Apotelesmatica
- Edition reference
- Apotelesmatica (epitomae quattuor), ed. Pingree, op. cit., vol. 2 (1974) 1–350.
- CTS identifier
urn:cts:greekLit:tlg2043.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{λαʹ. Περὶ προγνώσεως τοῦ ἐρωτῶντος
οἷον περὶ τίνος ἐρωτᾷ}
Ἐπετήρησαν δὲ ἀκριβῶς εἰς πρόγνωσιν οἱ παλαιοὶ καὶ
ἐκ τῆς ποσότητος τῶν μορίων τοῦ ὡροσκόπου οὗ ἔσται
αὐτὸ τὸ δωδεκατημόριον. εἰς ὃ γὰρ ἂν ἐμπέσῃ ζῴδιον ἐν
2
τοῖς ἑξῆς ἀνὰ δύο ἥμισυ μοίρας ἐκβαλλομένη ἡ ποσότης
τῶν μοιρῶν τοῦ ὡροσκόπου ὃ ἔσται αὐτοῦ τὸ δωδεκατη-
μόριον, καὶ κατ' αὐτό τε περὶ παντὸς πράγματος καὶ πρὸ
τῆς πεύσεως συνιδεῖν ἔστι τὸ εἶδος. οὐ γὰρ μόνον ὁρᾶν χρὴ
αὐτὰ καθ' αὑτὰ εἰ ἔστι τροπικὰ ἢ στερεὰ ἢ δίσωμα
ἃ μάλιστα ἁρμόζει εἰς τὴν τῶν καταρχῶν λύσιν τῷ
συμβαίνειν ἐν στερεῷ τροπικὸν δωδεκατημόριον ἢ δίσω-
μον κεντροῦσθαι, ἀλλοιοῦσθαί τε τὴν φύσιν τοῦ ζῳδίου
τῇ τῆς τοπικῆς δυνάμεως μοιρικῇ διακρίσει. τὴν οὖν ποιό-
τητα τοῦ πράγματος προειπεῖν δυνησόμεθα ἐπὰν ἀκριβῶς
λαμβάνωμεν τὴν ὡροσκοποῦσαν μοῖραν ἐξ ὑδροσκόπου ἢ
ἀστρολάβου ἢ ἄλλου τινὸς ὡροσκοπίου καὶ γνῶμεν τὸ
δωδεκατημόριον· πρὸς αὐτὸ ἐφαρμοσόμεθα οὕτως.
Ἐὰν οὖν εὑρεθῇ τὸ πρῶτον δωδεκατημόριον Κριοῦ,
τουτέστι δύο ἥμισυ μοῖραι, ὡροσκοποῦσαι ἐπὶ τῆς ὥρας
τοὺς προσιόντας σημαίνει περὶ ἐλευθερίας ἢ ἀρχῆς, τὸ δὲ
δεύτερον περὶ βίου ἢ οἴκου ἢ ζῴων ἢ ἀγροῦ ἢ γυναικὸς ἢ
ἀστείων προσώπων ἢ ὁμοίων, τὸ δὲ γʹ ἐνέδρας ἢ κλέμμα-
τος ἢ δραπέτου, τὸ δὲ δʹ περὶ κλοπῆς ἀργυρίου ἢ ἁρπαγῆς,
τὸ εʹ περὶ οὐσίας ἢ ἀρχῆς καὶ τῶν ὁμοίων, τὸ Ϛʹ περὶ κοινω-
νίας καὶ γυναικείου κόσμου, τὸ ζʹ περὶ ἐχθρῶν καὶ μάχης
ἢ ἀπαιτήσεως ἢ κριτηρίου, τὸ ηʹ περὶ λαθραίου πράγματος
καὶ ἀποκρύφου, τὸ θʹ περὶ ὁδοιπορίας ἢ μεταβάσεως ἢ
πλοῦ, τὸ ιʹ περὶ ἐλπίδων ἢ συζυγίας ἢ ἁρμονίας, τὸ ιαʹ
περὶ κλοπῆς ἢ ἀποβολῆς ἢ ζημίας, τὸ ιβʹ περὶ γυναικὸς ἢ
γυναικὶ διαφερόντων πραγμάτων ἢ τεθηλυμένων.
Περὶ τῶν δωδεκατημορίων τοῦ Ταύρου· τὸ μὲν αʹ
περὶ πραγματείας καὶ ὅσα περὶ ζωὴν καὶ βρῶσιν, τὸ δὲ βʹ
περὶ πραγμάτων αἰσχρῶν ἢ ἀφροδισίων ἢ τῶν ὁμοίων,
τὸ γʹ περὶ κλοπῆς ἢ ἔργου τινὸς ἢ οἰκονομίας, τὸ δʹ περὶ
ἔχθρας καὶ ἁρπαγῆς, τὸ εʹ περὶ συμφωνίας καὶ φιλίας καὶ
3
καλοκαγαθίας, τὸ Ϛʹ περὶ τοῦ ἀμφιβολίᾳ καὶ δισταγμῷ
περιπεπτωκέναι τὸν σκεπτόμενον, τὸ ζʹ περὶ καμάτου καὶ
μερίμνης καὶ στρατείας, τὸ ηʹ περὶ ὁδοιπορίας καὶ πλοῦ
καὶ τῶν ὁμοίων, τὸ θʹ περὶ συναλλαγῆς τῆς πρὸς γυναῖκας
καὶ τῶν ὁμοίων τούτοις, τὸ ιʹ περὶ διαπράσεως καὶ ἀπο-
βολῆς καὶ κόπου, τὸ ιαʹ περὶ ἀφροδισίων, τὸ τελευταῖον,
Κριοῦ τυγχάνον, περὶ ξένων ἢ ξενιτείας ἢ γεωργίας.
Τῶν Διδύμων δὲ τὸ μὲν αʹ περὶ κοινωνίας καὶ πολιτικῶν
πραγμάτων καὶ ὁμονοίας, τὸ βʹ περὶ χρυσίου καὶ ἀργυρίου
καὶ τῶν ὁμοίων κινητῶν, τὸ γʹ περὶ ἀποβολῆς καὶ ἀτυ-
χίας, τὸ δʹ περὶ δανείου καὶ ἀποβολῆς καὶ ζημίας, τὸ εʹ
περὶ πράξεως καὶ πράγματος, τὸ Ϛʹ περὶ κλοπῆς τῶν ἀπὸ
πυρὸς γεγονότων, τὸ ζʹ περὶ δραπετῶν καὶ διωγμοῦ καὶ
ὁδοιπορίας καὶ τῶν ὁμοίων, τὸ ηʹ περὶ ἐπωφελοῦς τέχνης
καὶ ἱλαροῦ τινος πράγματος, 〈τὸ θʹ ...,〉 τὸ ιʹ περὶ μάχης
καὶ ἔχθρας καὶ τῶν ὁμοίων, τὸ ιαʹ περὶ ἀποβολῆς ἢ φόβου
ἢ μετανοίας ἢ ἀναλύσεως, τὸ δὲ τελευταῖον, Ταύρου τυγ-
χάνον, περὶ γεωργίας ἢ ξενιτείας καὶ τῶν ὁμοίων.
Τῶν δὲ τοῦ Καρκίνου τὸ μὲν πρῶτον περὶ ἀρχῆς καὶ
ἀρχιερωσύνης ἢ ἱερουργίας, τὸ βʹ περὶ μεγάλου πράγμα-
τος καὶ ἀξίας καὶ ἱερωσύνης, τὸ γʹ περὶ φόβου διὰ πρᾶγμά
τι γυναικεῖον, τὸ δʹ περὶ πίστεως ἢ ἀποβολῆς, ἀπαιτήσεως,
τὸ εʹ περὶ λαθραίας ἀποθέσεως ἢ θησαυροῦ ἢ παρακατα-
θήκης, τὸ Ϛʹ περὶ ὁδοιπορίας ἢ πλοῦ ἢ ξένων προσώπων,
τὸ ζʹ περὶ μάχης διὰ θηλυκὸν πρόσωπον καὶ ζηλοτυπίαν,
τὸ ηʹ περὶ ἀποβολῆς ἢ κλέμματος ἢ ζημίας ἢ ἀρνήσεως,
τὸ θʹ περὶ κοινωνίας γάμου καὶ πραγμάτων ἀγαθῶν, τὸ
ιʹ περὶ ἀρχῆς καὶ ἀξίας καὶ ἱερωσύνης καὶ τῶν ὁμοίων, τὸ
ιαʹ περὶ κλέμματος ἢ ἀποδράντος τινὸς ἢ ἀρνήσεως περὶ
παρακαταθήκης, τὸ ιβʹ περὶ κοινωνίας καὶ συμφώνων
πραγμάτων καὶ ἐζευγμένων.
4
Τῶν δὲ τοῦ Λέοντος τὸ μὲν αʹ περὶ ἀξίας καὶ ἐπιθυμίας
ἀλλοτρίων ἢ πλεονεξίας, τὸ βʹ περὶ μεγάλου πράγματος
καὶ ζημίας καὶ ἀδικίας, τὸ γʹ περὶ μάχης καὶ πλεονεξίας,
τὸ δʹ περὶ μεγάλου πράγματος τελεσιουργίας, τὸ εʹ περὶ
πράγματος οὐ μικροῦ ἀλλὰ βασιλικοῦ ἢ 〈..., τὸ Ϛʹ
περὶ ...〉 ἐργασιῶν τῶν ξένων καὶ προσόδων, τὸ ζʹ περὶ
ἐχθρῶν, τὸ ηʹ περὶ ἀλλοτρίου πράγματος ἢ ἀλλοτρίας
μερίμνης, τὸ θʹ περὶ φόβου καὶ δισταγμοῦ, τὸ ιʹ περὶ
λέσχης ἢ ἀγροικίας ἢ ξενιτείας, τὸ ιαʹ περὶ μάχης καὶ
ἀπροσδοκήτων τινῶν, τὸ ιβʹ περὶ πραγμάτων ἱερῶν καὶ
τῶν ὁμοίων.
