Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)
Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης
- Scientific editors
- Jean Baptiste Pitra
- Edition reference
- Analecta sacra spicilegio solesmensi parata · Paris · A. Jouby et Roger · 1884
- CTS identifier
urn:cts:greekLit:tlg2042.tlg086.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Vatic. B, 769, 2.
Οἱ γὰρ φαῦλοι ἄνθρωποι ψευδεῖς, ὥσπερ οἱ ζωγραφούμενοι τὸν Θεόν. Τὸν Θεὸν φοβοῦ, τὰς ἐντολὰς φύλαττε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Ἄμεμπτος, ἐπειδὴ δίκαιος. Θεοσεβὴς, βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις τοῦ βίου γίνεται φυλακή.
ιςʹ, ιζʹ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα... Καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτάς... Vat. 770, 2,
Τὰς μὲν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς· τὰς ὀνάδας καὶ τοὺς βόας, τοὺς ἀροτριῶντας καὶ τὴν γῆν ἐργαζομένους, πεποίηκε γενέσθαι ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσησιν, διὰ τοῦτο πῦρ κατήγαγεν ἐξ οὐρανοῦ ἐπὶ τὰ πρόβατα...
Chapter 2
Κεφ. Β, θʹ. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτὸ. Vat. 771, 2.
Ὅρα τὸ κακοῦργον, ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τε τῷ Ἰώβ τὰ τῆς ἀσθενείας ἦν· αὐτός τε γὰρ ἀσθενέστερος γέγονε τῷ μήκει τοῦ χρόνου, καὶ ἡ ἐλπὶς μᾶλλον ἀπέγνωστο.
Chapter 7
Κεφ. Ζʹ, αʹ. Πότερον οὐχὶ πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; Vat. 775, 2, 776,1.
Δίκην μισθωτοῦ, ἅπαντες περὶ τὴν ἑαυτῶν πονοῦνται ζωήν· ἄλλως γὰρ γεωργὸς συλλέγει τροφὴν, καὶ ἄλλως ὁ τὴν βάναυσον μετιὼν τέχνην, καὶ οἱ ἐν ἀξιώματι ἑτέρως. Ἔστι δὲ ὅλως οὐδεὶς, ὃς οὐ τῶν ἀναγκαίων φροντίζει.
Chapter 10
Κεφ. Ιʹ, ηʹ. Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με. Vat. 779, 1.
Πέπλασται μὲν τὸ σῶμα ἐξ ὑποκειμένου τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ, μὴ προϋποκειμένου τινὸς, ὡς γὰρ ἀσώματος καὶ ἀμέριστος. Ἱκετεύω δὴ μνησθῆναι καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου.
Chapter 12
Κεφ. ΙΒʹ, εʹ. Εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων. Vat. corr. ἄλλους supra lin. 780, 1.
Ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντες, φασὶν ὅτι ἰδοὺ ἡ γραφὴ λέγει ὅτι εἵμαρτο αὐτῷ παθεῖν. Ἀλλ’ οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτο! οὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα· ἀλλ’ ὅτι πάντα ἐν μέτρῳ διοικεῖ τὰ καθ’ ἡμᾶς ὁ Θεὸς τοῖς τῆς αὐτοῦ προνοίας λόγοις, οἶδε καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. Τοῦτο δὲ εἶπεν ὁ Ἰὼβ, ἵνα τὸ κρίμα τῷ Θεῷ παράσχῃ, μονονουχὶ λέγων· Μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες· ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ’ ὅσον ὁ Θεὸς βούλεται.
Chapter 13
Κεφ. ΙΓ’, α’. Ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς, καὶ ἀκήκοέν μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. Vat. 780, 2.
Καὶ εἰ τῇ ἡλικίᾳ ἐλάττων ὑμῶν εἶναι δοκῶ, ἀλλὰ κατ’ οὐδὲν εἰς σύνεσιν λείπομαι, καὶ οὐχ ἥκιστα εἰς τὴν τῶν θείων εἴδησιν, καὶ οὐδὲν ὑμῶν εἰμι καταδεέστερος.
κηʹ. Ὃ παλαιοῦται ἴσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. Vat. 781, 2.
Οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέγει, ἀλλὰ πρὸς τὸ ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν ταῦτα ὑφίσταται.
Chapter 14
Κεφ. ΙΔʹ, αʹ. Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ. Vat. ibid.
Καὶ σκιᾶς δίκην, παρελθὼν τὸν βίον, οὐδὲ μνημόσυνόν τι τοῖς ζῶσιν ἀφίησιν. Τὴν τῶν ἀνθρώπων πρόνοιαν ἐνταῦθα σαφηνίζει· οὐχ ὡς εἰκαίως καὶ ἔτυχεν ἐν τῷ βίῳ παραμένοντα, ἀλλ’ ἐκ ῥήσεως Θεοῦ, οὐχ ὑπερβαίνοντος τὸν παρ’ αὐτοῦ τεταγμένον βίον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ’ ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου.
Chapter 15
Κεφ. ΙΕʹ, ζʹ, ηʹ. Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης; σύνταγμα Κυρίου ἀκήκοας; Vat. 782, 2.
Ἀντὶ τοῦ· μὴ πρὸ πάντων ἀνθρώπων ὑπέστης, καὶ ἄχρι τοῦ νῦν διατείνας τὸν βίον, πλειόνων πραγμάτων πεῖραν ἔσχηκας παρὰ τοὺς ὁμοφυεῖς. — Θεοδωτίων· Ἵνα ἐστὶν ὁ ὑψηλὸς τόπος καὶ δύσβατος, ἤτοι ψαμμώδης. — Ὁ Ἐβραῖος· Συνελήφθης. — Θῖνας ἐκεῖ λέγει τοὺς βουνοὺς, ἵνα εἴπῃ, μὴ τὰ πρὸ τῆς κτίσεως ἐπίστασαι.
