The Greek Library Author

Anonymous

Paraphrasis sancti evangelii Joannei

Authority group
Nonnus (catalogue association; authorship remains anonymous)
Edition reference
Paraphrasis sancti evangelii Joannei (fort. auctore Nonno alio), ed. A. Scheindler, Paraphrasis s. evangelii Joannei, Leipzig: Teubner, 1881: 3–228.
CTS identifier
urn:cts:greekLit:tlg2045.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

οὓς φύσις οὐκ ὤδινε λεχωιάς, οὐ βίος ἔγνω

ἀνδρομέου βλάστημα θελήματος, οὐδὲ καὶ αὐτὴ

σαρκὸς ἐρωτοτόκοιο γαμήλιος ἤροσεν εὐνή,

ἀλλὰ θεοῦ γεγάασιν ἀνήροτα τέκνα τοκῆος.

καὶ λόγος αὐτοτέλεστος ἐσαρκώθη, θεὸς ἀνὴρ

ὀψίγονος προγένεθλος, ἐν ἀρρήτῳ τινὶ θεσμῷ

ξυνώσας ζαθέην βροτοειδέι σύζυγα μορφήν.

καὶ θεὸς οἶκον ἔναιε σὺν ἀνδράσι, καὶ κλέος αὐτοῦ

εἴδομεν ἀνδρομέοισιν ἐν ὄμμασιν, οἷά τε τιμὴν

υἱοῦ μουνογόνοιο παρ' ὑψίστοιο τοκῆος·

καὶ χάριτος πέπληθε καὶ ἀτρεκίης γενετῆρος.

ἀμφὶ δὲ σαρκοφόροιο λόγου πρωτάγγελος ἀνὴρ

ἁγνὸς Ἰωάννης πιστώσατο μάρτυρα φωνήν·

οὗτος ἔην, ὃν ἔειπον ἀμωμήτῳ τινὶ μύθῳ·

πρῶτος ἐμεῖο βέβηκεν, ὀπίστερος ὅστις ἱκάνει,

ὅττι μευ ἦν πρώτιστος, ὅτι ξύμπαντες ἀπ' αὐτοῦ

ἠράμεθα ζαθέου πληρώματος ὄψιμον ἄλλην

ἀντίθετον προτέρης χάριτος χάριν· ὅττι θεμίστων

βίβλον ὅλων γενέτης διὰ Μωσέος ὤπασε λαῷ,

καὶ χάρις ἐκ Χριστοῖο καὶ ἀτρεκίη πέλε κόσμῳ·

καὶ θεὸν αὐτογένεθλον ἐν ἀντιπόροισιν ὀπωπαῖς

οὔποτέ τις σκοπίαζεν· ἑῷ διεπέφραδε μύθῳ

κεῖνος ὁ θεσπεσίῳ μεμελημένος ἠθάδι κόλπῳ

μουνογενής, ὁμόφοιτος ἀθηήτοιο τοκῆος·

μαρτυρίης δ' ὅδε μῦθος, ὃν ἀμβροσίῃ τινὶ φωνῇ

πιστὸς Ἰωάννης ἐτυμόθροος ἔννεπε κῆρυξ,

Ἑβραίων ὅτε λαὸς ἐρημάδος εἰς ῥάχιν ὕλης

Λευίτας προΐαλλε καὶ ἀγρύπνους ἱερῆας,

ᾗχι φυγὰς μερόπων μετανάστιος ᾤκεεν ἀνὴρ

ἔνδιον αὐτόρριζον ὀρεσσαύλοιο μελάθρου.

μυστιπόλοι δ' ἐρέεινον ὁμήλυδες ὀξέι μύθῳ·

τίς σὺ πέλεις; μὴ Χριστὸς ἔφυς; καὶ ἀμοιβάδι φωνῇ

εἶπε καὶ οὐκ ἔκρυψε καὶ οὐκ ἠρνήσατο κῆρυξ·

Χριστὸς ἄναξ οὐκ εἰμί. καὶ Ἑβραίων χορὸς ἀνδρῶν

πόμπιμος ἔνθεον ἄνδρα τὸ δεύτερον εἴρετο μύθῳ·

εἰπέ, τίς οὖν σὺ πέλεις; Θεσβίτιδος ἀστὸς ἀρούρης

Ἠλίας ἐφάνης; καὶ ἀνίαχεν· οὐ μετανάστης

ὄψιμος Ἠλίας παλινόστιμος εἰς χθόνα βαίνω.

καὶ θρασὺς ἐσμὸς ἔειπεν ἀνιπτοπόδων ἱερήων·

μὴ σύ μοι, ὃν καλέουσι, θεηγόρος ἐσσὶ προφήτης,

ἄγγελος ἐσσομένων; καὶ ἀμείβετο δίζυγι μύθῳ·

οὐ πέλον Ἠλίας, οὐ θέσκελός εἰμι προφήτης.

καὶ πάλιν ἐσμὸς ἔειπε θεοκλήτων ἱερήων·

τίς τελέθεις; ἵνα πᾶσιν ἀπαγγείλωμεν ἰόντες

ἀνδράσι μυστιπόλοισιν ἀμοιβαίην σέο φωνήν,

ἡμέας οἳ προέηκαν ἀελλήεντι πεδίλῳ

δεῦρο μολεῖν· σὺ δὲ ποῖον ἔπος φιλοπευθέι λαῷ

ἀμφὶ σέθεν λέξειας; ὁ δὲ ζαθέης ἀπὸ βίβλου

ἀνέρος ἀρχεγόνοιο θεόσσυτον ἴαχε φωνήν·

φωνὴ ἐγὼ βοόωντος ἐρημάδος ἔνδοθι πέτρης·

οἶμον ὀφειλομένην ἰθύνατε παμβασιλῆος,

καί οἱ ἑτοιμοτάτη πελέτω τρίβος, ὡς ἐνὶ βίβλῳ

Ἡσαΐας πολύιδρις ἐπέγραφε, θέσπιδι βίβλῳ.

καὶ χορὸς ἄλλος ἄπιστος ἁμαρτινόων Φαρισαίων

πέμπετο καὶ σοφὸν ἄνδρα θεηγόρον εἴρετο μύθῳ·

καὶ τί σὺ βαπτίζεις; πόθεν ὕδατι φῦλα καθαίρεις,

εἰ μὴ Χριστὸς ἔφυς ὑψίζυγος οὐδὲ σὺ δίφρου

ἅρπαγος Ἠλίας ἐλατὴρ πυρὸς οὐδὲ προφήτης

πνεύματι παφλάζων, θεοδινέος ἔγκυος ὀμφῆς;

καί σφισι πευθομένοις ἔπος ἴαχε θέσκελος ἀνήρ·

ὑμέας αὐτὸς ἵκανον ἐγὼ καθαροῖο λοετροῦ

ὕδατι βαπτίζων· καὶ ὀπίστερος ὅστις ἱκάνει,

σήμερον ἡμείων μέσος ἵσταται, οὗ ποδὸς ἄκρῳ

ἀνδρομέην παλάμην οὐκ ἄξιός εἰμι πελάσσας

λῦσαι μοῦνον ἱμάντα θεοπνεύστοιο πεδίλου.

Βηθανίης πέλε ταῦτα θεουδέος ἐγγὺς ἀρούρης

χεύματος ἀντιπέρηθεν Ἰορδανίου ποταμοῖο.

ἀλλ' ὅτε δὴ δρόμον ἄλλον ἑκηβόλος ἤγαγεν ἠώς,

ἁγνὸς Ἰωάννης ἀντώπιον ὄμμα τιταίνων

Ἰησοῦν ἐνόησε καὶ ἀγχικέλευθον ἰόντα

δάκτυλον ὀρθώσας ἐπεδείκνυε μάρτυρι λαῷ·

ἠνίδε, παγγενέταο θεοῦ σχεδὸν ἀμνὸς ἐχέφρων·

οὗτος ἔην, ὃν ἔειπον· ὀπίστερος ἔρχεται ἀνήρ,

ὅς μευ ἔφυ προπάροιθεν· ἐγὼ δέ μιν οὐ πάρος ἔγνων

ὄμμασιν, ἀλλ' ἵνα πᾶσιν ἔχων ἄγνωστον ὀπωπὴν

Ἰσραὴλ τεκέεσσιν ἀσημάντοισι φανείη,

ἦλθον ἐγὼ προκέλευθος ἀκηρύκτοιο πορείης

βαπτίζων ἀδίδακτον ἀπευθέα λαὸν ἀλήτην.

καὶ πετάσας στόμα θεῖον ὅλῳ φιλοπευθέι λαῷ

μαρτυρίην ἀγόρευεν ἑῇ πανθελγέι φωνῇ,

ὅττι περ αἰθερίων κατανεύμενον ἔδρακε κόλπων

πνεῦμα θεοῦ πτερύγων πεφορημένον ἔμφρονι παλμῷ

ἀντίτυπον μίμημα πελειάδος, ἄχρις ἐπ' αὐτὸν

ἦλθε καὶ αὐτόθι μίμνεν· ἐγὼ δέ μιν οὐ πάρος ἔγνων,

ἀλλά μοι αὐτὸς ἔειπεν ἑῇ σημάντορι φωνῇ,

ὅςτις ἐμὲ προέηκε παλιγγενέων δέμας ἀνδρῶν

βαπτίζειν ἀπύροισι καὶ ἀπνεύστοισι λοετροῖς·

εἰς ὃν ἐξαθρήσειας ὑπηνέμιον καταβαῖνον

πνεῦμα θεοῦ νοεροῖο καὶ ἔμπεδον αὐτόθι μίμνει,

οὗτος ἀφωτίστοισι φάος μερόπεσσιν ὀπάσσει

ἐν πυρὶ βαπτίζων καὶ πνεύματι· καί μιν ὀπωπῇ

εἶδον ἐγὼ καὶ ἔειπον ἀληθέα μάρτυρα φωνήν,

ὅττι θεοῦ γόνος οὗτος ἀειζώοιο τοκῆος.