Τῶν δὲ τῆς Παρθένου τὸ πρῶτον περὶ κόσμου γυναι-
κείου καὶ καρπῶν χάριν, τὸ βʹ προσόδου ἢ κοσμίων βαρυ-
τίμων ἢ ἐσθῆτος, τὸ τρίτον περὶ πράγματος λάθρᾳ βεβου-
λευμένου καὶ τῶν ὁμοίων, τὸ δʹ περὶ ἀφορμῶν ἀλλαγῆς ἢ
κοινοῦ τινος, τὸ εʹ περὶ γεωργίας ἢ οἰκονομίας ἢ τῶν
τοιούτων, τὸ Ϛʹ περὶ προσώπου ἢ ἐλπίδος καὶ πράξεως
ἢ κόπου, τὸ ζʹ περὶ ἔχθρας γυναικείας καὶ ἁψιμαχίας
φίλων, τὸ ηʹ περὶ τέχνης ἢ ἱερῶν ἐνεργείας ἢ χρηματισ-
μῶν, τὸ θʹ περὶ φορτίου πράσεως ἢ καματηρᾶς ξενιτείας,
τὸ ιʹ περὶ ἐπηρείας τινὸς ἢ ξένης ἢ ἀγροικικῆς αἰτίας, τὸ
ιαʹ περὶ κλοπῆς ἢ πράγματος λαθραίου ἢ θησαυροῦ, τὸ
δὲ τελευταῖον, Λέοντος, περὶ τραυμάτων ἢ ἀσθενείας ἢ
τῶν ὁμοίων.
Τῶν δὲ τοῦ Ζυγοῦ τὸ μὲν αʹ περὶ προσόδου ἢ κριτη-
ρίου ἢ δόσεως ἢ λήψεως, τὸ βʹ περὶ κλέμματος ἢ νοσφισ-
μοῦ, τὸ γʹ, Τοξότου ὄν, περὶ ἐμπορίας ἢ ἔργων τῶν ἐπὶ
ξένης, τὸ δʹ περὶ πραγμάτων λαθραίων ἢ σκολιῶν, τὸ εʹ
περὶ πραγματείας ἢ κακοπραγίας ἢ προσδοκίας, τὸ Ϛʹ
περὶ ἀλλοτρίου πράγματος ἢ ἐντολῆς γυναικός, τὸ ζʹ περὶ
ἀηδίας ἀκαίρου καὶ ὀργῆς καὶ μάχης καὶ ἡσυχίας τινός,
5
τὸ ηʹ, Ταύρου ὄν, περὶ ἀσθενείας ἢ τραυμάτων ἢ μερίμνης
βασιλικῆς, τὸ θʹ περὶ κοινωνίας λόγων ἢ συνθηκῶν, τὸ ιʹ
περὶ προσόδου ἢ ἀξίας ἢ τιμῆς ἢ εὐημερίας, τὸ ιαʹ περὶ
ἀγνοίας τινὸς ἢ ὕβρεως αἰφνιδίου, τὸ ιβʹ περὶ σωμάτων
ἢ φορτίου πολιτικοῦ.
Τῶν δὲ τοῦ Σκορπίου τὸ μὲν αʹ περὶ στρατείας ἢ ἐπι-
ξένου πράγματος ἢ μίξεως αἰφνιδίου γεγονυίας, τὸ βʹ περὶ
πλοῦ ἢ μεταβάσεως καὶ τῶν ὁμοίων, τὸ γʹ περὶ ὄχλου ἢ
μάχης καὶ ἀηδίας ἐπικινδύνου, τὸ δʹ περὶ κακοπραξίας
ἀπολύσεως, τὸ εʹ περὶ ὁμονοίας ἢ πλοῦ ἢ κοινῶν πραγ-
μάτων, τὸ Ϛʹ περὶ ἐπιταγῆς καὶ κρατήσεως καὶ ἀδοκή-
του βίας, τὸ ζʹ περί τινος ἐπὶ ξένης γεγονότος ἢ διὰ ξένα
πρόσωπα, τὸ ηʹ περὶ ὁδοιπορίας, τὸ θʹ περὶ κλεμμάτων
ἢ τῶν πρὸς ἰσχυρότερα πρόσωπα διαφερόντων, τὸ ιʹ περὶ
ξενιτείας ἢ τέχνης τινὸς ἢ ἀξίας, τὸ ιαʹ περὶ κλέμματος
γυναικείου, τὸ ιβʹ περὶ προσόδου ἢ κινδύνου ἢ κέρδους
ἀπλήστου.
Τῶν δὲ τοῦ Τοξότου τὸ μὲν αʹ περὶ φορτίου ἐπὶ ξένης,
τὸ βʹ περὶ στρατείας ἢ ξενιτείας ἢ στρατοπέδου, τὸ γʹ
περὶ πραγμάτων καὶ πράξεων καθύγρων, τὸ δʹ περὶ πλοῦ
καὶ τῶν ὁμοίων, τὸ εʹ περὶ φορτίου, τὸ Ϛʹ περὶ τετραπό-
δων, τὸ ζʹ περὶ ἀηδίας ἢ δραπέτου, τὸ ηʹ περὶ κλέμματος
ἢ ἀποβολῆς, τὸ θʹ περὶ ὁδοῦ ἢ ἐνέδρας, τὸ ιʹ περὶ ἔρωτος
ἢ τῶν ὁμοίων, τὸ ιαʹ περὶ προσόδου ἐπὶ ξένης ἢ διὰ ξένους,
τὸ ιβʹ περὶ κλέμματος.
Τῶν δὲ τοῦ Αἰγοκέρωτος τὸ μὲν αʹ περὶ πραγμάτων οὐ
καθαρῶν ἢ ἐφυβρίστων, τὸ βʹ περὶ δραπέτου ἢ ἀποβο-
λῆς, τὸ γʹ περὶ ἔρωτος ἢ πλοῦ, τὸ δʹ περὶ προβάτων
ἢ ἱματίων, τὸ εʹ περὶ γεωργίας ἢ οἰκοδομίας, τὸ Ϛʹ περὶ
πραγμάτων ἄλλοις διαφερόντων, τὸ ζʹ περὶ κλέμματος
ἢ ἀηδίας, τὸ ηʹ περὶ φόβου ἢ στρατείας, τὸ θʹ περὶ τέχνης
ἢ κόσμου γυναικείου, τὸ ιʹ περὶ προσόδου ἢ ἀηδίας, τὸ ιαʹ
6
περὶ πράγματος λάθρᾳ γεγονότος, τὸ ιβʹ περὶ πράγματος
γεγονότος ἢ πλοῦ.
Τῶν τοῦ Ὑδροχόου τὸ μὲν αʹ περὶ σωμάτων χάριν, τὸ
βʹ περὶ καθύγρων πραγμάτων καὶ φορτίου, τὸ γʹ περὶ
λέσχης τινός, τὸ δʹ περὶ κόπων ἰδίων, τὸ εʹ περὶ κοινω-
νίας ἢ καθύγρων πραγμάτων, τὸ Ϛʹ, Καρκίνου ὄν, περὶ
κλέμματος ἢ ἀηδίας αἰφνιδίου, τὸ ζʹ περὶ τέχνης ἢ κοινω-
νίας, τὸ ηʹ περὶ ἀγοραίου ἢ πανηγύρεώς τινος, τὸ θʹ περὶ
προσόδων ἢ κόσμου καὶ δικαίου τινὸς πράγματος ἢ ἐπὶ
ξένης ὄντος, τὸ ιʹ περὶ κλοπῆς ἢ θησαυροῦ, τὸ ιαʹ περὶ
πλοῦ ἢ καθύγρων πραγμάτων, τὸ δὲ τελευταῖον ἐπιτυγχά-
νον περὶ ἀλλοτρίων πραγμάτων ἢ πίστεως γυναικῶν.
Τῶν δὲ Ἰχθύων τὸ μὲν αʹ περὶ βεβλαμμένων πραγμά-
των καθύγρων, τὸ βʹ περὶ κόσμου ἢ συζεύξεως, τὸ γʹ
περὶ τῶν λάθρᾳ τι πράσσειν ἐπιχειρούντων ἢ γυναικείου
πράγματος, τὸ δʹ περὶ κόπου ἢ κοινωνίας ἢ ξένου πράγ-
ματος, τὸ εʹ περὶ φορτίου ἢ γάμου, τὸ Ϛʹ περὶ φορτίου
ἀλλοτρίου, τὸ ζʹ περὶ γυναικείου τέχνης ἢ τῶν ὁμοίων
τῶν εἰς γυναῖκα φερόντων, τὸ ηʹ περὶ ἀλλοτρίων πραγμά-
των, τὸ θʹ περὶ προσόδων καὶ καλοῦ πράγματος, τὸ ιʹ
περὶ πλοῦ ἢ ξενιτείας τινὸς ἀγαθῆς, τὸ ιαʹ περὶ γυναι-
κείου πράγματος ἢ γυναικὶ διαφέροντος, τὸ ιβʹ περὶ ἀπο-
βολῆς ἢ δραπέτου καὶ τῶν ὁμοίων.
Ex archetypo perierunt folia nonnulla.
Παράμονα γάρ εἰσιν, αὐθάδη δέ· ἐν τοῖς ἀνθρωποειδέ-
σιν ἐπιεικῆ καὶ ὑποτακτικά, ἐν τοῖς τροπικοῖς εἰς μετάπρα-
σιν.
Ἐν Παρθένῳ δέ, Ζυγῷ, Τοξότῃ 〈ὠνεῖσθαι〉 σύγκοιτον
ἤτοι παλλακήν. τὰς δὲ τῶν γάμων συναφὰς ποιεῖσθαι
λῷον Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Ταύρῳ· παράμονοι
7
γὰρ οὕτως ἔσονται αἱ συμβιώσεις, τοὐναντίον δὲ Τοξότῃ,
Ἰχθύσιν, Κριῷ. θανάτῳ δὲ χωρισμὸς γίνεται ἐν Σκορ-
πίῳ, καὶ μάλιστα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ δια-
πορεύηται, ἐὰν δὲ καὶ τῶν κακοποιῶν τις ἐπίδῃ ἀδηρίτως
τὸ τοιοῦτον συμβήσεται.
