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς αλιλαίας καὶ Ἰτουραίας καὶ Τραχωνίτιδος πιστεύειν, διὰ τοῦτο ἀναγράφονται αὗται αἱ βασιλεῖαι, ἤτοι τετραρχίαι. Οὐδέποτε δὲ γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ, εἰ μὴ νῦν μόνον διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα τῆς ἐρήμου μάλλον εἷναι, τουτέστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥπερ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον τῆς Ἰουδαίων συναγωγῆς φημι. Τὸ δὲ εἰπεῖν, ὅτι Ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην, τουτέστι πρόσταγμα.

Στίχ. γ΄. Καὶ ἦλλθεν εἰς πᾶσαν τὴν περίχορον τοῦ Ἰορδάνου.

(76) Ποῦ ἔδει τὸν Βαπτιστὴν περιέρχεσθαι ἢ εἰς την περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούλοιτο μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; ἑρμηνεύεται δὲ Ἰορδάνης καταβαίνων. Καταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον.

Στίχ. ἐ. (77) Φσσὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναιρεῖν τὸν ἐξ οὗ συλλαμβάνει ἄῤῥενα· οὗ ἡ σπορὰ αὐξάνουσα, τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαῤῥήξασα τῆς μητρὸς τὴν γαστέρα, ποινὴν ὥσπερ τοῦ διαφθαρέντος πατρόςΤοιοῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευματικοὺς αὐτῶν πατέρας καὶ διδασκάλους διαφθείροντες χερσίν. Εἵρηται περὶ τούτων ἐν τῷ Ματθαίῳ πλατύτερον.

KEΦ. Δ΄.

Στίχ. θ΄. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήχ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.

Ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ. Οὐ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης. Ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σὲ, ὦ διάβολε, εἰ μὴ Ἰησοῦς βοηθήσει τοῖς ἀγγέλοις, προσκόπτουσι. Καὶ σὺ διὰ τοῦτο πέπτωκας ἐξ οὐρανοῦ, ἐπειδὴ αὐτάρκη ἐνόμισας ἑαυτὸν εἶναι, καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. Ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλʼ εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε· Γέγραπται γάρ· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ‘Υῤίστου, ἐν σκέπει τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Τοῦτο δικαίῳ μᾶλλον ἁρμόζειἢἢ τῷ Υἱῷ τοῦ Θεοῦ· καὶ αὗθις· Πεσεάται ἐκ τοῦ κλίτους σου μιλμὰς, καὶ μυριὰς, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται.

Στίχ. μ΄. Δύναντος δὲ τοῦ ῆλίου, πάντες ὅσοι εἶχον ἀσθενοσντας νόσοις ποικίλαις, ἥγαγον 59 GaI. IV, 27. Luc. III, 2. 61 Psal. xc, 1. 62 IPid.7. (16) Vide supra ad cap. II, 51, ex cod. 28. (77) Origenis et Gregorii Τheologi. αὐτοὸς πρὸς αὐτύν. Ὁ δέ ἑνὶ ἑκάστω αὐτῶν τὰς χέρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς.

Περὶ δυσμὰς δὲ τούτους προσῆγον, ἤτοι μεθʼ ἡμέραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ (78) περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐμῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστὴς, ὅτι ἦν διδάσκων αὐτοὺς ἐν Σαββέτῳ. Διὰ τοῦτο περὶ δύσιν ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἱ προσήκοντες· ὁ δὲ αὐτοὺς ἐθεράπευσε.

ΚΕΦ. Ζ΄.

Σιίχ. κβ΄.