ἀλλ' ὅτε δὴ φάος ἄλλο παλίνδρομος ἤγαγεν ἠώς,

θεῖος ἀνὴρ ἕστηκε, δύω δέ οἱ ἄγχι μαθηταὶ

Χριστοῦ θεσπεσίης ἀδαήμονες εἰςέτι μορφῆς·

Χριστὸν ἰδὼν στείχοντα βατὴν χθόνα πεζὸν ὁδίτην,

ἅρματος ὑψιπόροιο μετάρσιον ἡνιοχῆα,

ἁγνὸς Ἰωάννης πάλιν ἴαχεν ἠθάδι φωνῇ·

οὗτος ἐπουρανίοιο θεοῦ λάλος ἀμνὸς ὁδεύει.

καὶ ζαθέην ἀίοντες ἀληθέος ἀνδρὸς ἰωὴν

ἀπλανέες δύο φῶτες ὀπίστεροι ἦλθον ὁδῖται

Χριστοῦ νεισσομένοιο. καὶ αὐτοδίδακτον ὀπωπὴν

ἐντροπαλιζομένην διδύμους ἐπὶ φῶτας ἑλίξας

ἑσπομένων ἐρέεινε συνωρίδα δίζυγον ἀνδρῶν·

δεῦρο τί μαστεύοντες ἱκάνετε; καὶ μίαν ἄμφω

πευθομένου βασιλῆος ὁμόθροον ἴαχον αὐδήν·

ῥαββίν, ὃ καὶ καλέουσι διδάσκαλε, πῇ, πόθι ναίεις;

καὶ μίαν ἀμφοτέροισιν ἄναξ ξυνώσατο φωνήν·

δεῦτε καὶ ἀθρήσητε. καὶ ἤλυθον ἄχρι μελάθρου

καὶ μάθον, ὁππόθι ναῖεν· ὑπωρόφιοι δὲ μαθηταὶ

ἦμαρ ἐκεῖνο τέλεσσαν ἔσω Χριστοῖο μελάθρου

ἀγχίθεοι· δεκάτη δὲ ποδήνεμος ἔτρεχεν ὥρη.

καί τις ἔην, ὃς ἵκανεν ἔσω θεοδέγμονος αὐλῆς,

Ἀνδρείας, μερόπων ἁλιεὺς μετὰ πόντιον ἄγρην,

ἰχθυβόλου Σίμωνος ἀδελφεός, εἷς δέ τις αὐτῶν,

οὓς θεὸς ἐξείνισσεν· Ἰωάνναο δὲ φωνῆς

ξυνῆς εἰςαΐοντι συνέμπορος ἦεν ἑταίρῳ

ἀγχιφανής· ἄμφω δὲ μιῇ πειθήμονι βουλῇ

Χριστῷ ἐφωμάρτησαν· ὁ μὲν πρώτιστον ὁδεύων

σύγγονον εὐώδινος ἐρευνητῆρα θαλάσσης

εὗρεν ἑὸν Σίμωνα καὶ ἔννεπεν ὀξέι μύθῳ·

σύγγονε, Μεσσίαν σοφὸν εὕρομεν, ὃς θεὸς ἀνὴρ

Χριστὸς Ἰουδαίοισιν ἀκούεται Ἑλλάδι φωνῇ.

ὣς εἰπὼν ἐκόμισσεν ὁμόγνιον ὀξὺν ὁδίτην,

Ἰησοῦς ὅθι ναῖε· γαληναίῳ δὲ προςώπῳ

Χριστὸς ἰδὼν Σίμωνα σοφῷ μειλίξατο μύθῳ·

υἱὸς Ἰωάνναο σὺ μὲν πέλες, ἐσσὶ δὲ Σίμων

ἐργατίνης πόντοιο· σύ μοι κικλήσκεο Κηφᾶς,

δεύτερον οὔνομα δέξο νεώτερον, ἀνέρες ἄλλοι

Πέτρον ὅπερ καλέουσιν· ἐπωνυμίην δὲ καλύψει

πρεσβυτέρην Σίμωνος ὑπέρτερον οὔνομα Πέτρου,

πίστιος ἀρραγέος σημήιον. ἀλλ' ὅτε γείτων

ἀκροφανὴς δροσερῇσι βολαῖς πορφύρετο Σιών,

Ἰησοῦς μετὰ νύκτα λιπόσκιον ἤθελε βαίνειν

εἰς πόλιν εὐώδινα τανυπλοκάμων Γαλιλαίων.

καὶ σχεδὸν εὗρε Φίλιππον· ἄναξ δέ μιν εἶπε γενέσθαι

πιστὸν ἑὸν συνάεθλον, ὀπισθοκέλευθον ὁδίτην·

ἕσπεο καὶ σύ, Φίλιππε. καὶ εἰςέτι θερμὸς ἀκούων

οὔασι μῦθον ἔδεκτο καὶ ἴχνεσιν ἔφθασε φωνήν.

ξυνὴν δ' εἶχε Φίλιππος ἑὴν Βηθσαϊδὰ πάτρην,

Ἀνδρείας ὅθι ναῖεν, ὅπῃ θρασὺς ᾤκεε Σίμων.

Ναθαναὴλ δὲ Φίλιππος ἑῷ μειλίξατο μύθῳ,

εὑρὼν εὐπετάλοιο κάτω δρυός· ὃν σοφὸς ἀνὴρ

Μωσῆς ἀρχιγένεθλος ἐπέγραφε θέσπιδι βίβλῳ,

εὕρομεν, ὅν ποτε πάντες ὁμορρήτῳ τινὶ μύθῳ

ἐσσομένων κήρυκες ἐπιστώσαντο προφῆται,

Ἰησοῦν ὁσίοιο βοώμενον υἱὸν Ἰωσήφ,

Ναζαρὲθ ναετῆρα, θεοῦ γόνον. ἀγχιπόρῳ δὲ

Ναθαναὴλ ταχύμητις ἔπος ξύνωσε Φιλίππῳ·

Ναζαρὲθ δύναται καλὸν ἔμμεναι; εἰρομένῳ δὲ

σύνδρομος εἶπε Φίλιππος ἀπειροκάκῳ τινὶ μύθῳ·

ἔρχεο καὶ σκοπίαζε. καὶ ἀγχικέλευθον ὁδίτην

Ναθαναὴλ ταχύγουνον ἄναξ ἐπεδείκνυε λαῷ·

Ἰσραὴλ γόνος οὗτος ἐτήτυμος οὔτινι τεύχων

ἢ δόλον ἀλλοπρόςαλλον ἢ ἀγκύλα μήδεα φαίνων.

Ναθαναὴλ δ' ἀίων ἐπεμίγνυε θαύματι φωνήν·

πῶς φρεσὶ γινώσκεις με, τὸν οὐ πάρος εἶδες ὀπωπῇ;

εἰπέ, πόθεν νοέεις με; καὶ ἀνέρι θέσκελον αὐδὴν

κοίρανος ὀμφήεντος ἀνήρυγεν ἀνθερεῶνος·

πρὶν καλέσαι σε Φίλιππον, ὑπὸ σκιοειδέι συκῇ

ἔδρακον ὑψικόμοισι παρενδιάοντα κορύμβοις

ὄμμασι καὶ πραπίδεσσι τὸν οὐ παρεόντα δοκεύων.

Ναθαναὴλ δ' ὀλόλυξεν ἔχων ταχυπειθέα βουλὴν

θαύματι πιστὰ μέτωπα θεουδέι χειρὶ πατάξας·

ῥαββίν, ἐπουρανίων ἀδύτων ὑψίθρονε ποιμήν,

Ἰσραὴλ σὺ πέλεις βασιλεύς, σὺ Χριστὸς ὑπάρχεις,

υἱὸς ἀειζώοιο θεοῦ λόγος· ἀμφότερον δέ,

Ἰσραὴλ τεκέων σε θεὸν βασιλῆα καλέσσω

καί σε θεοῦ ζώοντος ἐτήτυμον υἱὸν ἐνίψω.

καί μιν ἄναξ θάρσυνεν ἐς ἐλπίδα φέρτερον ἕλκων·

πίστιν ἔχεις ἕνα μοῦνον ἀθαμβέα μῦθον ἀκούσας,

ὅττι σε μοῦνον ἔειπον ἰδεῖν ὑπὸ πυθμένα συκῆς·

ὄμμασι πιστοτέροισιν ὑπέρτερα θαύματα λεύσσεις·

μάρτυρον ἐμπεδόμυθον ἀμήν, ἀμὴν σέβας ἔστω·

οὐρανὸν ἀθρήσητε κεχηνότα θέσπιδι ῥιπῇ

πεπταμένων στεφανηδὸν ἀθηήτων κενεώνων,

ἀγγελικῆς τε φάλαγγος ἐυπτέρον ἐσμὸν ὁδίτην

αἰθερίης ὄψεσθε καταΐσσοντα κελεύθου,

οὐρανόθεν κατιόντα, παλιννόστῳ τε πορείῃ

οὐρανὸν εἰςανιόντα μετάρσιον, ἠεροφοίτην,

υἱέος ἀνθρώποιο διάκτορον.

2

{ΚΕΦ. Β.}

Ἀλλ' ὅτε πέτρας

πορφυρέας τριτάτη θαλαμηπόλος ἔγραφεν ἠώς,

ἀμφὶ πέδον Καναναῖον ἀεξιφύτου Γαλιλαίης

παιδοτόκου γάμος ἔσκε βίου πρωτοσπόρος ἀρχή·

καὶ γάμος ὄλβιος ἦεν, ὅτι χθονίῳ παρὰ παστῷ

Χριστὸς ὀπισθοκόμων μερόπων θοινήτορι λαῷ

κλητὸς ἔην σύνδορπος, ὁμοκλινέες δὲ μαθηταὶ

πάντες ἔσαν στοιχηδόν. ἐς εἰλαπίνην δὲ καὶ αὐτὴ

παρθενικὴ Χριστοῖο θεητόκος ἵκετο μήτηρ

ἀχράντῳ παλάμῃ γαμίης ψαύουσα τραπέζης,

παιδοτόκος φυγόδεμνος, ἀεὶ μεθέπουσα κορείην.

οἴνου δ' ἡδυπότοιο θυώδεες ἀμφιφορῆες

πάντες ἐγυμνώθησαν ἐπασσυτέροισι κυπέλλοις

πινομένου, στυγνοὶ δὲ φιλακρήτῳ παρὰ παστῷ

οἰνοχόοι δρηστῆρες ἀβακχεύτοιο τραπέζης

ἀβρέκτοις παλάμῃσι μάτην ἥπτοντο κυπέλλων.