Ἀμπελῶνας δὲ καὶ κήπους ἐν Ἰχθύσιν, Καρκίνῳ, Ὑδρο-
χόῳ καὶ ἐν ταῖς ἐσχάταις μοίραις τοῦ Αἰγοκέρωτος, σπεί-
ρειν δὲ Ταύρῳ καὶ Παρθένῳ, τρυγᾶν ἐν τοῖς καθύγροις
Ἀφροδίτης καὶ Ἄρεως ὁρώντων.
Παρατηρεῖν δὲ ἐν ταῖς κτίσεσι κενοδρομοῦσαν τὴν
Σελήνην, καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς καὶ λειψιφωτοῦ-
σαν.
Ἐν ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Κριὸν φυλάτ-
τεσθαι χρή· νόσων γὰρ καὶ λειπογαλαξίας αἴτιός ἐστιν.
ἐὰν ἀπὸ τῆς ἀποκυήσεως εὑρεθῇ ἡ Σελήνη φερομένη
πρὸς τοὺς κακοποιοὺς χωρὶς τῶν ἀγαθοποιῶν κακῶς τὸ
τικτόμενον ἀπόλλυται εἴσω ἡμερῶν ζ̅.
Ἐν δὲ ταῖς κρισίμοις τῶν νόσων ἐὰν εὑρεθῇ συνοῦσα τῷ
Κρόνῳ λειψίφωτος θάνατον ὑπονοητέον, ἡ δὲ τοῦ θανά-
του ποιότης προεγνωσμένη κατὰ τὴν γένεσιν. καὶ εἰ ἐπιτα-
θῇ αὐτὴ τοῖς νοσοῦσι καταστοχαστέον τούτου. ὅταν δέ
τις δοκῶν εὐημερεῖν καὶ ἐν ἀγαθῇ ἡμέρᾳ ἄρξηται νοσεῖν,
ἐν δὲ τῇ κρισίμῳ ἡμέρᾳ μὴ ἀπαλλαγῇ ἀλλὰ παρολκὴν
ἔχῃ, κινδυνῶδες καὶ τέλους ἐπακτικὸν τὸ τοιοῦτον νοεί-
σθω, καὶ μάλιστα ὅταν ἀστέρος οἰκοδεσπότου ἢ τοῦ ζῳδίου
ἀναφορὰ συμπληρῶται, ὁμοίως δὲ ἐπὰν ἡ Σελήνη καὶ
πρὸς τοὺς ἀγαθοποιοὺς ἢ μοίρας αὐτῶν ἐν τῷ ηʹ ἢ ἐν
τῷ Ϛʹ (ἅπερ ἐστὶ τὸ μὲν θανατικόν, τὸ δὲ τοῦ σίνους) οὐ
καλή. ὅταν δὲ ὁ τὸ σίνος σημαίνων ἀστὴρ εὑρεθῇ ἐν τῷ
8
δυτικῷ κέντρῳ ἢ ἐν τῷ ηʹ (τουτέστι τῷ θανατικῷ τόπῳ)
ἐξ ἐκείνου τοῦ πάθους τὴν τελευτὴν ἔσεσθαι ὁριστέον,
ἐπὰν δὲ καὶ ὑπὸ ἀγαθοποιοῦ μὴ θεωρῆται ὁ τοῦ σίνους
καὶ πάθους σημαντικὸς ἀστὴρ ἐξ ἐκείνου τοῦ πάθους ἡ
τελευτὴ ἔσται.
Λεπτομερέστερον δὲ οἱ ἀρχαῖοι ἀνέγραψαν περὶ τῶν
τῆς Σελήνης μόνης ἐπεμβάσεων ἃ καὶ αὐτὰ παρατιθέμεθα.
Κριῷ γὰρ αὐτῆς οὔσης ὑπὲρ γῆν μετὰ μοίρας θ̅ ἐπιτή-
δειον εἰς ἀποδημίαν καὶ ἀγορασίας εὐσχήμονας, ἀγροὺς
γεωργεῖν, κουρεύειν τετράποδα, θεμελιοῦν, δανείζειν, συν-
θήκας ποιεῖν, ἱστουργεῖν, ἁρμόζει δὲ καὶ ταῖς φθείρειν
προαιρουμέναις, ἐν δὲ τῇ βʹ πεντεκαιδεκαμοιρίᾳ τοῖς
κατὰ τὴν ἕω ἀρχὴν καὶ ἐξουσίαν παραλαμβάνουσιν αἴσιον,
ἀνάρμοστον δὲ γάμον ποιεῖν καὶ πατρῴων κτημάτων
παραλήψεις ποιεῖσθαι ἐπιζήμιον. ἐν Ταύρῳ οὔσης περὶ αʹ
πεντεκαιδεκαμοιρίαν ὁδοιπορεῖν, γεωργεῖν, σπείρειν, φυ-
τεύειν, ὠνεῖσθαι δούλους, τετράποδα, οἰκοδομεῖν, φρέ-
ατα ἐργάζεσθαι, ἱδρύειν ἱερά, ἀρχὰς καὶ ἐξουσίας λαμ-
βάνειν περὶ τὰ νότια κλίματα, ἐν δὲ τῇ βʹ πεντεκαιδεκα-
μοιρίᾳ ταῖς ἐκτιτρωσκούσαις συμφέρον, ἀβέβαιον δὲ γα-
μεῖν, τέκνα τρέφειν (τὰ γὰρ τέκνα ἐν πλάνῃ ἔσται), καὶ τὸ
μισθοῦσθαι ζημιῶδες. τῶν δὲ Διδύμων ἕως τοῦ ἡμίσεως
ἀποστρεπτέον πράγματος κατάρχεσθαι, κατὰ δὲ τὸ ἄλλο
ἥμισυ δεῖ πράσσειν, γαμεῖν, τεκνοτροφεῖν, ὠνεῖσθαι οἰκίας,
ἀγρούς, ὅρκους καὶ πίστεις ποιεῖν, οἰκοδομεῖν, γεωργεῖν,
φυτεύειν, τεχνῶν ἄρχεσθαι, παρακαταθήκας τιθέναι,
ἀρχὴν ὑποδέχεσθαι, ἐπικίνδυνον δὲ ἐκτιτρώσκειν, ἔχθρας
ποιεῖν, πλεῖν ἢ τόπων ἀναχωρεῖν ἢ προσώπων. Καρκίνου
9
δὲ κατὰ τὸ αʹ ἥμισυ γαμεῖν, τεκνοτροφεῖν, ὠνεῖσθαι,
πλεῖν βραδυτῆτα ἔχον, κατὰ δὲ τὸ ἄλλο ἥμισυ ἐχθροῖς
ἐπιτίθεσθαι, ἁλιεύειν, φυτεύειν, σπείρειν, κηπουρεύειν,
μέταλλα ὀρύσσειν, ποταμοὺς καὶ φρέατα καὶ κολυμβή-
θρας διορύσσειν, παρακαταθήκας γῇ διδόναι, χρέα λαμ-
βάνειν ἢ διδόναι, παραφυλάσσεσθαι δὲ τὰς ἀπὸ ξηρῶν
ἐργασίας, ἄρρενας δὲ δούλους πρίασθαι, ἔχθρας δὲ ἀπο-
φυγεῖν (ἀδιάλυτοι γὰρ ἔσονται καὶ ἀδιάλλακτοι). Λέοντος
ἀπὸ μοίρας ιʹ τετράποδα ὠνεῖσθαι καὶ ἐπιβάλλεσθαι
ἀρχαῖς καὶ ἐξουσίαις, δανείζεσθαι, μὴ ὁδοιπορεῖν (βλα-
βερὸν γάρ) ἢ πλεῖν, δεῖ δὲ οἰκέτας παραφυλάττεσθαι καὶ
ἐχθρῶν ἐπιθέσεις (τὰ ἀπολλύμενα δυσανακόμιστα ἔσται),
γαμεῖν οὐκ αἴσιον οὐδὲ γυναικὶ ἐκτιτρώσκειν. Παρθένου
κάλλιστον σῖτον, χρυσόν, ἄργυρον, ἱμάτια, σώματα καὶ
ὅσα πρὸς κόσμον χρήσιμα ἀγοράζειν, οἰκοδομεῖν, και-
νοῖς χρῆσθαι σκεύεσι καὶ ἱματίοις, μετάλλων ἐνάρχεσθαι,
φυτεύειν, σπείρειν, γεωργεῖν πλὴν ἀμπέλου, γαμεῖν χή-
ραν (αἱ γὰρ παρθένοι ἀσύμφωνοι), μετοικίζεσθαι, μισ-
θοῦσθαι, δανείζεσθαι, ἐκτιτρώσκειν, πατρῷα λαμβάνειν,
πλοῦ ἄρχεσθαι, οὐ συμφέρον δὲ οἶνον καὶ ἔλαιον διοικεῖν,
ἱστουργεῖν δὲ καὶ τίκτειν καλόν. Ζυγῷ συμφέρει πάντα ἐκ
δικαίου καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ὅσα διὰ μέτρων καὶ
σταθμῶν, χρέος λαμβάνειν καὶ ἀρχὴν καὶ ἐξουσίαν, ὁδεύ-
ειν, θεμελίους τιθέναι, οἰκοδομεῖν ἄνευ τοῦ στεγάζειν,
ποταμοὺς αἱρεῖν, φρέατα ὀρύσσειν, ἱστουργεῖν, γαμεῖν,
φιλίας ποιεῖν, ἐναντίον δὲ ἀγοράζειν, οἰκίας ἢ χώρας μισ-
θοῦσθαι ἢ μετοικίζεσθαι (ὅσα τε ἀπὸ ξηρῶν συνέστηκεν
ἀνάρμοστον), ἐκτιτρώσκειν ἐπικίνδυνον καὶ ταῖς αὐτομά-
τως τοῦτο παθούσαις. Σκορπίῳ χρήσιμον ὁδοιπορεῖν,
πλεῖν, ἐν δὲ ἀγορασίαις καὶ πράσεσιν ἐπιβουλεύειν, ἐχ-
θροῖς ἐπιτίθεσθαι, πύλας καθιστᾶν, ἱερὰ ἱδρύειν, βωμοὺς
10
οἰκοδομεῖν, ἀγεώργητον χώραν γεωργεῖν, φρέατα ὀρύσ-
σειν, μεταλλεύειν, παρακατατίθεσθαι, τόπους διαιρεῖν,
σκευῶν καινῶν χρῆσιν ποιεῖσθαι, ὕδωρ ἄγειν καὶ ποταμούς.