(79) Ἱστορικῶς δέ· Μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου, πρῶτον τὰ ἱμάτια πλύνεται ὁ καθαρισθεὶς, εἶτα πᾶσαν τρίχα ξυρᾶται, καὶ ἐπὶ τούτοις λούεται ὕδατι, μεθʼ δ ἐπιφέρεται τὸ, Καθαρὸς ἔσται. Εἴη δʼ ἄν τὰ ἱμάτια πολιτεία μὴ πάντως κακῶς ὑφασμένη, ἐπεὶ κἄν ἀπέθετο ταῦτα. Τρίχα δὲ τὰ ἐξανθήσαντα τεκρὰ τῇ ψυχῇ (80), αἷς ἐναντίαι αἰτοῦσι Σαμουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν μαθητῶν ἠριθμημέναι. Τῶν γὰρ Nαζιραίων σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀνέβαινε. Πάνθʼ ὅσα ἂν ποιῶσιν εὐοδούμενα πραττόντων, ὡς μηδὲ φύλλα αὐτῶν καρποφορούντων ἀπορρεῖν. Ἥδη δὲ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου. Μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἅξιος γίνεται, εἰς δὲ τὸν ἵδιον οἷκον οὐκ εἴσεισιν ἕως ἡμερῶν ἑπτὰ, καὶ τοῦ πάλιν ξυρανθῆναι τὴν κεφαλήν. Διὰ τὰ τῶν δογμάτων κεραιωδέστερα (81), καὶ τὴν γνῶσιν ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· διὰ δὲ τῶν ὀφρύων, ἅπασαν οἴησιν.

(82) Διὰ τἱ δὲ τοῦ λεπροῦ ἀκάλυπτον εἶναι τὴν κεφαλήν; Ἵνα γνώριμος ᾗ, καὶ μὴ μεταλαγχάνωσι τῆς ἐκαθαρσίας οἱ πλάζοντες (83). Τὸ δὲ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, μέχρις ἂν ὑποστρέψας καθαρισθῇ.

Κατὰ δέ τινας πάλιν, τὸν ὀλὸ (84) λεπρὸν ὀνομάσας, καθαρίζει· δεικνὺς, ὡς ὁ Θεὸς τὸ ποικίλον μισεῖ. Σαφέστερον δὲ προῖὼν τοῦτο δηλοῖ ἐν τῷ· Τὸν ἔμπελῶνά σου οὐ κατασπερεῖς διάφορα. Καὶ ίμάτιιον ἐκ δύο ὑφασμένον. Καὶ τὰ κτήνη σου οὐ κπτοχετεύσεις ἐτεροίύγῳ. Πανταχοῦ προτιμῶν τὴν ἀτλότητα, ἥτις ἐν τῷ ὀλολέπρῳ θεωρεῖται.

ΚΕΦ. Η΄.

Στίχ. ις΄. Οὐδεὶς λύχνον ἅψας καλόπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλʼ ἐπὶ λυχνίας, ἵνα οἱ εἰσπορευόμενοι βλέπωοα τὸ ρσῶς.

Στίχ. ιζʼ. Οὺ γτάρ ἐστι κρυπτὐν, ὃ οὐ φανερὸν γετήσεται· οὐδέ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ.

ἕχη, δοθήσεται αὐτῷ· καὶ δς ᾶν μὴ ἕχῃ, καὶ δ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπʼ αὐτοῦ.

Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς πλειοτάτοις τῶν μαθητῶν τοῦ Ἰησοῦ δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρημένων· Ὅοτι ἐκεῖνος ἧν ὁ λύχνος, ὁ κοιόμετος καὶ φαίνων. Ἀ λλὰ ό λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός, ἀναφέρόμενος ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν. Ἀλλὰ καὶ τό· Ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι, πρὸς πάντας εἵρηται τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικῇ κρύπτειν αὐτὸν, ἀλλʼ ἐπιτιθέναι λυχνίᾳ· ἧς σύμβολον Μωσῆς ἀπέθετο ἐν τῇ σκηνῇ μαρτυρίου. Μοδίῳ μὲν γὰρ σιτομετρήσθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίμου οἰκέτου οἱ σύνδουλοι· βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου τῇ λυχνίᾳ, ἤγουν τῇ Ἐκκλησίᾳ πάντων. Ἀλλʼ οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑποκάτω. Τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται τοῖς εἰσπορευομένοις εἰς τὴν οἰκίαν· οἷς δεῖ τιθέναι τὸν λύχνον οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ, καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα καθʼ ἣν κατεσκεύασεν αὐτὸν ὁ δημιουργὸς, λύχνου δεομένου τῆς ἀπὸ τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ μετέχοντα τοῦ εἰπόντος· Ἐγω σῶς εἰς τὸν κόσμον ἐλήλυθα. Οἱ γὰρ καίοντες τὸν λύχνον, καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν ἵνα λάμπῃ πᾶσιτοῖς ἐν τῇ οἰκίᾳ, προτρέψονται τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν.