ἡμιτελῆ δὲ γάμοιο μέθην καὶ ἄοινον ὀπώρην

Χριστῷ καὶ δεδαῶτι συνέστιος ἔννεπε μήτηρ·

χρηίζει γάμος οὗτος ἀλεξικάκου σέο φωνῆς·

οὐ γὰρ ἐυρραθάμιγγος ἔχει χύσιν ἡδέος οἴνου.

καί οἱ Χριστὸς ἔειπε· τί μοι, γύναι, ἠέ σοι αὐτῇ;

οὔπω μοι πυμάτης δρόμος ἤλυθε κυκλάδος ὥρης.

καὶ Μαρίη δμώεσσιν ἐκέκλετο τοῦτο τελέσσαι,

Χριστὸς ὅπερ λέξειεν. ἀμοιβαίῳ δ' ἐπὶ τοίχῳ

κεκλιμένοι στοιχηδὸν ὁμόζυγες ἀμφιφορῆες

ἓξ ἔσαν ἢ τρία μέτρα κεχανδότες εὐρέι κόλπῳ

ἠὲ δύω, καὶ ἕκαστος Ἰουδαίοισι φυλάσσων

λαϊνέῳ κενεῶνι καθάρσιον ἔβλυεν ὕδωρ,

ἁγνὸν ὕδωρ. καὶ Χριστὸς ὑποδρηστῆρας ἐπείγων

διψάδος εἰλαπίνης οἰνοσσόον ἴαχε φωνήν·

ἀρτιχύτων ὑδάτων ἐγκύμονας ἀμφιφορῆας

πλήσατέ μοι. καὶ πάντας ἀμοιβαδὶς ἄλλον ἐπ' ἄλλῳ

νάματος ἐπλήσαντο διάκτοροι, εἰςόκεν αὐτῶν

ἀκροφανὴς εὔυδρος ἐπέστεφε χεῖλος ἐέρση.

ἄφνω δ' ἔπλετο θαῦμα, καὶ εἰς χύσιν αἴθοπος οἴνου

χιονέην ἤμειψε φυὴν ἑτερόχροον ὕδωρ

χεύματι φοινίσσοντι, καὶ ὑδροδόκου διὰ κόλπου

ὕδατος ἀκρήτοιο φιλεύιος ἔπνεεν αὔρη.

οἰνωπῇ δ' ἐκέλευσεν ἄναξ σημάντορι φωνῇ·

κρηναίης ἀρύοντες ὑπωροφίης ἀπὸ ληνοῦ

εἰλαπίνης μεδέοντι κομίσσατε νήδυμον ὕδωρ.

οἱ δὲ χύδην ἀρύοντο παλιννόστοισι κυπέλλοις·

καὶ ταμίης ὅτε δαιτὸς ἐγεύσατο μάρτυρι λαιμῷ

νάματος οἰνωθέντος ἐρευθιόωντι ῥεέθρῳ—

οὐ μὲν ἀνήρ, πόθεν ἦεν, ἐπίσταται· ὑδροφόρος δὲ

ᾔδεε λάτρις ὅμιλος, ὃς ὑγροχύτων ἀπὸ κόλπων

ἄγγεσι λαϊνέοις μετανάστιον ἤφυσεν ὕδωρ—.

εἰλαπίνης τότε πομπὸς ἔσω μεγάροιο καλέσσας

νυμφίον ἀρτιχόρευτον ἑῷ προςπτύξατο μύθῳ·

πᾶς μὲν ἀνὴρ πρώτιστον ἐύχροον οἶνον ἀφύσσων

κιρνάμενος προτίθησι, βαρυνομένων δὲ καρήνων

ἄνδρας ἰδὼν μεθύοντας ἐλάσσονα δεύτερον οἶνον

ὀψὲ φέρει· σὺ δὲ τοῦτον ὑπέρτερον ἔνδοθεν οἴκου

οἶνον ἔχων ἐφύλαξας, ἕως πέλε λοίσθιος ὥρη.

πρωτοφανὲς τόδε θαῦμα φιλακρήτῳ παρὰ παστῷ

Ἰησοῦς ἐτέλεσσεν, ὅπῃ Καναναῖον ἀκούει

ἔνδιον αἰπύδμητον ἀκερσικόμων Γαλιλαίων.

Ἑβραίοις δ' ἀνέφηνεν ἑὴν ὑψαύχενα τιμὴν

διψαλέην παρὰ δαῖτα· διχοστασίην δὲ μενοινῆς— — — — — — — — — —

ἤθεσιν ἀκλινέεσσιν ἐπιστώσαντο μαθηταί.

οὐ μὲν ἄναξ δήθυνε πέδον Καναναῖον ἀμείβειν

νυμφιδίην μετὰ δαῖτα μεθυσφαλέων ὑμεναίων·

ἀλλὰ Καφαρναοὺμ ἁλιγείτονος ἕδρανα βαίνων

νόστιμον ἴχνος ἔκαμψε, καταιβάτιν οἶμον ὁδεύων,

αὐτὸς ὁμοῦ γνωτοί τε συνήλυδες· αὐτογόνῳ δὲ

παρθένος ὡμάρτησε θεητόκος υἱέι μήτηρ·

οἷσι δυωδεκάριθμος ὁμόστολος εἶχεν ὁδεύων

ἀγχιθέων μίαν οἶμον ὀπίστερος ἐσμὸς ἑταίρων.

οὐδὲ μὲν αὐτόθι μίμνεν ἐς ἤματα πυκνὰ θαμίζων·

ἐγγύθι γὰρ τότε πάσχα· θυηπολίην δὲ γεραίρων

εὐαγέων ἀνέβαινεν ἐς ἕδρανον Ἱροσολύμων

σὺν πινυτοῖς ἑτάροισι. θεοκλήτῳ δ' ἐνὶ νηῷ

εὐκεράους βόας εὗρε καὶ εἰροπόκων στίχα μήλων

καὶ στικτὰς μελέεσσι πελειάδας· ἑζόμενον δὲ

κερμοδότην χορὸν εὗρε φιλοπλούτοιο τραπέζης·

καὶ πολὺν ἐσμὸν ὄπωπε φιλέμπορον ὑψόθι θώκων

ὤνιον ἔργον ἔχοντα. καὶ ἐν παλάμῃσιν ἑλίξας

σύμπλοκον ἐκ σχοίνοιο νόθην ποίησεν ἱμάσθλην

καὶ βοέην ἀγέλην ἐξήλασε καὶ στίχα μήλων

νόσφι δόμου θυόεντος· ἐπασσυτέρην δὲ κυλίνδων

κύμβαχον ἠκόντιζε μετάτροπον ἔμπορον ἕδρην

ἐξ ἱεροῦ δαπέδοιο, κυβιστητῆρι δὲ παλμῷ

ἐξέχεεν χθονὶ κέρμα παλιστρέπτοιο τραπέζης.

ἀνδρὶ δὲ πιπρήσκοντι πελειάδας ἴαχε φωνήν·

ταῦτα μεταστήσασθε λιθώδεος ἔκτοθι νηοῦ

μηδὲ φιλοκτεάνοιο νόου βεβαρηότες οἴστρῳ

ἐμπορίης δόμον ἁγνὸν ἐμοῦ τελέσητε τοκῆος·

εὐχῆς γὰρ τόδε δῶμα. καὶ ἐμνήσαντο μαθηταί,

ὅττι θεοπνεύστῳ κεχαραγμένον ἔπλετο βίβλῳ·

ζῆλος ἐμὲ ζαθέοιο τεοῦ καταδαίνυται οἴκου.

καί οἱ ἀπειλήτειραν ἀνήρυγε λαὸς ἰωήν·

ποῖα παρ' Ἑβραίοις ἑτερότροπα σήματα δείξεις,

ὅττι σὺ ταῦτα τέλεσσας; ἁμιλλητῆρι δὲ λαῷ

θαμβαλέην ἄγνωστον ἄναξ ἠρεύγετο φωνήν·

λύσατε τοῦτο μέλαθρον, ἐγὼ δέ μιν αὐτὸς ἐγείρω

ἤμασιν ἐν τρισσοῖσιν. ἐπεφθέγξαντο δὲ λαοί·

ὃν Σολομὼν ποίησε λίθων ἑτερόχροϊ κόσμῳ

εἰς δολιχὴν βαλβῖδα παλινδίνητον ὑφαίνων

ἓξ καὶ τεσσαράκοντα φιλοκτίστων ἐνιαυτῶν,

κτίσμασιν ὁπλοτέροισι παλίλλυτον οἶκον ἐγείρεις

τοσσατίην μετὰ νύσσαν ἐπὶ τριτάτης δρόμον ἠοῦς;

κεῖνος νηὸν ἔειπεν ἑοῦ χροός, ὅν τινι θεσμῷ

φρικτῷ Χριστὸς ἔμελλεν ἐπὶ τρίτον ἦμαρ ἐγείρειν.

ἀλλ' ὅτε δὴ μετὰ κόλπον ἀνοστήτοιο βερέθρου

νόστιμος ἐξ Ἀίδαο παλινζώῳ τινὶ πότμῳ

ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο τιμὴν

οὐρανίην, τότε μῦθον ἀνεμνήσαντο μαθηταί,

ὅττι δόμον δέμας εἶπε· θεογλώσσοιο δὲ βίβλου

θεῖον ἐπιστώσαντο λόγον πείθοντό τε μύθῳ,

Ἰησοῦς ὃν ἔειπε. θεοδμήτῳ δ' ἐπὶ νηῷ

ἄχρις ἔην καὶ ἔδεθλα διέστιχεν Ἱροσολύμων

εὐάζων ἔτι πάσχα, καὶ ἀρνοφάγων ἱερήων

ὄργια μυστιπόλευε φιλόκροτα θυιὰς ἑορτή,

πολλοὶ λύσσαν ἄπιστον ἐπετρέψαντο θυέλλαις

Χριστοῦ πίστιν ἔχοντες ἐς οὔνομα· πειθομένοις δὲ

ἀνδράσιν οὐ πίστευεν ἑὸν . . . . . .. . . . . . . . . . νοόν· οὐ γὰρ ἀκούειν

ἄλλου φθεγγομένοιο νόθης ἐπεδεύετο φωνῆς,

ὄφρα μάθῃ νόον ἀνδρὸς ἀμάρτυρον· ἔργα δὲ φωτῶν

ᾔδεεν αὐτοδίδακτος, ὅσα φρενὸς ἔνδοθεν ἀνὴρ

εἶχεν ἀκηρύκτῳ κεκαλυμμένα φάρεϊ σιγῆς.

