The Greek Library Catalogue

Anonymous

Excerptum

Edition reference
Excerptum (e cod. Marcian. gr. 334), ed. Pingree, op. cit., vol. 2, X–XI.
CTS identifier
urn:cts:greekLit:tlg2043.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

x

πρὸς δὲ τὰς θηλείας μίξεις ἀνεπίστροφος ἦν καὶ ῥυπαρὸς διὰ

τὸ Ἄρεα μετὰ Ἀφροδίτης καὶ Διὸς τὴν στάσιν ἔχειν ἐν Κριῷ

ἀσελγεῖ ζῳδίῳ καὶ ὁρᾶσθαι ἐκ διαμέτρου ὑπὸ Κρόνου,

προσέτι διὰ τὸ πάντας αὐτοὺς τοὺς ἀστέρας ἐν ἀρρενικοῖς

ζῳδίοις εἶναι. ὁ δὲ Ἥλιος ἐπὶ τοῦ ὑψώματος καὶ ἐπὶ τοῦ

μεσουρανήματος ὢν καὶ δορυφορούμενος παρά τε τῶν

προανη〈νε〉γμένων αὐτοῦ ἀστέρων ἔν τε τῷ αὐτῷ ζῳδίῳ

καὶ τοῦ Διὸς ἐν Ὑδροχόῳ (ἀεὶ γὰρ δορυφορεῖ ἕως τετρα-

γώνου στάσεως τῆς προανηνεγμένης) λαμπρὸν καὶ ἔνδοξον

τοῦτον ἀπετέλεσεν. ὁμοίως καὶ ἡ Σελήνη πλήθουσα ἐν

τριγώνῳ σχήματι πρός τε Κρόνον καὶ Δία εὐδαίμονα καὶ

πολυχρήματον ἀπε〈ι〉ργάσατο, καὶ τῇ πατρίδι πολλὰ

ἀναθήματα καὶ δῶρα ἐναπειργάσατο. μὴ λαθέτω δέ σε

μηδὲ τοῦτο[ν] ὡς τῶν ἀστέρων τῶν πάντων ἢ τῶν πλεί-

στων ἐν ἰδίοις ζῳδίοις ἢ τόποις ὄντων συμβαίνει ποιεῖν

ἀξιωματικὸν καὶ ἐπίσημον ἄνδρα[ς], οἱ δὲ ζωτικοὶ τούτου

προλογίζονται ἀπὸ τῆς τοῦ Ἡλίου ἀφ[ερ]έσεως καὶ τῆς

τετραγώνου αὐτοῦ στάσεως διὰ τὸ εἶναι αὐτὸν ἐν ἐπικαί-

ρῳ τόπῳ καὶ τὴν προγενομένην σύνοδον ἐν τῷ αὐτῷ ἐπιγε-

νέσθαι.