(85) Στίχ. λη΄. Ἀπέλυσε δέ αὐτόν ὁ Ἰησοῦς λέγων

Στίχ. λθ΄. ‘Υπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθʼ ὅλην τὴν πόλιν ηρύσσων ὅσα ἐποίησεν αὐτῷ δ Ἰησοῦς.

Πέμπει αὐτὸν εἰς τὸν οἶκον. Οὐ γὰρ τοσοῦτο μέτρον εἶχεν ὁ ἀνὴρ, ἵνα πρὸς τὸ καθῆσθαι παρὰ τοὺς πόδας Ἰησοῦ ἱματισμένος χωρήσῃ. Καὶ τῷ εἶναι σὺν αὐτῷ, τῶν ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυναμέτων ἐκεῖ σωτηρίας, τὸν αὐταρκῶς παρακαθίσαντα τοῖς ποσὶν αὐτοῦ ἀπολύσας, ἵνα διδάσκῃ ἃ ἐποίησεν αὐτῷ ὁ Θεός. Εἶεν δʼ ἅν τινες τοῦ τοιούτου ἀκροασταὶ καὶ μαθηταὶ, πλείονα μὲν οὐ χωρήσαντος (86) ἐξ ὀλίγων ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις δʼ ἂν τὸν λόγον καὶ ἐπὶ τὴν τοῦ ἀνθρώπου φύσιν, τοῦ ἔξω Ἰσραὴλ, διʼ ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ πρὸς ὅν ἔξεισιν ὁ Ἰησοῦς ἐπὶ τὴν γῆν. Τμάτιον δέ, φησὶν, οὐκ ἐνεοθόσκετο ὁ ἄνθρωπος. Οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην. Καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν. Οὐ γὰρ ἦν, ὡς Ἰακὼβ, ἄνθρωπος ἅπλαστος οἰκῶν οἰκίον. Διὸ καὶ αὐτὸν τοῦτον ἀπέλυσε, λέγων· ‘Υτόστρεφε εἰς τὸν οἶκόν σου. Καὶ ἐν τοῖς μνήμασιν ἕμενεν, οὐ μετὰ ζώντων, μετὰ νεκρῶν δέ. Ἧν δέ, φησὶν, ἀγέλη χοίρων θκανῶν βοσκομένων ἐν τῷ ὄρεα. Μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει. 67. MAth. VI, 22. 68 Lac. XI , 55 27. Ibid. 73 ibid. 74 ibid. 32. 69 Joan. XII, 46. 70 Lac. VIII, 57. 71 ibid. (86) Forte χωρήσαντας. μετὰ τοῦ κρημνοῦ ὥρμησεν ἡ ἀγέλη; Μήποτε οὖν οἰ φιλήδονοι, καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαιμόνων βόσκονται· ἀγαθότητι δὲ Ἰησοῦς τὴν τῶν δαιμόνων ἀφανίζει σὺν τοῖς χοίροις ἐν τῷ ὕδατι ἀγέλην, καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδζει τῇ ἀναπνοῇ διὰ δαιμόνων τάχα, καὶ σωφρονεῖ ὁ τοιοῦτος; Εἴ τίς τε σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν· ἀλλʼ ὁ ἀρχόμενος σωφρονεῖν παρὰ τοὺς πόδας αὐτοῦ ἐστιν.

Στίχ. μή. Εἶτε δε πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε. Πορεύου εἰς εἰρήνην.

Ἡ μὲν οὖν πλειοτέρα ψυχὴ, καλῶς λατρεύσασα τῷ Λόγῳ τοῦ Θεοῦ, παῤῥησίαν ἕχει ἐπʼ αὐτὴν τὴν κεφαλὴν ἐλθεῖν· κεφαλὴ δὲ Χριστοῦ δ Θεός· ὥστε καταχέαι μύρον αὐτῆς, καὶ εὐωδίαν τῇ δόξῃ τοῦ Θεοῦ πεποιῆσθαι. Δοξάζεται δὲ ὁ Θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ ἀτελεστέρα γυνὴ καὶ ψυχὴ παρὰ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἧς ἐγγύς ἐσμεν ἡμεῖς. Οὐδὲ γὰρ μετενοήσαμεν ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν. Ποῦ ἡμῶν τὰ δάκρυα; ποῦ ὁ κλαυθμός; ἵνα κἂν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν. Ἐπʼ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθείη δευτέρως εἶναι ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν· τουτέστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων κα. ὑψηλπτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων.

