τὰ μεθ᾿ Ὅμηρον
- Scientific editors
- Arthur S. Way
- Edition reference
- The Fall of Troy · London · William Heinemann · 1913
- CTS identifier
urn:cts:greekLit:tlg2046.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
1Εὖθʼ ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ
2καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,
3δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα
4δειδιότες μένος ἠῢ θρασύφρονος Αἰακίδαο·
5ἠΰτʼ ἐνὶ ξυλοχοισι βόες βλοσυροῖο λέοντος
6ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβουται
7ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά·
8ὥς οἱ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμου ἄνδρα
9μνησάμενοι προτέρων, ὁπόσων ἀπὸ θυμὸν ἴαψεν
10θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,
11ἠδʼ ὅσσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,
12Ἕκτορά θʼ ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι,
13ἄλλους θʼ ὡς ἐδάϊξε διʼ ἀκαμάτοιο θαλάσσης
14ὁππότε δὴ τὰ πρῶτα φέρε Τρώεσσιν ὄλεθρον.
15τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον.
16ἀμφὶ δʼ ἄρα σφίσι πένθος ἀνιηρὸν πεπότητο
17ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης.
18καὶ τότε Θερμώδοντος ἀπʼ εὐρυπόροιο ῥεέθρων
19ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,
20ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο
21καὶ μέγʼ ἀλευαμένη στυγερὴν καὶ ἀεικέα φήμην,
22μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ
23ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,
24Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,
25οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δʼ ἐλάθοιο·
26τοὔνεκʼ ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.
27πρὸς δʼ ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,
28ὄφρα καθηραμένη περὶ λύματα λυγρὰ φόνοιο
29σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,
30αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχʼ ἕποντο
31ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν
32στρωφῶντʼ, οὐδέ τινʼ ἐστὶ θεὰς ἀλιτόνθʼ ὑπαλύξαι.
33σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα πᾶσαι ἀγαυαί,
34πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,
35αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι·
36ἀλλʼ ἄρα πασάων μέγʼ ὑπείρεχε Πενθεσίλεια·
37ὡς δʼ ὅτʼ ἀνʼ οὐρανὸν εὐρὺν ἐν ἀστράσι δῖα σελήνη
38ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα
39αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,
40εὖτʼ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων·
41ὣς ἥ γʼ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
42ἔνθʼ ἄρʼ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε
43Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
44ἠδὲ καὶ Ἱπποθόη, μετὰ δʼ Ἁρμοθόη κυανῶπις
45Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,
46τῇ δʼ ἔπι Θερμώδωσα μέγʼ ἔγχεϊ κυδιόωσα·
47τόσσαι ἄρʼ ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ·
48οἵη δʼ ἀκαμάτοιο κατέρχεται Οὐλύμποτο
49Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
50Ὡράων μετʼ ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς
51ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς·
52τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
53ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν· ἀμφὶ δὲ Τρῶες
54πάντοθεν ἐσσύμενοι μέγʼ ἐθάμβεον, εὖτʼ ἐσίδοντο
55Ἄρες ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα
56εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
57ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
58μειδιόωσʼ ἐρατεινόν, ὑπʼ ὀφρύσι δʼ ἱμερόεντες
59ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,
60αἰδὼς δʼ ἀμφερύθηνε παρήια, τῶν δʼ ἐφύπερθε
61θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.
62λαοὶ δʼ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·
63ὡς δʼ ὁπότʼ ἀθρήσαντες ἀπʼ οὔρεος ἀγροιῶται
64Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,
65ὄμβρου ὅτʼ ἰσχανόωσι θεουδέος, ὁππότʼ ἀλωαὶ
66ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,
67ὀψὲ δʼ ὑπηχλύνθη μέγας οὐρανός, οἱ δʼ ἐσιδόντες
68ἐσθλὸν σῆμʼ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος
69χαίρουσιν, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·
70ὣς ἄρα Τρώιοι υἷες, ὅτʼ ἔδρακον ἔνδοθι πάτρης
71δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,
72γήθεον· ἐλπωρὴ γὰρ ὅτʼ ἐς φρένας ἀνδρὸς ἵκηται
73ἀμφʼ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.
74τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
75καὶ μέγʼ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη·
76ὡς δʼ ὅτʼ ἀνὴρ ἀλαοῖσιν ἐπʼ ὄμμασι πολλὰ μογήσας
77ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι
78ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο
79ὄμματʼ ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,
80οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δʼ ἄρα βαιὸν ἰάνθη
81πολλῆς ἐκ κακότητος, ἔχει δʼ ἔτι πήματος ἄλγος
82αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν
83υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·
84παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
85ἄχνυτʼ ἀποκταμένων. ἄγε δʼ εἰς ἑὰ δώματʼ ἄνασσαν,
86καί μιν προφρονέως τίεν ἔμπεδον εὖτε θύγατρα
87τηλόθι νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
88καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
89κυδάλιμοι βασιλῆες, ὅτʼ ἔθνεα δῃώσαντες
90δαίνυντʼ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης·
91δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δʼ ὑπέστη
92δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
93ἡ δʼ ἄρʼ ὑπέσχετο ἔργον, ὃ οὔποτε θνητὸς ἐώλπει,
94δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
95Ἀργείων, πυρσὸν δὲ νεῶν καθύπερθε βαλέσθαι·
96νηπίη· οὐδέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
97ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
98τῆς δʼ ὡς οὖν ἐπάκουσεν ἐῢς πάϊς Ἠετίωνος
99Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ·
100ἆ δειλή, τί νυ τόσσα μέγα φρονέουσʼ ἀγορεύεις;
101οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέϊ Πηλείωνι
102μάρνασθʼ, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
103λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; ἦ νύ τοι ἄγχι
104ἕστηκευν Θανάτοιο τέλος καὶ δαίμονος Αἶσα.
105Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
106ἀλλʼ ἐδάμη κρατερός περ ἐών, μέγα δʼ ἤκαχε Τρῶας,
107οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
108καί μοι ἔην μέγα κῦδος ἰδʼ ἀντιθέοις τοκέεσσι
109ζωὸς ἐών· ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
110πρίν ἑ διʼ ἀνθερεῶνος ὑπʼ ἔγχεϊ θυμὸν ὀλέσσαι.
111νῦν δʼ ἄρʼ ἀάσπετον ἄλγος ὀϊζυρῶς ἐσάθρησα,
112κεῖνον ὅτʼ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
113ἀργαλέως Ἀχιλῆος, ὅ μʼ ἀνέρος εὖνιν ἔθηκε
114κουριδίου, τό μοι αἰνπὸν ἄχος πέλει ἤματα πάντα.
115ὣς φάθʼ ἑὸν κατὰ θυμὸν ἐΰσφυρος Ἠετιώνη
116μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
117ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
118ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
119δύσατʼ ἐς ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δʼ ἠώς.
120οἱ δʼ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός τʼ ἐρατεινῆς,
121δὴ τότε που δμῳαὶ στόρεσαν θυμήρεα λέκτρα
122ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ·
123ἡ δὲ κιοῦσʼ εὕδεσκεν· ὕπνος δέ οἱ ὄσσε κάλυψε
124νήδυμος ἀμφιπεσών· μόλε δʼ αἰθέρος ἐξ ὑπάτοιο
125Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
126ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
127οἷ τʼ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμου στροφάλιγγα. Zimmermann, for πτολέμοιο φάλαγγας of v.
128καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·
129τῇ δʼ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
130καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντʼ Ἀχιλῆος
131θαρσαλέως μάρνασθαι ἐναντίον· ἡ δʼ ἀΐουσα
132γήθεεν ἐν φρεσὶ πάμπαν· ὀΐσσατο γὰρ μέγα ἔργου
133ἐκτελέσειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα·
134νηπίη· ἥ ῥʼ ἐπίθησεν ὀϊζυρῷ περ Ὀνείρῳ
135ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
136θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
137ὅς μιν ἄρʼ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
138ἀλλʼ ὅτε δή ῥʼ ἐπόρουσε ῥοδόσφυρος ἠριγένεια,
139δὴ τότε Πενθεσίλεια μέγʼ ἐνθεμένη φρεσὶ κάρτος
140ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφʼ ὤμοισιν ἔδυνε
141τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
142πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπʼ ἀργυφέῃσιν ἔθηκε
143κνημῖδας χρυσέας, αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
144ἕσσατο δʼ αὖ θώρηκα παναίολον· ἀμφὶ δʼ ἄρʼ ὤμοις
145θήκατο κυδιόωσα μέγα ξίφος, ᾧ πέρι πάντη
146κουλεὸς εὖ ἤσκητο διʼ ἀργύρου ἠδʼ ἐλέφαντος·
147ἂν δʼ ἕλετʼ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
148ἥ θʼ ὑπὲρ ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
149ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς·
150τοίη μαρμαίρεσκεν ἀάσπετον· ἀμφὶ δὲ κρατὶ
151θῆκε κόρυν κομόωσαν ἐθείρῃσι χρυσέῃσιν·
152ὣς ἡ μὲν μορόεντα περὶ χροΐ θήκατο τεύχη.