Chapter 16
Κεφ. Ιϛʹ, ιηʹ, ιθʹ. Γῆ, μὴ ἐπικαλύψῃς ἐφ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου· καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Vat. 784, 2.
Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥήματα, ἃ καὶ εὐκτικῶς εἴρηται. Λέγει δέ· Μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ’ ἐμὲ, μηδὲ συγκρύψῃς τὸ ἀδίκως ἐκχεόμενον αἷμα ἐκ τῆς σαρκός μου διὰ τῶν ἰχώρων· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ, μηδὲ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς· πολλοὶ δὲ, φησὶν, οἰκοδομήθωσαν διὰ τῶν ἐμῶν πειρασμῶν. Ἢ μὴ γῆ κρύψῃ μου τὸ αἷμα, ἀλλ’ ἐκκαλέσηται τὸν Θεὸν εἰς ἐκδικίαν, αὐτοὺς τοῦ σώματος τοὺς ἰχῶρας ἔχουσα μάρτυρας. Καὶ ὁ ἀὴρ μὴ ἐπισχοίη μου τὴν κραυγὴν, ἀλλ’ εἰς οὐρανοὺς φθάσοι τῆς φωνῆς ὁ τόνος, ἵνα ὁ Θεὸς τῶν γινομένων κακῶν ἔκδικος καταστὰς, καὶ τοὺς αἰτίους ἀμυνόμενος, οὕτω γοῦν ἅπασι δείξῃ τῶν ἐμοὶ βεβιωμένων τὸ ἄμεμπτον. Τὸ δέ· Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, καθαρωτάτης ἐστὶ συνειδήσεως.
Chapter 19
Κεφ. ΙΘʹ, γʹ. Γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησε με οὕτως. Vat. 785, 2.
Εἰς φόβον αὐτοὺς καταφέρει, οἱονεὶ λέγων· Μὴ οὕτως ἐπεμβαίνετέ μοι κάμνοντι, μηδὲ ὑμεῖς τοῖς αὐτοῖς περιπέσητε, τὴν αὐτὴν ἔχοντες φύσιν.
δʹ, εʹ. Ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην· παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος, λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται, καὶ οὐκ ἐπὶ καιροῦ. — Ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. Vat. 786, 1.
Δεδόσθω, φησὶν, καθ’ ὑπόθεσιν ὅτι πεπλάνημαι. Παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος· πλάνος ὁ διάβολός ἐστιν. Τίς ὑμῖν, φησὶν, ἐκ τούτου βλάβη, ποία δὲ ἀνάγκη κρίνειν ὡς ἀσεβῆ, καὶ ἐπεμβαίνειν πάσχοντι; δέον συγγινώσκειν ὑπὸ ἀλγηδόνων φθεγγομένῳ. Εἰ καὶ τοιαῦτα ἐπεποιήκειν οἷα οὐκ ἔδει, ἆρ’ οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Καὶ δέον με, φησὶ, πάλαι εὐσεβείας ἐπιμελούμενον, νῦν τὴν ἐκ τῶν ἔργων ἔχειν παῤῥησίαν. Τοῦτο μὲν οὐ πεποίηκα, κρίνομαι δὲ ὡς πλάνος. Ἐπιβάλλει καὶ ὧδε·
ςʹ, ζʹ. Γνῶτε οὖν ὅτι ὁ Κύριός ἐστιν ὁ ταράξας· ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν. Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω. Κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
Διαλογίζεσθε, φησίν· οὖκ ἀπὸ σκοποῦ ἀλγύνομαι, καθάπερ τειχίῳ τινὶ τοῖς δεινοῖς κυκλούμενος. Λέγω, φησὶν, μετὰ ἀληθείας, ὡς ἔχει τὰ κατ’ ἐμὲ, καὶ οὐ παραδέχεσθε τοὺς λόγους. Τὸ γὰρ ἐν ὀνείδει, ἵνα εἴπῃ τὰ πράγματα. Τὸ δὲ οὐ λαλήσω, ἀντὶ τοῦ· διὰ τὸ ἀντιλέγειν μοι ὑμᾶς δοκῶ μηδὲν εἰρηκέναι. — Εἰ δὲ καὶ πρὸς τὸν Θεὸν βοήσω, εἰς φανερὸν ἅπασιν ἐνέγκαι τὰ κατ’ ἐμὲ, οὐ τυγχάνω τῆς ἱκεσίας. Οὐδεὶς ἀκούει, οὐδεὶς διάζει, οὐδένα βλέπω, οὐκ ἔχω ποῖ ἀπελθεῖν. Ταῦτα ἐλεῆσαι οὐ χρῆ; — Τοιγαροῦν ἀφήσητε, οὕτως ἀκρίτως μου κατηγοροῦντες, μήποτε Θεὸς εἰς κρίσιν καταστήσῃ, εἰς πράξεσθαι ὑμῖν δίκην ἀλόγου θρασύτητος. — Οὐ γὰρ ἀνεύθυνα, φησὶ, τὰ τοιαῦτα καταλιμπάνει Θεός. Ἔσεσθαι γάρ φησιν, εἴτε κινηθείη καθ’ ὑμῶν, ὡς ἀνονήτως ὑμῖν ἐμφαίνεται ἡ ἐπὶ γνώσει τοῦ καλοῦ οἴησις, καὶ ἡ ἐπὶ τοῖς προσοῦσιν ἄδεια. — Α. Σ. Τί φατε [ὅτι] ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς τὰ αὐτὰ φοβεῖσθαι ὀφείλετε. — σπεύσατε ἂν, φησὶ, τότε καίτοι πραγμάτων μαρτυρούντων ἐν λόγοις· ἐν λόγοις οὖν λάβεσθε ὡς ἂν μηδὲ ὑπὸ τῆς ἀληθείας ψηφίσασθαι ἀνεύθυνον. — Ὁ γοῦν ἑβραῖος καὶ ἁμάρτημα λόγου ἔχει.