Στίχ. νβ΄. Ἔκλαιιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δέ εἶπε· Μὴ κλαίετε· Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

Στίχ.νγ. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀυπέθανε.

(87) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστορία. Χρὴ δὲ ἵσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάρενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπκῶς συνέβανεν ἐκείνοις, ἐγράφη δὲ διʼ ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον τὸν σαφηνίζοντα καὶ ταῦτα.

Πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἄπεισιν, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν· καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσα πρώτη αὐτὴ θεραπεύεται; ἦλθε γὰρ ὁ Υἰὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων συναγωγὴν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. Ἡ δὲ αἰμοῤῥοοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλʼ ἀεὶ αἱμοῤῥοοῦσα παὶ νοσοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύσει τῷ Υἰῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Δουκᾶς ὅ μὴ εἶπε Ματθαῖος προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ, καὶ ἡ αἱμοῤῥοοῦσα 75 Cor. ΧΙ, 3. 76 I Cor. X, 11. (87) Ὠμιγ. καὶ Κυρίλλου. δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνῃ αὕτη αἱμορροεῖ. Ἐν ἀπαθεία γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ συναγωγή· καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. Δώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν αὕτη τοῦ πάθους πιστεύσασα θεραπεύεται, ἥτις οὐκ ἵσχυσεν ὑπʼ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλʼ (89) αὐτοὺς δαπανήσασα τὰ παρʼ ἑαυτῆς πάντα, οὐκ ἵσχυσεν ὑπʼ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Ἰησοῦν Χριστὸν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υίὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. Τοῦτο τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησσῦ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, καὶ θεραπευθῶμεν. Καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. Ὅιαν γὰρ τὸ πλῆθος τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴῖ σωθήσεται.

ΚEΦ. Θ΄.

Στίχ. κζ΄. Λέγω δὲ ὀμῖν ἀληθῶς· Εἰσί τνες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἐως ἄν δωσι τὴν βααιιλείαν τοῦ Θεοῦ.

Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τινὲς ἀναφέρουσι, συναναβάντες εἰς τὸ ὑψηλὸν ὄρος Χριστῷ, οἶ καὶ θανάτου οὐκ ἐγεύσαντο, πρὸ τοῦ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἤτοι ἐν τῇ δόξῃ τῆς μεταμορφώσεως αὐτοῦ.

