Apotelesmatica
- Edition reference
- Apotelesmatica, ed. D. Pingree, Hephaestionis Thebani apotelesmaticorum libri tres, vol. 1, Leipzig: Teubner, 1973: 1–333. Cod,
- CTS identifier
urn:cts:greekLit:tlg2043.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΗΦΑΙΣΤΙΩΝΟΣ ΘΗΒΑΙΟΥ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΑΘΟΛΙΚΟΝ}
Σὺν θεῷ ἡμῖν σκοπὸς ἐνθάδε, ὦ σπουδαιότατε τῶν
φίλων Ἀθανάσιε, πρὸς τὸ εὐπαρακολουθητότερον ἐκθέ-
σθαι τουτὶ τὸ ἐγχειρίδιον περιέχον ὑπόμνησίν τινα καὶ τὴν
εἰς ἡμᾶς ἐλθοῦσαν πεῖραν τῶν παρὰ τοῖς ἀρχαίοις εἰρημέ-
νων περὶ τῶν ἄστρων ἤτοι σημαινόντων ἢ ποιούντων ἢ καὶ
ἑτέρῳ τρόπῳ τὰ τῇδε ὑπὸ Σελήνην πάντα περικυκλούντων
καὶ τρεπόντων τοῖς πρὸς ἄλληλά τε καὶ τὴν γῆν σχήμασί
τε καὶ φάσεσι καὶ ταῖς ἄλλαις αὐτῶν ἰδιοτροπίαις. μὴ
ταραττέτω δὲ μηδένα τὸ ἐπ' ἐνίων δυσθεώρητον διὰ τὸ
πολυμερὲς τῆς τοιαύτης θεωρίας καὶ τὴν κατὰ τὸ ἐνδεχό-
μενον ἐπίσκεψίν τε καὶ γνῶσιν εἰς τελείας ἀκαταληψίας
δόξαν τῶν τε πλείστων καὶ ὁλοσχερεστέρων συμπτωμάτων
οὕτως ἐναργῶς τὴν ἀπὸ τοῦ περιέχοντος αἰτίαν ἐμφανι-
ζόντων, μήτ' οὖν ἀποκνοῖέν τινες φάσκοντες εἱμαρμένην
μὲν εἶναι τὸ πάντων κρατοῦν, ἄχρηστον δὲ τὴν πρόγνωσιν
διὰ τὸ πάντῃ πάντως ἔσεσθαι. πρὸς οὓς ἀντιτακτέον μὲν
τό τε ἐφ' ἡμῖν καὶ τὸ ἐν τοῖς πλείστοις σπουδάσμασι τῶν
ἀνθρώπων, δυσωπῆσαι δὲ τῇ περὶ τούτων ἐνεργείᾳ,
ὅλως δὲ γνωστέον ὅτι οἱ καταμεμφόμενοι τὸ ἄχρηστον
ταύτης τῆς καταλήψεως πρὸς οὐδὲν τῶν κυριωτάτων
ἀποβλέποντες διασύρουσιν, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον
ὅτι τῶν πάντῃ πάντως ἐσομένων ἡ πρόγνωσις περισσόν,
2
καὶ τοῦτο δὲ ἁπλῶς καὶ οὐ διεσκεμμένως. πρῶτον μὲν γὰρ
δεῖ σκοπεῖν, καθώς φησιν ὁ φιλαλήθης Πτολεμαῖος, καὶ
ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων διότι τὸ μὲν ἀπροσ-
δόκητον τούς τε θορύβους ἐκστατικοὺς καὶ τὰς χαρὰς
ἐξοιστικὰς μάλιστα πέφυκε ποιεῖν, τὸ δὲ προγινώσκειν
ἐθίζει καὶ ῥυθμίζει τὴν ψυχὴν τῇ μελέτῃ τῶν ἀπόντων
ὡς παρόντων καὶ παρασκευάζει μετ' εἰρήνης καὶ εὐστα-
θείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι, ἔπειτα ὅτι
μηδὲ οὕτω χρὴ νομίζειν ἅπαντα τοῖς ἀνθρώποις ὡς ἐκ
θείου τινος καὶ ἀλύτου προστάγματος μηδεμιᾶς ἁπλῶς
ἄλλης αἰτίας ἀντιπρᾶξαι εἰς ἔνια δυναμένης. ἐπὶ μὲν γὰρ
τῶν καθολικῶν περὶ τὸν κόσμον περιστάσεων οἷον
κατακλυσμῶν, ἐκπυρώσεων, λοιμῶν ἀνάγκη κατακρατεῖ,
ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι, ἐπὶ
δὲ τῶν μὴ οὕτως ἐχόντων τῶν καθ' ἕκαστα τὰ μὲν
ἐπιτυχόντα τῶν ἀντιπαθῶν εὐανάτρεπτα γίνεται, τὰ δὲ
μὴ εὐπορήσαντα ὑπάγεται τῇ πρώτῃ αἰτίᾳ δι' ἄγνοιαν
καὶ οὐχὶ ἀνάγκην. θαυμάσαι δ' ἄν τις διότι ἐπὶ μὲν τῶν
καθόλου πιστεύουσι πάντες καὶ τῷ δυνατῷ τῆς προγνώ-
σεως καὶ τῷ πρὸς τὸ φυλάξασθαι χρησίμῳ, πρὸς μὲν τὸ
θέρος φροντίζοντες τῶν ψύχειν δυναμένων καὶ ἔμπαλιν
πρὸς τὸν χειμῶνα, καὶ ἔτι πρὸς τὸ ἀσφαλὲς τῶν ἀναγωγῶν
παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας
καὶ ἄλλα πολλὰ ἐπιτηροῦντες, ἐπὶ δὲ τῶν κατὰ μέρος καὶ
τῆς καθ' ἕνα ἕκαστον ἰδιοσυγκρισίας οὐκέτι 〈δυνατὸν〉
τὸ προγινώσκειν ἡγοῦνται καίτοι προδήλου τυγχάνοντος
ὡς εἰ πρὸς τὰ καθόλου καύματα τύχοιμεν προψύξαντες
αὑτοὺς ἧττον καυσούμεθα. ὥσπερ δὲ οἶμαι καὶ ἐπ' αὐτοῦ
3
τοῦ προγνωστικοῦ, καὶ εἰ μὴ διὰ παντὸς γοῦν ἄπταιστον
ἦν, τὸ γοῦν δυνατὸν αὐτοῦ μεγίστης σπουδῆς ἄξιον
κατεφαίνετο, τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐπὶ τοῦ φυλακτι-
κοῦ, καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γε ἐπ'
ἐνίων, κἂν ὀλιγάκις μικρὰ ᾖ, ἀγαπᾶν καὶ ἀσπάζεσθαι
χρή. τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οἱ παλαιοὶ Αἰγύπ-
τιοι οὕτως ἔχουσι συνῆψαν πανταχῇ τῷ δι' ἀστρονομίας
προγνωστικῷ τὴν ἰατρικὴν διὰ τῶν καλουμένων παρ'
αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων ἐξ ὧν προσφόρως
ἑκάστῳ τὰ βοηθήματα προσφέρουσιν. ἀλλὰ περὶ μὲν
τούτων ἀκριβέστερον λέγειν ἑτέρου καιροῦ ἂν εἴη,
ἀρξώμεθα δὲ τῆς εἰς ἡμᾶς ἐλθούσης πείρας τῶν παρὰ τοῖς
ἀρχαίοις ἀποτελεσματικῶν συνταγμάτων, ἐπιμελούμενοι
κατὰ τὸ δυνατὸν τοῦ τε εὐγνώστου καὶ εὐχρήστου μετὰ
τῆς προσηκούσης συντομίας.
{αʹ. Περὶ τῆς τῶν δωδεκατημορίων ὀνομασίας
τε καὶ δυνάμεως}
Τὸν ζῳδιακὸν οἱ παλαιοὶ εἰς δώδεκα τμήματα διεῖλον
ὀνομασίαν ἑκάστῳ προστιθέντες ἐκ τῶν ὡς ἐπὶ τὸ
πλεῖστον συμπασχόντων ζῳδίων ἐπὶ τῆς γῆς καὶ κατ-
αστερίζοντες ἐν τοῖς μέρεσι τούτοις καθὼς ἐνεδέχετο τοὺς
αὐτῶν τύπους.
Ἀρχὴν δὲ ἐποιήσαντο ἀπὸ τοῦ Κριοῦ ἐαρινοῦ τμήματος
διὰ τὸ ἐκ τοῦ νοτίου ἡμισφαιρίου ἐπὶ τὸ βόρειον τότε τοῦ
Ἡλίου μετερχομένου ὑφ' ὃ τέτακται ἡ καθ' ἡμᾶς οἰκου-
μένη ἄρχειν ὥσπερ αὖθις ζωῆς καὶ τὰς βλάστας τῶν
φυτῶν καὶ πάντων τῶν παρ' ἡμῖν ζῴων τὰς πληρώσεις
γίνεσθαι. τοῦτο δὴ τὸ κατὰ τὸν Κριὸν δωδεκατημόριον
κεφαλὴν τοῦ κόσμου προσαγορεύουσιν, οἶκον Ἄρεως,
4
ὕψωμα Ἡλίου περὶ ἐννεακαιδεκάτην μοῖραν, ἰσημερινόν,
ἐαρινόν, τροπικόν, βασιλικόν, προστάσσον, φωνῆεν, χερ-
σαῖον, νυκτερινόν. καὶ καθόλου μέν ἐστι βροντῶδες καὶ
χαλαζῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ
ὀλιγόσπορα καὶ ὀμβρώδη καὶ ἀνεμώδη διὰ τὴν τῆς ἰση-
μερίας ἐπισημασίαν, τὰ δὲ μέσα εὔκρατα καὶ πολύσπορα.
τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τετραπόδων,
τὰ δὲ πρὸς βορρᾶν καυματώδη καὶ φθαρτικά, τὰ δὲ πρὸς
νότον κρυσταλλώδη καὶ ὑπόψυχρα.
Τούτῳ δὲ ὑπόκεινται
ἀρχαίη Βαβυλών, Τυρίου Βήλοιο πόλισμα,
ὕστατα δ' Ἀρραβίη, γείτων χθονὸς Αἰγύπτοιο.
κατὰ δὲ Πτολεμαῖον Βρετανία, Γαλατία, Γερμανία,
Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. ὡς δὲ Ἵππαρχος καὶ
οἱ παλαιοὶ τῶν Αἰγυπτίων κατὰ μέρος διώρισαν οὕτως·
κατὰ μὲν τὸν ἀριστερὸν ὦμον Βαβυλωνία, κατὰ δὲ τὸν
δεξιὸν Θρᾴκη, κατὰ δὲ τὸ στῆθος Ἀρμενία, κατὰ δὲ
πλευρὰς Ἀραβία ἡ πρὸς Αἴγυπτον, κατὰ τὴν ῥάχιν καὶ
κοιλίαν Περσὶς καὶ Καππαδοκία, Μεσοποταμία, Συρία,
Ἐρυθρὰ θάλασσα. ἐξεθέμεθα δὲ τὰ κατὰ μέρος διὰ τὸ
χρησιμεύειν τὸ τοιοῦτον πολλάκις πρὸς τὰς κατ' ἐκείνους
τοὺς τόπους προγνώσεις.
Διεῖλον δὲ τὰ ὅρια οἱ παλαιοὶ Αἰγύπτιοι μέν, Δωρόθεος
δὲ ἐμμέτρως οὕτως·
5
ἓξ δ' ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ
τὰς πρώτας, μετέπειτα δ' ἴσας λάχεν ἡ Κυθέρεια,
ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέ τε πέντε,
τὰς δ' ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ.
ὁ δὲ Πτολεμαῖος οὕτως· Ζεὺς ἕξ, Ἀφροδίτη ὀκτώ, Ἑρμῆς ζ̅,
Ἄρης ε̅, Κρόνος τέσσαρας. καὶ ἑκάστου ζῳδίου λαμπρὰς
μοίρας ἐξέθεντο· εἰσὶν οὖν αἱ τούτου λαμπραὶ μοῖραι
τρίτη, ἐννεακαιδεκάτη, ἕκτη καὶ εἰκοστή, ἑβδόμη καὶ
εἰκοστή, τριακοστή.
Ἔτι δὲ καὶ ἑκάστου ζῳδίου τρεῖς ἀφώρισαν δεκανοὺς
κατὰ δεκαμοιριαῖον διάστημα· καὶ ἔστιν ὁ μὲν πρῶτος
Χονταρέ, ὁ δὲ δεύτερος Χονταχρέ, ὁ τρίτος Σικέτ.
ἐπετήρησαν δὲ κατὰ τὸ ὁλοσχερὲς οὐκ ἀντιπραττούσης
ἑτέρας αἰτίας τοὺς μὲν ἔχοντας ὡροσκοποῦντα τὸν πρῶτον
δεκανὸν δυσγαμεῖν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ἐν δὲ τῇ ἐσχάτῃ
εὐγαμεῖν καὶ τέλους καλοῦ τεύξεσθαι. τὰ δὲ σημεῖα·
λεπτὰ τὰ στήθη μὴ σεσαρκωμένα, αἱ κνῆμαι γυμναὶ καὶ
ἄσαρκοι· ἕξει σημεῖον περὶ τὸ ἀριστερὸν ἢ ὑπὸ τὴν
ἀριστερὰν μασχάλην. κλιμακτῆρες δὲ ἀνεγράφησαν αὐτοῦ
ἔτος δʹ, θʹ, ιβʹ, καʹ, λγʹ, μθʹ, νβʹ, ξδʹ, οδʹ. τοὺς δὲ τὸν
δεύτερον ἔχοντας ὡροσκοποῦντα πλουσίως μὲν τραφήσε-
σθαι μετὰ τοῦ κακοπαθεῖν πως ἐν τῇ πρώτῃ ἡλικίᾳ,
φρονίμους δὲ εἶναι καὶ πεπαιδευμένους καὶ προστήσεσθαι
πολλῶν καὶ καλοῦ τέλους τυχεῖν. τὰ δὲ σημεῖα· οἱ
ὀφθαλμοὶ αὐτοῦ μεγάλοι κεχυμένοι, ὀλίγον ὀξύθυμος
ἔσται, ἴση ἡ ἡλικία καὶ τὸ μῆκος σύμμετρον. οἱ δὲ κλι-
μακτῆρες ἀνεγράφησαν αὐτοῦ ἔτος βʹ, ζʹ, ιζʹ, ιθʹ, κδʹ,
6
λβʹ, λθʹ, μαʹ, νβʹ, ξδʹ, οαʹ, πϚʹ. τοὺς δὲ τὸν τρίτον
ἔχοντας ὡροσκοποῦντα κακοπαθεῖν καὶ ξενιτεύειν πολλὰ
καὶ χωρίζειν τοὺς γονεῖς θανάτῳ καὶ ἄχρηστα ἔχειν τὰ
αὐτῶν καὶ λυπεῖσθαι εἰς γάμον, ὕστερον δὲ λαβεῖν
προεφθαρμένην γυναῖκα καὶ τεκνώσειν καὶ τὸ τέλος τοῦ
βίου εὐθύμως ἕξειν. τὰ δὲ σημεῖα· γεννᾶται μὲν ξανθὸς
καὶ ὠχρός, γενήσεται εὐπρεπὴς τὸ μέγεθος· μῶμος
ἔσται ἐν τῷ μήκει αὐτοῦ ἐκ θεῶν ἐνεργείας. οἱ δὲ κλιμα-
κτῆρες ἔτος ζʹ, ιαʹ, ιθʹ, κηʹ, λγʹ, λεʹ, μʹ, νβʹ, ξζʹ, οδʹ,
πηʹ, Ϙζʹ. τὸ δὲ μεταξὺ Κριοῦ καὶ Ταύρου, ὅπερ μεσεμ-
βόλημα καλεῖται, εἴ τις ἔχει ὡροσκόπον, οὗτος ἄλαλος
καὶ κωφὸς καὶ ἄσημος· τελευτήσει ἐπὶ τῶν αὐτῶν
κλιμακτήρων τῶν τοῦ τρίτου δεκανοῦ τοῦ Κριοῦ.
Ἑξῆς τὸ τοῦ Ταύρου δωδεκατημόριόν ἐστιν, ὃ εἰς
τράχηλον τοῦ κόσμου ἀναφέρεται, οἶκος Ἀφροδίτης,
ὕψωμα Σελήνης περὶ τρεῖς μοίρας, στερεόν, φωνῆεν,
προστάσσον, θηλυκόν, χερσαῖον, λατρῶδες. καὶ ἔστι
καθόλου μὲν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων καὶ
ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα κατὰ τὴν
Πλειάδα πνευματώδη καὶ ὁμιχλώδη καὶ σεισμοποιά, τὰ
δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν
Ὑάδα πυρώδη καὶ κεραυνῶν καὶ ἀστραπῶν ποιητικά, τὰ
δὲ βόρεια εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα.
Προσοικειοῦνται δὲ αὐτῷ χῶραι οὕτως·
θηρὶ δ' ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίη τε
ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο.
ὁ δὲ Πτολεμαῖος· Παρθία, Μηδία, Περσίς, Κυκλάδες,
Κύπρος, Μικρὰ Ἀσία. ἤδη δέ τινες πάλιν καὶ πρὸς μέρη
7
αὐτοῦ τὰς οἰκειώσεις ἔθεντο· κατὰ μὲν τὰ κέρατα Μηδία,
τὰ πρὸς τῷ Ἡνιόχῳ δεξιὰ Σκυθία, τὰ ἀριστερὰ Ἀρμενία,
κατὰ τὴν Πλειάδα Κύπρος.
Τὰ δὲ ὅρια οὕτως·
ὀκτὼ δὲ πρώτας ὁρίων μοίρας Κυθέρεια
ἐν τούτῳ, Στίλβων δὲ μετ' αὐτὴν ἔλλαχε μοίρας
δὶς τρεῖς, καὶ Φαέθων ἔλαχ' ὀκτώ, πέντε δὲ Φαίνων,
τὰς δ' ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε.
κατὰ δὲ Πτολεμαῖον οὕτως· Ἀφροδίτη ὀκτώ, Ἑρμῆς ζ̅,
Ζεὺς ζ̅, Ἄρης Ϛ̅, Κρόνος β̅. αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ
τρίτη, πέμπτη, δεκάτη, ἑπτακαιδεκάτη, ὀγδόη καὶ
εἰκοστή, τριακοστή.