Chapter 20
Κεφ. Κʹ, ιʹ. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν δύνας. Vat. 787, 2.
Καὶ οἱ πρότερον, φησὶν, ὑποδεέστεροι, τῶν τοῦ παρονόμου παίδων καθέξουσι.
ιεʹ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.
Πάντα μὲν ὁ ἀσεβὴς πράττει ὥστε τὰ ἀλλότρια λαβεῖν, καὶ πρὸς τοῦτον βλέπει τὸν σκοπὸν τὰ γενόμενα· ἐπειδὰν δὲ ἐγκράτης τῶν ὅλων δόξῃ, τότ’ αὑτὸν εἰς ἑτέρους μεταφερόμενον ὄψεται.
ιηʹ. Ὥσπερ στρείφνος ἀμάσητος, ἀκατάποτος. Ib. 2.
Οἱ λόγοι καὶ τὰ δόγματα [ἀσεβοῦς] στρίφινα καὶ νόσκυα, οὐδὲν γὰρ ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα.
κβʹ. Ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλίβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται.
Ταῦτά φησιν· Ἕνεκα τῆς αἰτίας, ἀπόλλυνται τὰ κτηθέντα, καὶ εἰς προγόνους οὐ παραπέμπεται.
κγʹ. Ἐπαποστείλαι ἐπ’ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ’ αὐτὸν ὀδύνας.
Ἀντὶ τοῦ, ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται δεινά· ταῦτα δὲ ἔφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατασκευάζει οὖν ὅτι πάντα δι’ ἁμαρτίας ἐπ’ αὐτὸν ἐπηνέχθη.
κεʹ. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν. Vat. 787, 2.
... Ἐν ἀγνοίᾳ γάρ εἰσιν· ἐξέβαλον γὰρ τὸ φῶς ἀφ’ ἑαυτῶν οἶς ἔλεγεν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.
κςʹ. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. V. ib.
Κατὰ δὲ τὸ κρυπτόμενον, ἄκαυστον πῦρ ἐστιν, ἤτοι τὸ κατὰ συνείδησιν, ἢ καὶ τὸ ἀποκείμενον ἐν τοῖς μέλλουσιν δικαιωτηρίοις. Καὶ ὡς ὑπὸ πυρὸς, φησὶν, ἀναλωθήσεται, ἵνα εἴπῃ· Οὐδὲ ταφῆς ἀξιοῦται.
κθʹ. Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. Vat. ibid.
Καθ’ ἣν ἡ θεία κατ’ αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς διὰ Χριστὸν εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ παραδόξου, εἴθ’ ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη. — Μάνθανε τίς ἐπίσκοπος ἐνθάδε ὠνομάσθη· ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν, τιμᾶται ἐπὶ τῷ καλῶς αὐτὴν μιμήσασθαι· τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεὸς, ὁ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Chapter 21
Κεφ. ΚΑʹ, ιαʹ, ιβʹ. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι, ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Vat. 788, 1.
Ἰδοὺ καὶ τὰ μωρὰ παιδία αὐτῶν ἑαυτοῖς προσπαίζονται. Λέγουσι γὰρ αὐτοὶ ψαλμοὺς Οὐαλεντίνου καὶ ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ.
Chapter 22
Κεφ. ΚΒʹ, βʹ. Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Vat. 780, 1.
Ἴδωμεν τί φησιν ὁ Ἐλιφὰζ πρὸς τὸν δίκαιον· Πότερον κτλ... Τοῦτο τοῦ Ἰὼβ εἰρηκότος, συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ, καί φησιν· Οἶδα κἀγὼ ὅτι τοὺς λόγους, δι’ ὧν ὁ μέν τις ὢν ἀσεβὴς εὐθυνεῖται, ὁ δὲ κολάζεται, ὁ μόνος σοφὸς οἶδε Θεός· οἶδα δὲ καὶ τοῦτο ὅτι Θεὸς μὲν, ὡς καὶ αὐτὸς ἔφης, τῶν ἀγαθῶν ἐστι δοτήρ· ἡ δὲ κακία τὰς κολάσεις δίδωσιν. — Ὑγιὲς τὸ δόγμα... Ἐπιστήμη, ἡ περιοχὴ τῶν ὡσαύτως ἐγόντων θεωρία, σύνεσις δὲ ἡ διάκρισις.
εʹ. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσιν αἱ ἁμαρτίαι; Vat. 789, 1.
Εἰκότως οὖν φημὶ οὐχ ἁπλῶς γεγονέναι σε ἄδικον, ἐπεὶ πάσχεις τοιαῦτα, οἷα οὐδεὶς τῶν κακῶν, ἀλλ’ ἐν τούτοις γεγεννῆσθαι, δηλονότι πλείονα κακίαν [τῶν κακῶν] ὑπὲρ τοὺς ἄλλους ἐσχηκέναι. Κακία ἐστίν ἐν τῇ ψυχῇ κακὴ ἕξις, οἷον λύπης, ὀργῆς, καὶ ἐπιθυμία ἀπρεπής· ἁμαρτία δὲ ἡ ἐνέργεια· διὸ πρῶτον εἶπεν τὴν κακίαν, εἶτα τὴν ἁμαρτίαν, τὴν μὲν πολλὴν, τὰς δὲ ἀναριθμήτους. Πάνυ πολλοὺς ὁρῶ ἁμαρτωλοὺς, καὶ οὐδεὶς αὐτῶν τηλικούτοις περιπέπτωκεν οἶος σύ. Εἰκὸς γὰρ, διὰ τὸ ἀναρίθμητόν σου τῶν ἁμαρτημάτων καὶ τὸ πλῆθός σου τῶν πταισμάτων, ταῦτά σοι ἐπεληλυθέναι.