3

{ΚΕΦ. Γ.}

Ἦν δέ τις ἱερὸν αἷμα νοοπλανέων Φαρισαίων,

ἀρχὸς Ἰουδαίων πολυλήιος, ἔννομος ἀνήρ·

οὔνομά οἱ Νικόδημος· ἀμάρτυρος οὗτος ὁδίτης

Χριστῷ νυκτὸς ἵκανε φυλασσομένῳ ποδὶ βαίνων·

ἔννυχος εἰς δόμον ἦλθεν, ὅπῃ φάος· ἀνδρὶ δὲ πιστῷ

Ἰησοῦς ἐνέπων βαπτίσματος ἔνθεον αἴγλην

νυκτιφανῆ Νικόδημον ἑῷ φαιδρύνατο μύθῳ,

καί οἱ μῦθον ἔλεξε θεῷ πειθήνιος ἀνήρ·

ῥαββὶν ποικιλόμυθε, θεοφραδὲς ἴδμεν ὀπωπαῖς,

ὅττι θεοῦ πομπῇσι διδάσκαλος ἵκεο κόσμου

ἀνδρομέου βιότοιο βοηθόος· οὐ δύναται γὰρ

θνητὸς ἀνὴρ τάδε πάντα πολύτροπα θαύματα τεύχειν,

ὅσσα σὺ θεσπεσίῳ τελέεις παιήονι μύθῳ,

εἰ μή οἱ συνάεθλος ἀλεξίκακος θεὸς εἴη.

Ἰησοῦς δ' ἀγόρευεν ἀσημάντῳ τινὶ μύθῳ·

εἰ μή τις μετὰ κέντρα τελεσσιγόνοιο λοχείης

θνητὸς ἀνὴρ τίκτοιτο τὸ δεύτερον, αἰθέρος αὐλῆς

οὐ δύναται βροτὸς οὗτος ἰδεῖν αἰώνιον ἀρχήν.

καὶ κεράσας Νικόδημος ἀνήρυγε θαύματι φωνήν·

πῶς δύναται μετὰ γῆρας ἀνήρ, μετὰ λευκάδα χαίτην

ἄλλην ὀψιτέλεστον ἔχειν ὠδῖνα γενέθλης;

μὴ δύναται δίχα πατρὸς ἀεξιτόκου διὰ κόλπου

μητέρος ἀρχαίης ἐγκύμονα γαστέρα δύνων

θεσμὸν ἰδεῖν γονόεντα παλιννόστου τοκετοῖο;

Ἰησοῦς δ' ἀπάμειπτο διδάσκαλον ἄνδρα διδάσκων·

εἰ μή τις καθαροῖσι δέμας λουτροῖσι καθαίρων

πνεύματος ἐξ ἁγίοιο καὶ ὕδατος εἰν ἑνὶ θεσμῷ,

ὁπλοτέρην δέξοιτο γενέθλιον ἄσπορον ἀρχὴν

ἀντίτυπον μίμημα γυναικείου τοκετοῖο,

οὐ δύναται βροτὸς οὗτος ἐπεσσομένοιο νοῆσαι

οὐρανίην αἰῶνος ἀτέρμονος ἥλικα τιμήν·

καὶ γὰρ ὅπερ μερόπων χθονίη διεώσατο γαστήρ,

σαρκὸς ἀπὸ βροτέης μορφούμενον, ἀνδρομέη σὰρξ

τοῦτο πέλει· τὸ δὲ θεῖον, ὅπερ καθαροῖο λοετροῦ

πνεύματος αὐτογόνοιο πέλει τετελεσμένον ἄτμῳ,

πνεῦμα πέλει ζωαρκές, ἀμαιεύτῳ τινὶ θεσμῷ

αὐτόματον βλάστημα παλλιγγενέος τοκετοῖο·

καὶ μὴ θάμβος ἔχητε θεοφραδέος περὶ μύθου,

ὑμέας εἴπερ ἔειπον, ὅτι χρέος ἐστὶ νοῆσαι

ὕδατι τικτομένης ἑτέρην βαλβῖδα γενέθλης·

πνεῦμα παλινδίνητον ἀθηήτῳ τινὶ παλμῷ

οἶδε περιπνείειν, ὅθι βούλεται· ἀγχιφανῆ δὲ

φωνῆς ἠερίης θεοδινέα βόμβον ἀκούεις,

οὔασιν ὑμετέροις πεφορημένον· ἀλλὰ δαῆναι

οὐ δύνασαι βλεφάροις, πόθεν ἔρχεται ἢ πόθι βαίνει·

οὕτω παντὸς ἔφυ τύπος ἀνέρος ἐκ πυρὸς ὑγροῦ

πνεύματι τικτομένοιο καὶ οὐ στροφάλιγγι κονίης.

ἔννεπε, καὶ Νικόδημος ἀμείβετο· ταῦτα γενέσθαι

πῶς δύναται, καὶ Χριστὸς ἀνήρυγε θέσκελον ὀμφήν·

Ἰσραὴλ σὺ μέν ἐσσι διδάσκαλος, οὐ νοέεις δέ,

ἀλλά σε ταῦτα λέληθεν, ἐμὴν δ' οὐκ οἶσθα μενοινήν·

μάρτυρον ἐμπεδόμυθον ἀμήν, ἀμὴν πάλιν ἔστω·

θεσπεσίης τόπερ ἴδμεν ἐτήτυμον ἔγκυον ὀμφῆς,

φθεγγόμεθα σπείροντες ἐς οὔατα δύςμαχα φωτῶν

χείλεσιν ἀπλανέεσσι, καὶ ἡμετέροιο τοκῆος

ὅσσα παρ' ὑψιμέδοντος ἐμαὶ δεδάασιν ἀκουαί,

μαρτυρίης κήρυκι διδάσκομεν ἴδμονι φωνῇ·

ἡμετέρην δ' ἀδίδακτος ἀκηλήτων νόος ἀνδρῶν

πιστὴν μαρτυρίην οὐ δέχνυται· ἀπλανέων δὲ

εἴ τινα μῦθον ἔειπον ἐπιχθονίων χάριν ἔργων,

καὶ τόσον ὑμείων βαρυπειθέες εἰσὶν ἀκουαί,

εἰ στρατιὴν πτερόεσσαν ἢ αἰθέρος ἔργα βοήσω,

μᾶλλον ἀπειρήτοισι πόθεν πείθεσθε μενοιναῖς

οὐρανίης ἀίοντες ἀθηήτου φύσιν αὐλῆς;

οὔποτε δὲ βροτὸς ἄλλος ὑπηνέμιον πόδα πάλλων

οὐρανίων ἐπάτησεν ἀνέμβατον ἄντυγα κύκλων,

εἰ μὴ θέσκελος οὗτος, ὃς ἀθανάτην ἕο μορφὴν

οὐρανόθεν κατέβαινεν ἀήθεϊ σαρκὶ συνάπτων,

ἀνθρώπου μόνος υἱός, ὃς ἀστερόεντι μελάθρῳ

πάτριον οὖδας ἔχων αἰώνιος αἰθέρα ναίει·

καὶ σκοπιῆς παρὰ πέζαν ἐρημάδος οἷά τε Μωσῆς

δακνομένων ὕψωσεν ὄφιν ληθήμονα φωτῶν

δουρατέης μεθέποντα τύπον ποιητὸν ἀκάνθης,

οὕτω γυιοβόρων τελέων ἀλκτήρια νούσων

καὶ πάις ἀνθρώποιο βροτοῖς ὑψούμενος ἔσται,

λυσιπόνου μίμημα δρακοντείοιο προςώπου,

ὄφρα μιν ὃς δέξοιτο νόου πειθήμονι θεσμῷ,

ζωῆς κυδιάνειραν ἐςαθρήσειε γαλήνην,

εἰς ὅσον εὐρυγένειος ἑλίσσεται ἔμπεδος αἰών·

οὕτω γὰρ πολύμορφον ἐφίλατο κόσμον ἀλήτην

ὑψιμέδων σκηπτοῦχος, ὅτι χραισμήτορα φωτῶν

μουνογενῆ λόγον υἷα πόρεν τετράζυγι κόσμῳ,

ὄφρα μιν ὃς δέξοιτο μετάτροπον ἦθος ἀμείψας,

πίστιν ἐς ἀστυφέλικτον ἑκούσιον αὐχένα κάμπτων,

ζωῆς οὐρανίης αἰώνιον εἰς χορὸν ἔλθῃ

ναίων ἄφθιτον οἶκον ἐν εὐδένδρῳ παραδείσῳ·

οὐ γὰρ ἑὸν λόγον υἷα πατὴρ θεὸς ὤπασε κόσμῳ,

κόσμον ἵνα κρίνειε προώριον, ἀλλὰ πεσοῦσαν

ἀνδρομέην ἵνα πᾶσαν ἀναστήσειε γενέθλην·

ὃς δέ μιν ἀπλανέος κραδίης μειλίξατο θεσμῷ

ῥίψας ἠερίοισιν ἀπειθέα λύσσαν ἀήταις,

ὀρθὴν πίστιν ἔχων οὐ κρίνεται· εἰ δέ τις ἀνὴρ

ἀνδρομέην ἐπὶ σάρκα νοοσφαλὲς ὄμμα τιταίνων

τολμήεις ἐπέτασσε θεημάχον ἀνθερεῶνα,

ἀνὴρ κέκριται οὗτος, ὅτι βραδυπειθέι θυμῷ

οὔπω πίστιν ἔδεκτο καὶ οὐ μετέθηκε μενοινὴν

υἱέος ὑψίστοιο θεοῦ γενέταο πιθήσας

τηλυγέτου βασιλῆος ἐς οὔνομα· δυςσεβέος δὲ

κόσμου σύγγονος ἥδε πέλει κρίσις· οὐρανόθεν γὰρ

εἰς χθόνα φέγγος ἵκανε, καὶ ἀσταθέων γένος ἀνδρῶν

φέγγεος ἀστράπτοντος ἐφίλατο μᾶλλον ὀμίχλην,

καὶ φάος οὐ ποθέουσιν, ὅσον ζόφον· ἔργα γὰρ αὐτῶν

λοξὰ πέλει, καὶ πᾶς τις ἀνὴρ ἀθεμίστια ῥέζων,

ἄξια νυκτὸς ἔχων, στυγέει φάος· οὔποτε βαίνει

εἰς φάος ἀγχικέλευθος, ὅπως μὴ φέγγος ἐλέγξῃ

ἔργα, τάπερ τελέει κρυφίῃ κεκαλυμμένα σιγῇ·

ὃς δὲ θεουδείῃσιν ἐτήτυμα πάντα φυλάσσει,

ἵξεται αὐτοκέλευστος, ὅπῃ φάος, ὄφρα φανείη

ἔργα, τάπερ ποίησε θεοῦ τετελεσμένα βουλῇ.