Οἱ δὲ δεκανοὶ αὐτοῦ τρεῖς· Χώου ὁ πρῶτος, Ἔρω ὁ
δεύτερος, Ῥομβρόμαρε ὁ τρίτος. ὁ οὖν ἔχων ὡροσκο-
ποῦντα τὸν πρῶτον ἔσται μὲν ἐπιχαρής, πολύφιλος καὶ
ἡδύβιος, ἐπίμοχθος δὲ καὶ μετὰ τὸ ἀποβαλεῖν τὸν πρῶτον
γάμον γαμήσει προεφθαρμένην καὶ μεγάλη εὐδαιμονία
ἔσται αὐτῷ. τὰ δὲ σημεῖα· ἡ κεφαλὴ μεγάλη, οἱ ὀφθαλμοὶ
αὐτοῦ μεγάλοι, τὸ μέγεθος σύμμετρον, τὰ χείλη μεγάλα·
σημεῖον ἔσται περὶ τὸν αὐχένα καὶ ἄλλο περὶ τὸν κόλπον
καὶ ἕτερον περὶ τὴν δεξιὰν πλευράν. οἱ δὲ κλιμακτῆρες
αὐτοῦ ἔτος αʹ, δʹ, θʹ, ιαʹ, κβʹ, λγʹ, μθʹ, νϚʹ, ξθʹ, οβʹ.
ὁ δὲ ἔχων τὸν δεύτερον ὡροσκοποῦντα ἔσται πλούσιος,
ἀρχοντικός, ἀγχίνους καὶ εὔγαμος, ἐπιτροπῶν καὶ
παρακαταθηκῶν ἀξιούμενος. τὸ δὲ σημεῖον· τὸ πρόσωπον
πλατύ, τὰ στέρνα εὐρύτατα, ὀφθαλμὸς εὐειδής, τὰ ὦτα
πλατέα, περὶ τοὺς ὤμους τετρίχωται· σημεῖον μέλαν περὶ
τὰς λαγόνας ἢ ὑπὸ τὸν μαστὸν καὶ περὶ τὰ νευρικὰ τάσις.
8
οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος ζʹ, ιγʹ, κβʹ, λαʹ, μγʹ, νϚʹ,
ξαʹ, οδʹ, πδʹ, Ϙαʹ. οἱ δὲ ἔχοντες τὸν τρίτον ἔσονται ἐκ
μεγάλων γονέων καὶ αὐτοὺς διαστήσουσι καὶ τὰ αὐτῶν
οὐ καλῶς διοικήσουσι καὶ ἐκδημοῦσι καὶ ναυαγίων
πειρῶνται καὶ ἐπονειδίστως καὶ ἐμπαθῶς διαλαλοῦνται καὶ
σινοῦνται ἐπὶ τὸν συνουσιαστικὸν τόπον καὶ ἀναπόλαυστοι
γίνονται τῶν κατὰ φυσικὴν συνουσίαν ἡδονῶν καὶ τοῦ
ἀξιωματικοῦ προσχήματος μεθίστανται καὶ ἄωροί τινες
αὐτῶν ἀποθνῄσκουσιν. τὰ δὲ σημεῖα αὐτῶν· τῷ προσώπῳ
εὐειδεῖς καὶ ἐπιτερπεῖς, ἐοικότες γυναικί, ἀλλὰ μῶμον
ἕξουσιν ἐν τῷ ἀριστερῷ ὀφθαλμῷ ἢ περὶ τὸν ἕνα τῶν
ποδῶν· εὔοφρυς, μέσος τὸ μέγεθος καὶ λεπτός. εἰσὶ δὲ
οἱ κλιμακτῆρες αὐτοῦ ἔτος θʹ, ιβʹ, κγʹ, λαʹ, μϚʹ, νθʹ,
ξαʹ, οδʹ. Ταύρου τὸ μεσεμβόλημα καὶ Διδύμων· ὁ ἔχων
τὸν ὡροσκόπον ἐν τούτῳ ἕξει δύο φύσεις· ἄσπερμος,
ἀπρεπὴς καὶ τοῖς μέλεσιν ἄπλαστος καὶ ἀειδής.
Τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον, ὃ εἰς ὤμους
παραλαμβάνεται, ἔστιν Ἑρμοῦ οἶκος, δίσωμον, ἀρσενικόν,
λογικόν, ἀνθρωποειδές. καὶ καθόλου μὲν εὐκρασίας
ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ
φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα
καὶ ἄτακτα, τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά,
τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη.
Ὁμοίως κατὰ Δωρόθεον·
ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε
ἠδέ τε Περραιβῶν καὶ Φοινίκων θεοτεύκτων.
κατὰ Πτολεμαῖον Ὑρκανία, Ἀρμενία, Μαντιανή, Κυρη-
ναϊκή, Μαρμαρική, Αἴγυπτος κατὰ χώραν. κατὰ δὲ μέρος
9
τῷ μὲν βορείῳ Διδύμων ὑπόκειται κατὰ τοὺς πόδας Βοιω-
τία, παρὰ τὴν χεῖρα Θρᾴκη, ὑπὸ τὸν νῶτον Γαλατία, τοῦ
δὲ νοτίου ὑπὸ τὸν γλουτὸν Πόντος, κατὰ νῶτον Κιλικία,
κατὰ τὴν ὠμοπλάτην Φοινίκη, κατὰ τὴν κορυφὴν Ἰνδική.
Τὰ δὲ ὅρια οὕτως·
Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας,
τὰς δ' ἴσας Φαέθων, τριτάτας Παφίη λάχε πέντε,
ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δ' αὖ Φαίνων μετέπειτα.
κατὰ δὲ Πτολεμαῖον· Ἑρμῆς ἑπτά, Ζεὺς Ϛ̅, Ἀφροδίτη ζ̅,
Ἄρης Ϛ̅, Κρόνος δ̅. αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ Ϛʹ, ιθʹ,
καʹ, λʹ.
Οἱ δὲ τρεῖς δεκανοί εἰσιν οὗτοι· Θοσόλκ ὁ πρῶτος,
Οὔαρε ὁ δεύτερος, Φούορι ὁ τρίτος. ὁ ἔχων τὸν πρῶτον
ὡροσκοποῦντα ἔσται ἀγχίνους καὶ πεπαιδευμένος, φιλευ-
φρόσυνος, ἐρωτικός, μισοπόνηρος, μικρόλυπος, τὸ ζῆν ἐν
παρύγροις τόποις ἔχων, καὶ ἀκαταστατήσει κατὰ γυναῖκα
καὶ ἐξ ἔρωτος ἢ φιλίας λήψεται γυναῖκα καὶ οὐρανίων
μαθημάτων ἅψεται. τὰ δὲ σημεῖα αὐτοῦ· οὐλόκομος ἔσται,
εὐμήκης τὴν ἡλικίαν, δύο περιστροφὰς ἕξει ἐν τῇ κεφαλῇ,
περισσὸν δάκτυλον τῆς χειρός. οἱ δὲ κλιμακτῆρες αὐτοῦ
ἔτος αʹ, θʹ, κδʹ, λδʹ, μγʹ, νγʹ, ξεʹ, ογʹ. ὁ δὲ ἔχων τὸν
δεύτερον ἀχθήσεται μὲν πλουσίως, διαστήσει δὲ τοὺς
γονεῖς θανάτῳ καὶ τὰ αὐτῶν μειώσει καὶ ἔσται λαμπρό-
τερος τῶν γονέων δι' ἑαυτοῦ κτώμενος καὶ ἐν ἱεροῖς
τιμηθήσεται καὶ εὐχρημάτιστος ἔσται καὶ λήψεται
γυναῖκα ἀφ' αἵματος καὶ μετὰ τὸ ἀκαταστατῆσαι ἐν
τῇ πρώτῃ ἡλικίᾳ τεύξεται καλῶν. τὰ δὲ σημεῖα αὐτοῦ·
μέσος τὴν ἡλικίαν ἔσται, εὐειδὴς τὸ πρόσωπον, μέγας τὸ
10
σῶμα· σημεῖον ὑπὸ τὴν μασχάλην. εἰσὶ δὲ κλιμακτῆρες
αὐτοῦ ἔτος ζʹ, ιβʹ, ιθʹ, καʹ, κϚʹ, λϚʹ, μγʹ, νϚʹ, ξεʹ, πδʹ,
Ϙβʹ. ὁ δὲ τρίτον ἔχων κακοπαθήσας ἐπὶ τῆς νεότητος
διαστήσει τοὺς γονεῖς καὶ τὰ αὐτῶν μειώσει, ἐπὶ ξένης
δὲ τὰ πλεῖστα οἰκήσει καὶ ἔσται βλάσφημος διὰ ζημίας,
ἐν δὲ τοῖς κατὰ γυναῖκα ἐπίψογος ἔσται καὶ λαμβάνει
γυναῖκα ἀναξίαν αὑτοῦ ἢ καὶ προεσκυλμένην. τὰ δὲ
σημεῖα· λεπτοπρόσωπος ἔσται καὶ μικρόφθαλμος, ξανθὸς
τὸ σῶμα, καυχήμων ἔσται. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμα-
κτῆρες ἔτος ζʹ, ιβʹ, καʹ, λβʹ, μγʹ, νβʹ, ξδʹ, οδʹ, πϚʹ, Ϙβʹ.
ὁ δὲ ἔχων τὸ μεσεμβόλημα Διδύμων καὶ Καρκίνου περὶ τὰ
ὁρατικὰ σινωθήσεται ἢ καὶ λευκώματα ἕξει, τοῦ δὲ Διὸς
ὁρῶντος τὸν τόπον τοῦ ἑνὸς ὀφθαλμοῦ τὸ σίνος ἔσται.
Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον, ὃ εἰς στῆθος καὶ
πλευρὰς παραλαμβάνεται, ἔστιν οἶκος Σελήνης, ὕψωμα
Διὸς περὶ δεκαπέντε μοίρας, θερινόν, τροπικόν, ἄφωνον,
ἀμφίβιον, γόνιμον, κυρτόν, κάθυγρον, θῆλυ, νυκτερινόν,
προστάσσον, κόσμου ὡροσκόπος. καὶ καθόλου μέν ἐστιν
εὐδιεινὸν καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα
αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ
ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη,
τὰ δὲ βόρεια καὶ τὰ νότια ἔμπυρα καὶ καυσώδη· ἡ δὲ ἐν
αὐτῷ Φάτνη λεγομένη ποιεῖ λευκώματα ἐν τοῖς ὀφθαλμοῖς.
Τῷ δ' ὕπο Θρηϊκίων καὶ Αἰθιόπων κλίμα κεῖται.
κατὰ δὲ Πτολεμαῖον Νουμηδία, Καρχηδονία, Ἀφρική, Βιθυ-
νία, Φρυγία, Κολχική. μερικῶς δέ, ὡς Ὠδαψὸς λέγει, τὰ
11
μὲν ἐμπρόσθια μέρη Βακτριανή, τὰ δὲ ἀριστερὰ Σκυθία,
Ἀκαρνανία καὶ Ἑλλήσποντος καὶ Λιβυκὸν πέλαγος καὶ
Βρετανία καὶ Θούλη νῆσος, κατὰ δὲ τοὺς πόδας Ἀρμενία
καὶ Καππαδοκία, Ῥόδος, Κῶς καὶ Ἰλίου νῆσοι, κατὰ δὲ
τὰ μέσα Ἀσία, ἐν δεξιοῖς δὲ Λυδία, Ἑλλήσποντος.
Τὰ δὲ ὅρια οὕτως·
ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος
ἐν τούτῳ, μετέπειτα δὲ ἓξ λάχεν ἡ Κυθέρεια,
τὰς δ' ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετ' αὐτόν,
δὶς δὲ δύω πυμάτας ἔλαχεν Κρόνος ἀγκυλομήτης.
κατὰ δὲ Πτολεμαῖον· Ἄρης Ϛ̅, Ζεὺς ζ̅, Ἑρμῆς ζ̅, Ἀφροδίτη
ζ̅, Κρόνος γ̅. αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ ηʹ, θʹ, ιεʹ, κʹ,
κβʹ, κϚʹ.
Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· Σωθὶς ὁ πρῶτος, Σὶτ ὁ
δεύτερος, Χνουμὶς ὁ τρίτος. ὁ οὖν γεννώμενος ἐπὶ τοῦ
πρώτου δεκανοῦ ἔσται ἀγαθός, ἥσυχος, πιστευόμενος ἐφ'
οἷς λέγει, πολυμέριμνος, πολύφιλος, ἐξ ἐπινοίας πολλὰ
κτώμενος καὶ ἐχθρῶν περιγινόμενος, τὰ δὲ κατὰ γυ-
ναῖκα ἕξει ἐπίψογα καὶ γαμήσας θάπτει ἐπὶ νεότη-
τος, ὕστερον δὲ εὐνοηθήσεται καὶ ἐσχάτην καλὴν ἕξει.
τὰ δὲ σημεῖα· εὐμήκης τὸ μέγεθος, ἡ θρὶξ ὡραία καὶ
συνεστραμμένη, οἱ ὀφθαλμοὶ ἐπιτερπεῖς, αἱ ὀφρύες ὁμοίως,
ἡ ῥὶς ὑψηλή, εὐρὺς τοὺς ὤμους, τὰ νεῦρα τῶν ποδῶν
ἐξέχει· σημεῖον ὑπὸ τὴν μασχάλην ἢ ὑπὸ τὸν μαστὸν
καὶ ἄλλο σημεῖον ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ἔσται. οἱ δὲ
κλιμακτῆρες τοῦ δεκανοῦ ἔτος θʹ, ιαʹ, καʹ, λγʹ, μθʹ,
12
νϚʹ, ξγʹ, οαʹ, πϚʹ. ὁ δὲ γεννώμενος ἐπὶ τοῦ δευτέρου
δεκανοῦ τραφήσεται πλουσίως καὶ τῶν γονέων βελτίων
καὶ θανάτους ἀδελφῶν ὄψεται καὶ δημοσιωθήσεται καὶ
δοξασθήσεται ὑπὸ ὄχλων καὶ νόμους πιστευθήσεται,
ἀκαταστατήσει δὲ ἐν τοῖς κατὰ γυναῖκα καὶ ἐπὶ τέκνοις
λυπηθήσεται. τὰ δὲ σημεῖα αὐτοῦ· μικρομεγέθης,
μελανόχρους, ψιλὸν τὸ γένειον, τὰ στήθη μικρά, σημεῖον
μέλαν εὑρεθήσεται ἐπὶ τοῦ ὀμφαλοῦ, λόγῳ τοὺς ἀνθρώ-
πους εὐφραίνων, ἔργῳ δὲ οὐδὲ ὅλως. οἱ δὲ κλιμακτῆρες
ἔτος δʹ, ζʹ, ιβʹ, κγʹ, μβʹ, νδʹ, ξβʹ, ογʹ, πηʹ. ὁ δὲ ἐπὶ τοῦ τρί-
του γεννώμενος ἔσται φρόνιμος καὶ τραφήσεται ἀγεννῶς
καὶ διαστήσει τοὺς γονεῖς θανάτῳ καὶ μειώσει τὰ πατρῷα
καὶ ἔσται φιλόφιλος καὶ κακοπαθήσει ἐπὶ τῆς νεότητος, ἐν
δὲ τοῖς κατὰ γυναῖκα ψόγους ἕξει καὶ ἐν στρατιωτικῇ
πράξει διαζήσει καὶ λήψεται σιδήρου πεῖραν καὶ ἐσχάτης
ἀγαθῆς τεύξεται. τὰ δὲ σημεῖα αὐτοῦ· μέση ἡλικία,
εὐτραφής, λιπαρός, ξανθός, λευκός, αἱ ὀφρύες μεγάλαι,
τὰ στήθη πλατέα, προγάστωρ ἔσται, πόνους ἕξει περὶ τὰ
σπλάγχνα. εἰσὶ δὲ οἱ κλιμακτῆρες ἔτος δʹ, ζʹ, ιβʹ, κδʹ,
λγʹ, μθʹ, νβʹ, ξγʹ, ξθʹ, οβʹ, πϚʹ. μὴ λαθέτω δὲ ὡς
εἰκότως εἰς φυλακτήριον τοῦ στομάχου παραδέχονται τὸν
Χνουμὶν ὡς κύριον ὄντα τοῦ στήθους τοῦ κόσμου καθὼς
ἡ διαίρεσις τῶν ζῳδίων περιέχει. τὸ δὲ μεσεμβόλημα
Καρκίνου καὶ Λέοντος ποιεῖ ἐμμανεῖς, μηδενὸς δὲ τῶν
ἀγαθοποιῶν μαρτυροῦντος καὶ ὑπὸ τῶν γονέων καὶ τῶν
συγγενῶν οἱ τοιοῦτοι ἐκβάλλονται καὶ μετὰ τῶν τετρα-
πόδων ζῶσιν, οἱ δὲ ἀγαθοὶ ἐπιθεωρήσαντες σίνος ποιοῦσι
καὶ πάθος.
Τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον, ὅπερ εἰς καρδίαν
καὶ τὰ περὶ αὐτὴν κατανοεῖται, ἔστιν οἶκος Ἡλίου,
13
ἡμερινόν, τετράπουν, στειρῶδες, βασιλικόν, ἀρσενικόν,
χερσαῖον, ἀσελγές, ἡμίφωνον. καὶ καθόλου μέν ἐστι
καυματῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγού-
μενα αὐτοῦ πνιγώδη καὶ λοιμικὰ τετραπόδων, τὰ δὲ μέσα
εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά, τὰ δὲ
βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια ὑγρά.
Τῷ δ' ὑπόκειθ' Ἑλλάς, Φρυγίη θ' ἅμα καὶ στόμα
Πόντου.
κατὰ δὲ Πτολεμαῖον Ἰταλία, Γαλλία, Ἀπουλία, Φοινίκη,
Χαλδαία, Ὀρχηνία. κατὰ δὲ μέρος, ὡς ἄλλοι ἱστοροῦσιν,
κατὰ μὲν κεφαλὴν Προποντίς, κατὰ τὸ στῆθος Ἑλλάς,
ὑπὸ τὴν κοιλίαν Μακεδονία, τὰ δὲ πρὸς τῇ οὐρᾷ Φρυγία.
Τὰ δὲ ὅρια οὕτως·
ἓξ δ' ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ,
πέντε δ' ἔχει Παφίη, Φαίνων δ' ἔχει ἑπτὰ μετ' αὐτήν,
ἓξ δ' ἔχει Ἑρμείας, πυμάτας δ' ἓξ ἔλλαχεν Ἄρης.
κατὰ δὲ Πτολεμαῖον· Ζεὺς ἕξ, Ἀφροδίτη ἕξ, Ἑρμῆς ἑπτά,
Κρόνος ἕξ, Ἄρης πέντε. αἱ δὲ τοῦ ζῳδίου λαμπραὶ μοῖραι
αʹ, δʹ, εʹ, ιϚʹ, κʹ, κϚʹ, λʹ.