ςʹ. Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς· ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Vat. 789, 1.
Πρόσχωμεν, οἱ τοκογλύφοι· μήποτε ἐνεχυράζωμεν διακενῆς. Ὠφέλιμα τὰ ῥήματα, κατὰ τοῦτό ἐστι τὸ λέγειν κατὰ λόγον ἁμαρτήματα ἀληθῶς, ψεκτῶς γινομένων ἐν ἀνθρώποις. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλίφας περὶ τοῦ Ἰὼβ, ἐπειδὴ ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευσεν ἀπὸ τοιούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· Ἠνεχύραζες διακενῆς, τουτέστιν μηδὲν ἐποφειλόμενος. — Εἰ δὲ ἐδάνεισα, καὶ μὴ πιστεύων τῷ δανεισαμένῳ, ἔλαβον ἐνήχυρον ἀξιόχρεων πρὸς ὃ ἔχρησα, ἔλαβον ἐνήχυρον, οὐ διακενῆς δέ. Εἰ μέντοι, συκοφαντῶν αὐτὸν, καὶ λέγων ὀφείλειν μοι μὴ δυνάμενον ἀποδοῦναι, ἀπαιτῶ καὶ λαμβάνω, ἐνήχυρον [λαμβάνω] διακενῆς.
Προσεπιτείνει δὲ πάλιν, ἄλλην αὐτοῦ ἁμαρτίαν οἰόμενος γεγονέναι. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ τοῦ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἕτερα ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν, τρία δή· ὧν τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἄλλα γυμνοῦ, ἄλλα πλουσίου. Ἐὰν μέντοι γε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην.
Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνελεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν· ἀπαιτοῦμεν πικρῶς, ἔσθ’ ὅτε καὶ περισσὰ ἔχοντες παρ’ ἑαυτοῖς.
Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτήσεσιν, ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἕνα, κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπ’ αὐτοῦ, λέγοντες· ἀλλ’ ὀφείλεις. Ταῦτα οὖν λέγει, ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν.
ζʹ—θʹ. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Vat. 789, 1.
Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον· ἐπισημαίνει δὲ μέχρι τοσούτου εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὅποτε ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας. Ὥσπερ οὖν διὰ τὸ ποτήριον ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν, πολλὴν μέντοι ἀπηνίαν τοῦ Ἰὼβ καταψηφίζεται, ὡς μηδὲ ὕδωρ τὴν ἀδάπανον χάριν παρέχοντος, καὶ τὸ μεῖζον κακὸν, τῷ διψῶντι. Ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Τί λέγω, φησὶν, ὅτι οὐ παρέσχες τῷ δεομένῳ; ὅποτε καὶ τὴν μικρὰν παραμυθίαν τοῦ ἄρτου παρὰ τοῦ πεινῶντος ἀφείλου· ψωμὸν γὰρ λέγει τὸ τμῆμα τοῦ ἄρτου, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ κεῖται· Βάψαι τὸν ψωμόν σου ἐν τῷ ὄξει. Ἐθαύμασας δέ τινων πρόσωπον. Τουτέστι καὶ τὰς κρίσεις οὐ δικαίως, οὐδὲ ἀπαθῶς, ἀλλ’ ἀνθρωποπαρέσκως ἐποίησας, προσωπολήπτης γὰρ γέγονας· καὶ δικάζων οὓς μὲν ἐξῇρες, οὓς δὲ ἐταπείνους, τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. ᾬκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ ᾤκισας ἐκοίμησας ἔχει· ἵνα εἴπῃ καὶ αὐτὴν τῶν πτωχῶν τὴν στρωμνὴν ἀφείλου, ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς ἐξ ἀνάγκης κοιμᾶσθαι, μηδὲν ἔχοντας ὑπεστορεσμένον...
Χήρας δὲ ἐξαπέστειλας.
Ἢ τῶν προσόντων αὐτὰς ἐγύμνωσας, μᾶλλον προσελθούσαις καὶ ἐλεημοσύνην ζητούσαις οὐδὲν δέδωκας, ἀλλ’ ἀπεπέμψω μηδὲν λαβούσας ἀπὸ σοῦ...
Ὀρφανοὺς δὲ ἐκάκωσας.
Τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν, ἐσχάτης κακίας γνώρισμα. Οὐδένα μὲν γὰρ δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν· περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Πλέον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας.
ιηʹ. Βουλὴ δὲ ἀσεβῶν πόῤῥω ἀπ’ αὐτοῦ. Ἰδόντες δίκαιοι ἐγέλασαν. Vat. 789, 2.
Ἃ οἱ ἀσεβεῖς βουλεύονται, πόῤῥω ἐστίν ἀπὸ τοῦ Θεοῦ. Ἰδόντες [δίκαιοι] τὴν βουλὴν τῶν ἀσεβῶν, κατεγέλασαν αὐτούς.
κβʹ. Ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. Vat. ib.