ἅπαντα δὲ ταῦτα περὶ τὴν πρώτην πεντεκαιδεκαμοιρίαν
συνοίσει, τὰ δὲ περὶ τὴν δευτέραν ἄχρηστα· ἡ νυμφευ-
θεῖσα δούλοις μιγήσεται, κοινωνεῖν πονηρὸν καὶ ἰατρὸν
κάμνοντι ἐπεισάγειν, καὶ ἐκτιτρώσκειν ἐπισφαλές.
Τοξότῃ καλὸν πλεῖν ἐπὶ τὰ οἰκεῖα, ἵππους τρέφειν καὶ
βοῦς καὶ κτήνη ἕτερα, κιχρᾶν τε ἀλλότρια, δανείζεσθαι καὶ
τὰ ἐκτὸς ὄντα εἰς τὴν οἰκίαν ἀπολαβεῖν, ἐχθροῖς ἐπιτίθε-
σθαι, τὰ πατρῷα ἀπολαμβάνειν, ἀλλότρια οἰκοδομεῖν,
θεμελίους τιθέναι, κύνας ἀγοράζειν, ἁλιεύειν, κυνηγεῖν,
ἱστουργεῖν, ἐπιβλαβὲς δὲ πιστεύεσθαι, δανείζειν, ἀποδη-
μεῖν (χρονία γὰρ ἔσται ἡ ὁδός), οὐ συμφέρει δὲ οὔτε ἰατρὸν
εἰσάγειν οὔτε φάρμακον πίνειν οὔτε καθαίρεσθαι οὔτ'
ἐκτιτρώσκειν. Αἰγοκέρωτι καλὸν θρέμματα ὠνεῖσθαι,
πιπράσκειν, ἐμπορεύεσθαι, πλεῖν, ὄρνεα ὠνεῖσθαι, θηρᾶν,
φρέατα ὀρύσσειν, τοίχους ἐγείρειν, τῶν κατὰ τὴν οἰκίαν
ἐνάρχεσθαι, κοινωνεῖν, φιλίας ποιεῖν, ἐξ ἀποδημίας εἰς
τὰ οἰκεῖα ἐπανέρχεσθαι κατὰ γῆν καὶ κατὰ θάλατταν,
τέχνας τε διδάσκειν καὶ μουσικήν, ἀφροδισίοις χρῆσθαι,
ἱστουργεῖν, ἐπικίνδυνον δὲ ταῖς ἐκτιτρωσκούσαις, καὶ
ὁδοῦ ἐνάρχεσθαι ἐπισφαλές. Ὑδροχόῳ καλὸν πλοῦ καὶ
ὁδοιπορίας ἀπάρχεσθαι καὶ ὅσα δι' ὑγρῶν καὶ στα-
θμῶν ὠνεῖσθαι, οἰκοδομεῖν καὶ κοσμεῖν οἴκους, φρέατα
ὀρύσσειν καὶ τὰ πεφραγμένα, γεωργεῖν, φυτεύειν, σπεί-
ρειν, ποταμούς, κολυμβήθρας ὀρύσσειν καὶ ὅσα ἐν γῇ
κατετέθη, ἱστουργεῖν, ἀκίνδυνον δὲ καὶ ταῖς ἐκτιτρω-
σκούσαις, οὐκ ἐπιτήδειον δὲ ὀμνύναι ἢ πράσσειν τι ἄδικον,
ὁρκίζειν δὲ καὶ πᾶν ὅπερ τοῦ δικαίου ἔχεται ποιεῖν ἀκώλυ-
τόν ἐστιν. Ἰχθύσι καλὸν πλεῖν, ὁδεύειν, ὠνεῖσθαι, ἐμπο-
11
ρεύεσθαι κατά τε γῆν καὶ κατὰ θάλατταν καὶ ὅσα ἐξ
ὑγρῶν καὶ ὅσα πρὸς ἁλείαν καὶ θήραν καὶ στρατείαν, ἐπι-
τίθεσθαί τε καὶ μάχεσθαι, ἰξεύειν, κοινωνίας κατάρχε-
σθαι καὶ φιλίας, γαμεῖν καὶ ὅσα πρὸς ἰσότητα συμφέρει εἰ
καὶ ἡ γαμηθεῖσα λοίδορός τις καὶ λάλος καὶ μοιχαλίς,
φυλάσσεσθαι δὲ δεῖ οἰκοδομεῖν. οὐ μόνον δὲ χρὴ ἐπὶ πᾶσι
τούτοις τὴν τοπικὴν στάσιν τῆς Σελήνης διακρίνειν, ἀλλὰ
καὶ τὰς μαρτυρίας Ἡλίου τε καὶ τῶν λοιπῶν ἀστέρων.
Ἔμπρακτοι δὲ ἡμέραι νοοῦνται ὅταν γένηται ἡ Σελήνη
ἐν τῷ κατὰ γέννησιν ζῳδίῳ ἢ κατὰ τρίγωνον αὐτοῦ σὺν
ἀγαθοποιοῖς ἢ καὶ ἐν παντὶ ζῳδίῳ μετὰ τῶν ἀγαθοποιῶν
ἀπόντων τῶν φθοροποιῶν πλὴν πανσελήνου καὶ συνόδου,
καὶ αἱ ὧραι δὲ ἔμπρακτοι γίνονται ὁπόταν ὡροσκοπῇ τὸ
τῆς γενέσεως ζῴδιον ἢ κατὰ τρίγωνον σχηματίζηται ἢ
καὶ συναναφέρηται τῷ ὡροσκόπῳ τῆς Σελήνης μηδενὶ
τῶν κακοποιῶν συσχηματιζομένης. ἄπρακτοι δὲ ἡμέραι
καὶ κακαὶ ὅταν ἡ Σελήνη ἐν τετραγώνῳ ζῳδίῳ τῆς
γενέσεως γένηται ἢ ἐν τῷ ἀντικειμένῳ σὺν τοῖς φθορο-
ποιοῖς ἢ κατὰ τὴν πανσέληνον ἢ σύνοδον ἢ καί τις τῶν
κακοποιῶν ὡροσκοπῇ ἢ ἐπίδῃ τὴν πανσέληνον ἢ τὴν
σύνοδον ἀπόντων τῶν ἀγαθοποιῶν· Ἑρμῆς γὰρ κοινωνὸς
ὢν συνανακίρναται οἷς ἂν συγγένηται.
Προσεκτέον τοίνυν ἐπιμελῶς τῇ τε Σελήνῃ καὶ τῷ
ὡροσκόπῳ καὶ τῷ κλήρῳ τῆς τύχης καὶ τοῖς λοιποῖς κέν-
τροις ἅτε τὴν ἡγεμονίαν καὶ ἀκρίβειαν τοῦ πράγματος
κεκληρωμένοις, παραφυλάσσοντας τὴν Σελήνην ἀπὸ συν-
όδου ἕως πανσελήνου εἰ ἐν χρηματιστικοῖς τόποις εὑρί-
σκεται ἢ δεσπόζει τοῦ κλήρου ἢ ἐπ' αὐτοῦ τύχῃ καὶ ὁ τὴν
οἰκοδεσποτείαν αὐτῆς κεκληρωμένος συνῇ τῷ τὴν κυρίαν
ἔχοντι τοῦ κλήρου ἢ ἀνταμείψονται τὰ ζῴδια. τούτων γὰρ
12
οὕτως ἐχόντων ἀπρόθετοι καὶ ἄσκεπτοι γίνονται αἱ ἀγο-
ρασίαι καὶ οἱ γάμοι, αἰφνίδιοί τε αἱ κινήσεις καὶ αἱ δίκαι
καὶ αἱ περιστάσεις ἀνέλπιστοι. ἀπὸ πανσελήνου τρεχούσης
(τουτέστιν ἀφαιρούσης) παρολκὴν τοῖς φαινομένοις ἀπο-
δείκνυσι καὶ μῆκος χρόνου. προσεκτέον δὲ καὶ ταῖς ἄλλαις
φάσεσιν αὐτῆς καὶ τοῖς ἄλλοις ἀστράσι σκοποῦντας μὴ
πάντοτε τοὺς ἀγαθοποιοὺς ἀγαθῶν εἶναι ποιητικοὺς μήτ'
αὖ τοὺς κακοποιοὺς ἐν τοῖς ἰδίοις οἴκοις καθεστῶτας ἢ
ὁρίοις ἢ τριγώνοις ἢ ὑψώμασι καὶ ἐπὶ δορυφορίας φανέν-
τας κατὰ τὴν ἑαυτῶν αἵρεσιν (τουτέστιν ἐπὶ τῆς ἑῴας
ἀνατολῆς πρὸς Ἥλιον, ἐπὶ δὲ ἑσπερίας ἀνατολῆς τῆς
νυκτὸς πρὸς Σελήνην)· ἀνοικείως γὰρ φανέντες καὶ τῆς
αἱρέσεως ἀπηλλοτριωμένοι ἢ ἐπαναφερόμενοι ἀπροκο-
πίας καὶ κακῶν αἴτιοι.