ἔννεπε καὶ μετέπειτα πέδον Γαλιλαῖον ἐάσας

ἁγνὸν Ἰουδαίων ὑπεδύσατο κόλπον ἀρούρης.

καὶ θεὸς αὐτόθι μίμνε σὺν ἀντιθέοισι μαθηταῖς

ναιετάων ὀθνεῖον ἐναύλιον· ἀγχιπόρου δὲ

γαίης αἰόλα φῦλα σοφῷ βαπτίζε ῥεέθρῳ

σμήχων ἀνδρομέης κραδίης ῥύπον· ἦν δὲ καὶ αὐτὸς

θεῖος Ἰωάννης θεοπειθέα λαὸν ἀλήτην

ὕδατι βαπτίζων βαθυκύμονος ἐγγύθι Σαλήμ·

κεῖθι γὰρ εὐρυπόροιο κυλινδομένου ποταμοῖο

χεύμασιν ἀενάοις κυμαίνεται ἄφθονον ὕδωρ,

ἄρκιον εἰν ἑνὶ πᾶσιν· ἐκυκλώσαντο δὲ λαοὶ

εὐσεβίης ἕνα φῶτα καὶ ὀψινόῳ μετανοίῃ

ἀμπλακίας νίπτοντες ἐφαιδρύνοντο ῥεέθροις·

οὔπω γὰρ διὰ λέκτρον ἀμερσιγάμου βασιλῆος

οἶκον ἀειφρούρητον ἐδύσατο πομπὸν ὀλέθρου,

θεῖος ἀνὴρ βαρύδεσμος· ἔρις δέ τις ἀμφὶ καθαρμοῦ

ἔπλετο μυστιπόλοισιν Ἰωάνναο μαθηταῖς

Ἑβραίου μετὰ φωτός· ἐπειγομένῳ δὲ πεδίλῳ

ἦλθον ἐς ἀνέρα θεῖον, ἐμειλίξαντο δὲ μύθῳ

λεπτοφυεῖ λασίῳ πεπυκασμένον ἄνδρα χιτῶνι·

ῥαββίν, ἀλεξικάκων ὑδάτων πρωτόθροε κῆρυξ,

ὅςτις ἔην μετὰ σεῖο πέρην ποταμοῖο ῥοάων,

ὃν σὺ θεοῦ γεγαῶτα σοφῷ πιστώσαο μύθῳ,

οὗτος ἔχων μίμημα τεοῦ καθαροῖο λοετροῦ

βαπτίζει πολὺ μᾶλλον· ὁμοζήλῳ δὲ μενοινῇ

συμμιγέες νεφεληδὸν ὅλοι σπεύδουσι πολῖται

ἱέμενοι κείνοιο τυχεῖν θείοιο λοετροῦ.

καί σφιν ἀνειρομένοισιν ἐτήτυμος ἔννεπεν ἀνήρ·

οὐδὲν ἑλεῖν δύναταί τις, ἐπουρανίων ἀπὸ κόλπων

εἰ μὴ τοῦτο γέρας θεόθεν κεχαρισμένον εἴη·

ὑμεῖς μάρτυρές ἐστε δαήμονες, ὁππότε λαοῖς

ἀμφαδίην ἀγόρευον ἐμὴν ἀψευδέα φωνήν·

Χριστὸς ἄναξ οὐκ εἰμὶ βιοσσόος, ἀλλά με κείνου

ὑψιμέδων προέηκε θεὸς πομπῆα κελεύθου·

νύμφην ὅςτις ἔχει, πέλε νυμφίος· ἀγχιφανὴς δὲ

κείνου φθεγγομένοιο καὶ ἱστάμενος καὶ ἀκούων,

οὔασι θελγομένοισι δεδεγμένος ἠθάδα φωνήν,

χάρματι πιστὸς ἑταῖρος ἀγάλλεται· ἡμετέρη δὲ

τερπωλὴ τετέλεστο πολύλλιτος· ἀγχινεφῆ μὲν

κεῖνον ἀεὶ χρέος ἐστὶν ἔχειν παλιναυξέα τιμὴν

ὡς θεὸν ἀθανάτην, ἐμὲ δὲ βροτόν ἐστιν ἀνάγκη

ἥσσονα μέτρα φέρειν, ὅτι μείονός εἰμι γενέθλης·

οὗτος, ὃς ὑψόθεν ἦλθεν ἐπουρανίων ἀπὸ κόλπων,

πάντων ὕψι βέβηκεν· ὁ δὲ χθονὸς αἷμα κομίζων,

φθεγγόμενος χθονὸς ἔργα πέλει γαιήιος ἀνήρ·

ὃς δὲ δι' αἰθερίου θεοδέγμονος ἵκετο κόλπου,

φθέγγεται, οὐρανόθεν τόπερ ἔκλυεν, οὐδέ τις αὐτοῦ

μαρτυρίην ζαθέην ἐπιδέχνυται· ὃς δέ οἱ ἀνὴρ

μάρτυρα μῦθον ἔδεκτο θεηγόρον ἀνθερεῶνος,

ἀψευδὴς βροτὸς οὗτος ἑῷ σφρηγίσσατο μύθῳ,

ὅττι θεὸς πέλε μοῦνος ἐτήτυμος· οὐρανόθεν γὰρ

οὗτος, ὃν εἰς χθόνα πέμψε θεὸς χραισμήτορα κόσμου,

πατρῴης σοφίης αὐτόσσυτον ὄμβρον ἰάλλει·

οὐ γὰρ μέτρα λόγοιο φέρει λόγος, ἀλλά οἱ αἰεὶ

μούνῳ πνεῦμα δίδωσιν ἀειλιβέος ῥόον ὀμφῆς·

ὑψιμέδων δ' ἑὸν υἷα θεὸς γενέτης ἀγαπάζει

καί οἱ πάντα φέρειν παλάμῃ πόρεν· ὃς δέ κεν εἴη

ἤθεσιν ἀπλανέεσσιν ἀκαμπέα πίστιν ἀέξων,

ζωὴν ὄψεται οὗτος ἔχων ὑψήνορα τιμήν,

σύγχρονον αἰῶνος παλιναυξέος· ὃς δέ κεν ἀνὴρ

παιδὶ θεοῦ ζώοντος ἀγηνορέων ἀπιθήσῃ,— — — — — — — — — —

ἔρχεται ὑψίστοιο θεοῦ τιμηορὸς ὀργὴ

ἄφρονα μαστίζουσα.

4

{ΚΕΦ. Δ.}

Καὶ ὁππότε κοίρανος ἔγνω,

ὅττι θεοπνεύστων βαρυκάρδιος ἀμφὶ λοετρῶν

δύςμαχος ἐσμὸς ἄκουσε βαρυζήλων Φαρισαίων,

Ἰησοῦς ὅτι φῶτας ἀλήμονας εἰς φάος ἕλκων

ὕδατι βαπτίζει καὶ πλείονας ἔσχε μαθητὰς

ἤπερ Ἰωάννης—καὶ ἐτήτυμος οὐ πέλε φήμη·

οὐ γὰρ ἄναξ βάπτιζεν ἐν ὕδασιν, ἀλλὰ μαθηταί—

κάλλιπεν ὑψιθέμεθλον Ἰουδαίων πέδον ἀνδρῶν

καὶ πάλιν εἰς πέδον ἦλθε φιλοστόργων Γαλιλαίων

φεύγων λύσσαν ἄπιστον ἀκηλήτων Φαρισαίων.

καί μιν ἔτι χρέος εἷλκε δι' εὐύδρου Σαμαρείης

γαίης μεσσατίης ὁμοτέρμονα πέζαν ὁδεύειν·

καὶ ποδὸς ἀμβροσίοιο μεσημβρινὸν ἴχνος ἐπείγων

εἰς πόλιν ἀρχαίην Σαμαρείτιδος ἵκετο γαίης,

Σιχὰρ ἐς αἰπύδμητον, ὅπῃ φυτοεργὸς Ἰακὼβ

ἀμπελόεν πέδον εἶχε καὶ υἱέι δῶκεν Ἰωσήφ,

πηγὴ ὅπῃ βαθύκολπος, ὅθεν ποτὲ θεῖος Ἰακὼβ

πήξας ὑγρὰ θέμεθλα πεδοσκαφέων κενεώνων

φρείατος ἰλυόεντος ἀνήγαγε νέρτερον ὕδωρ.

κεῖθι δὲ τηλεπόροιο πεπαυμένος ἀτραπιτοῖο

Χριστὸς ὁδοιπορίῃσι καμὼν ἀμπαύσατο μόχθου,

ἑζόμενος παρὰ πέζαν, ὅπῃ χθονίου διὰ κόλπου

ὑγρὸν ὕδωρ ναέταις ἀγχίπτολις ἔβλυε πηγή.

ἕκτη δὲ πτερόεσσα διέτρεχε δίψιος ὥρη·

ἔνθα γυνὴ Σαμαρεῖτις ἀειρομένην διὰ κόλπου

ἠθάδα κάλπιν ἔχουσα, μετήιε γείτονα πηγήν·

καί μιν ἄναξ ὑδάτων ἀπὸ κάλπιδος ᾔτεεν ὕδωρ·

δεῦρο, γύναι Σαμαρεῖτι, τεῆς ἐπιβήτορι πάτρης

δός μοι δίψαν ἔχοντι πιεῖν ξεινήιον ὕδωρ.

ἕζετο γὰρ τότε μοῦνος, ἐπεὶ μεσάτῃ παρὰ νύσσῃ

οὐρανὸν ἱππεύουσαν ἰδὼν ἐπιδόρπιον ὥρην

εἰς πόλιν ἀντικέλευθον ἀνήιεν ἐσμὸς ἑταίρων.