Τὴν ἐξηγορίαν ἐζήτουν κατ’ ἐμαυτὸν, τί σημαίνει; Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει, παρὰ τῷ Συμμάχῳ, ἀντ’ αὐτῆς, τὴν ἐξομολόγησιν. Παρὰ δὲ τῷ Ἀκύλᾳ· Νόμον. Φησὶν οὖν κατὰ μὲν τὸν ἕνα· Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· τὸν δὲ τρόπον τῆς ἐξηγορίας παρὰ τοῦ Θεοῦ διδάχθητι. Κατὰ δὲ τὸν ἕτερον· Δέξαι παρὰ Θεοῦ νόμον, καὶ τοὺς λόγους αὐτοῦ ἐγκαρδίους ποίησαι. Εἰ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ Θεοῦ, καὶ δέξαι θεῖα ῥήματα ἐν σῇ καρδίᾳ, ὡς ὕστερον Ἱερεμίας ἤκουσεν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. Ἢ ἐξηγορίαν τὴν ἐξομολόγησίν φησιν, προτρέπων εἰς μετάνοιαν τὸν δίκαιον. Ἢ τοῦτο λέγει, ὅτι μετάβαλε τὸν τρόπον, καὶ ἀνάλαβε τοὺς θείους νόμους. ὅτι ἐξαγόρευσον τὰ ἡμαρτημένα σοι, καὶ τοῦ λοιποῦ τοὺς λόγους τοῦ Θεοῦ φύλαττε. Τῆς διπλῆς δὲ ταύτης ἐννοίας ἐκεῖθεν ἔσχον τὰς ἀφορμὰς, τὴν ἐξηγορίαν.
κδʹ. Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφέιρ. Vat. 789, 2.
Βαλεῖς εἰς γῆν, καὶ οἱονεὶ κακώσεις αὐτόν.
Chapter 23
Κεφ. ΚΓʹ, βʹ. Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ. Vat. 790, 1.
Τουτέστι τὸν κατήγορον μετ’ ἐμαυτοῦ περιφέρω, τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω. — Οἶδα, φησὶν, ὅτι ἐκ τῶν ἐν χερσὶ, τουτέστιν ἐκ τῆς πληγῆς, καὶ οὐκ ἀφ’ ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. — Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, αἱ κρίσεις αὐτοῖς· πλὴν ὑπὲρ τὴν ἰσχύν μου ἐπετέθη μοι, τοι ἔξω τῆς πράξεώς μου, ὁ ἔλεγχος.
ςʹ. Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. Vat. ib.
Καὶ γὰρ εἰ ἐν πολλῇ ἰσχύϊ χρήσεται μοι καὶ ἀπειλῇ, ἀλλ’ ὅμως οἶδα ὅτι ἀλήθεια παρ’ αὐτῷ ἐστιν.
ζʹ. Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. Vat. ib.
Τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν, ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς· εἶτα, φησὶν, ὅτι ταῦτα ἥθελον γενέσθαι, ὥστε ἀποθανεῖν, οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν. — Παρ’ Ἑβραίοις, τὸ τέλος καὶ ἡ νίκη διὰ μιᾶς σημαίνεται λέξεως.
ιʹ. Οἶδεν γὰρ ἤδη ὁδόν μου. Vat. ib.
Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ;
ιεʹ. Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. Vat. 790, 2.
Οὐχ ἥμαρτον, φησὶ, καὶ τί τοῦτο; οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω.
ιζʹ. Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος. Vat. ib.
Οὐ κατ’ ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν. Καὶ καλῶς εἶπε, πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας.
Chapter 24
Κεφ. ΚΔʹ, ιγʹ. Αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν, καὶ οὐκ ἐπέγνωσαν. Vat. 791, 2.
Τουτέστιν πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν· οὐδεὶς αὐτοὺς ἀδικεῖ, οὐδὲ κακῶς ποιεῖ· αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πεποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα, καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς, καὶ οὐ παρόψεται· ἐπιθυμητικῶς κατέφαγον ὀρφανούς.
ιδʹ. Γνοῦς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος. Vat. ib.
Τουτέστιν, μαθὼν τὰ ἔργα, ἡ ὅτι ἐξετάσας καὶ βασανίσας, τουτέστι γνούς.
Chapter 27
Κεφ. ΚΖʹ, δʹ. Οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Vat. ib.
Τουτέστιν ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου, οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς εἰσκροῦσαι, οὐδεὶς παραγαγεῖν τοῦ προκειμένου.
εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἄν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν μου. Vat. 792, 2.
Τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐδὲ μεταθήσομαι, κἂν μυρία λέγητε· οὐ προήσομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ’ ἐμοῦ ἔλεγχον. Κἂν συγκαταθῶμαι εἰς ἃ λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. Οὐκ ἀπώσομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων.
ιʹ. ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; Vat. 792, 2.
Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι, φησὶν, ὁ ἀδικῶν οὐκ ἔχει παῤῥησίαν, οὐδὲ φθέγξασθαι, οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ’ ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. Οἱ δὲ ἄδικοι οὐχ οὕτως.
Chapter 28
Κεφ. ΚΗʹ, αʹ. Ἔστι γὰρ ἀργυρίῳ τόπος κτλ. Vat. 793, 2.
Τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσιν τάξιν ὁρίσας, πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις.
βʹ, γʹ. Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται. Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται. Vat. 793, 1.
Ὅτι προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ, καὶ οὐδὲν ἁπλῶς, οὐδ’ εἰκῆ παρέρχεται. Ἢ μᾶλλον ἐκεῖνό φησιν, ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία τοῦ Θεοῦ ἀτέκμαρτος καὶ ἄγνωστος.
Καὶ μετ’ ὀλίγα· Καλῶς εἶπε· Τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπερεξίστασθαι. Τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας.
Chapter 29
Κεφ. ΚΘʹ, γʹ. Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. Vat. 794, 1.
Ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· Ὅτε ὁ Θεὸς ἐφύλαττέ με.
δʹ. Ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου. Vat 794, 1.
Ὁ δὲ Σύμμαχος· Ὁπότε περιέφρασσεν ὁ Θεὸς τὴν σκηνήν μου. Ὁρᾷς ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖξαι τοῦ Θεοῦ. Νέος διότε εἶχον ἐγὼ, δίκαιος ὢν, φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην.