Οὗτος ἐκ μεγίστης γένης καὶ προφανοῦς, λέγω δὲ

πατρὸς καὶ μητρὸς ἐνδοξοτάτων καὶ βιαιοθανάτων [τῇδε]·

οὗτος γὰρ ἐλπίδων μεγάλων γεγονὼς καὶ δοκῶν ἤδη ἐπὶ

xi

βασιλείαν ἐλθεῖν, κακόβουλος γεγονὼς ἀνῃρέθη μετά τινος

πρεσβύτου τῶν τοῦ γέν[εθλι]ου〈ς〉 αὐτοῦ (ἐν διαβολῇ

καὶ αὐτὸς γενόμενος δι' αὑτόν) πρὸς [δε' σκτ τῶν ἀπὸ τοῦ

γενεθλίου πάντων] ταπεινοὺς ἀπηλλαγμένων. τὸ μὲν οὖν

προφανῆ αὐτὸν γεννηθῆναι διὰ τὸ τὸν Ἥλιον εἶναι ἐν τῷ

ὡροσκόπῳ καὶ δορυφορεῖσθαι, τὸ δὲ κακόβουλον γεγο-

νέναι διὰ τὸ τὸν Ἑρμῆν καὶ Ἥλιον μετὰ Κρόνου ἐν Ἄρεως

οἴκῳ εἶναι, καί τινα τῶν τοῦ γένους αὐτοῦ γεραιὸν ἀπώ-

λεσεν διὰ τὸ συνεῖναι τούτῳ τὸν Κρόνον, τὸ δὲ καὶ αὐτὸν

κατακοπῆναι διὰ τὸ τὴν Σελήνην εἶναι ἐν Ταύρῳ μελεο-

κοπουμένῳ ζῳδίῳ καὶ ἀκτινοβολεῖν τὸν Ἄρεα ἐπὶ τῆς ἀνα-

φορᾶς τοῦ ὡροσκόπου, τὸ δὲ καὶ ἐξ οὐρανοῦ εἶναι τὴν

βλάβην διὰ τὸ τὸν Ἄρεα εἶναι ἐν ἀνθρωποειδεῖ ζῳδίῳ·

ἐρωτικὸς δὲ οὗτος γέγονε καὶ φιλομόναχος, ἐρωτικὸς διὰ

τὸν Δία καὶ τὴν Ἀφροδίτην, φιλομόναχος διὰ τὸ〈ν〉 Ἄρεα

ὄντα ἐπὶ τῆς ἐπαναφορᾶς τοῦ μεσουρανήματος καὶ τοῦ

Ἑρμοῦ ὄντος ἐν οἴκῳ Ἄρεως, τὸ δὲ περὶ κεʹ τεθνάναι αὐτὸν

διὰ τὴν [ἐπ]ἀναφορὰν εἶναι τοῦ Ταύρου καὶ τοῦ Ὑδροχόου.

Ὁ οὖν Κριὸς καὶ ὁ Ζυγὸς ὁρῶνται ὑπὸ τῶν δύο φώτωνκαὶ τοῦ Ἑρμοῦ καὶ οὐδεὶς τῶν κακοποιῶν ὁρᾷ. ἐν τούτοιςἐλθούσης τῆς Σελήνης [καὶ τοῦ Ἑρμοῦ], ἰδούσης καὶ τὸνΔία ἢ Ἀφροδίτην χωρὶς τῆς μαρτυρίας τῶν κακοποιῶν,χαρμοσύνας ἀγγελίας ἐποίσει, εἰ δὲ κακοποιοὶ σχηματί-σουσιν ἀνώμαλα ἔσονται. πάλιν ὅ ἐστιν· οἱ μὲν ἓξ ἀστέρεςὡς προδέδεικται, μόνος δὲ ὁ Ἑρμῆς ἀλλαξάτω τὸ ζῴδιον,καὶ ἦν ἐν Ἰχθύσιν. νῦν οὖν ὁρῶνται ὁ Ταῦρος καὶ ὁ Σκορ-πίος ὑπὸ τοῦ Ἑρμοῦ καὶ τῶν κακοποιῶν· ἐν τούτοις ἐλθού-σης τῆς Σελήνης τοῦ Ἑρμοῦ μαρτυροῦντος 〈...〉{Ὑπόδειγμα ἕτερον} Μηνὶ Ἰουνίῳ αʹ ἰνδ. εʹ ἦλθεν ἀγγελία ἀπὸ τῆς δύσεωςὡς τοῦ μεγίστου κάστρου τῶν Σερβίων παρὰ τοῦ βασιλέωςκρατηθέντος. Ἥλιος ἐν Διδύμοις ι̅, Σελήνη ἐν Σκορπίῳι̅δ̅, Κρόνος ἐν Λέοντι κ̅β̅, Ζεὺς ἐν Λέοντι η̅, Ἄρης ἐν Διδύ-μοις κ̅α̅, Ἀφροδίτη ἐν Ταύρῳ ι̅θ̅, Ἑρμῆς ἐν Καρκίνῳ Ϛ̅. ὁἀριθμὸς Ἑρμοῦ εἰς τὸν ὡροσκόπον τῆς πόλεως καὶ ἡἈφροδίτη εἰς τὸν Ἥλιον τῆς πόλεως ἀκάκωτοι ὥστε αἱἐπεμβάσεις τοῦ Ἑρμοῦ καὶ τῶν ἀγαθοποιῶν εἰς τὰ φῶτακαὶ τὸν ὡροσκόπον τῆς πόλεως σημαίνουσιν.