εἰρομένη δ' ἀγόρευε γυνὴ φιλοπευθέι μύθῳ·

πῶς παρὰ θηλυτέρης Σαμαρείτιδος ἴδμονι φωνῇ

ἐκ παλάμης ἀφύλακτος ἀήθεος ᾔτεες ὕδωρ

πάτριον Ἑβραίων πεφυλαγμένον αἷμα κομίζων;

ποῖον ξυνὸν ἔην Σαμαρείτιδι καὶ σέο φύτλῃ,

ὄφρα πίῃς παρ' ἐμεῖο; καὶ οὐ σέο θεσμὸς ἐρύκει;

αἰδομένοις στομάτεσσιν Ἰουδαῖόν σε καλέσσω·

οὐ γὰρ Ἰουδαῖοι μιγάδες ξυνήονι θεσμῷ

εἰς βίον ἀλλήλοισιν ὁμίλεον ἢ Σαμαρεῖται.

καί οἱ Χριστὸς ἔειπεν ἀσημάντῳ τινὶ μύθῳ·

εἰ μάθες ὑψίστοιο θεοῦ χάριν, εἰ δόσιν ἔγνως,

καὶ τίς ἔην, ὃς ἔειπεν· ἐπιχθονίης ἀπὸ πηγῆς

δός μοι δίψαν ἔχοντι πιεῖν μινυώριον ὕδωρ·

αὐτὴ προφρονέως αἰώνιον ᾔτεες αὐτὸν

ζωὸν ὕδωρ, καὶ τοῦτο σοφὸν ποτὸν εἶχεν ὀπάσσαι.

εἶπε δὲ μὴ νοέουσα γυνὴ φυσίζοον ὕδωρ·

ὦ ἄνα, θάμβος ἔχει με· σὺ γὰρ τροχοειδέι κύκλῳ

οὐ κάδον ἑλκυστῆρα φέρεις, οὐ σχοῖνον ἀείρεις,

ὄφρα βυθῷ χαλάσειας, ὑποβρυχίων ἀπὸ κόλπων

χερσὶν ἀμοιβαίῃσιν ἄγων μετανάστιον ὕδωρ·

καὶ φρέαρ ἐστὶ βάθιστον· ἀπὸ χθονίοιο δὲ κόλπου

τοῦτο πόθεν ζείδωρον ἀρυόμενος ξένον ὕδωρ

αὐτὸς ἔχεις ποτὸν ἄλλο; μὴ ἀρσενόπαιδος Ἰακὼβ

μείζων ἡμετέροιο πέλεις ζαθέοιο τοκῆος,

ὃς φρέαρ ὤπασε τοῦτο γέρας Σαμαρείτιδι γαίῃ,

καὶ πίεν ἐξ αὐτοῖο πεδοτρεφὲς ἄρκιον ὕδωρ

αὐτὸς ὁμοῦ καὶ παῖδες ὀρεσσινόμων τε γενέθλη

τετραπόδων τε φάλαγγες; ἀνειρομένην δὲ γυναῖκα

Ἰησοῦς ἐδίδαξεν ἀπ' ἀχλύος εἰς φάος ἕλκων·

ὃς πίεται χθονίων λαγόνων μινυώριον ὕδωρ

πίδακος ἢ γλυκὺ νᾶμα χαμαιγενέος ποταμοῖο,

διψήσει παλίνορσος· ὅπερ δέ οἱ ἐγγυαλίξω,

οὔποτε διψήσειε πιὼν αἰώνιον ὕδωρ,

ἀλλά οἱ ἐν πραπίδεσσι μενεῖ ῥόος, ἔμφρονι παλμῷ

ἁλλόμενον νοεροῖο βυθοῦ θεοδινέι ῥιπῇ

πηγῆς ἐνδομύχοιο παλιμφυὲς ἔμπεδον ὕδωρ

ζωῆς ἀενάοιο καὶ οὐ χθονίου ποταμοῖο.

Ἰησοῦν δ' ἱκέτευε γυνὴ πειθήμονι φωνῇ·

δός μοι, κοίρανε, τοῦτο πιεῖν βιοτήσιον ὕδωρ,

πίδακος οὐδαίης ἀλλότριον, ὄφρα πιοῦσα

μήποτε διψήσω καὶ μηκέτι δεῦρο περήσω

ἐκ βυθίων λαγόνων ἀρύειν βεβιημένον ὕδωρ.

εἶπε, καὶ ἀγκυλόμητιν ἀμοιβαίῳ τινὶ μύθῳ

Ἰησοῦς πολύανδρον ἐπειρήτιζε γυναῖκα·

ἔρχεο καὶ κίκλησκε τεὸν πόσιν· ἐκ πόλιος δὲ

σπεῦδε ποσὶν ταχινοῖσι τὸ δεύτερον ἐνθάδε βαίνειν.

εἶπε, καὶ ἀγνώσσουσα, πολυσπερέων περὶ λέκτρων

ψευδομένη, Σαμαρεῖτις ἐτήτυμον ἴαχε φωνήν.

ἡ πόσιν οὐ μεθέπουσα πόθεν πόσιν εἰς σὲ καλέσσω;

οὐ γὰρ ἔχω φίλον ἄνδρα. θεὸς δ' ἤλεγξε γυναῖκα·

οἶδα, γύναι, μετὰ πέντε νόθον τεὸν ἕκτον ἀκοίτην·

πέντε γὰρ ἔλλαχες ἄνδρας ἀμοιβαδὸν ἄλλον ἐπ' ἄλλῳ,

καὶ νῦν ὃν μεθέπεις, οὐ γνήσιός ἐστιν ἀκοίτης·

τοῦτό μοι ἀτρεκέως μυθήσαο. θαμβαλέη δὲ

οὐτιδανὴ Σαμαρεῖτις ἀμείβετο θήλεϊ φωνῇ·

κοίρανε, γινώσκω σε θεηγόρον ἄνδρα προφήτην·

ἡμείων δ' ἀνιόντες ἐς οὔρεα ταῦτα τοκῆες

αὐχένα δοχμώσαντο πολυκνίσσῳ παρὰ πέτρῃ

καὶ θεὸν εὐαγέεσσιν ἐμειλίξαντο θυηλαῖς·

ὑμεῖς δ' ἄρμενον ἄλλον ὑπὸ κλέτας Ἱροσολύμων

χῶρον ἐμυθήσασθε μεμηλότα θέσπιδι βουλῇ,

ᾗχι θεῷ χρέος ἐστὶ θεοδμήτῳ παρὰ βωμῷ

μάρτυρον ἱκεσίης κυρτούμενον αὐχένα κάμπτειν

κύμβαχον ὀκλάζοντας. ἄναξ δ' ἠμείβετο μύθῳ·

πείθεό μοι, Σαμαρεῖτι γύναι, νημερτέι μύθῳ,

ὅττι νέου βιότοιο διάκτορος ἔρχεται ὥρη,

εὐσεβίης ὀχετηγός, ὅτ' οὐκέτι μύστιδι τέχνῃ

οὔρεος ὑμετέροιο θεοκλήτῳ παρὰ βωμῷ

οὐδὲ τανυσκοπέλων ὑπὸ τέμπεσιν Ἱροσολύμων

αἵματι ταυρείῳ κεραελκέα ῥέξετε λοιβὴν

ἱκέσιον κλίνοντες ἐρειδόμενον γόνυ πέτρῃ·

ὑμεῖς μὲν κραδίης σφαλερῆς ἑτεραλκέι θεσμῷ,

ὃν φρεσὶν οὐκ ἐδάητε, γεραίρετε μοῦνον ἀκουῇ

μιμηλὴν τελέοντες ἀληθέος εἰκόνα μύθου·

ἡμεῖς δ' εὐαγέεσσιν ἀνάπτομεν ὄργια βωμοῖς

μυστιπόλῳ, τόπερ ἴδμεν, ἀνευάζοντες ἰωῇ

καὶ θεὸν αὐτογένεθλον ἀείδομεν ἔμφρονι μύθῳ·

ἀλλὰ σοφαῖς τελετῇσι θυηπόλος ἔρχεται ὥρη,

καὶ νῦν ἄγχι βέβηκεν, ἀληθέες ὁππότε μύσται

ξυνὸν ὑποκλίνουσι λιτήσιον αὐχένα γαίῃ,

αὐχένα δοχμωθέντα καθελκομένοιο καρήνου,

πάντες ἀληθείῃ καὶ πνεύματι· μυστιπόλους γὰρ

τοίους ὑψιμέδων ἐθέλει θεός, οἵτινες αὐτῷ

ἀκροπαγῆ κάμπτουσι συνήορα γούνατα γαίῃ

πνεύματι θεσπεσίῳ καὶ ἀληθέι μάρτυρι φωνῇ

καὶ δαπέδῳ πρηνηδὸν ἐρειδομένοιο προςώπου·

πνεῦμα θεὸς νημερτές, ὅθεν χρέος ἀνέρας ἕλκει

ἀτρεκίην καὶ πνεῦμα μιῇ κεράσαντας ἐρωῇ

ἀενάου κόσμοιο θεὸν γενετῆρα γεραίρειν.

εἶπε, καὶ ἀγνώσσουσα γυνὴ μαντώδεϊ φωνῇ

Χριστῷ Χριστὸν ἔλεξεν, ἀοσσητῆρα δὲ κόσμου

ὀψὲ μολεῖν ἀγόρευε, τὸν ἐγγύθεν εἶχε μολόντα·

κοίρανε, θεσμοφόρων πατέρων ἐδάημεν ἀκουῇ,

Μεσσίας ὅτι θεῖος ἐλεύσεται, ὅντινα λαοὶ

Χριστὸν ἐφημίξαντο· καὶ ὁππότε κεῖνος ἱκάνει,

ἡμέας ἀγνώσσοντας ἐτήτυμα πάντα διδάξει.