ζʹ.Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Ibid.
Οἷα γάρ τις ἄρχων καὶ διδάσκαλος ἀρετῆς, οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ’ ἐξ ἀγάπης ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο, νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος.
ιγʹ. Εὐλογία ἀπολλυμένου ἐπʹ ἐμὲ ἔλθοι.
Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκονον ἐπιστολῆς.
Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, ἡ πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόντων, ἢ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως· Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τοῦ οὖν οὕτως ἀπολλυμένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνῆν, καὶ εὑρίσκοντος τὴν ψυχὴν αὐτοῦ, ἡ εὐχὴ καὶ ἡ εὐλογία μεγάλη τίς ἐστιν, καὶ ταύτην εὔξαιτο ἄν τις τῶν εὐφρονούντων ἐπελθεῖν αὑτῷ, καὶ ἐμφρόνως ἐρεῖ τό· Εὐλογία κτλ.
ιεʹ· Ὁφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. Vat. 794, 2.
Πρὸς δὲ νοῦν, τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφείλει τοὺς πεπηρωμένους τὴν ψυχὴν καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός· πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλευμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους· εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας· ὁ δὲ ποὺς ἐπὶ τῆς ἐθικῆς.
ιϛʹ. Ἐγὼ ἤμην πάτερ ἀδυνάτων. Ibid.
Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφελοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς.
ιϛʹ. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα.
Ὁρᾶς τὴν προστασίαν· οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης.
ιζʹ. Συνέτριψα δὲ μύλας ἀδίκων.
Ὅρα τὴν δυσχολίαν τοῦ πράγματος· καθὰ πόθεν, φησίν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα. Ἀληθῶς ὁ Χριστὸς ἐλθὼν, τὰς μύλας τῶν ἀντικειμένων ἐνεργειῶν συνέθλασε· τὰς μύλας τῶν λεόντων συνέτριψεν ὁ Κύριος, καὶ ἐν τῷ προφήτῃ γέγραπται· Ἐκ μέσου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
ιηʹ. Εἶπα δέ· Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος.
Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος, οὐδὲ μεγαλοφρονῶν, ἀλλ’ ἀναγκαζόμενος εἰπεῖν τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ἐπὶ τίσιν ἀπέλαυεν αὐτοῦ, καὶ ἐν τίσιν ἐστὶ νῦν.
Chapter 30
Κεφ. Λʹ, αʹ. Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι· νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν. Vat. 794, 2.
Οὐ χρώμενος τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς εἰδὼς αὐτοὺς, ὥσπερ ὁ προφήτης ἔλεγεν· Ἐξουδενοῦται ἐνώπιον αὐτοῦ πᾶς πονηρευόμενος· τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο.
βʹ, γʹ. Καί γε ἰσχὺς χειρῶν αὐτῶν, ἱνατί μοι; ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια. Ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν.
Ὀλυμπιοδώρου, Ὠριγένους. Ἅλλ’ οὐδὲ ἤτησά τινα ἐπικουρίαν, φησὶ, παρ’ αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν· οἵ γε πάλαι δίκην ἐχρεώστουν, πονηροὶ ὄντες, καὶ τρόπον τινὰ ἀπέπτη ἀπ’ αὐτῶν ἡ τιμωρία. Ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὴν ἄκραν πενίαν, οὐκ ἔτυχον, καὶ οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννηταὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ’ ἔμειναν ἄγονοι, οἱ ἐχθές που καὶ πρὸ ὀλίγου, τῆς ἐρήμου καὶ τῶν συμφορῶν ἐκπεφευγότες· ἔοικεν δὲ ὡς ἀγεννεῖς αὐτοὺς διαβάλλειν, καὶ ἐξ ἀδόξων ὄντας χρίων καὶ πατέρων πενήτων.
Ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια.
Ἀντὶ τοῦ, οὐδέποτέ τι χρηστὸν συνετέλεσαν.
δʹ. Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα.
Ἄλιμα βοτάνη τις ἐστὶν, ὥς φασι, ταχὺ πληροῦσα τὸν ἐσθίοντα. — Ἐπὶ ἠχοῦντι δὲ, τουτέστιν ἐπὶ φάραγξι καὶ πετρώδεσιν· εὔηχοι γὰρ οἱ τοιοῦτοι τόποι, καὶ ἀντηχοῦσι τοῖς φθεγγομένοις. Ἢ καὶ ἠχοῦντα λέγει τὸν ἀλσώδη τόπον ἐν ᾦπερ ἡ πνοὴ τῶν ἀνέμων, κινοῦσα τὴν ὕλην, ἦχον ἀποτελεῖ. Φησὶν οὖν ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας καὶ τοὺς τόπους παρ’ οὓς ὕδατα ῥέοντα ἠχεῖ τε καὶ κελαρύζει, ὑπὸ τῆς ἄγαν ἐνδείας, τὰς βοτάνας ἀνερευνώμενοι, καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφὴν [λιμοῦ] παραμυθίαν.
δʹ. Ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ. Vat. 795, 1.
Ἑτέρα πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι.
κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι. Vat. 795, 2.
Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι.
κηʹ. Ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. Ib.
Διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν, οὐδὲ πλῆθος συνόδου αἰσχυνόμενος.
κθʹ. Ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Ibid.
Εἰς τὴν ὀρνίθων θηριωδίαν ἐξέπεσα, φησίν· ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἀμείνων διάκειμαι.
Chapter 31
Κεφ. ΛΑ, ςʹ, ζʹ. Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου, εἰ ἐξέκλινεν ὁ ποῦς μου ἐκ τῆς ὁδοῦ... Vat. 796.