Οἱ δὲ δεκανοὶ αὐτοῦ τρεῖς· Χαρχνούμις ὁ πρῶτος,
Ἤπη ὁ δεύτερος, Φούπη ὁ τρίτος. ὁ γεννώμενος οὖν ἐπὶ
τοῦ πρώτου ὑπὸ ὄχλων δορυφορεῖται καὶ ἀκουσθήσεται
καὶ ἔσται ὀξὺς καὶ ἀκαταφρόνητος, εὐεργετῶν τοὺς
ὑποτασσομένους καὶ πολλοὺς σκεπάσει καὶ κτήσεται,
εὐεπίψογος δὲ διὰ γυναῖκα. τὰ δὲ σημεῖα αὐτοῦ· εὐμήκης
τὴν ἡλικίαν, τὸ πρόσωπον ὡραῖος, ἐρυθρός, οἱ ὀφθαλμοὶ
μεγάλοι, εὔρινος, αἱ κνῆμαι λεπταί, πόνος ἔσται περὶ τὸν
14
πόδα καὶ ἐμπνευμάτωσις αὐτῷ ἔσται. οἱ δὲ τοῦ θεοῦ
κλιμακτῆρες ἔτος αʹ, ιαʹ, κγʹ, λβʹ, μϚʹ, νζʹ, ξθʹ, οβʹ, οδʹ,
πηʹ. ὁ δὲ γεννώμενος ἐπὶ τοῦ δευτέρου ἔσται δυνάστης,
βασιλεύς, αὐτοκράτωρ ἀναγορευθήσεται καὶ πολλοὺς
ὑποτάσσει καὶ κτίσει πόλεις, καὶ φορολογήσουσιν αὐτῷ
πολλοί, καὶ θεογνωσία ἐπ' αὐτῷ καὶ εὕρεσις χρυσοῦ καὶ
ἔνθεος αὐτοῦ ἡ γνώμη καὶ ἰσόθεος τιμή. τὰ δὲ σημεῖα·
εὐμεγέθης, εὐρύστερνος, ἐκ τῶν μηρῶν εἰς τοὺς πόδας
ἰσχναίνεται, λεοντόχρους τὴν χροιάν, ἡδὺς διαλεγόμενος,
πόνος ἔσται αὐτῷ περὶ τὰ νευρικά. εἰσὶ δὲ οἱ τοῦ θεοῦ
κλιμακτῆρες ἔτος θʹ, καʹ, λδʹ, μϚʹ, νβʹ, οʹ· ὁ θάνατος
ὀξύς. ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος τραφήσεται πλουσίως
καὶ ἔσται φρόνιμος, πεπαιδευμένος, πολύφιλος, σωματικὰς
δὲ βλάβας ἕξει καὶ περισφραγισμοὺς καὶ ἀγῶνας βασιλικοὺς
καὶ ἐπιβουλὰς ἐξουσιαστικάς, ὕστερον δὲ αὐτῶν περιέσται
καὶ κυριεύσει κτημάτων καὶ εὐχρημάτιστος ὑπὸ θεῶν
καὶ ὑπὸ γυναικῶν εὐνοηθήσεται, σινωθήσεται δὲ περὶ
τὰ ἄκρα. τὰ δὲ σημεῖα αὐτοῦ· μέσος τὴν ἡλικίαν, ἐρυθρὸς
τὸ πρόσωπον, οἱ ὀφθαλμοὶ κεχυμένοι, ἔκλυτος περὶ τὰ
γύναια. οἱ δὲ κλιμακτῆρες ἔτος ζʹ, ιγʹ, κγʹ, μγʹ, νβʹ, ξϚʹ,
οδʹ, πθʹ· τελευτήσει δὲ ἐπὶ τῆς ἰδίας καὶ ταφήσεται.
ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώμενος ἔσται ἁρπο-
κρατικὸς καὶ ἐγγὺς θεῶν ἔσται, τινὲς δὲ καὶ ἄγαμοι
τελευτῶσιν.
Τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον, ὃ καὶ αὐτὸ εἰς
γαστέρα παραλαμβάνεται, ἔσται οἶκος καὶ ὕψωμα Ἑρμοῦ
περὶ δεκαπέντε μοίρας, ἡμερινόν, λογικόν, φωνῆεν,
ἀνθρωποειδές, στειρῶδες, δίσωμον, θῆλυ, ὑποτακτικόν,
πτερωτόν. καὶ καθόλου μέν ἐστι δίυγρον καὶ βροντῶδες,
κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ
15
φθαρτικά, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευ-
ματώδη, τὰ δὲ νότια εὔκρατα.
Τῇ δ' ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι
καὶ δρύες Ὠγύγιαι, ἃς Ἀρκάδες ἄνδρες ἔδεσκον,
καὶ βαθυδινήεις τε μέγας ῥόος Ὠκεανοῖο
καὶ κλίμ' Ἀχαιϊκὸν ἔσχε Λακωνίδος ἠδὲ Λακώνων.
κατὰ δὲ Πτολεμαῖον Βαβυλωνία, μέση Αἰθιοπία, Μέση
ποταμῶν, Ἀσσυρία, Ἑλλάς, Ἀχαΐα, Κρήτη. κατὰ μέρος δὲ
κατὰ μὲν τὸν νῶτον Ἰωνία, κατὰ δὲ τὰ μέσα ἐξ ἀριστερῶν
Ῥόδος, Πελοπόννησος, κατὰ δὲ τὸ σύρμα ἐξ ἀριστερῶν
Ἀρκαδία, Κυρήνη, κατὰ τὴν δεξιὰν χεῖρα Δωρίς, κατὰ
τὴν εὐώνυμον Σικελία, κατὰ τὸν Στάχυν Περσική.
Ἡ δὲ τῶν ὁρίων τάξις οὕτως·
ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων ἐπὶ τῆσδε
μοίρας καὶ δέκα Κύπρις ἔχει, Φαέθων δὲ κατ' αὐτὴν
τέσσαρας, ἑπτὰ δ' Ἄρης, πυμάτας δύο δ' ἔλλαχε
Φαίνων.
ὁ δὲ Πτολεμαῖος οὕτως· Ἑρμῆς ἑπτά, Ἀφροδίτη ἕξ, Ζεὺς ε̅,
Κρόνος Ϛ̅, Ἄρης Ϛ̅. αἱ δὲ τοῦ ζῳδίου λαμπραὶ μοῖραι ιʹ,
ιζʹ, κʹ, κϚʹ, κθʹ.
Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· Τὼμ ὁ πρῶτος, Οὐεστεβκὼτ
ὁ δεύτερος, Ἀφόσο ὁ τρίτος. ὁ γεννώμενος οὖν ἐπὶ τοῦ
πρώτου δεκανοῦ ἔσται ἀγαθός, φιλόγελως, πολύφιλος,
ἐν τρυφῇ διάξει ἀγύναιος διὰ τὸ μὴ ἐπὶ μιᾶς μένειν καὶ
κηδεμονίαν αὐτοῦ ποιήσεται ὁ οἰκεῖος αὐτοῦ δαίμων
16
καὶ τύχη, ἔσται δὲ ἐπίνοσος, τεύξεται δὲ καὶ ἰατρικῶν
βοηθημάτων καὶ μετὰ τὴν νεότητα εὐνοηθήσεται ἀπὸ
γυναικὸς καὶ ἐσχάτης καλῆς τεύξεται. τὰ δὲ σημεῖα
αὐτοῦ· τὸ μῆκος ὑψηλόν, εὔτολμος τὴν ψυχήν, τὸ πρόσωπον
εὐειδής, οἱ ὀφθαλμοὶ ἐπέραστοι, ἡ ῥὶς σιμὴ καὶ παχεῖα
ὀλίγον· σημεῖον ἕξει περὶ τὸν κόλπον. εἰσὶ δὲ οἱ τοῦ θεοῦ
κλιμακτῆρες ἔτος ζʹ, ιβʹ, κγʹ, μαʹ, νζʹ, ξγʹ, οβʹ, πϚʹ.
ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος ἔσται φρόνιμος,
ἀγχίνους, πεπαιδευμένος, ὀξύς, χαρίεις, ἰδιοκτήμων,
καταφρονῶν τῶν πατρῴων, ἐὰν δὲ Ἀφροδίτη συμπαθήσῃ
τῷ δεκανῷ διὰ μουσικῆς καὶ ἁρμονίας εὐεργετεῖται καὶ
φιλεῖται. τὰ δὲ σημεῖα αὐτοῦ· εὐπρεπὴς τὸ μέγεθος, τὸ
πρόσωπον λεπτός, εὐλαβὴς περὶ τὰ θεῖα, ὄνομα δὲ ἕξει
μέγα, ἄρξει πολλῶν, φρόνιμος ἔσται καὶ εὐγράμματος καὶ
εὔφωνος καὶ ἐσχάτην καλὴν ἕξει. εἰσὶ δὲ οἱ τοῦ θεοῦ
κλιμακτῆρες ἔτος δʹ, θʹ, ιϚʹ, κβʹ, λεʹ, μγʹ, νζʹ, ξγʹ, οϚʹ,
πβʹ, ϘϚʹ. ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται πλούσιος
καὶ πεπαιδευμένος, σώφρων, δίκαιος, ἰδιοπράγμων, εὐσε-
βής, εὐμετάδοτος καὶ ἐπιτυχής, διὰ δὲ τέκνα καὶ γυναῖκα
λυπεῖται, ἐσχάτης δὲ καλῆς τεύξεται. τὰ δὲ σημεῖα
αὐτοῦ· μέση ἡλικία, μικροκέφαλος, εὔρινος, οὐ λείψει
αὐτὸν ἄρτος ἕως θανάτου, ὀλιγοχρόνιος ἔσται καὶ θάνατον
διὰ σιδήρου ἕξει. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος θʹ,
ιηʹ, κδʹ, λεʹ, νβʹ, ξϚʹ, οδʹ, πϚʹ. ὁ δὲ ἐπὶ τοῦ μεσεμβολή-
ματος γεννώμενος ἔσται ἀπόκοπος ἢ ἀνδράσι συνερχό-
μενος, εἰ δὲ γυνὴ εἴη ἔσται τριβὰς καὶ γυναικὶ συνερχομένη
καὶ ἀνδρῶν ἔργα ἐκτελεῖ.
