Διονυσιακά
- Scientific editors
- W.H.D. Rouse
- Edition reference
- Dionysiaca · London · William Heinemann Ltd. · 1940-1942
- CTS identifier
urn:cts:greekLit:tlg2045.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
0πρῶτον ἔχει Κρονίωνα, φαεσφόρον ἅρπαγα νύμφης, καὶ παλάμαις Τυφῶνος ἀρασσόμενον πόλον ἄστρων.
1εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος αὐγῆς,
2νυμφιδίῳ σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ,
3καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην
4Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας
5Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης,
6φειδομέναις παλάμῃσι τομὴν μηροῖο χαράξας,
7ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,
8εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνῳ,
9ἄσπορον ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσῃ,
10τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.
11ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
12καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου·
13ἀλλὰ χοροῦ ψαύοντα, Φάρῳ παρὰ γείτονι νήσῳ,
14στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη
15ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω·
16εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ,
17μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ
18φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων·
19εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,
20Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης
21μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης·
22εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν
23πόρδαλις ἀίξῃ πολυδαίδαλον εἶδος ἀμείβων,
24ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν
25πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων·
26εἰ δέμας ἰσάζοιτο τύπῳ συός, υἷα Θυώνης
27ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην,
28ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου·
29εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω
30κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου·
31εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων,
32μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ
33βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ.
34Ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ
35νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος
36σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς
37νεκταρέης, βυθίῃ δὲ παρʼ Εἰδοθέῃ καὶ Ὁμήρῳ
38φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ.
39εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ
40ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω
41Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,
42ἐξ ὅτε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας
43δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις,
44γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.
45ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.
46Σιδονίης ποτὲ ταῦρος ἐπʼ ᾐόνος ὑψίκερως Ζεὺς
47ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ
48καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,
49κυκλώσας παλάμας περὶ, γαστέρα δίζυγι δεσμῷ,
50βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς
51κυρτὸν ὑποστορέσας λοφίην ἐπιβήτορι κούρῃ,
52δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,
53Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου
54πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
55ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη
56δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ
57ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης
58ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν ἐννοσιγαίου
59ἢ λοφίῃ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην·
60καὶ πλόον εἰλιπόδην ἐπεθάμβεε κυανοχαίτης,
61τρίτων δʼ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων
62ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ
63ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα
64θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,
65ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον· ἀκροβαφῆ δὲ
66ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,
67καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης
68πηδάλιον κέρας ἔσχε, καὶ Ἵμερος ἔπλετο ναύτης.
69καὶ δολόεις Βορέης γαμίῃ δεδονημένον αὔρῃ
70φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ
71ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ.
72ὡς δʼ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,
73ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,
74καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χεὶρ
75νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης
76ἡμιφανὴς πεφόρητο διʼ ὕδατος ὑγρὸς ὁδίτης,
77κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου
78δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή·
79ὣς ὅ γε νῶτον ἄειρε· τιταινομένοιο δὲ ταύρου
80βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῷ,
81καὶ νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων
82Κυπριδίῃ ποίμαινε καλαύροπι νυμφίον Ἥρης
83εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ
84παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ
85ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα.
86καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῷ
87οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην
88οὐρανίης ὤδινεν ἀπʼ αὔλακος ἔγκυον ὕδωρ·
89καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης
90κούρη φόρτος ἔην καὶ ναυτίλος. εἰσορόων δὲ
91μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης
92τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης·
93Ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων
94νήχεται ἀτρυγέτοιο διʼ ὕδατος ἀγρονόμος βοῦς;
95μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου
96ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης;
97παπταίνω κατὰ κῦμα νόθον πλόον· ἦ ῥα Σελήνη
98ἄζυγα ταῦρον ἔχουσα μετʼ αἰθέρα πόντον ὁδεύει,
99ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;
100οὐ βοῒ χερσαίῳ τύπον εἴκελον εἰνάλιος βοῦς
101ἔλλαχεν—ἰχθυόεν γὰρ ἔχει δέμας—, ἀντὶ δὲ γυμνῆς
102ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην
103Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει.
104εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρῳ δὲ
105γλαυκὰ διασχίζει βοέῳ ποδὶ νῶτα θαλάσσης,
106καὶ σὺ βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης
107γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς,
108νηὶ θαλασσαίῃ Δημήτερος αὔλακα τέμνων,
109χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων.
110ταῦρε, παρεπλάγχθης μετανάστιος· οὐ πέλε Νηρεὺς
111βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,
112οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσῃ
113ἀτρυγέτῳ πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ
114πηδαλίῳ τέμνουσι καὶ οὐ σχίζουσι σιδήρῳ·
115αὔλακας οὐ σπείρουσιν ὀπάονες ἐννοσιγαίου,
116ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ,
117ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη.
118ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ
119ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;
120ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην
121ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;
122μὴ δόλον ἄλλον ὕφηνε πάλιν μετὰ δέμνια Τυροῦς,
123ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθʼ ὑδατόεις παρακοίτης
124χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;
125τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης
126θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη,
127καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν·
128Κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ,
129εἰ βόες εἰσαΐουσιν· ἀμείλιχε, φείδεο κούρης.
130εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι
131Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ
132ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ.
133μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.
134ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,
135δέξό με σαῖς πτερύγεσσι μετάρσιον· ἴσχεο, φωνή,
136μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.
137ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη·
138Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
139ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.
140ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι
141φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,
142εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου
143ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην
144ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,
145καὶ πόλος ἑπτάζωνος ἱμάσσετο· καὶ γὰρ ἐς εὐνὴν
146Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ
147Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
148αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης
149καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν
150καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,
151καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ
152πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων
153Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ.
154καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς Ἀρούρης
155ὅπλα Διὸς νιφόεντα So L and all MSS., emended to φλογόεντα by Graefe. Κίλιξ ἔκλεψε Τυφωεύς,
156ὅπλα πυρός· πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν
157παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν·
158συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ
159πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,
160καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας
161οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων
162ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ.
163ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην
164ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·
165εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου
166τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων
167ἄξονι κεκλιμένης λοφίην ἀνεσείρασεν Ἄρκτου
168Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοψε Βοώτην,
169ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δʼ ὑπὸ κυκλάδι νύσσῃ
170πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης·
171εἴρυσεν ἠριγένειαν, ἐρυκομένοιο δὲ Ταύρου
172ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη·
173καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων
174ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ
175ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη.
176οὐδὲ Γίγας ἀπέληγε· παλιννόστῳ δὲ πορείῃ
177εἰς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη·
178καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος
179νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,
180καὶ διδύμους ἐπὶ πόντον ἀπʼ αἰθέρος Ἰχθύας ἕλκων
181κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,
182γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου
183ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ.
184ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς
185ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
186αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
187αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν
188ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,
189οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ
190Ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης
191ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας
192δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ
193λοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης
194ἰσοτύπου ταύροιο δράκων κυκλοῦτο κεράστης,
195οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου
196ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,
197οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων
198ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην·
199καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,
200πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου,
201καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης,
202αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ.
203καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου
204αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς
205νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων
206καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ
207πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης
208εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων
209αὖ ἐρύσας στατὸν ἵππον ὑποβρυχίης παρὰ φάτνης
210οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην
211αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου
212ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι·
213πολλάκι δʼ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος
214ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
215ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,
216καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῷ
217ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,
218λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης.
219οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη·
220μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις
221ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης·
222καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης
223χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.
224ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι.
225καὶ στίχες οὐρανίων Ἑλίκων νωμήτορι κύκλῳ
226εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῷ
227αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,
228καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,
229καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλῳ δὲ κυδοιμῷ
230ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,
231ἀντιπόρους δʼ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δʼ ἠχῇ
232οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων
233μεσσοπαγής· ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν
234Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος
235φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης·
236καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος
237δίψιος ἀστερόεντι κύων ἐπεπάφλασε λαιμῷ
238πέμπων θερμὸν ὕλαγμα, καὶ ἠθάδος ἀντὶ λαγωοῦ
239θηρσὶ Τυφαονίῃσιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.
240καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ
241οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν
242πληιάδων ἀλάλαζε βοὴν ἑπτάστομος ἠχώ,
243καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται.
244σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
245αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν
246γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,
247στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῷ
248λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ
249ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·
250καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος
251Τοξευτὴρ βέλος ἧκεν· ἁμαξαίῳ δʼ ἐνὶ κύκλῳ
252μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις
253αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης·
254γείτων δʼ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
255πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης·
256γούνατι δʼ Εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ
257φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.
258Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
259καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
260Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ·
261καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
262εἰς σκοπέλους μετένασσε, μετʼ αἰθέρα πόντον ἱμάσσων·
263νισσομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ
264φαίνετο γυμνωθεῖσα διʼ ὕδατος ἄβροχος ὀσφύς,
265καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ·
266νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
267Ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ
268ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ
269ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
270βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ
271θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου
272φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
273πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ·
274πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντῳ,
275γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης
276ἀκλύστοις λαγόνεσσιν· ἐμυκήσαντο δὲ φῶκαι,
277καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ·
278καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων
279πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ,
280καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή.
281οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ
282οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς
283ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων.
284πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ
285ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρῳ δὲ ῥεέθρῳ
286ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ.
287καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς
288χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ
289νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης
290ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας·
291μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων
292ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ
293ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.
294καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην
295Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ·
296ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων
297χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς
298βριθοσύνῃ· παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων.
299ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς
300βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς
301ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ
302ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·
303ἀστεροπὴ δʼ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ
304μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ·
305καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,
306ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
307πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
308ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ
309οὐρανίου ποθέοντες ἐθήμονα χεῖρα φορῆος.
310ὡς δʼ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ
311ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων
312πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ
313χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,
314οἰστρηθεὶς δʼ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,
315στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,
316προσθιδίους προβλῆτας ἐκούφισε γούνατα πάλλων,
317καὶ λόφον ᾐώρησεν, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
318ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·
319ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων
320μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ.
321ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,
322τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς
323ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.
324καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη
325ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν·
326Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς
327Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.
328αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω·
329τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.
330ὡς Νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,
331μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,
332μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος
333Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ.
334Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,
335ὅττί σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ
336ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ.
337Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ,
338μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,
339καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ
340ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω;
341ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων
342Αργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων
343πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.
344ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
345εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην·
346καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης
347μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ
348οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,
349καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ
350ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης
351ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.
352καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ·
353καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην
354κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,
355Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρόν Ἡνιοχῆος
356νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
357εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,
358ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ
359δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων
360φαίνεται, ἑσπερίην δέ θοώτερος ἄντυγα βαίνων
361σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.
362ὣς ὁ μὲν ἐστήρικτο κατʼ οὐρανόν. οὐ δὲ Τυφωεὺς
363μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρῳ γὰρ
364Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσας
365φοιταλέῳ μαστῆρι διʼ οὔρεος ἤντετο Κάδμῳ
366πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν
367ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.
368καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν
369δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·
370πλέξας δʼ ἐκ καλάμων καλύβην, ἑλικώδεϊ δεσμῷ
371πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ
372ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου
373εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα·
374καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ
375δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.
376ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης
377Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν·
378Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται·
379δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ
380τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς
381αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει
382αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;
383δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ
384ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·
385δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν
386ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ
387ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης
388εἰς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων
389ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,
390μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,
391μὴ βροντήν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
392μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.
393εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
394κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ
395θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων
396δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω
397ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.
398καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
399τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.
400εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,
401ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς·
402ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ
403ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.
404πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ
405σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων·
406Καδμείης δʼ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς
407ὅσσον ἐγὼ πόθον ἔσχου ἐς Εὐρώπης ὑμεναίους.
408ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ,
409ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων
410Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,
411κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης·
412καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,
413πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς
414οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων.
415ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ
416ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δʼ ἄντρου
417ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ
418τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν
419ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης
420Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ.
421ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας
422νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,
423καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ
424ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
425ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ
426ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν·
427Αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;
428καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,
429καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν·
430τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ;
431πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς
432ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ
433χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς
434πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς·
435σῶν δʼ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ
436οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,
437ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων
438οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω.
439στήσω δʼ, ἢν ἐθέλῃς, φιλίην ἔριν· ἀλλά σὺ μέλπων
440πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω·
441πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν
442φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος
443ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί.
444βουκόλε, μισθὸν ἔχοις σέο πηκτίδος· οὐράνιον γὰρ
445ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,
446ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω
447αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ·
448οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ
449στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος
450ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ
451πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει·
452στήσω δʼ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου
453σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ,
454ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ
455ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης.
456οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης
457αἰθερίαις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη.
458καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ
459ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ.
460ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης
461φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων
462ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης.
463οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν,
464σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.
465μολπῆς δʼ ἄξια δῶρα παρʼ ἀστεροφεγγέι κύκλῳ
466στηρίξω σέθεν ὄψιν Ὀλύμπιον, ἡδυμελῆ δὲ
467οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω.
468σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης·
469εἰ δέ σοι οὐ γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ
470ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης·
471μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης.
472εἰ δʼ ἔλαχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,
473ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω·
474εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,
475δώσω σοι τόδε δῶρον. ἐγὼ δʼ ἐς Ὄλυμπον ὁδεύσω
476οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ
477ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;
478ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,
479γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου
480σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.
481εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.
482ἀλλʼ ὅτε δὴ γίνωσκεν ἑκούσιον εἰς λίνον ἄγρης
483νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης
484τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,
485κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·
486Βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας·
487εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω
488ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;
489καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων
490Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ
491χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ
492υἱέι νικηθέντι φέρων χάριν· εἰ δὲ ποθʼ εὕρω
493νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων
494θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·
495καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ,
496ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω
497τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,
498ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας
499στήσω, καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης.
500ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ
501μοῦνον ἔα κλυτότοξον, ὅπως περὶ δεῖπνα τραπέζης
502δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,
503τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων.
504Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ
505Φοίβου κῶμον ἄγοντος ἤ ὑμετέροιο νομῆος
506θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.
507ἔννεπε· καὶ χαροπῇσιν ἐπʼ ὀφρύσι νεῦσε Τυφωεύς,
508καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων
509ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.
510καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας
511νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ,
512νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.
513καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν·
514καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν
515ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ,
516Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα· φειδομένῳ δὲ
517λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,
518θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,
519λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων
520ἁρμονίης ἤκουε, καὶ οὐ γίνωσκε Τυφωεύς.
521θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν
522ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,
523καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην
524ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·
525καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ
526ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,
527καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,
528πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης
529δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ
530σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει
531αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ
532θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπήν,
533οὐ δὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὥς ὅ γε Κάδμῳ
534θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.
Book 2
0δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος Ἐνυὼ καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.
1ὥς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης
2ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,
3Κάδμος Ἀγηνορίδης νόθος αἰπίλος· ἀπροϊδὴς δὲ
4Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων
5χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ
6καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ,
7μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ
8λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς
9βουκόλον ἀλλοπρόσαλλον· ὁ δὲ πλέον ἡδέι κέντρῳ
10ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.
11ὡς δʼ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων
12εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,
13θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων
14γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,
15ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης
16τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσας
17Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου·
18ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς
19πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.
20ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ
21ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος,
22ἁρμονίην δʼ ἀνέκοψεν. ἀερσιπότης δὲ Τυφωεὺς
23οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,
24βροντὴν δʼ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ
25καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ
26ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,
27καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς
28ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου
29αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ.
30καὶ ποδὸς ἀγκύλον ἴχνος ἄγων ὀφιώδεϊ ταρσῷ
31ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος·
32ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις
33πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι·
34καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην
35ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν
36ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ
37ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος
38γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι,
39καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι
40ἠιόνες, σείοντο μυχοί, καὶ ὀλίσθανον ἀκταὶ
41λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ.
42οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες· ὠμοβόροι γὰρ
43ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου
44ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων
45γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων
46χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ
47ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων,
48ἠερίους δʼ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ
49ἱπταμένους ἀβάτοιο διʼ αἰθέρος, ἀγχιφανῆ δὲ
50αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει·
51ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων
52αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ.
53καὶ ποταμοὺς ἐκόνισσε πιὼν ἐπιδόρπιον ὕδωρ,
54Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων·
55καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ
56ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη
57νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ
58κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων
59σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ.
60μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν
61ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν
62νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
63αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις·
64οὐ σπόρον ἀμφεκάλυψε πέδῳ ταλαεργὸς ἀροτρεὺς
65ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,
66οὐδὲ Τυφαονίης παλάμης νωμήτορι παλμῷ
67αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρῳ,
68ἀλλὰ βόας μεθέηκε, Γιγαντείῳ δὲ βελέμνῳ
69σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης.
70καὶ διερὴν φλέβα λῦσεν, ἀνοιγομένου δὲ βερέθρου
71χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,
72ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ·
73καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις
74ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσῃ,
75ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων
76αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων.
77δένδρεα δʼ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης,
78καὶ δαπέδῳ πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ
79κῆπος ἀιστώθη, ῥοδόεις δʼ ἀμαθύνετο λειμών·
80καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων
81αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς
82αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,
83πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων
84κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ·
85κεκλιμένην δʼ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν·
86καί, Μορίης μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην
87τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ·
88καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,
89πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην
90βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος·
91καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,
92μηκέτι κῶμον ἄγουσα θαλύσιον· Ἁδρυάδες δὲ
93ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι.
94καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου
95σύγχρονος ἀκρήδμενος Ἁμαδρυὰς ἄνθορε δάφνης,
96ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη
97ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ·
98Δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω
99ἀμφοτέραις, μὴ Φοῖβον ἴδης, μὴ Πᾶνα νοήσω.
100ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης
101τέμνετε δειλαίης τετιημένα· φείδεο, τέκτων,
102ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων,
103μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.
104ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων
105κόπτέ με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ
106πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,
107ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,
108εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.
109ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,
110καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ
111αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ·
112ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν·
113Παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ
114ἐκ Δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη.
115πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας
116ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,
117καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,
118ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ
119ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ.
120οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ἡμιφανῆ So MSS.: Ludwich ὑψιφανῆ. δὲ
121οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ
122Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος· ἀλλὰ Κρονίων
123Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας.
124ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; ἀλλʼ ἐνὶ πόντῳ
125Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων.
126αἴθε λάχον πτερὰ κοῦφα· διʼ ὑψιπόρου δὲ κελεύθου
127ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω·
128ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς
129ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων.
130εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω,
131μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη φιλομήλη
132καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην
133ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,
134φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,
135ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν.
136Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν δέο πενθάδι μολπῇ
137υἱέα δακρύσειας, ἐγὼ δʼ ἐμὰ λέκτρα γοήσω.
138Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ
139καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς.
140ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης
141κρύπτομαι· ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν
142ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι.
143εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθὼ
144πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ·
145οὐκ ἐθέλω παρὰ μῦθον, ὅτι προχοῇσι συνάψω
146παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ.
147πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω
148ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι.
149εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω
150οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης
151μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.
152ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
153εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω
154ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις
155γείτονος αἰγείροιο περίπλοκα φύλλα πετάσσω
156δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην·
157οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, δάφνη,
158αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης.
159ἔσσομαι,ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν
160λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται·
161ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ·
162ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.
163ἡ μὲν ἔφη· φαέθων δὲ πόλον δινωτὸν ἐάσας
164εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρῴσκουσα δὲ γαίης
165ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ
166οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι,
167αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλῳ παρὰ Νείλῳ
168ἀθάνατοι πλάζοντο, παρʼ ὀφρυόεντι δὲ Ταύρῳ
169Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.
170νὺξ μὲν ἔην· φρουραὶ δὲ περὶ στίχες ἦσαν Ὀλύμπου
171ἑπτὰ περὶ ζώνῃσι, καὶ οἷά περ ὑψόθι πύργων
172ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δʼ ἑτερόθροος ἄστρων
173ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς
174ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης·
175καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρῃσι καλύπτραις
176οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι
177ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων
178ἀστέρες Ἀτλάντειον ἐπεκλήισσαν ὀχῆα,
179μὴ λόχος εἰσέλθῃσι πόλον μακάρων ἀπεόντων·
180ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ
181ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται.
182αἰθερίῳ δὲ Δράκοντι συνέμπορος Ἀρκάδος Ἄρκτου
183ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων
184ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,
185ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ
186ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων
187ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.
188καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων
189καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης
190ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ
191πυκνὰ διαθρῴσκοντες ἀπʼ αἰθέρος ἄκρον Ὀλύμπου
192ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ
193δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ
194πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων
195ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
196κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,
197καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας
198φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης,
199καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ
200ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ
201Ζηνὶ συναιχμάζοντες, ὑπʼ ἀκτίνεσσι δὲ λάμπων
202ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ
203ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,
204χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.
205καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη
206ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ,
207Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα
208ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·
209Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω
210μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην·
211μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ
212ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου,
213καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ·
214ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου
215χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων
216στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ·
217ἥβη λεῖπε κύπελλον, Ἄρης δʼ ἀπεσείσατο λόγχην,
218Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δʼ ἔρριψεν Ἀπόλλων,
219καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,
220εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης
221ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης,
222ἁρμονίης δʼ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ
223πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη
224τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσας
225σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων
226ἆ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,
227καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.
228ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;
229μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,
230οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,
231ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κρατέοντι κεραυνῷ
232Ἀρτέμιδος προμάχιζε σαόφρονος· ἦ ῥα φυλάσσω
233παρθενικὴν ἀνάεδνον ἀναγκοίῳ παρακοίτῃ;
234ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει
235χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι ἰοχεαίρῃ
236ἵλαον Εἰλείθυιαν, ὅτʼ Εἰλείθια λοχεύσῃ;
237ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας
238εὔνασεν ἀμπνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων
239ἦν τότε μοῦνος ἄυπνος· ἐφαπλώσας δὲ Τυφωεὺς
240νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις
241πλήσας μητέρα γαῖαν· ἀνοιγομένοιο δὲ κόλπου
242χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ
243εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις.
244ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν
245εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς
246Ζῆνα μέγαν καλέων· βλοσυρὴ δέ οἱ ἵκετο φωνή,
247ῥιζοπαγὴς ὅθι πέζα παλιμπόρου So Graefe, for παλίμπορος. Ὠκεανοῖο
248τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου,
249ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρῃ·
250φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς
251παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ·
252τοῦ δέ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ
253ὠρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων,
254ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,
255πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων,
256λύσσα κυνῶν· μεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ
257Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·
258Χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου
259σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου
260κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίῃ
261κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας,
262ἄντυγα δʼ ἀστερόφοιτον…
263μ…
The complete text is available when the reading interface loads.