{λβʹ. Περὶ κτίσεως καὶ οἰκοδομιῶν}
Ἐὰν βουληθῇ τις εὐδαίμονα πόλιν κτίσαι καὶ παράμο-
νον, ὁμοίως τε ναῶν καὶ οἴκων καὶ τειχῶν οἰκοδομίας
καταβαλέσθαι, ἐπιτηρείτω τὴν Σελήνην ἐν τῷ βασιλικῷ
τριγώνῳ παροδεύουσαν κατὰ τὸν καιρὸν καὶ τὴν καταρ-
χὴν τῆς ἐπιγραφῆς ἤτοι θεμελιώσεως καὶ ὑπὸ πάντων
τῶν ἀστέρων καλῶς μαρτυρουμένην· οὕτω γὰρ τυχοῦσα
ὑπὸ μεγίστων βασιλέων ἤτοι ἀρχόντων τὸ κτίσμα καὶ τὴν
τούτου ἐπιμέλειαν καὶ φροντίδα ἔσεσθαι μηνύει καὶ ἐνδιαί-
τημα βασιλέων καὶ θεοῖς προσφιλές, ἐπίσημόν τε καὶ
ἔνδοξον καὶ πολυχρόνιον. εἰ τύχῃ δὲ ἀπολειπόμενός τις
τῶν ἀστέρων τῆς προσφόρου μαρτυρίας τὸ ἐνδεὲς περὶ
τὴν πόλιν ἐσόμενον ἐντεῦθεν συνοραθήσεται· τοῦ μὲν γὰρ
13
Ἄρεως ἀποκεκλικότος καὶ ἀποστρόφου τυγχάνοντος τῇ
καταρχῇ ἐνδεὴς ἔσται ὅπλων καὶ ἀσθενήσει περὶ τὰ πολε-
μικά, τῆς δὲ Ἀφροδίτης ὁμοίως ἀσυνδέτου τυγχανούσης
χαρίτων καὶ τρυφῆς καὶ ἀστειότητος ἐκτὸς ἔσται καὶ τοῦ
φιλεῖσθαι, ἢν δὲ ἀπὸ Διὸς ἀθεώρητος ἡ καταρχὴ γένηται
εὐεπηρέαστος ἔσται, οὐδεμιᾶς φροντίδος ἢ κηδεμονίας
μετέχουσα, τοῦ δὲ Ἑρμοῦ ἀσυσχηματίστου ὄντος οὐ φρό-
νησις, οὐ λόγων ἄσκησις ἐν αὐτῇ ἔσται.
Εἰ δὲ συμβαίη ἐναντιοῦσθαι τὸν Ἄρεα ἢ τὸν Δία τοῖς
φωσίν (τουτέστιν Ἡλίῳ καὶ Σελήνῃ) καὶ πολέμων πειρα-
θήσεται ἡ πόλις, καὶ μάλιστα ὅταν κατὰ τῶν τετραγώνων
παραγένηται ἡ Σελήνη κατὰ τὴν τοῦ διαστήματος πρὸς
ἀναφορὰν ὥραν (τουτέστι τοῦ ζῳδιακοῦ μοίρας Ϙ̅), συμ-
βαίνει δὲ μὴ πάντας τοὺς ἐνοικοῦντας θανάτῳ ἢ λαφυρ-
αγωγίᾳ καὶ δουλείᾳ ὑποπίπτειν τῷ μὴ πάντα τὰ κατασκευ-
άσματα αὐτῆς καὶ τὴν κτίσιν ὑπὸ μίαν καιροῦ ῥοπὴν τὴν
καταρχὴν λαμβάνειν. ὥσπερ δὲ ἐπὶ τῶν γενέσεων ἡ τετρά-
γωνος πλευρὰ τὸ τέλος τῆς ζωῆς ἐπιτίθησιν, τότε περ
εἴωθε συμπληροῦσθαι τὰ χρονικὰ καὶ ἀπόλλυσθαι παντε-
λῶς ἡ κατασκευασθεῖσα πόλις ὁπηνίκα σύμπαντες οἱ
κακοποιοὶ κατὰ τὸ τετράγωνον τῆς Σελήνης βιαιότερον
τὰς ἀκτῖνας ἐπιφέρουσιν· συμβαίνει γὰρ οὕτως ἐπαύξε-
σθαι τὰ τῆς συμφορᾶς κατὰ β̅ τρόπους συμπίπτοντα, ἔκ τε
τῆς κακώσεως τοῦ τετραγώνου καὶ τῆς κατὰ πῆξιν τῆς
Σελήνης στάσεως. τὰ δὲ αὐτὰ ἀποτελεσθείη καὶ τῶν ρ̅π̅
μοιρῶν τῆς ἀναφορᾶς συμπληρουμένης ἢ καὶ ἕως ἑτέρας
τετραγώνου ἢ συμπληρουμένου παντὸς τοῦ κύκλου, ἢν
δὲ καὶ ἀκάκωτος τύχῃ τετράγωνος ὑπὸ τῆς τῶν κακο-
ποιῶν παρόδου καὶ δευτέρου κύκλου καὶ τρίτου ἐφάψηται
μερικῶς τὰ συμπτώματα τῶν κακώσεων ὑπομένουσα.
14
Ἔστι δὲ καὶ ἑτέρα κάκωσις ὁπόταν ἔκλειψιν ὑπόγειον ἡ
Σελήνη ποιῇ τῆς καταρχῆς καὶ τῆς κατασκευῆς ἐν τῷ
μεταξὺ τῆς ἐπιούσης συνόδου γεγενημένης καὶ τῆς Σελή-
νης κατὰ τοῦτον τὸν χρόνον πρὸς τοὺς κακοποιοὺς σχη-
ματιζομένης ἢ κατὰ τὸν χρόνον τῆς πανσελήνου. συμβαί-
νει γὰρ κατὰ τὴν τοιαύτην καταρχὴν σεισμῷ ἀπόλλυσθαι,
συνεχέστερον δὲ τὰς οὕτω γιγνομένας πόλεις βλάπτεσθαι·
ἐπὶ μὲν τοῦ τοῦ Κριοῦ τριγώνου πυρώδους ὄντος ἀπὸ
πυρός, ἐπὶ δὲ 〈τοῦ〉 τοῦ Ταύρου γεώδους ὄντος ὑπονοη-
τέον τὰς ἀπὸ γῆς καὶ γεωργίας βλάβας ἢ ὠφελείας κατὰ
τοὺς τῶν σχημάτων ὅρους, ἐπὶ τοῦ τῶν Διδύμων τριγώ-
νου ἀερώδους ὄντος τὰς ἐξ ἀέρων ὠφελείας ἢ βλάβας,
ἐπὶ δὲ τοῦ τοῦ Καρκίνου ὑδατώδους ὄντος τὰς ἐξ ὑγρῶν
ὠφελείας ἢ βλάβας. καὶ οἱ κτίζοντες δὲ καὶ τὴν φροντίδα
τῆς κατασκευῆς ἀνειληφότες κατὰ τὴν τῶν οἰκοδεσποτῶν
φύσιν τῆς ἀξίας καὶ τῶν ἠθῶν μεθέξουσιν.
Σελήνη γὰρ αὐξιφωτοῦσα καὶ τὰ βόρεια ἀνιοῦσα καὶ
τοῖς ἀριθμοῖς προστιθεῖσα ἀγαθὴ τοῖς κτίζουσιν. δεῖ δὲ
καὶ τοὺς ἀγαθοποιοὺς ἢ συνεῖναι αὐτῇ ἢ μαρτυρεῖν· ἐὰν
γὰρ Κρόνος ἢ συνῇ ἢ μαρτυρῇ βραδυτῆτα καὶ συμπτώσεις
ποιεῖ, ἐὰν δὲ Ἄρης διὰ πυρὸς φθείρει. Σελήνης νότον ἀνερ-
χομένης δεῖ θεμελίους πήσσειν, βορρᾶν δὲ τοίχους ἐποικο-
δομεῖν, βορρᾶν δὲ κατερχομένης τοίχους καθαιρεῖν, νότον
δὲ θεμελίους ἀνορύττειν. ἐν πᾶσι δὲ τούτοις οἱ μὲν κακο-
ποιοὶ ἀπέστωσαν, οἱ δὲ ἀγαθοποιοὶ μαρτυρείτωσαν.
15
{λγʹ. Περὶ γάμου}
Ἐν συνελεύσει καὶ ἁρμογῇ γάμου προσέχειν χρὴ τῷ τε
κυρίῳ τοῦ κλήρου καὶ τῆς ὥρας, ἔτι δὲ καὶ τῷ τῆς προ-
γενομένης συνόδου κυρίῳ καὶ τῇ πρὸς ἀλλήλους τε καὶ τὰ
φῶτα καὶ τῇ τοῦ θανατικοῦ ἀστέρος σχηματοθεσίᾳ. τυ-
χὼν γὰρ ὁ κλῆρος τῆς τύχης εἰς τὸ δυτικὸν ἢ ὁ τούτου
κύριος ἢ ὁ τοῦ δυτικοῦ κέντρου κύριος ἐπ' αὐτοῦ σὺν τῷ
κληρικῷ ἀστέρι ἢ ἐπὶ τοῦ κληρικοῦ ἀστέρος ἢ ἐπὶ τοῦ κλη-
ρικοῦ ζῳδίου (δηλονότι σὺν τῷ τοῦ κλήρου ἀστέρι) τῆς
Σελήνης ἐπιμαρτυρούσης γάμον καὶ συνέλευσιν σημαί-
νει.
Ἐπιφυλακτέον οὖν τὴν Ἀφροδίτην ἑῴαν ἀναποδίζουσαν
καὶ ἐπὶ τὸν Δία ἐρχομένην· οὕτω γὰρ ἀνάρμοστοι
καὶ ἀβέβαιοι οἱ γάμοι γίνονται τῶν συνερχομένων τυγ-
χανόντων κούφων τὰ ἤθη. καὶ εἰ μὲν ἐν θηλυκῷ ζῳδίῳ
τύχῃ τοιούτους τοὺς ἄνδρας, εἰ δὲ ἐν ἀρσενικῷ τὰς
γυναῖκας τοιαύτας νομιστέον. εἰ δὲ οὕτως ἐχούσης τῆς
Ἀφροδίτης ἀπόζευξις γένοιτο ἐπανήξει αὖθις ἡ γυνὴ
προστιθείσης τῆς Ἀφροδίτης τοῖς ἀριθμοῖς, εἰ δὲ Ἄρης
ἀναποδίζει ἐν τῇ καταρχῇ τοῦ χωρισμοῦ ἐπιστρέψαντος
αὐτοῦ καὶ προστιθέντος ὁ ἀνὴρ διαλλαγήσεται καὶ μετ-
ελεύσεται τὴν γυναῖκα.
Εἰ δ' ὁ κύριος τοῦ γάμου ἐν τῇ καταρχῇ μεσουρανῶν
τύχῃ ἐν θηλυκῷ ζῳδίῳ πολύκοινον δείξει τὴ γυναῖκα,
εἰ δ' ἐν ἀρσενικῷ τὸν ἄνδρα. τετράγωνος δὲ ὁ Ζεὺς τῷ
γαμικῷ ἀστέρι τυχὼν στάσεως τῆς ἐν γάμῳ δηλωτικός
ἐστιν, κἀκεῖ καὶ ἡ Σελήνη ἐν ἀρσενικῷ ζῳδίῳ τυχοῦσα.