Τὸ δὲ τοῦ Ζυγοῦ δωδεκατημόριον, ὅπερ εἰς ἰσχία
παραλαμβάνεται, ἔστιν οἶκος Ἀφροδίτης, ὕψος Κρόνου
περὶ κʹ μοῖραν, ἰσημερινόν, μετοπωρινόν, ἀνθρωποειδές,
17
φωνῆεν, συριγγῶδες, ἀρρενικόν, κοπτόμενον τοῖς
μέλεσιν, ὑποτακτικόν. καὶ καθόλου μέν ἐστι τρεπτικὸν καὶ
μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ
καὶ τὰ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ
βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά.
Καὶ κλίμα Κυρήνης ὑπὸ χηλαῖς,
Ἰταλίη χώρη τε πέλει πλάστιγγας ὑπ' αὐτάς.
ὡς δ' ἄλλοι, Βακτριανή, Κασπειρία, Σηρική, Θηβαΐς,
Ὄασις, Τρωγλοδυτική. μερικῶς δέ, ὡς Ὠδαψὸς καὶ ἄλλοι
ἱστοροῦσιν, ὁ Ζυγὸς ὅς ἐστι Χηλαὶ τοῦ Σκορπίου· κατὰ
μὲν τὸ μέτωπον Ῥώμη καὶ τὰ περὶ αὐτήν, μέσα Ἀραβία,
Αἴγυπτος, Αἰθιοπία, Καρχηδών, ὀπίσθια Λιβύη, Κυ-
ρήνη καὶ οἱ συνεχεῖς τόποι, δεξιὰ Σπάρτη καὶ Λιβύη,
Σμύρνης ὄρος, κατὰ τὴν κεφαλὴν Τύρος, νῆσος Θρᾳκῶν ἡ
πάγκαρπος ἡ κατὰ τὴν Ἀραβίαν κειμένη, κατὰ τὸ στῆθος
Κιλικία, κατὰ τὴν κοιλίαν Σινώπη.
Τὰ δὲ ὅρια οὕτως·
ἓξ δ' ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ,
ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος,
ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δ' ἴσας λάχεν ἑπτά,
τὰς δ' ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ.
κατὰ δὲ Πτολεμαῖον· Κρόνος Ϛ̅, Ἀφροδίτη ε̅, Ἑρμῆς ε̅,
Ζεὺς η̅, Ἄρης Ϛ̅. αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ ιβʹ, ιζʹ,
κγʹ, λʹ.
18
Οἱ δὲ δεκανοὶ τρεῖς· ὁ πρῶτος Σουχωέ, ὁ δεύτερος
Πτηχούτ, ὁ τρίτος Χονταρέ. ὁ γεννώμενος ἐπὶ τοῦ
πρώτου ἔσται πρόγονος καὶ διαστήσει τοὺς γονεῖς καὶ
ἐν ζημίαις καὶ λύπαις ἐξετασθήσεται καὶ καταλείψει τὴν
πατρίδα καὶ ἔσται μετὰ ἀλλοφύλων ἀνθρώπων καὶ
πολλοὺς πόνους ὑποστὰς αὖθις ἐπανέρχεται εἰς τὴν
πατρίδα καὶ βελτιωθήσεται καὶ ὄψεται τέκνων προκοπάς.
τὰ δὲ σημεῖα αὐτοῦ· ὄνομα δεσπότου ἕξει, τραῦμα καὶ
οὐλὴ ἔσται ἐν τῇ κεφαλῇ, πυρίκαυστος ἔσται περὶ τὴν
χεῖρα καὶ περὶ τὸν πόδα, ἐξ ὑψηλοῦ τόπου κατακρημνι-
σθεὶς οὐ τελευτήσει. οἱ δὲ κλιμακτῆρες τοῦ θεοῦ ἔτος θʹ,
ιϚʹ, κβʹ, λϚʹ, μθʹ, νθʹ, ξϚʹ, οζʹ. ὁ δὲ ἐπὶ τοῦ δευτέρου
γεννώμενος λαμπρός, πλούσιος, ἀρχοντικὸς καὶ ἐπὶ
ἐλπίσιν ἐκδημῶν καὶ βασιλικαῖς δωρεαῖς καὶ τιμαῖς,
συμβίῳ δὲ ἀγαθῇ περιπίπτει ὁ τοιοῦτος καὶ τέκνων γονὰς
ἕξει, εὑρέματά τε εὑρίσκει καὶ τέκνων προκοπὰς θεωρεῖ.
τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μέγεθος ἴσος, τὸ πρόσωπον μέλας,
ἡ θρὶξ ἀραιά, σημεῖον μέλαν ἔσται ἐπὶ τοῦ μαστοῦ καὶ
ἕτερον ἐπὶ τὴν ὀσφύν, καὶ καταπονηθήσεται ὑπ' αὐτοῦ.
εἰσὶ δὲ οἱ κλιμακτῆρες τοῦ θεοῦ ἔτος θʹ, ιβʹ, ιδʹ, λϚʹ, μαʹ,
νηʹ, ξγʹ, οδʹ, πηʹ. ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται
σχέτλιος, εὐσχήμων, πλουσιόψυχος, πολύφιλος καὶ ἐν
δημοσίαις ἀσχολίαις· ἔσται γνωστὸς ἐν τόποις πολλοῖς,
εὐχρημάτιστος ὑπὸ θεῶν, ἀκαταστατήσει δὲ κατὰ γυναῖκα
καὶ λήψεται προειλημμένην καὶ τεκνώσει, ἔνιοι δὲ καὶ
στεφανηφοροῦσι καὶ ἄρχουσι πόλεων. τὰ δὲ σημεῖα αὐτοῦ·
τὸ πρόσωπον ξανθός, μῶμον ἕξει περὶ τοὺς ὀφθαλμούς,
θετὸν υἱὸν ἔξωθεν ἀναθρέψει, πόνον ἕξει περὶ τὰ νευρικά.
εἰσὶ δὲ οἱ κλιμακτῆρες τοῦ θεοῦ ἔτος αʹ, θʹ, ιαʹ, κγʹ, λϚʹ,
μβʹ, νθʹ, ξηʹ, οθʹ. ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώ-
19
μενος ἕξει ἑλκώσεις ἢ σηπεδόνας ἢ ῥευματισμοὺς καὶ
σύριγγας ἢ καὶ ὕδερον καὶ φακώσεις καὶ βρογχοκήλας
καὶ σκίρους ἢ κιρσούς.
Τὸ δὲ τοῦ Σκορπίου δωδεκατημόριον, ὃ εἰς τὸ αἰδοῖον
παραλαμβάνεται, ἔστιν οἶκος Ἄρεως. τοῦτο δὲ τὸ κέντρον
ἄσπορον καὶ πέφυκεν ὀφθαλμοὺς πηροῦν ἢ ὑποχύσεις καὶ
λευκώματα ποιεῖν διὰ τοὺς νεφελοειδεῖς ἀστέρας τοὺς
παρακειμένους ἐν τῷ Γαλαξίᾳ, καὶ ἔστι στερεόν, θῆλυ,
χερσαῖον, ἡμερινόν, σπαστικόν, ἄφωνον, κοπτόμενον τοῖς
μέλεσιν, ὑποτακτικόν, φολιδωτόν, κυρτόν, συριγγῶδες.
καὶ καθόλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ
μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα
εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, τὰ δὲ βόρεια καυσώδη,
τὰ δὲ νότια ἔνικμα.
Ὑπὸ δ' αὐτῷ ἔπλετο πᾶσα
Καρχηδών, Τυρίης Διδοῦς χερὶ δωμηθεῖσα,
Ἄμμωνος Λιβύη τ〈ε〉 ὑπ' ὄμμασι Σικελίη χθών.
κατὰ δὲ Πτολεμαῖον Μεταγωνῖτις, Μαυριτανία, Γαιτουλία,
Συρία, Κομμαγηνή, Καππαδοκία. κατὰ μέρος δὲ ὑπόκειται
ἐν τοῖς ἐμπροσθίοις Ἰταλία, ὑπὸ τὰ μέσα Ἰβηρία καὶ οἱ συν-
εχεῖς τόποι, κατὰ δὲ τὸ μέτωπον Ῥώμη καὶ Βαστερνία.
Τὰ δὲ ὅρια οὕτως·
ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου,
τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων μετέπειτα,
πέντε Ζεὺς φαέθων, πυμάτας δ' ἓξ ἔλλαχε Φαίνων.
20
κατὰ δὲ Πτολεμαῖον· Ἄρης ἕξ, Ἀφροδίτη ζ̅, Ζεὺς η̅,
Ἑρμῆς Ϛ̅, Κρόνος γ̅. αἱ δὲ λαμπραὶ μοῖραι ζʹ, ιʹ, ιδʹ, κʹ, λʹ.