εἶπε γυνή, καὶ Χριστὸς ἀμείβετο μάρτυρι μύθῳ

δάκτυλον αὐτοβόητον ἀναυδέι ῥινὶ πελάσσας·

Χριστὸς ὁ σοὶ λαλέων αὐτὸς πέλον· ἀγχιφανῆ δὲ

ὄμμασι παπταίνεις με, τὸν οὔασιν αἰὲν ἀκούεις·

Χριστὸς ἐγὼ γενόμην· οὐ δεύτερος ἄλλος ἱκάνει.— — — — — — — — — —— — — — — — — — — —

οὐδέ μιν εἴρετο Πέτρος, ἅτε θρασύς· οὐδέ τις αὐτὸν

τολμήσας ἐρέεινε· τί δίζεαι; ἢ τί μετ' αὐτῆς

φθέγγεαι; ὠκυτέρῳ δὲ διαστείχουσα πεδίλῳ,

κάλπιν ἐπιτρέψασα γυνὴ θεοδέγμονι πηγῇ,

εἰς πόλιν ἴχνος ἔκαμψε καὶ ἔννεπε πᾶσι πολίταις·

δεῦτε καὶ ἀθρήσητε θεοπρόπον ἄνδρα προφήτην,

ὅστις ἐμοὶ φάτο πάντα, τάπερ κάμον· ἦ ῥά νυ Δαβὶδ

οὗτος ἀριστογόνοιο βοώμενος υἱὸς ἱκάνει;

ἀγγελίης δ' ἀίοντες ὁμοζυγέες Σαμαρεῖται

συμφερτὴν ταχύγουνον ἐπεσσεύοντο πορείην

ἐκ πόλιος στείχοντες ἐς ἀγχιθέου στόμα πηγῆς,

εἰς θεὸν οἰστρηθέντες ἑνὶ φρενοθελγέι μύθῳ.

ἔνθα χρόνου μεσσηγύ, πρὶν ἄστεος ἔκτοθι βαίνειν

στεινομένων νεφεληδὸν ἐπήτριμα κύματα λαῶν,

Χριστὸν ἐκυκλώσαντο καὶ ἐφθέγξαντο μαθηταί·

ῥαββίν, δέχνυσο ταῦτα καὶ ἔσθιε. κινυμένης δὲ

χειρὸς ἀφωνήτοιο νοήμονι μάρτυρι σιγῇ

δαῖτα μινυνθαδίην ἀπεσείσατο ταῦτα βοήσας·

ἄλλην δαῖτα φέρω βιοτήσιον, ἣν ἐνὶ θυμῷ

ὑμεῖς οὐκ ἐδάητε. καὶ ἔννεπεν ἄλλος ἐπ' ἄλλῳ·

ἦ ῥά οἱ ἄλλος ὄπασσε φαγεῖν ἐπιδήμιος ἀνήρ;

φιλοπάτωρ δ' ἀγόρευεν ἄναξ ἑτερόφρονι μύθῳ·

εἶδαρ ἐμὸν πέλε μῦθος, ἐμὸν ποτὸν ἔργα τοκῆος·

εἶδαρ ἐμὸν πέλε μοῦνον, ὅπως ἄτρεπτον ἐέλδωρ

πατρὸς ἐμοῦ τελέοιμι καὶ ἔνθεον ἔργον ἀνύσσω·

ὑμεῖς οὐ τόδε πάντες ἑνὶ ξυνώσατε μύθῳ

ἴδμονες ὡράων, ὅτι λείπεται εἰςέτι μούνη

μηνῶν τετραέλικτος ἀελλήεσσα πορείη,

καὶ θέρος ἀγλαόκαρπον ἐλεύσεται; ἠνίδε, πάντες

εἰς πόλιν ἀντικέλευθον ἀείρατε κύκλον ὀπωπῆς,

πῶς πόλιες λευκῇσι περιφρίσσουσιν ἁλωαῖς

καὶ βροτέου χατέουσιν ἐυγλώσσοιο θερισμοῦ,

πῶς στάχυες θαλέθουσιν ἐχέφρονες· εἰ δέ τις ἀνὴρ

χείλεσιν, οὐ παλάμῃσιν ἀερτάζων λάλον ἅρπην

γείτονος ἀμήσειε θεουδέα λήια γαίης,

μισθὸν ἔχει, καὶ πατρὶ θεῷ ζώοντα φυλάσσων

εἰς χρόνον οὐ λήγοντα νοήμονα καρπὸν ἀγείρει,

ὄφρα κεν ὁ σπείρων καὶ ὁ θέσκελα λήια κείρων

χαίρῃ ὁμοῦ καὶ πιστὰ θαλύσια πατρὶ τελέσσῃ,

εὐσεβίης ἀροτῆρα καὶ ἀμητῆρα γεραίρων.

ἔνθεν ἔην ὅδε μῦθος ἐτήτυμος, οὕνεκεν ἀνὴρ

ἄλλος ἀροτρεύει σπόρον ὄμπνιον αὔλακι νείφων,

καὶ στάχυν ἀμήσει στεφανηφόρος ἄλλος ἁλωεύς·

ἄλλοι μὲν μογέεσκον ἁλωέες αὔλακι φωνῆς,

καρπὸν ἕως ἔσπειραν; ἀποστέλλω δὲ καμόντων

ὑμέας ἀκαμάτους ἀλλότριον εἰς κόπον ἀνδρῶν.

ἀμῆσαι στομάτεσσιν ἑτοιμοτάτων στίχα καρπῶν

λήιον οὐ σπείραντας ἢ ἀρδεύσαντας ἁλωήν.

πολλοὶ μὲν ναέται ταχυπειθέα λαὸν ἀλήτην

πίστιος ἀρραγέεσσιν ἐπυργώσαντο θεμέθλοις,

μαρτυρίην ἀίοντες ἐγερσινόοιο γυναικὸς

φθεγγομένης, ὅτι πάντα, τάπερ κάμον, εἶπε προφήτης.

ἀλλ' ὅτε οἱ σχεδὸν ἦλθον ὁμοφραδέες Σαμαρεῖται,

Χριστὸν ἐγουνάζοντο φιλοστήργῳ τινὶ μύθῳ

αὖθι μένειν· καὶ παῦσεν ἄναξ παρὰ γείτονι πηγῇ

καὶ ταχὺς εἰς πόλιν ἦλθεν ὁμόστολον οἶμον ὁδεύων.

καὶ θεὸς αὐτόθι μίμνεν, ἕως δρόμος ἄλλος ἐπ' ἄλλῳ

ὀξείῃ στροφάλιγγι παρέστιχε δίζυγος ἠοῦς.

καὶ μετὰ διπλόον ἦμαρ ἄναξ σπεύδοντι πεδίλῳ

οὔασι πειθομένοισι πεπηγότα μῦθον ἐάσας

κεῖθεν ἔβη παλίνορσος ἀναινομένων ναετήρων

καὶ πάλιν εἰς πέδον ἦλθε φιλοχρίστων Γαλιλαίων.

μούνην δ' οὐκ ἐπάτησεν ἑὴν ζηλήμονα πάτρην·

καὶ γὰρ ὁμογνήτων δεδαημένος ἤθεα φωτῶν

μάρτυρα μῦθον ἔειπεν ἐτήτυμον, ὅττι προφήτης

οὐ δύναται περίπυστον ἔχειν ἐνὶ πατρίδι τιμήν.

ἀλλ' ὅτε δὴ Γαλιλαῖον ἐς ἕδρανον ἦλθεν Ἰησοῦς,

δὴ τότε μιν προφανέντα παλιννόστοισι κελεύθοις

ἄσμενος ἐσμὸς ἔδεκτο θεοστόργων Γαλιλαίων.

πάντα, τάπερ ποίησεν ἐν ἕρκεσιν Ἱροσολύμων,

ὄμμασιν ἀθρήσας, ἱερῆς ὅτε κῶμον ἑορτῆς

μητέρες εὐσεβίης θιασώδεες ἤγαγον ὧραι·

καὶ γὰρ ἐς ἱερὸν ἦμαρ ἐπεστιχόωντο καὶ αὐτοί.

Ἰησοῦς μὲν ἵκανε καὶ ᾤκεεν αὐτόθι μίμνων,

ᾗχι πέδον Καναναῖον, ὅπῃ πάρος εἰς χύσιν οἴνου

ξανθὸν ὕδωρ ποίησε φύσιν χιονωπὸν ἀμείψας.

ἦν δέ τις ἰθύνων στρατιὴν βασιλήιος ἀνήρ,

οὗ πάις ἀγχιάλοιο Καφαρναοὺμ ἐνὶ δήμῳ

κέκλιτο νωθρὰ φέρων πεπεδημένα γούνατα νούσῳ·

καὶ γενέτης φιλότεκνος ἴσῳ μαστίζετο πυρσῷ,

παιδὸς ἱμασσομένοιο τάχα πλέον. οὗτος ἀκούσας— — — — — — — — — —

νόστιμος οὖδας ἔδυνε φιληρέτμων Γαλιλαίων,

ἔδραμεν εἰς Καναναῖον ἐδέθλιον· ἀγχιφανὴς δὲ

Ἰησοῦν ἐρέεινεν, ὅπως νέον υἷα σαώσῃ

ἄστεος ἀγχιπόροιο κατήλυδα πέζαν ὁδεύων.

καί μιν ἄναξ ἐνένιπεν ἑῷ νεμεσήμονι μύθῳ·

εἰ μὴ ἐμῆς ἐςίδητε πολύτροπα θαύματα φωνῆς,

οὔποτέ μοι πείθεσθε. καὶ αἰθομένου πυρετοῖο

δάκρυσι θερμοτέροισι διάβροχος ἴαχεν ἀνήρ·

σπεῦσον, ἄναξ, κατάβηθι πέδον Καναναῖον ἐάσας,

πρὶν θανέειν ἐμὸν υἷα τεῆς ἐπιδευέα φωνῆς.

καί μιν ἄναξ θάρσυνεν ἑῷ ζωαρκέι μύθῳ·

ἔρχεο καὶ ζώοντα καὶ ἀρτεμέοντα κιχήσεις

τηλύγετον σέο παῖδα· παρ' ὑμετέρῃ δὲ τραπέζῃ

ἄσμενος εἰλαπίναζε σὺν υἱέι δαιτυμονῆι.

εἶπεν ἄναξ, καὶ κραιπνὸς ἀνὴρ ἐπεπείθετο μύθῳ,

Ἰησοῦς ὃν ἔειπε, καὶ ἔστιχεν ἐλπίδι πειθοῦς·

καί οἱ τηλεπόροιο καταστείχοντι κελεύθου

ἤντεον αὐχήεντες ὀπάονες· οὐδὲ μὲν ἀνὴρ

δμῶας ἑοὺς ἐρέεινε γεγηθότας· ἐκ δὲ προςώπου

υἱὸν ἑὸν ζώοντα σοφῇ γίνωσκε σιωπῇ.