Βαβαὶ τῆς ἀκριβείας οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥᾳθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος τοιαύτην τίνω δίκην, καὶ μεταβέβλημαι, τοῦ Θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος. Τὸν μὲν γὰρ φιλόγελω καὶ φιλοπταίσμονα καὶ τρυφῇ προσεσχηκότα, εἰκότως ἀντιθεὶς, τὴν ἐναντίαν καταστήσειεν ἕξιν, γοερῷ τινι καὶ πολυθρηνώδει παραδοὺς αὐτὸν βίῳ· τὸν δὲ καὶ πρὸ τούτων φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον; ἐπειδὴ κατεσκληκὼς ἥμην καὶ κατεστυμμένος, οὐκ ἐπὶ τὰς διαφορούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσα.
λαʹ. Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· Τίς ἀν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος; Vat. 797,1.
Ἀντὶ τῆς ζωῆς αὐτοῦ ἀπολαῦσαι, ὅτι ἤμην αὐταῖς γλυκύς.
λβʹ. Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. Ibid.
Οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν.
Chapter 32
Κεφ. ΛΒʹ, αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. Ibid.
Ἡσύχασεν μὲν ὁ Ἰὼβ, διδοὺς αὐτοῖς λόγον εἰπεῖν ἐνεῖδε δὲ, καὶ τὸν Θεὸν ἐκάλεσε μάρτυρα, καὶ ἑαυτῷ ἐπηράσατο ὅτι ἐπεστομίσθησαν οἱ φίλοι.
ιαʹ. Ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων, ἄχρις οὖ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. Vat. 797, 798.
Ἢ τοῦτό φησιν, ὅτι οὐδὲ ὅτε ἠλέγχετε, ὡς ἔδει, ἠλέγξατε· ἡ ὅτι ὕστερον ἐσιωπήσατε. Οὕτω πρὸς τό· Ἐρῶ γὰρ, ὑμῶν ἀκουόνων.
Chapter 33
Κεφ. ΛΓʹ, ιβʹ. Πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; Vat. 799, 1.
Τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν· τοῦτο μὲν γὰρ ὑπελάμβανεν ὁ Ἐλιοὺς, ἀλλ’ οὐχὶ τοιαύτῃ γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι οὗτος δικαιότερός ἐστι τοῦ Θεοῦ· ἀλλ’ ὅτι ταῦτα μὲν αὐτῷ πέπρακται, οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ Θεῷ. Ὁ δὲ Ἐλιοὺς τοῦτο ὑπέλαβεν· ἐκείνοις δὲ δικαίως ἐνεκάλει, προσδεδωκόσι τοῦ Θεοῦ τὸ μέρος καὶ ἠρνημένοις.
κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη.
Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περιττότητα οἷον κενώσας καὶ ἀποβάλλων, καὶ λέγει· Λαλήσω ἵνα ἀναπαύσωμαι.
Chapter 34
Κεφ. ΛΔʹ, ιθʹ. Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς. Vat. 800, 1.
Εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ’ ὀφείλεις πολλὰ παραχωρεῖν αὐτῷ, καὶ τῇ δόξῃ αὐτοῦ, ὥστε μὴ πάντα ζητεῖν μανθάνειν.
κγʹ. τι οὐκ ἐπ’ ἄνδρα θήσει ἔτι. Ib.
Ἔοικε τοῦτο λέγειν, ὅτι νῦν μὲν ἐν ἡμῖν κεῖται τὸ καλὸν καὶ τὸ φαῦλον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκ ἔτι. Ib.
λαʹ. Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· Εἴληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι· σύ δεῖξόν μοι. Vat. 800, 2.
Τινὲς οὕτως ἡρμήνευσαν·. ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἰληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑποφειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; Ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκωλυτῶς, σὺ διασάφησόν μοι. Ὁ δὲ ἐνόησεν οὕτως, τουτέστιν· ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ’ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. Εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. — Οἶμαι δὲ μᾶλλον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ· ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ· χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι.
Chapter 35
Κεφ. ΛΕʹ, εʹ. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Vat. 800, 2.
Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν.
ςʹ. Εἰ ἤμαρτες, τί πράξεις; Ibid.
Τουτέστιν οὐδὲ αὐτὸν ἀδικήσεις, ἀλλ’ οὐδὲ ὠφελήσεις, δίκαιος ὤν· ἐπειδὴ γὰρ ἔλεγεν· Εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ· Διὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνοντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;
ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Vat. 801, 2.
Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· ὃ βλέπεις νῦν φῶς, δι’ ἔσοπτρον βλέπεις. Καί· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· μέλλομεν ποτὲ βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών; ἐπεὶ νύξ ἐστι, πολέμιοι πολλοὶ, πολλὰ θηρία περιέρχονται. Ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυλάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν. Τίνες οὖν οἱ φύλακες, οἱ τεταγμένοι παρὰ τοῦ Θεοῦ ἐν ταῖς φυλακαῖς ταῖς νυκτεριναῖς; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· οὗτοι οἱ ἄγγελοι οἱ ἐν νυκτὶ φρουροῦσιν ἡμᾶς.
Chapter 38
Κεφ. ΛΗʹ, εʹ. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς; Vat. 803, 2.