ὡροσκοπῶν δὲ ὁ τοῦ γάμου κύριος ἐπίμεμπτον τὸν γάμον
δηλοῖ, καὶ μάλιστα ὁ Ζεὺς ἐν θηλυκῷ ζῳδίῳ ἄπροικον ἢ
ψευδοπλουσίαν ἢ ὑπόδικον, εἰ δὲ ἐν ἀρσενικῷ τὸν ἄνδρα
τοιοῦτον.
16
Ἐπειδὴ προείρηται ὅτι ὁ μὲν ὡροσκόπος ἐστὶν ὁ γαμῶν,
τὸ δὲ δῦνον ἡ γαμουμένη, τὸ δὲ μεσουράνημα ἡ ἀμφοτέρων
ὁμόνοια καὶ παραμονή, τὸ δ' ὑπόγειον ἡ προὶξ καὶ τὸ τοῦ
γάμου ἀποτέλεσμα, δῆλον μὲν οὖν ὅτι τοῦ Κρόνου ὡρο-
σκοποῦντος ὁ γαμῶν ἔσται πρεσβύτης καὶ ῥυπαρός, Ἄρεως
δὲ νεώτερος καὶ ὀργίλος, τοῦ δὲ Διὸς πλούσιος καὶ ἀγα-
θός, μέσης ἡλικίας, Ἀφροδίτης δὲ ἱλαρός, καθάριος,
ἡδύβιος, κατωφερὴς εἰς γυναῖκα, Ἑρμοῦ δ' εὐπαίδευτος,
συνετὸς καὶ ἐρωτικὸς εἰς παῖδας, Ἡλίου δὲ καὶ Σελήνης
εὐγενὴς καὶ ἐπίσημος. Κρόνου δὲ μεσουρανοῦντος διάλυ-
σις ἔσται τοῦ γάμου διὰ ῥυπαρίαν καὶ σμικρολογίαν,
Ἄρεως δὲ δι' ἀκαταστασίαν καὶ ζηλοτυπίαν (ἐπὰν δὲ καὶ
ὁ τῆς Ἀφροδίτης συνῇ αὐτῷ ἢ μαρτυρῇ διὰ μοιχείαν, εἰ δὲ
Ἑρμῆς διὰ παιδὸς ἔρωτα), Διὸς δὲ καὶ Ἀφροδίτης ὁμόνοια
αὐτοῖς ἔσται καὶ τεκνοποιία, Σελήνης δὲ καὶ Ἡλίου ἐπισή-
μους αὐτοὺς ἔσεσθαι. ἐπὶ δὲ τοῦ δύνοντος τυχόντες ὅμοια
ἀποδεικνύουσι περὶ τὴν γυναῖκα οἷα καὶ ἐπὶ τοῦ ἀνδρὸς
ἐν τῷ ὡροσκόπῳ. ἢν δὲ Ἄρης καὶ Κρόνος ἢ ἀμφότεροι ὑπὸ
γῆν εὑρεθεῖεν ἰδίων ἀποβολὴν ἢ τέκνων καὶ τῆς προικὸς
καὶ προτελευτὴν τοῦ ἀνδρὸς σημαίνει, ἢν δὲ Ζεὺς καὶ
Ἀφροδίτη ὑπόγειοι ὦσι πολὺν χρόνον σὺν ἀλλήλοις καὶ
τέκνα ἔσεσθαι, καὶ ἐὰν μὲν ἐν ἀρσενικῷ ζῳδίῳ ὁ ἀνὴρ ἐπι-
ζήσεται, εἰ δὲ ἐν θηλυκῷ ἡ γυνή, ὁ δὲ Ἑρμῆς καθὼς ἂν
τὴν τῶν ἄλλων μαρτυρίαν δέξηται ἑκάστῳ ἐμφαίνει.
Τοῦ δὲ Ἡλίου μὲν κεκακωμένου, τῆς δὲ Ἀφροδίτης
ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένης ἐν τῇ καταρχῇ, ἄρχειν
τὴν γυναῖκα τοῦ ἀνδρὸς δηλωτέον, ἔμπαλιν δὲ τυχόντων
ἔμπαλιν ἔσται. τῆς δὲ Σελήνης κεκακωμένης ἀμφοτέροις
ἀσύμφορον καὶ τῇ προικί. ὁ ὡροσκόπος καὶ τὸ μεσου-
ράνημα ἔχοντες ἀγαθοποιοὺς σημαίνουσι τεκνοποιίαν ἐπὶ
συμφέροντι, κακοποιοὺς δὲ ἀποβολήν. φυλάσσεσθαι δὲ
17
καὶ τοῦ κυρίου τῆς τύχης κακωθέντος ἀγαγέσθαι γυναῖκα.
χαλεπὸς δὲ καὶ ὁ κατὰ γένεσιν οὕτως ἔχων γαμικὸς ἀστήρ.
κενοδρομοῦσα δὲ ἡ Σελήνη πολυκοίνους μηνύει, ἀγαθὴ δὲ
ὑπόγειος ἐν θηλυκῷ ζῳδίῳ τοῦ Ἡλίου ὄντος ἐν ἀρσενικῷ·
ὑποτεταγμένην γὰρ αὐτὴν ποιεῖ.
{λδʹ. Περὶ συνελεύσεως}
Μέλλων δὲ συγγενέσθαι ὁ γαμῶν ἔσται ἱλαρὸς καὶ ἀπὸ
ἱλαρῶν καὶ ἄλυπος μήτε ἄγαν βεβαρημένος τροφῇ καὶ
μέθῃ. φυλασσέσθω δὲ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν
κλῆρον ἐν τῷ ηʹ ἢ ἐν τῷ βʹ τῷ τούτου διαμέτρῳ· ἐπιτη-
ρείτω οὖν καὶ τὸν τῆς ὥρας κύριον ἀκάκωτον εἶναι. ὁ δὲ
κλῆρος ἔστω ἐν τῷ περὶ φιλίας ἢ ἐν τῷ περὶ τέκνων ἢ ἐν
τῷ μεσουρανήματι ἢ ἐν τῷ θεῷ, ἔστω δὲ καὶ ἡ Σελήνη
ἀκάκωτος καὶ σύμφωνος τῷ ὡροσκόπῳ. ὁ δὲ Ἑρμῆς
ἐπὶ ἀνατολῆς τυγχάνων ὑπὸ Διὸς καὶ Ἀφροδίτης μαρτυρού-
μενος ἐν τῇ ὥρᾳ τῆς καταβολῆς ποιήσει τὰ τικτόμενα
εὐτυχῆ καὶ εὐπαίδευτα καὶ εὐδαίμονα. λέγουσι δὲ οἱ περὶ
Πετόσιριν ὅτι ἐν ᾧ ζῳδίῳ εὑρίσκεται ἡ Σελήνη ἐν τῇ
σπορᾷ τοῦτο ὡροσκοπήσει ἐν τῇ ἐκτέξει, ὅπου δὲ ἐν τῇ
ἐκτέξει παροδεύει τοῦτο ὡροσκόπησεν ἐν τῇ σπορᾷ.
{λεʹ. Περὶ χωρισμοῦ}
Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέπειν
δεῖ οὕτως. τὴν καταρχὴν ἐν ᾗ γεγένηται ὁ χωρισμὸς ἢ
καὶ ἐν ᾗ ὥρᾳ πύθηταί σου ὅρα τὴν Ἀφροδίτην καὶ τὸν
18
Ἥλιον· ἐὰν τοίνυν εὕρῃς τὸν μὲν Ἥλιον ἐν τῷ μεσουρανή-
ματι ἢ ἐν τῷ ιαʹ, τὴν δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδί-
ζουσαν, λέγε αὖθις τὴν γυναῖκα ἐπανελεύσεσθαι θυμή-
ρως. ἐὰν δὲ ἡ γυνὴ ἐκβληθῇ ὑπὸ τοῦ ἰδίου ἀνδρός, εἰ μὲν
αὐξιφωτεῖ ἡ Σελήνη δυσκόλως εἰς τὸν ἑαυτῆς ἄνδρα ἐπ-
ανήξει, ἐὰν δὲ ἀποκρούῃ ἡ Σελήνη εὐκόλως ἐπάνεισιν, ἐπ'
αὐτῆς δὲ 〈τῆς〉 συνόδου δυσχερῶς ἐπανήξει. ἐὰν δὲ ἐν
ὅσῳ ἡ Σελήνη τὸν ἴδιον κύκλον ἀπαρτίζῃ ὁ Ἥλιος μεταβῇ
εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφροδίτης σὺν αὐτῷ οὔσης,
διαλυθέντος τοῦ γάμου ὁ ἀνὴρ ἑτέραν γαμήσει. ἐπιτη-
ρητέον δὲ καὶ τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ἐπειδὴ
τυχόντες οὗτοι ἐπὶ στερεῶν ζῳδίων ἐν τῇ καταρχῇ βέβαια
ποιοῦσιν, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια, ἐπὶ δὲ
δισώμων ἀμφισβητήσιμα.
{λϚʹ. Περὶ διαφορᾶς κυουμένων}
Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχουσαι βούλοιντο
ἐκτιτρώσκειν μὴ δυνάμεναι τελεσφορεῖν ἁρμόζει τῆς Σελή-
νης οὔσης ἐν θηλυκοῖς ζῳδίοις ἀποκρουούσης καὶ νότον
κατιούσης, μαρτυρουμένης τετραγωνικῶς ἢ τριγωνικῶς
ὑπὸ Ἀφροδίτης καὶ Ἄρεως ἢ συνόντων αὐτῇ καὶ ἐν θηλυκῷ
ζῳδίῳ ὄντων. ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σε-
λήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ
ὀρθὰ ζῴδια καὶ κατὰ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδίτης.
19
{λζʹ. Περὶ γεωργίας}
Συνούσης τῆς Σελήνης τοῖς ἀγαθοποιοῖς ἢ μαρτυρου-
μένης καὶ ἐν τοῖς ἁρμόζουσι ζῳδίοις κάλλιστον γεωργεῖν,
καὶ μάλιστα αὐτῆς τυγχανούσης ἐν τῷ ὑπογείῳ.