Κἰ δὲ χρή τι καὶ περιεργότερον εἰπεῖν περί τε τοῦ ἑστάναι μετὰ Ἰησοῦ, καὶ περὶ τοῦ γεύεσθαι θανάτου ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισμένοι τῇ ψυχῇ παρʼ αὐτῷ. Ἧν αὐτοῖς ἡ στάσις συγγενὴς τῇ τοῦ Μωσῇ. Κἀγὼ γὰρ, φησὶν ὁ Μωυσῆς, ἔστην ἐν τῷ ὄρει ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ἀξιωθεὶς ἀκοῦσαι· καὶ σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ. Ὀλίγοι δὲ καὶ φίλοι Θεοῦ, ὅσοι τὴν στάσιν ἐν τῷ καλῷ ἔχουσιν, ὡς ὁ Βαπτιστὴς αὐτὸς περὶ αὑτοῦ λέγει· Ὁ δὲ φίλος τοῦ νυμφίου ἑστὼς χαρᾳ χαίρει. Καὶ οἱ ἑστηκότες γοῦν παρὰ τῷ Λόγῳ ἔχουσ. κατὰ τὴν στάσιν διαφοράς. Διὸ οὐ πάντες οἱ ἑστῶτες παρὰ τῷ Σωτῆρι, ἀλλά τινες αὐτῶν, ὡς βέλτιον ἑστηκότες, οὐ γεύονται θανάτου, ἕως ἂν δωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα Λόγον, καὶ διὰ τοῦτο Υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ αὐτοῦ βασιλείᾳ. Οὐ γὰρ ἀεὶ ἐν τῇ αὑτοῦ βασιλείᾳ ἔρχεται, ὡς ἐπὶ τοῖς εἰσαγομένοις, οἵ καὶ μὴ ἔχειν αὐτὸν εἶδος ἢ κάλλος λέξαιεν ἄν. Τοῖς δὲ τελείοις, κατὰ τὸν Δαυΐδ, ὡραῖος φοοίνεται κάλλει παρὰ τοὺς υίοὺς τῶν ἀνθρωπίων. Ἔστιν οὗν βασιλικώτατον ἀξίωμα τῷ Λόγῳ, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἀκολουθεῖν αὐτῷ δυνηθεῖσιν, ἀναβαίνοντι εἰ, τὸ ὑψηλὸν τῆς φανερώσεως αὐτοῦ ὄοος· οὗ τις ἀξιοῦκαι Rom. XI, 25, 26. Deut. IX. 80 Joan. III, 29. 81 1 Isa LIII, 2. Psal. XLIV, 3. (88) Respicitur ad lsagogas, primasquo institutiones. (89) Forte deest εἰς. Πέτρος ὣν, καὶ τὸ ἄσειστον ἔχων ἐν τῇ πίστει· ἢ υἱοὶ ἰροτῶν (90), οἳ κοὶ θανάτου οὐ γεύεπται, ἕως ὅν δωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ὀρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Ζωὴ δὲ ὁ Χριστός. Ὁ δὲ ταύτης ἐχθρὸς θάνατος, καὶ ὁ διʼ ἁμαρτίας, ἢ ἑτέρως νοούμενος. Ὅν τὸ ἕτερον δʼ ὧν ἕκαστος ἡμῶν πράττει ἐκλέγεται. Ὥσπερ οὖν ὁ Χριστὸς ἄρτος ἐστὶ ζῶν, οὕτως ὁ ἐχθρὸς αὐτοῦ θάνατος ἄρτος ἐστὶ νεκρός. Πᾶσα δὲ λογικὴ ψυχὴ θατέρῳ τούτων τρέφεται· ἡ μὲν γευομένη τούτων μόνον, ἡ δὲ καὶ ἐπὶ πλεῖστον ἐσθίουσα. Καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλʼ ἀεὶ ἄρτον τρέφονται ζῶντα. Πέτρῳ οὖν, οὖ πύλαι μὴ κατίσχυσαν ᾅδου, ἀκόλουθον ᾖν τούτου μὴ γεύεσθαι. Τότε γάρ τις γεύεται θανάτου, ὅτε πύλαι ἅδου κατισχύσουσιν αὐτοῦ. Ἀλλὰ καὶ παῖς τῆς βροντῆς υίσῖς, γεννηθεῖσιν ἀπὸ βροντῆς ἀνθρωπίνου χρήματος, ἀδύνατον ἦν θανάτου γεύσασθαι, ταῦ σφόδρα πόῤῥω τῆς μητρὸς αὐτῶν βροντῆς.

Τὸ δὲ, ἐως, ἐνταῦθα δηλοῖ τὸν κατεπείγοντα περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε γενέσθαι μετὰ τὸ ἕως τὸ ἐν αὐτῷ τῷ δηλουμένῳ· ὡς τό· Καὶ δοὸ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐκ ἐγεύσαντο γοῦν οὐδʼ οἱ ἀπόστολοι τοῦ προηρημένου (90) νοητοῦ θανάτου μετὰ τὸ ἰδεῖν τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν.

Ἐπεὶ δὲ ἐν τοῖς αλμοῖς εἴρηται· Τίς ἐστιν ἀνδρωπος ὅς ζήσει, καὶ οὐκ ὄψεται θάνατονς καὶ, Ἐλθέτω δὴ Θάνατος ἐπʼ αὐτούς· καὶ ἔν τινι τῶν προφητῶν· Κατέπιεν ὁ θάνατος ἰσχύσας· ἐν δὲ τῇ Ἀποκαλύψει· Ὁ Θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ τισι· μήποτε ἔλαττον κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αυτοῦ, τούτου δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπʼ αὐτὸν, σαὶ καταλαβεῖν ἐκεῖνον, ᾧ πρότερον ἠκολούθει; Τὸ δὲ καταποθῆναι ὑπὸ τοῦ θανάτου πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. Καὶ ἐπιστήσας τοῖς λεγομένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων, οὐκ ἀανήσεις, οἶμαι, παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι…

Τί…

The complete text is available when the reading interface loads.