καί οἱ πάντες ἔλεξαν ὁμήλυδες ἡδέι μύθῳ·

ζώει σός, φιλότεκνε, ποδήνεμος υἱὸς ὁδίτης,

νῦν πλέον ἢ τὸ πάροιθε σαώτερος. αὐτὰρ ὁ χαίρων

δμῶας ἑοὺς ἐρέεινεν ἀλεξικάκου χάριν ὥρης,

τῇ ἔνι φαιδροτέρην βιοτήσιον ἔσχε γαλήνην.

καὶ μίαν εἰν ἑνὶ πάντες ὀπάονες ἴαχον αὐδήν·

υἱέα σὸν λίπε νοῦσος, ὅτε χθιζῇ παρὰ νύσσῃ

ἑβδομάτη στείχουσα βιοσσόος ἔτρεχεν ὥρη.

ἔγνω δ' αὐτοδίδακτος ἀνὴρ ὀδυνήφατον ὥρην,

τῇ ἔνι θέσκελος εἶπεν ἄναξ ζωαρκέι φωνῇ·

ἔρχεο σὸν ποτὶ δῶμα, τεὸς πάις ἐστὶν ἀπήμων.

καὶ καθαραῖς πραπίδεσσιν ἀκαμπέα δέξατο πειθὼ

εὐσεβίης ὅλον οἶκον ἀμεμφέος εἰς φάος ἕλκων·

αὐτὸς ὁμοῦ καὶ πάντες, ὅσους τρέφε, μάρτυρι μύθῳ

πίστιος ἀκλινέεσσιν ὑπεζεύγνυντο λεπάδνοις.

τοῦτο δὲ δεύτερον ἄλλο πάλιν ζωαρκέι φωνῇ,

ᾗχι πέδον Καναναῖον ἐν εὐπύργῳ Γαλιλαίῃ,

Ἰησοῦς κάμε θάμβος Ἰουδαίηθεν ὁδεύσας

εἰς πόλιν ἀγλαόπαιδα τανυπλοκάμων Γαλιλαίων

πρεσβύτερον μετὰ θαῦμα φιλακρήτων ὑμεναίων

ὕδατος οἰνωθέντος ἐρευθιόωντι ῥεέθρῳ.

5

{ΚΕΦ. Ε.}

Ἰησοῦς δ' ἀνέβαινεν, ὅπῃ δόμος αἰθέρι γείτων

χιονέην ἀμάρυσσε λίθων ἑτερόχροον αἴγλην.

ἦν δέ τις εὐποίητος ἐν εὐύδρῳ προβατικῇ

πέντε παντυπλεύρῃσιν ὑπ' αἰθούσῃσι μελάθρου

δαιδαλέων ζωσθεῖσα λίθων ὑψάντυγι μίτρῃ

εὐρυτενὴς ἀσάμινθος, ὅπῃ κεκακωμένος ἀνὴρ

ἅλμασιν αὐτομάτοισιν ἰδὼν ὀρχούμενον ὕδωρ,

ὁππότε κυμαίνοντι δέμας φαίδρυνε λοετρῷ,

θερμὰ πεπαινομένης ἀπεσείσατο λύματα νούσου

φέρτερον ἰητῆρος ἰδὼν ὀδυνήφατον ὕδωρ.

ἦν δέ τις ἐμπεδόμοχθος ἀνὴρ παρὰ γείτονι πηγῇ

τρεῖς δεκάδας δασπλῆτι παριππεύσας ἐνὶ νούσῳ

καὶ πάλιν ὄγδοα κύκλα κυλινδομένων ἐνιαυτῶν.

τοῦτον ἰδὼν ἀτίνακτον ἐθήμονι κείμενον εὐνῇ

Ἰησοῦς ἐνόησεν, ὅτι χρονίων ἐπὶ λέκτρων

εἶχε δυςαλθήτῳ πεπεδημένα γούνατα νούσῳ·

καί μιν ἄναξ ἐρέεινε χέων οἰκτίρμονα φωνήν·

ἀσκηθὴς ἐθέλεις πάλιν ἔμμεναι; αὐτὰρ ὁ κάμνων

ἐκ φρενὸς ἀδρανέος βεβιημένον ἆσθμα τιταίνων

λεπταλέῃ μόγις εἶπεν ἀνὴρ βραδυπευθέι φωνῇ·

κοίρανε, νουσοκόμοιο φιλοστόργοιο χατίζω·

οὐ γὰρ ἔχω τινὰ φῶτα διάκτορον, ὄφρα κε πηγῆς

θυιάδος αὐτοέλικτον ἰδὼν κυρτούμενον ὕδωρ

εἰς ἱερὴν ἀσάμινθον ἐλαφρίζων με χαλάσσῃ·

ὄφρα μὲν ἀστήρικτον ἐμὸν πόδα νωθρὸν ἐρέσσω,

τόφρα δὲ μᾶλλον ἐμεῖο νεώτερος ὀξέι παλμῷ

προφθάμενος βροτὸς ἄλλος ἐλαφρότερος καταβαίνει

ἀφρὸν ἀερσιπότητον ἐρευγομένης ἀσαμίνθου.

καί μιν ἄναξ θάρσυνεν ἑῇ ζωαρκέι φωνῇ·

ἔγρεο, λέκτρον ἄειρε καὶ ἔρχεο κοῦφος ὁδίτης.

νουσαλέος δ' ἀνέπαλτο καὶ εἰς πέδον ἴχνος ἐρείσας

ἵστατο καὶ κλιντῆρα λαβὼν ἐπικείμενον ὤμῳ

ἔστιχε πανδόκον οἶκον ἀήθεα γούνατα πάλλων,

ἀκαμάτῳ βαρύφορτον ἐπωμίδι λέκτρον ἀείρων.

καὶ τότε σάββατον ἦεν· ἐν εὐλάιγγι δὲ νηῷ

ἀνέρα παπταίνοντες, ὃν ἀρχαίης ἀπὸ νούσου

λυσιπόνῳ ταχυεργὸς ἄναξ ἰήσατο μύθῳ,

εἴρεον, ὅςτις ἄνωγεν ἑῇ σημάντορι φωνῇ

λέκτρον ἀερτάζοντα παλινδίνητον ὁδεύειν·

καὶ φθονεροὺς ἀπάμειπτο σοφῷ θεοπειθέι θυμῷ·

ὅςτις ἀπὸ κλιντῆρος ἀνεζώγρησε πεσόντα,

οὗτος ἐμοὶ κατέλεξεν ἀερτάζειν καὶ ὁδεύειν.

καί μιν Ἰουδαίων πάλιν εἴρετο λαὸς ἀγήνωρ·

τίς πέλεν, ὅς σε κέλευσεν ἀδειμάντῳ τινὶ φωνῇ·

ἔρχεο σὸν κλιντῆρα λαβὼν πεφορημένον ὤμῳ;

οὐ μὲν ἀνὴρ δεδάηκεν ἑῆς ἰήτορα νούσου.

καί μιν ἰδὼν στείχοντα λιθώδεος ἔνδοθι νηοῦ

ὕβριν ἀναμνήσας προτέρην, ποινήτορι νούσῳ

Χριστὸς ἀναστέλλων ἐπετέλλετο μάρτυρι μύθῳ·

ἠνίδε, νοῦσον ἔχων σόος ἔπλεο· μηκέτι ῥέξῃς

ἀμπλακίην ἑτέρην, μὴ κύντερον ἄλλο νοσήσῃς.

καὶ θρασὺς Ἑβραίοισι παλίνδρομος ἄγγελος ἔστη

μῦθον ἀναινομένῳ βοόων ζηλήμονι λαῷ,

ὅττι μιν αὐτοκέλευστος ἀπήμονα θέσπιδι φωνῇ

Ἰησοῦς ἐτέλεσσε καὶ ὀψικέλευθον ὁδίτην

νουσοκόμου κλιντῆρος ἀήθεα θῆκε φορῆα·

οὗ χάριν Ἑβραῖοι μανιώδεες ἄφρονι θυμῷ

Ἰησοῦν ἐδίωκον, ὅτι ζαθέῳ παρὰ νηῷ,

ὁππότε σάββατον ἦεν, ἐπείγετο ταῦτα τελέσσαι

μοῦνος ἐὼν ἀφύλακτος, ὅτε βροτέων ἀπὸ μόχθων

πάντες ἀεργηλοῖσιν ἐπέτρεπον ἔργον ἀέλλαις— — — — — — — —ἀκάνθαις

Ἰησοῦς δ' ἀγόρευε χέων ὑψαύχενα φωνήν·

εἰσέτι νῦν γενέτης ἐργάζεται ἠθάδι θεσμῷ,

ἤθεσιν ἀντιτύποις καὶ ἐγὼ πάις ἔργον ὑφαίνω.

οὗ χάριν Ἑβραῖοι δολίῳ μάστευον ὀλέθρῳ

Χριστὸν ἀποκτείνειν, ὅτι μὴ μόνον ἤθελε λύειν

ἔννομον ἀπρήκτοιο σέβας πεφυλαγμένον ἠοῦς,

ἀλλ' ὅτι μυστιπόλοιο μετὰ δρόμον ἠριγενείης

καὶ θεὸν αὐτογένεθλον ἑὸν κίκλησκε τοκῆα

ἰσάζων ἑὸν εὖχος ἐπουρανίῳ βασιλῆι.

Ἰησοῦς δ' ἀγόρευεν· ἀμὴν ἐπιμάρτυρον ἔστω·

οὐδὲν ἑῇ ἰότητι δυνήσεται υἱὸς ἀνύσσαι,

εἰ μὴ ἐςαθρήσειεν ἑὸν τελέοντα τοκῆα·

ἔργα γὰρ εἰν ἑνὶ πάντα πατὴρ ἐμὸς ὁππόσα ῥέζει,

ταῦτα θεὸν γενέτην μιμούμενος υἱὸς ἀνύσσει·

υἱέα γὰρ φιλέει γενέτης ἑόν· ὅσσα δὲ…

The complete text is available when the reading interface loads.