{ληʹ. Περὶ φρεάτων ὀρυγῆς καὶ λάκκων}
Ὀρύττων δὲ λάκκους καὶ εἰσαγωγὰς ὑδάτων ποιούμενος
ἐπιτήρει τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ ὥστε
εἰς ζῴδιον ὑδατῶδες ἐμπίπτειν καὶ ἐπικέντρους ποίει τοῦ τε
δευτέρου τόπου καὶ τοῦ ηʹ τοὺς οἰκοδεσπότας. ἀγαθὸν
γὰρ τούτους ἐπαναφέρεσθαι τῷ τε ὑπὲρ γῆν κέντρῳ καὶ
τῷ ὑπὸ γῆν· ἀποκλίναντες γὰρ φαῦλοι, καὶ μάλιστα ὅταν
πόρρωθεν τὰ ὕδατα ᾖ μεταγόμενα ἢ ἀποστρεφόμενα.
καὶ τὸν τοῦ κλήρου δὲ κύριον δεῖ παραφυλάσσειν, καὶ
μάλιστα κατὰ τὸ ὑπόγειον, ἐξαιρέτως δὲ μήτε τὸν κύριον
μήτε αὐτὸν τὸν κλῆρον εἶναι ἐν τῇ ἐπιδύσει μήτε ἐν τῷ
ταύτης διαμέτρῳ, τουτέστι τῇ ἐπαναφορᾷ τοῦ ὡροσκό-
που· οὕτω γὰρ ἂν ἀσφαλῶς καὶ ἀβλαβῶς πραχθείη τὸ
ἔργον.
Ἄλλως· ἐὰν λάχῃ ὡροσκόπον Καρκίνος καὶ ἡ Σελήνη
εἰς ζῴδιον ὑγρὸν καὶ βλέπῃ τοὺς ἀγαθοποιοὺς ἀπὸ σχή-
ματος ἀγαθοῦ δηλοῖ ὅτι ἐστὶν ὕδωρ καλόν.
20
{λθʹ. Περὶ ἀγορασίας}
Ἔστω ὁ μὲν πιπράσκων ὁ ὡροσκόπος, τὸ δὲ δῦνον ὁ
ἀγοράζων, τὸ μεσουράνημα τὸ τίμημα, ὁ ὑπόγειος τὸ
πρᾶγμα τὸ ἀγοραζόμενον, ἐκ δὲ τῶν ἐπιμαρτυρούντων τοῖς
τόποις σκοπητέον περὶ τοῦ ἀποτελέσματος. καὶ ἐκ τῆς
Σελήνης δὲ εἰ σεσίνωται τὸ πιπρασκόμενον ἢ οὔ. ὁπόταν
δὲ ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ εἰς τὸν περὶ φιλίας τόπον,
ὁ δὲ τούτου κύριος ἐν τῶν περὶ οἰκετῶν εὑρεθῇ σὺν τῷ δε-
σπόζοντι τοῦ ὡροσκόπου, περὶ 〈συνωνῆς οἰκέτου σημαί-
νουσιν.〉
Ex archetypo perierunt folia nonnulla.
{μʹ. Περὶ ἀποδήμων}
Ταῦτα ἔσται καὶ ἀξιόλογα. Ἄρεως δὲ καὶ Κρόνου ἐπὶ
τοῦ δύνοντος ὄντων ἢ μαρτυρούντων αὐτῶν τῷ ζʹ τόπῳ
ἀσθένειαι σωματικαί, ἐποχαὶ καὶ ζημίαι γενήσονται. ἐκ
δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ καὶ ἐπόν-
των τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται γνωσθήσεται,
τὸ δὲ τέλος ἐκ τοῦ ὑπογείου, τὸ κῦρος δὲ πάντων ἐκ τῶν
σχηματισμῶν, μάλιστα τῆς Σελήνης, τελειοῦται, ἣν ἀπα-
γορευτέον πρὸς τὰς ἐξόδους κακοδαιμονοῦσαν ἢ κακοτυ-
χοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ πημά-
των ὑπουργός.
Οἱ οὖν ἀγαθοποιοὶ ὡροσκοποῦντες ἐν πᾶσι τὴν καταρ-
χὴν καλὴν ποιοῦσιν· οἱ ἀγαθοποιοὶ ἐν τῷ ζʹ ὄντες ἐν ταῖς
ἀποδημίαις ἐπικερδῆ καὶ ἐπίδοξον τὴν ἀποδημίαν μαν-
τεύονται εἶναι. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς Σελήνης
21
καὶ τὸν κύριον τοῦ ὡροσκόπου ἵνα μὴ κακὰς φάσεις ἔχω-
σιν οἷον στηριγμούς, ἀναποδισμούς, δύσεις· οἱ γὰρ στηρί-
ζοντες χρόνου πολλοῦ καὶ βραδυτῆτος αἴτιοι γίνονται, οἱ
δὲ ὕπαυγοι ἀμαυρὰς τὰς πράξεις ποιοῦσιν. καθολικῶς δ'
ἐκ παρατηρήσεως ἐν τῷ δυτικῷ κέντρῳ τυχοῦσα ἡ Σελήνη
〈ἢ〉 ἐν τῷ ἀποκλίματι μακρὰς τὰς ἀποδημίας παρέχει,
τοῖς δ' ἀπὸ ξένης εἰς τὰ οἰκεῖα ἐρχομένοις τὸ αὐτὸ τοῦτο
σχῆμα τῆς Σελήνης ταχείας τὰς ἀναστροφὰς δηλοῖ. παρα-
φυλάσσεσθαι δὲ καὶ τετραγωνίζοντας ἢ διαμετροῦντας τοὺς
κακοποιοὺς δεῖ, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς
ἀνώμαλον καὶ ἀμφήριστον τὴν ἀποδημίαν δηλοῖ.
Ἐπισκοπήσαντα δὲ τὰ κέντρα ἐφορᾶν δεῖ τοὺς μέλλον-
τας τῶν ἀστέρων ἐκβαίνειν ἐν οἷς εἰσι ζῳδίοις· οὕτω γὰρ
αἵ τε ἔξοδοι καὶ αἱ ἀποδημίαι μηνυθήσονται, καὶ αἱ ἐπ-
ανελεύσεις ἐκ τοῦ ἐπισκοπεῖν πότερον ἐξ ἀλλοτρίου εἰς
ἴδιον οἶκον ἢ ὕψωμα μεταβαίνουσιν ἢ ἔμπαλιν· ἐκ τούτου
γὰρ καταφανὲς ἔσται τὸ τῆς ἐπιδημίας καὶ τῆς ἐπανελεύ-
σεως. καὶ οἱ μὲν στηριγμοὶ τὰς ἐπιμονὰς δηλοῦσι καὶ
ὑποστροφὰς ὥσπερ ἡ δύσις θανάτους ἢ ἀπραγίας, αἱ δ'
ἀνατολαὶ ταχίστας τὰς ἀποδημίας ποιοῦσιν, δηλαδὴ τῶν
τῆς Σελήνης σχηματισμῶν καὶ τῶν κέντρων τῆς καταρ-
χῆς ἐχόντων μαρτυρίαν καὶ λόγον πρὸς τοὺς προειρημένους.
Ἐπιτηρητέον δὲ μάλιστα τὴν Σελήνην διαμετροῦσαν τὰ
κάθυγρα τῶν ζῳδίων ἢ καὶ ἐποῦσαν καὶ ὑπὸ κακοποιῶν
θεωρουμένην κατὰ τὰ κραταιὰ σχήματα, τουτέστι τετρά-
γωνα, διάμετρα· χαλεπώταται γὰρ αἱ τοιαῦται καταρχαὶ
τοῖς πλέουσιν. ἐπὰν ἡ Σελήνη μὲν κακοποιηθῇ, τὰ δὲ
κάθυγρα τῶν ζῳδίων ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρῶνται,
αὔτανδρον μὲν τὸ σκάφος οὐ φθαρήσεται, οἱ πολλοὶ δὲ
τῶν ναυτῶν σωθήσονται διαλυθέντος τοῦ σκάφους, καὶ
22
τακτοῖς ἕκαστος ἐπανελεύσεται χρόνοις εἰς τὰ οἰκεῖα
κατὰ τὴν τῆς ἐπιβάσεως εἰς τὴν ναῦν σύγκρισιν. ἡ μὲν γὰρ
ἀναγωγὴ τὰ κατὰ τὴν θάλασσαν καὶ τὸν πλοῦν σημαίνει,
ἡ δὲ ἐπίβασις ἡ εἰς τὴν ναῦν τὰ κατὰ ἕνα ἕκαστον τῷ
τάχει τῆς μεταπτώσεως τῶν κέντρων ἀλλοιοῦσα τὰ πράγ-
ματα· ἐπὶ δὲ τῶν ὁδευόντων ὁμοίως τὰ χερσαῖα καὶ τὰ
τετράποδα τῶν ζῳδίων ἐπισκοπεῖν χρή. ἐπίμονα δ' ἔσται
πολλῷ μᾶλλον τὰ κακὰ ὁπόταν οἱ κακοποιοὶ ἐν αὐτοῖς στη-
ρίζωσι μετὰ καὶ τοῦ παλινδρομιῶν τινων ἢ νόσων ποιῆσαι
πειρασθῆναι.
Κυρίως δὲ τοῖς πλέουσι κοινῶς ὅ τε ὡροσκόπος καὶ ἡ
Σελήνη χωρὶς τῶν ε̅ πλανητῶν· οὕτω τυχοῦσα σύμφορος
ἐν Διδύμοις συνοίσει (εἰ καὶ βράδια τὰ κατὰ τὸν πλοῦν) καὶ
Καρκίνῳ καὶ Αἰγοκέρωτι καὶ Ὑδροχόῳ καὶ Ἰχθύσιν.
ἀσύμφορον δὲ ἐν Κριῷ· οὐ μόνον πλοῦ, ἀλλὰ καὶ ἐμπο-
ρίας κατάρχεσθαι ἀηδές (ὁ δὲ Δωρόθεος οὐ δέχεται τοῦτο),
παρατηρητέον δὲ καὶ ἐν Ταύρῳ καὶ ἐν Λέοντι τοῖς μὴ ἐκ τῆς
ἰδίας ἐκδημοῦσι. μὴ ἔστω δὲ ἡ Σελήνη λειψίφωτος μηδ'
ἐν συνόδῳ μετὰ Κρόνου ἢ ἐν πανσελήνῳ μετὰ Ἄρεως.