Οἱ δὲ δεκανοὶ τρεῖς· ὁ πρῶτος Στωχνήνε, ὁ δὲ δεύτερος
Σεσμέ, ὁ τρίτος Σισιεμέ. ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου
ἔσται ἀγχίνους, πεπαιδευμένος, δίκαιος καὶ διαστήσει τοὺς
γονεῖς καὶ ἔσται ἐν ζημίαις καὶ τόπους ἀλλάσσει καὶ
ὑπακουσθήσεται καὶ τόπων κυριεύσει καὶ κτημάτων καὶ
πολλὰ χαρίζεται, ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἐπιθεωρήσῃ
χρυσοῦ καὶ ἀργύρου τεχνίτης ἤτοι χρημάτων καὶ ὑπὸ
γυναικῶν εὐνοεῖται, τινὲς δὲ ἀδελφαῖς συνέρχονται καὶ
τεκνοῦσιν. τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μέγεθος ἐπέραστος,
τραῦμα ἕξει ἐν τῇ κεφαλῇ, οἱ ὀφθαλμοὶ μεγάλοι, τὰ στήθη
καὶ οἱ ὦμοι πλατεῖς, σημεῖον ἔσται ἐν τῷ ἀριστερῷ ποδὶ
καὶ ἄλλο ἐν τῇ δεξιᾷ χειρί. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες
ἔτος θʹ, ιβʹ, κβʹ, λγʹ, μβʹ, νϚʹ, ξγʹ, ξθʹ, οϚʹ, πεʹ, Ϙγʹ. ὁ
δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος ἔσται μέγας, πλούσιος,
ἀρχοντικός, πεπαιδευμένος, γλυκὺς τῷ λόγῳ, σώφρων,
πολλὰ δι' ἑαυτοῦ κτώμενος, γνωστὸς πολλοῖς καὶ
ὑπὸ ἐλευθέρων δουλευθήσεται, πολλῶν τεχνῶν καὶ
μουσικῆς μεταλαμβάνει καὶ παλαίστρας, ἔσθ' ὅτε ναύ-
κληρος γίνεται, ἐνίοτε δὲ καὶ στρατοπεδάρχης, ἐὰν δὲ ὁ
δεκανὸς θεωρηθῇ παρὰ Ἄρεως τομὰς καὶ καύσεις καὶ
σπασμοὺς περὶ τὰ ἄκρα ποιεῖ. τὰ δὲ σημεῖα αὐτοῦ· μέσος
τὸ μέγεθος, κεφαλὴ μεγάλη, εὔμορφος τὴν ὄψιν, ἀστειο-
μελής, ἔσται σημεῖον περὶ τὸν κόλπον καὶ τὴν ὀσφύν.
εἰσὶ δὲ οἱ κλιμακτῆρες ἔτος ζʹ, ιαʹ, κβʹ, λγʹ, μβʹ, νζʹ, ξαʹ,
ογʹ, πδʹ, πθʹ. ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται ἐν
ζημίαις καὶ ἀνωμαλίαις καὶ ξενιτείαις καὶ τύχης μετεω-
21
ρισμῷ καὶ ψυχικῶς καὶ σωματικῶς ἀρρωστήσει καὶ
ἐχθρῶν ἐπιβουλῆς πειραθήσεται, εἰς δὲ τὸ κατὰ γυναῖκα
ἀκαταστατήσει (ἤτοι γὰρ δούλαις ἢ ὑπάνδροις ἢ σίνος
ἐχούσαις μίγνυται) καὶ ἐπὶ τέκνοις λυπηθήσεται, μετὰ
δὲ τὴν πρώτην ἡλικίαν πολλὰ κτήσεται καὶ τόπων ἄλλων
ἄρξει καὶ ἐσχάτης καλῆς τεύξεται, ἐὰν δὲ Ἀφροδίτη
ἐπιθεωρήσῃ ἔσται ἐπαφρόδιτος καὶ φήμας καὶ πράξεις
ἕξει διὰ μουσικῆς καὶ ῥυθμῶν καὶ χρυσοῦ καὶ ἀργύρου.
τὰ δὲ σημεῖα αὐτοῦ· μικρομεγέθης, μέλας, λαίμαργος,
μῶμος ἔσται περὶ τὸ σῶμα αὐτοῦ, ἐπιβουλευθήσεται καὶ
φαρμάκῳ καὶ δηλητηρίῳ τελευτήσει. οἱ δὲ κλιμακτῆρες
ἔτος γʹ, θʹ, ιδʹ, ιηʹ, κβʹ, λαʹ, μγʹ, νεʹ, ξεʹ, οδʹ, πγʹ, πζʹ.
τὸ δὲ μεσεμβόλημα ποιεῖ ἐκβολιμαίους ὑπὸ τῶν γονέων,
ἐὰν δὲ ὁ τοῦ Διὸς ἐπιθεωρήσῃ παρασκευάζει ἀνακάμ-
ψαι πρὸς τοὺς γονεῖς ἢ πρὸς ἑτέρους οἳ τούτους τεκνο-
ποιοῦνται.
Τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον, εἰς ὃ ἀναφέρονται
οἱ μηροί, οἶκος τοῦ Διός, δίσωμον, ἄρρεν, χερσαῖον,
τετράπουν, στειρῶδες, βασιλικόν, πτερωτόν, ἡμερινὸν καὶ
ἀπὸ μέρους ἀνθρωπόμορφον, κοπτόμενον μέλεσι καὶ
ἥμισυ, φωνῆεν, συριγγῶδες. καὶ καθόλου μέν ἐστι
πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ
δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη, τὰ
δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μετα-
βολικά.
Ἔστρωται δ' ὑπὸ τῷδε βαθύπλουτον κλίμα Γάλλων,
καὶ Κρήτη, Κρονίδαο Διὸς τροφός, ἡ δέ τε Μυσῆς
ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπης.
22
κατὰ δὲ Πτολεμαῖον Τυρρηνία, Κελτική, Σπανία, Ἀραβία
Εὐδαίμων. κατὰ δὲ Ἵππαρχον κατὰ μὲν τὴν ῥάχιν Κρήτη,
Σικελία, κατὰ δὲ τὰς πλευρὰς Ἰταλία, κατὰ δὲ τὸ μέσον
καὶ τὴν κοιλίαν Ἰβηρία. ὡς δὲ Ὠδαψὸς καὶ ἄλλοι ἱστο-
ροῦσιν, τὰ ἐμπρόσθια Κρήτη καὶ οἱ συνεχεῖς τόποι,
ἀριστερὰ Σικελία, δεξιὰ Κύπρος καὶ Ἐρυθρὰ θάλασσα,
κατὰ δὲ τοὺς ὀπισθίους πόδας Οὐζιομάται, Τυρρηνοί,
κατὰ δὲ τὴν ῥάχιν Κασπιανοὶ καὶ τὰ περὶ τὸν Εὐφράτην
ἔθνη, κατὰ τὴν οὐρὰν Μεσοποταμία καὶ Καρχηδονία καὶ ἡ
Λιβυκὴ θάλασσα, κατὰ δὲ τὴν κεφαλὴν Ἰταλία καὶ ὁ τοῦ
Ἀδρία κόλπος καὶ οἱ περὶ αὐτὸν οἰκοῦντες, κατὰ δὲ τὸ
στῆθος Συρία, κατὰ δὲ τὴν φαρέτραν Ἀτλαντικὸν πέλαγος,
κατὰ δὲ τὴν κοιλίαν Τριβαλλοί, Βακτριανή, Σικελία, ἐπὶ
τοῖς ἐμπροσθίοις ποσὶν Αἴγυπτος καὶ οἱ συνεχεῖς τόποι.
Τὰ δὲ ὅρια οὕτως·
δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου,
πέντε δέ τοι Παφίη, τρι〈τά〉τας Στίλβων μετὰ τούσδε,
τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέ τε πέντε,
τὰς δ' ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας.
κατὰ δὲ Πτολεμαῖον· Ζεὺς η̅, Ἀφροδίτη ε̅, Ἑρμῆς ε̅, Κρόνος
Ϛ̅, Ἄρης Ϛ. αἱ δὲ λαμπραὶ μοῖραι δʹ, Ϛʹ, ιʹ, ιηʹ, κϚʹ, κθʹ.
Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· ὁ πρῶτος Ῥηουώ, ὁ
δεύτερος Σεσμέ, ὁ τρίτος Κομμέ. ὁ γεννώμενος ἐπὶ τοῦ
πρώτου δεκανοῦ ἔσται ἔλλειμμα, ἀνάλωσις, ὡς ὁ Τοξότης
ἀποβάλλων καὶ λαμβάνων, καὶ ἔναντι ζηλοτυπίας, ἔσται
δὲ θεόγνωστος καὶ εὐχρημάτιστος καὶ ὄψεται συγγενῶν
23
θανάτους καὶ κινδυνεύσας ὑπὸ θεῶν σωθήσεται, εἰσὶ δὲ
οἱ γεννώμενοι περισσομελεῖς καὶ πολλοὺς θρέψουσι δι'
ἀγαθότητα καὶ ἔσονται ἐγγὺς μεγιστάνων, οἱ δὲ καὶ
ἱπποτροφοῦσιν ἢ ἐπιτροπεύουσι καὶ στρατηγοῦσι καὶ
ἀγορανομοῦσι καὶ ἀρχιερεῖς γίνονται καὶ ὑπὸ γυναικῶν
εὐνοοῦνται. τὰ δὲ σημεῖα· περικαλλῆ τὴν ἡλικίαν ἔχων,
οἱ ὀφθαλμοὶ ἐπέραστοι, μακρὰ ἡ ῥίς, εὔοφρυς, σημεῖον
περὶ τὴν πλευρὰν ἕξει. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες
ἔτος ιαʹ, κβʹ, λαʹ, μϚʹ, νγʹ, ξγʹ, οζʹ, πϚʹ. ὁ δὲ ἐπὶ τοῦ
δευτέρου δεκανοῦ γεννώμενος διαστήσει τοὺς γονεῖς καὶ
ἔσται ἐν κακοπαθείαις καὶ πενίαις καὶ ξενιτεύσει καὶ
ὑποδραμεῖται οὓς οὐ προσδοκᾷ καὶ ψυχικὸν μετεωρισμὸν
ἕξει, ὑπὸ δὲ συμβίου εὐνοηθήσεται καὶ τομῆς πεῖραν
ἕξει καὶ αἱμαγμοῦ, εἰ δέ τις τῶν ἀγαθοποιῶν ἐπιμαρτυ-
ρήσῃ τὰ κακὰ διαλύσει καὶ προβαινούσης τῆς ἡλικίας
ἔσται βελτίων, πράττει δὲ τέχνας διὰ χρυσοῦ καὶ ἀργύρου
ἢ χρημάτων. τὰ δὲ σημεῖα αὐτοῦ· τὸ πρόσωπον ὠχρός,
αἱ ὀφρύες πλατεῖαι, σημεῖον ἐπὶ τῶν στηθῶν αὐτοῦ
εὑρεθήσεται, ὁ νῶτος αὐτοῦ ἄσαρκος ἔσται. εἰσὶ δὲ οἱ τοῦ
θεοῦ κλιμακτῆρες ἔτος ιαʹ, ιθʹ, καʹ, λβʹ, μϚʹ, ναʹ, ξαʹ,
οβʹ, πϚʹ, Ϙαʹ. ὁ γεννώμενος ἐπὶ τοῦ τρίτου τραφήσεται ὡς
πλούσιος καὶ ἔσται ἐκ μεγάλων γονέων, ὀξύς, πεπαι-
δευμένος καὶ δημοσιεύσει καὶ κύριος ἔσται ζωῆς καὶ
θανάτου καὶ ἐγγὺς βασιλέων ἔσται καὶ ἐπιτροπεύσει
βασιλικῶν προσταγμάτων καὶ στρατευμάτων, ἐὰν δὲ ὁ
δεκανὸς μαρτυρηθῇ παρὰ Διὸς ποιεῖ ἡγεμόνας, βασιλέων
διαδόχους, πόλεις ὑποτάσσοντας, ἐὰν δὲ ὁ δεκανὸς
μαρτυρηθῇ παρὰ Κρόνου ἢ Κρόνου μοῖρα ἀνατέλλῃ
24
ἀποστάσεις ὄχλων καὶ χρημάτων ἀποβολὴν ποιεῖ καὶ
ἀκαταστασίαν καὶ ἔχθρας καὶ ἐπιβουλὰς δουλικάς. τὰ
δὲ σημεῖα αὐτοῦ· τὸ μῆκος μακρόν, τὸ πρόσωπον ἐπέρα-
στος, ὁ ἀριστερὸς ὀφθαλμὸς ὑποκέχυται, τὰ στήθη
εὐρύτερα, εὔτολμος τὴν ψυχήν, σημεῖον ἕξει περὶ τὴν
ἀριστερὰν κνήμην. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες
ἔτος ιαʹ, κϚʹ, λϚʹ, μβʹ, ναʹ, ξζʹ, οβʹ· ὁ δὲ θάνατος ὀξύς.
τὸ δὲ μεσεμβόλημα ποιεῖ ἐν νέᾳ ἡλικίᾳ ἐπίψογον, ἐὰν δὲ
θηλείας ᾖ τὸ θέμα ἔσται ἐν ἑταιρίᾳ καὶ πολυκοινίᾳ καὶ
μεγάλῳ ἀνδρὶ συγκοιμηθεῖσα φιληθήσεται καὶ ἔσται σὺν
αὐτῷ ἀπαλλαγεῖσα τοῦ προτέρου καὶ ἐσχάτης καλῆς
τεύξεται.
Τὸ δὲ τοῦ Αἰγοκέρωτος δωδεκατημόριον, ὃ εἰς γόνατα
παραλαμβάνεται, οἶκός ἐστι Κρόνου, ὕψος Ἄρεως περὶ
κ̅η̅ μοίρας, τροπικόν, χειμερινόν, θηλυκόν, ἡμερινόν,
στειρῶδες, ὑποτακτικόν, ἀμφίβιον, διφυές, ἡμίφωνον. καὶ
καθόλου μέν ἐστι κάθυγρον, κατὰ μέρος δὲ τὰ μὲν
προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα
εὔκρατα, τὰ δὲ ἑπόμενα ὄμβρων κινητικά, τὰ δὲ βόρεια
καὶ νότια κάθυγρα καὶ φθαρτικά.
Τῷ δ' ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος.
κατὰ δὲ Πτολεμαῖον Ἰνδική, Ἀριανή, Γεδρωσία, Θρᾴκη,
Μακεδονία, Ἰλλυρίς. ὡς δὲ ἄλλοι ἱστοροῦσιν, ὑπόκειται
αὐτῷ τὰ πρὸς ἑσπέραν καὶ μεσημβρίαν, κατὰ δὲ τὰς
πλευρὰς Αἰγαῖον πέλαγος καὶ οἱ περιοικοῦντες καὶ Κόριν-
θος, κατὰ τὴν ζώνην καὶ τὸν νῶτον ἡ Μεγάλη θάλασσα,
25
κατὰ τὴν οὐρὰν Ἰβηρία, κατὰ τὴν κεφαλὴν Κυλληνία, Τυρ-
ρηνία, κατὰ τὸ στῆθος Τυρρηνικὸν πέλαγος, κατὰ τὴν
κοιλίαν μέση Αἴγυπτος, Συρία, Καρία.
Τὰ δὲ ὅρια οὕτως·
ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας,
ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια,
Φαίνων δὶς δύ' ἔχει, πυμάτας δ' Ἄρης ἴσα τούτῳ.
κατὰ δὲ Πτολεμαῖον οὕτως· Ἀφροδίτη Ϛ̅, Ἑρμῆς Ϛ̅, Ζεὺς ζ̅,
Κρόνος ἕξ, Ἄρης ε̅. αἱ δὲ τοῦ ζῳδίου λαμπραὶ μοῖραι
Ϛʹ, ιβʹ, ιεʹ, κδʹ, λʹ.
Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· Σμὰτ ὁ πρῶτος, Σρὼ ὁ
δεύτερος, Ἰσρὼ ὁ τρίτος. ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου
ἔσται πρωτότοκος ἢ πρωτότροφος, φρόνιμος, βαθύς,
πεπαιδευμένος, ἀγαθός, εὐπαρρησίαστος, καὶ ὑποτάσσει
τοὺς ἐχθρούς, ὑπὸ δὲ τῶν ἰδίων κινδυνεύσας σωθήσεται
καὶ ἐν πολλαῖς ζημίαις ἔσται ἐν τῇ πρώτῃ ἡλικίᾳ, εἰς δὲ
γυναῖκα ἀκαταστατήσει, ἐὰν δὲ ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ
τῷ δεκανῷ ἀγαθοὺς χρόνους ἕξει καὶ εὑρέματα εὑρήσει καὶ
κυριεύσει πολλῶν καὶ ἐσχάτης καλῆς τεύξεται. τὰ δὲ
σημεῖα αὐτοῦ· τὸ μῆκος μακρόν, τὰ στήθη εὐρύτερα,
περιπατοῦντος ἐν ὁδοῖς τὰ νευρικὰ αὐτοῦ κινεῖται, σημεῖον
μέλαν ἕξει περὶ τὴν μασχάλην. εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλι-
μακτῆρες ἔτος αʹ, δʹ, θʹ, ιαʹ, ιζʹ, κβʹ, λαʹ, μβʹ, νϚʹ, ξγʹ,
οβʹ, παʹ, πθʹ. ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος διαστήσει
τοὺς γονεῖς θανάτῳ καὶ τὰ αὐτῶν μειώσει καὶ ἐν ζημίαις
καὶ ξενιτείαις ἔσται καὶ μετὰ μεγάλων ἀνδρῶν ἀνατρα-
φήσεται ποικίλος ὢν τοῖς ἤθεσι καὶ δι' ὑγρῶν τὸ ζῆν
26
ἔχων, ἀκαταστατήσει δὲ πρὸς γυναῖκα ἢ καὶ βραδυγαμήσει
καὶ διαβληθήσεται ἐπὶ ὑπάνδροις καὶ χήραις καὶ δούλαις,
μετὰ δὲ τὴν πρώτην ἡλικίαν ὠφεληθήσεται παρὰ γυναικὸς
καὶ ἐσχάτης καλῆς τεύξεται. τὰ δὲ σημεῖα αὐτοῦ· ὡραῖος
τὸ μῆκος καὶ μακρός, εὐπρεπὴς τὴν ὄψιν, ἡ ῥὶς ὑψηλή,
οἱ ὀφθαλμοὶ ἐνήδονοι, ἀλλὰ κακοήθης καὶ θερμὸς καὶ
πονηρός. οἱ δὲ κλιμακτῆρες ἔτος Ϛʹ, θʹ, ιαʹ, κβʹ, λαʹ, μαʹ,
νβʹ, ξγʹ, οϚʹ, παʹ. ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται ἐκ
μεγάλων γονέων καὶ εὐγενῶν καὶ τραφήσεται πλουσίως
καὶ πιστευθήσεται πολλὰ καὶ ἔσται πεπαιδευμένος καὶ
πολύφιλος, ὀξύς, μισοπόνηρος, ἀσελγής, εὐμετάβλητος,
ἀκαταστατήσει δὲ κατὰ γυναῖκα καὶ ὕστερον εὐνοηθήσεται
ὑπ…
The complete text is available when the reading interface loads.