Ἠθέλησαν μὲν εἰπεῖν ἕλληνές τι περὶ τοῦ μέτρου τῆς γῆς· ἡ διάμετρος τῆς γῆς, φασὶν, εἰκόσι πέντε μυριάδων στάδια. Ἔοικε δ’ ὁ λόγος δεικνύναι, ὅτι ἄληπτόν ἐστι τὸ μέτρον τῆς γῆς παντί· μόνος δὲ ὁ Σωτὴρ οἶδεν αὐτὸ, ὁ καὶ δημιουργός. Μέτρα δὲ, καὶ οὐ μέτρον εἶπεν, ἵνα τὰς διαφορὰς τῆς γῆς παραστήσῃ. Μέτρον τί ἐστι τῆς τοιᾶσδε, φέρε εἰπεῖν, τῆς φερούσης τὰ ἀρώματα Ἀνατολῆς; μέτρον τῆς φερούσης τὸ πέπερ ἢ τὰ ζῶα; οὐ γὰρ πάντα πανταχοῦ γίνεται· ταῦτα οὖν τὰ μέτρα παρὰ τῷ Λόγῳ τοῦ Θεοῦ εἰσιν. — Ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον.
ςʹ. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς; Vat. ibid.
Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς, ὅτι οὕτως ἕστηκεν ἑδραία, ὡσπερεὶ ἐπῳκοδόμησεν ἐπ’ ἀσφαλείᾳ βεβηκυίᾳ θεμελιώσεως; τῇ βουλήσει τοῦ Θεοῦ, ἐν τῇ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. Λίθον γωνιαῖον· τοῦτο δύναται καὶ εἰς τὸν Μονογενῆ τοῦ Θεοῦ ἰὸν, δι’ ἡμᾶς σαρκωθέντα, νοεῖσθαι· κατὰ τὸ ἐν ψαλμοῖς Λίθον, ὃν ἀπεδοκίμασαν, ἐγενήθη εἰς κεφαλὴν γωνίας. Εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς ἐλθὼν ἐπὶ γῆς, συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τείχους.
ιαʹ. Εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ. Vat. 803, 2.
Ὁ δὲ Σύμμαχος Ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. Οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις· οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. Εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδεμίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται· ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐτὴν μαστιζούσης· διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. Εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἄν ἐλογίσαντο πολλοί· νῦν δὲ ταραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν.
μαʹ. Τίς δὲ ἡτοίμασε κόρακι βοράν; Vat. 804, 1.
Λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα· ἀλλ’ αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. Τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐδὲ θέρουσι, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.
Chapter 39
Κεφ. ΛΘʹ, κζʹ. Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός; γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ’ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; Vat. 805, 2.
.... Εἰ ἐν τοῖς σαρκοβόροις τινα λογικὴν σοφίαν, ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦσαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πολέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα.
λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν; Ibid.
Τί ἔτι, φησὶν, ἐγὼ κρίνομαι, εἰς προοίμιον; καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. Ἥττημαι, φησὶ, παρὰ σοὶ τὸ δικαίωμα· τί ποῤῥωτέρω τὴν. δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι; πῶς δὲ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην; Ἐγὼ, φησὶ, διετέλουν, τὴν αἰτίαν τῆς γενομένης ἐπ’ ἐμὲ πληγῆς ζητῶν· εἰς δὲ δημιουργίαν οὐδὲν ἐνεκάλεσα, καὶ πρὸς τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν. — Λείπει, ὡς οὐδ’ ἐλέγχων Κύριον, νουθετούμενος ὁ ἄθλιος.
Chapter 40
Κεφ. Μʹ, βʹ. Ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Vat. 805, 2.
Οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαῤῥοῦντες, οὐδὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. Εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων· δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. Δίδωμί σοι παῤῥησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι.
γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Vat. 805, 2.
Τὸν παρόντα λέγει χρηματισμόν· οὐχ ἵνα δὲ κατακρίνω, λέγω ταῦτα, φησίν, ἀλλ’ ἵνα δείξω δίκαιον. Ἢ περὶ τοῦ πειρασμοῦ φησιν, χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστι προτεταχέναι με δι’ ἄλλο τι τοῦτο γενέσθαι· οὐκ εἶπεν, ἵνα γένῃ, ἀλλ’ ἵνα φανῇς σὺ ὅπερ ἧς, ἵνα τοὺς ἄλλους παιδεύσῃς. Ὅρα δέ· οὐκ εἶπεν, ἵνα γένῃ δίκαιος (ἣν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἤσκησας), ἀλλ’ ἵνα φανῇς. Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα τοῖς ἀγνοοῦσιν δήλη ἡ σὴ δικαιοσύνη γίνηται;
εʹ. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. Ibid.
Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τιμὴν, ἔνδυσον εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ’ αἰσχύνης ἀπέστρεψας τὰς αὐτοῦ φάλαγγας. ἁμαρτωλοὺς, Ἔλεγξον δεικνὺς αὐτοὺς ἁμαρτωλούς· πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί. — Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἢ πρὸς καὶ τὰ ἄλλα πάντα, ἢ καὶ πρὸς θεογνωσίαν. Ὅρα δὲ ὅσον τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν, καὶ οὐ λέγει ὅτι ταπεινὸς σὺ, ἀλλ’ ὅτι μέγας ἐγὼ, καὶ οὐ δύναται ἅπερ ἐγώ.
ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί.
Ὡς ἀθλητὴς, μάνθανε τὰ περὶ τοῦ δράκοντος τοῦ ἀνταγωνίστου. — Παρὰ σοὶ οὖν, φησὶ, καὶ παρὰ παντὶ τῷ ὑπομονητικῷ τὰ θηρία ταῦτα ἐξημεροῦται καὶ ὑποτέτακται· ἔστι μέντοι κτλ.
κʹ. Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ;
Δύνασαι οὖν, φησὶν, ὧ Ἰὼβ, ποιῆσαι ὅπερ ὁ Μονογενὴς ὕστερον εἰργάσατο; Ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι’ ἀγκίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. Οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα.
κζʹ. Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω]; Vat. 806, 2.
Πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. Πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. Δύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ἢ ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; Σῶμα δὲ αὐτοῦ δαίμονας…
Chapter 41
Κεφ…
The complete text is available when the reading interface loads.