Χρὴ δὲ ἐπιλεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδημίᾳ
ἐφαρμόζειν αὐτὸ τῇ τῶν ἀγαθοποιῶν μαρτυρίᾳ πρὸς αὐτό
τε καὶ τὰ κέντρα καὶ οὕτω κατάρχεσθαι.
Ἐπετήρησαν δὲ μερικῶς τὰ κατὰ τὸν πλοῦν ἢ τὴν ὁδὸν
καὶ ἐπέγνωσαν οὕτως· συναγαγόντες γὰρ τὰ σημεῖα τῆς πο-
ρείας ἢ τοῦ πλοῦ τὰ στάδια καὶ μερίσαντες εἰς ἓξ μερίδας,
ὡς ἑκάστῳ τῶν ζῳδίων ἀπὸ τοῦ ἀνατέλλοντος μέχρι τοῦ
δύνοντος ἐπιβάλλει μερίδα μίαν, ἀπονέμουσι τῷ ὡροσκό-
πῳ τὴν πρώτην ἵνα σημαίνῃ τὸ αʹ ἑκτημόριον τοῦ διαστή-
23
ματος τῆς ὁδοῦ, τὴν δὲ δευτέραν μερίδα τῷ κακοδαι-
μονήματι, καὶ ἑξῆς ἐπὶ τὰ προηγούμενα ἕκαστον ἑκτη-
μόριον διδόασιν, τὴν δὲ τελευταίαν ὁμοίως τῷ δύνοντι δη-
λοῦντι τὸ κατάλυμα καὶ τὰ τελευταῖα τῆς ὁδοῦ. ἔπειτα τὴν
τῶν ἀστέρων κοινωνίαν πρὸς ἕκαστον τόπον ἐπιτηροῦσιν·
τῶν μὲν γὰρ ἀγαθοποιῶν μαρτυρούντων ἀγαθὰ καὶ εὐοδίαν
μηνυτέον, τῶν δὲ κακοποιῶν τὸ ἐναντίον, τῷ στηριγμῷ
δηλούντων κατοχὴν καὶ ἀναποδισμοὺς καὶ δυσχερείας ἐν
τοῖς τόποις ἐν οἷς ἀναλόγως πρὸς τὰ ἑκτημόρια συμβαίνει
τοῦ πλοῦ ἢ τῆς ὁδοιπορίας ἀπὸ τῆς τῶν ζῳδίων διαστά-
σεως, τοῦ τοῦ Ἄρεως ναυαγίου αἰτίου τυγχάνοντος, καὶ
μάλιστα τοῦ κατὰ κορυφὴν ἤγουν μεσουρανοῦντος τόπου
βλαπτομένου παρ' αὐτοῦ.
Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος
οὕτω φησίν. Σελήνη ὑπὸ γῆν οὖσα ἀμαρτύρητος ὑπό
τινος τῶν ε̅ πλανωμένων καθ' αὑτὴν ὁρωμένη, ἐν μὲν Κριῷ
οὖσα ἀπὸ μοίρας ιαʹ ἕως τοῦ πέρατος εὔπλοιαν δηλοῖ.
Ταύρῳ μεγάλους χειμῶνας ποιεῖ τοῖς ἀναχθεῖσιν, ἢν δὲ
καὶ ὑπὸ κακοποιοῦ μαρτυρῆται χεῖρον· εἰς κακὸν γὰρ
μαρτυρήσουσιν. Διδύμοις ἀπὸ μοίρας ηʹ ἕως λʹ ὁ ἀναχθεὶς
χρονίσει μὲν ἐν τῷ πλεῖν, ἀλλ' ἐπὶ χαρᾷ διάξει. Καρκίνῳ
γαλήναις συσχεθήσεται, ἀλλὰ διασωθήσεται. Λέοντι κιν-
δυνεύσει, ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρῆται ἡ Σελήνη
πλεῖον ἔσται τὸ κακόν. Παρθένῳ χρονίσει ἐν τῷ πλοίῳ.
Ζυγῷ μετὰ τὰς πρώτας δέκα μοίρας ὁ ἀναχθεὶς εὐπλοή-
σει. Σκορπίῳ ἀσφαλὴς μὲν ἔσται κατὰ τὸν πλοῦν, τὴν δὲ
ψυχὴν ταραχθήσεται. Τοξότῃ δυσπλοήσει καὶ φόβοις
περιπεσεῖται. Αἰγοκέρωτι μετὰ μοίρας θ̅ εὐπλοήσει,
ταραχθήσεται δὲ τὴν ψυχήν. Ὑδροχόῳ βραδυπλοήσει, σω-
24
θήσεται δέ. Ἰχθύσι κινδυνεύσει, καὶ μάλιστα θεωροῦντος
Ἄρεως.
Τὸν δὲ ἱστὸν τῆς νεὼς σκέπτου. Σελήνη ὑπὲρ γῆν οὖσα
μετὰ Κρόνου στηριγμὸν ἔχοντος τοῖς ἀναχθεῖσι πολλῶν
κακῶν αἴτιός ἐστι καὶ κινδύνων. Σελήνη ὑπὲρ γῆν τριγωνι-
ζομένη ὑπὸ Κρόνου στηρίζοντος, οἱ ἀναχθέντες τὰ ὄντα
ἀποβάλλοντες διὰ τὸν χειμῶνα μόλις σωθήσονται. ἐὰν δὲ
τὰ μὲν ἄλλα τὰ αὐτὰ ἔχῃ ἡ Σελήνη, ὁ δὲ Κρόνος μὴ στηρίζῃ,
ἐλαφρότερα τὰ κακὰ γίνονται πλὴν δύσπλοια ἔσται,
ἐὰν δὲ τῶν λοιπῶν οὕτως ὄντων καὶ ὁ Ἑρμῆς τὴν Σελήνην
κακώσῃ μείζονα τὰ κακὰ ἔσται, ἔσθ' ὅτε δὲ καὶ λῃσταῖς
περιπίπτουσιν, ἀγαθοποιὸς δὲ θεωρῶν τὰ τοιαῦτα σχή-
ματα, καὶ μάλιστα δεξιός, ἐπικουφίζει τὰ κακά.
Κρόνος ὡροσκοπῶν καὶ ἄνευ Σελήνης τοσαῦτα κακὰ τοῖς
ἀναγομένοις ἐπάγει καὶ μετὰ Σελήνης ὤν, ἐὰν δὲ τύχῃ ὁ
Κρόνος τοῦ ἀναγομένου ὁ κατὰ πάροδον τῷ κατὰ πῆξιν
Κρόνῳ ἢ συνὼν ἢ τριγωνίζων ἢ τετραγωνίζων ἢ διαμε-
τρῶν χείρονα ποιεῖ τὰ κακά. ὅσα δὲ εἴρηται συμβαίνειν
ἀπὸ Κρόνου τοῖς ἀναγομένοις κακὰ τοσαῦτα καὶ ἀπὸ Ἄρε-
ως γίνονται τῆς δὲ Σελήνης ὑπὲρ γῆν οὔσης, καὶ οὐ μόνον
ταῦτα, ἀλλὰ καὶ μάχαι καὶ μίση καὶ θόρυβοι ἐν τοῖς ἀν-
αγομένοις γίνονται ὥστε καὶ ἕως αἱμαγμοῦ φθάσαι τὴν
κάκωσιν. ἐὰν δὲ ὁ Ἑρμῆς κακώσῃ χεῖρον γίνεται, εἰ δὲ
ἀγαθοποιοὶ ὁρῶσιν ἥττονα τὰ κακά.
Ἐὰν δὲ τὴν Σελήνην Κρόνος, Ἄρης καὶ Ἑρμῆς βλάπτωσι
συνοδεύοντες ἀλλήλοις καὶ τῇ Σελήνῃ ἢ ἄλλος ἄλλοθεν
ὁρῶντες αὐτὴν βλάπτωσιν κάκιστον τοῖς ἀναγομένοις καὶ
ὁ θάνατος πρὸ ὀφθαλμῶν, τὸ δ' αὐτὸ γίνεται καὶ ὅταν
Ἑρμῆς συνοδεύῃ Ἄρει. Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον, ὁ
δὲ Σελήνην βλέπων κίνδυνον ἐπάγουσιν. Σελήνη ὑπὲρ
25
γῆν τετραγωνιζομένη ὑπὸ Διὸς ἀγαθόν· καὶ γὰρ εὐπλοή-
σουσιν. εἰ δὲ καὶ Ἀφροδίτη μετὰ Διὸς τὴν Σελήνην ἴδῃ ἢ
ἐκ τοῦ αὐτοῦ ζῳδίου ἢ ἐκ διαφόρου κρεῖσσον. ὁ δὲ Ἑρμῆς
τὰς τῶν ἀστέρων δόσεις ἢ ἀγαθὰς ἢ φαύλας ἐπιτείνει καὶ
ἐπαύξει οἷς ἂν συνοικειωθῇ, ἀλλὰ καὶ Ἀφροδίτη μόνη
τὴν Σελήνην ὁρῶσα ὠφελεῖ τοὺς ἀναχθέντας καὶ εἰς
γυναικῶν μίξεις ἔσται ὠφέλιμος, ἀλλὰ χωρὶς Διὸς ἧττον,
μετὰ δὲ Διὸς καὶ μᾶλλον ὠφέλιμος. Ἀφροδίτη ὕπαυγος
ὑπὸ γῆν οὖσα μετὰ Σελήνης εὐδίας παρέχει, καὶ χρονί-
ζουσιν οἱ ἀναγόμενοι ἐν τῷ πλῷ. ἐὰν ἀγαθοποιοὶ δύο μετὰ
Ἑρμοῦ μαρτυρήσωσι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ καλλίστη
καταρχὴ τοῖς ἀναγομένοις. κἂν δὲ κακοποιοὶ τὸν ὡροσκό-
πον βλάπτωσιν, οἱ δ' ἀγαθοποιοὶ τὴν…
…
The complete text is available when the reading interface loads.