153ἀστεροπῇ δʼ ἀτάλαντος ἐείδετο, τὴν ἀπʼ Ὀλύμπου
154ές γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
155δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
156ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.
157αὐτίκα δʼ ἐγκονέουσα διὲκ μεγάροιο νέεσθαι
158δοιοὺς εἵλετʼ ἄκοντας ὑπʼ ἀσπίδα, δεξιτερῇ δὲ
159βουπλῆγʼ ἀμφίτυπον, τόν οἱ Ἔρις ὤπασε δεινὴ
160θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.
161τῷ ἐπικαγχαλόωσα τάχʼ ἤλυθεν ἔκτοθι πύργων
162Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
163ἐλθέμεναι· τοὶ δʼ ὦκα συναγρόμενοι πεπίθοντο
164ἄνδρες ἀριστῆες, καίπερ πάρος οὐκ ἐθέλοντες
165στήμεναι ἄντʼ Ἀχιλῆος· ὁ γὰρ περιδάμνατο πάντας.
166ἡ δʼ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δʼ ἵππῳ
167καλῷ, ὠκυτάτῳ, τόν οἱ ἄλοχος Βορέαο
168ὤπασεν Ὠρείθυια πάρος Θρῄκηνδε κιοήσῃ
169ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι.
170τῷ ῥα τόθʼ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
171ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον
172κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
173ἐλθέμεν· ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
174πολλοὶ ἕποντʼ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
175ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλου, ὅς θʼ ἅμα πάντων
176νισσομένων προθέῃσι δαημοσύνῃσι νομῆος·
177ὣς ἄρα τῇ γʼ ἐφέποντο βίῃ μέγα μαιμώωντες
178Τρῶες ἐϋσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
179ἡ δʼ οἵη Τριτωνίς, ὅτʼ ἤλυθεν ἄντα Γιγάντων,
180ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσονσα,
181τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
182καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
183χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
184εὔχετʼ ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
185Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·
186κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
187δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
188καὶ δʼ αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
189ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
190αὐτήν θʼ, οὕνεκʼ ἔοικεν ἐπουρανίῃσι θεῇσιν
191ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
192αἴδεσσαι δʼ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
193παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
194Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·
195αἴδεο δʼ, ἕως ἔτι παῦροι ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ
196Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
197ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.
198ἦ ῥα μέγʼ εὐχόμενος· τῷ δʼ αἰετὸς ὀξὺ κεκληγὼς
199ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν
200ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
201τάρβησε Πριάμοιο νόος, φάτο δʼ οὐκέτʼ ἀθρήσειν
202ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν·
203καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
204κῆρες ὑπεκτελέειν· ὁ δʼ ἄρʼ ἄχνυτο θυμὸν ἐαγώς.
205Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
206Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
207τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τʼ ἐν ὄρεσσι
208ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
209τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τʼ ἐπὶ θάμνοις
210μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο·
211καί τις ἅμʼ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν·
212τίς δὴ Τρῶας ἔγειρε μεθʼ Ἕκτορα δῃωθέντα,
213οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;
214νῦν δʼ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
215καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
216φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
217ἀλλʼ ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
218ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
219νόσφι θεῶν Τρώεσσι μαχησόμεθʼ ἤματι τῷδε.
220ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
221νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις·
222σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
223δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δʼ ἔχον ἔντεα καλά,
224ἔγχεα καὶ θώρηκας ἐϋσθενέαδ τε βοείας
225καὶ κόρυθας βριαράς, ἕτερος δʼ ἑτέρου χρόα χαλκῷ
226τύπτον ἀπηλεγέως· τὸ δʼ ἐρεύθετο Τρώιον οὖδας.
227Ἔνθʼ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
228Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
229Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τʼ Ἐλάσιππον·
230Δηρινόη δʼ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον,
231ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
232ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
233τοῦ δʼ ἄρʼ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη
234Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων·
235αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
236ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
237δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα·
238τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
239οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
240χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
241κέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο
242ἔβλυσεν ἐσσυμένως· ὁ δʼ ἄρα στενάχων ἀπόρουσεν
243εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·
244τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
245ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
246κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
247Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
248δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·
249ἡ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
250δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δʼ ἀλεγεινὸν
251ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
252ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἂψεα πάντα
253λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις.
254Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
255εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα
256τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν
257φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν αἰών.
258Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
259ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
260Ἀλκιβίης δʼ ἄρα Τυδείδης καὶ Δηριμαχείης
261ἄμφω κρᾶτ̓ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπʼ ὤμους
262ἄορι λευγαλέῳ· ταὶ δʼ ἠΰτε πόρτιες ἄμφω
263κάππεσον, ἅς τʼ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
264κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
265ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
266Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
267τῇσι δʼ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
268ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
269Ἀργείοις, οὐδʼ αὖθις ἑὴν νοστήσατο πάτρην.
270τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,
271καί ῥʼ ἔβαλε Σθενέλοιο καταντίον· οὐδʼ ἄρα τόν γε
272οὔτασεν ἐσσύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
273ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
274κτεῖνε δʼ ἄρʼ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
275ὅς ῥʼ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
276τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ Zimmermann, from P for ἀγαυὸς of v.
277ὠρίνθη· μάλα δʼ ὦκα λέων ὣς πώεσι μήλων
278ἔνθορε· τοὶ δʼ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα·
279κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἰππασίδην Ἀγέλαον,
280οἵ ῥʼ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
281Νάστῃ ὑπʼ ἀντιθέῳ καὶ ὑπʼ Ἀμφιμάχῳ μεγαθύμῳ,
282οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
283Βράγχου τʼ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
284Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥʼ ἐπὶ γαῖαν
285Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
286εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
287καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι·
288ἄλλους δʼ αὖτʼ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ·
289ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
290ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
291Δρησαῖον δʼ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,
292τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
293μιχθεῖσʼ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
294ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
295πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,
296καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
297καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
298ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατʼ ὀμίχλη·
299ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
300οὕνεκʼ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τʼ ἐπὶ λυγρῷ
301πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
302καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν
303τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
304φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τʼ ἀπορρώξ.
305ἀλλʼ ἡ μὲν μακάρων ἀλοὸν χόλον ἐκτελέουσα
306μύρεται ἐν πέτρῃσιν ἔτʼ ἀχνυμένῃ εἰκυῖα.
307ἄλλοι δʼ ἀμφʼ ἄλλοισι φόνον καὶ κῆρʼ ἐτίθεντο
308ἀργαλέην· δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
309λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
310εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες
311λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
312πολλῶν δʼ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
313Τρώων τʼ Ἀργείων τε, πολὺς δʼ ἀλαλητὸς ὀρώρει·
314οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
315ἀλλʼ ὥς τίς τε βόεσσι κατʼ οὔρεα μακρὰ λέαινα
316ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
317αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·
318ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
319οἱ δʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες,
320ἡ δʼ ἕπετʼ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης
321νήεσιν ὠκείῃσιν, ὅθʼ ἱστία λευκὰ πετάσσῃ
322οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
323πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
324ὣς ἥ γʼ ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας,
325καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα·
326ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
327σήμερον· οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
328χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδʼ ἀλόχοισιν
329ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
330κείσεσθʼ, οὐδέ τι τύμβος ἐφʼ ὑμέας ἵξεται αἴης.
331πῇ νῦν Τυδείδαο βίη, πῇ δʼ Αἰακίδαο,
332ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·
333ἀλλʼ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
334μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.
335ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσʼ ἐνόρουσε
336θηρὶ βίην εἰκυῖα, πολὺν δʼ ὑπεσάμνατο λαὸν
337ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δʼ αὖτε
338πάλλουσʼ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος
339ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρʼ αὐτῇ
340χρειὼ ἀνʼ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
341καὶ τόξοιο πέλοιτο· θοοὶ δέ οἱ ἄνδρες ἕποντο
342Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε
343ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
344οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι·
345τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
346πίπτον ἐπασσύτεροι, μέγα δʼ ἔστενεν ἄσπετος αἶα
347αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα·
348ἵπποι δʼ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
349ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες·
350οἱ δὲ κόνιν βρυγμοῖσι Zimmermann, for λαχμοῖσι of Koechly, and δραχμοῖσι of AMP. δεδραγμένοι ἀσπαίρεσκον·
351τοὺς δʼ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν
352ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
353καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
354ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
355λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τʼ ἐνὶ πόντῳ
356μαίνεθʼ, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
357καί ῥʼ ὅ γε μαψιδίῃσιν ἐπʼ ἐλπωρῇσιν ἔειπεν·
358ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπʼ οὐρανοῦ εἰλήλουθε
359σήμερον ἀθανάτων τις, ἵνʼ Ἀργείοισι μάχηται
360ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
361ὃς τάχα που μέμνηται ἐϋσθενέος Πριάμοιο,
362ὅς ῥά οἱ εὔχεται εἶναι ἀφʼ αἵματος ἀθανάτοιο.
363οὐ γὰρ τήνδε γυναῖκά γʼ ὀΐομαι εἰσοράασθαι
364αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχἐ ἔχουσαν,
365ἀλλʼ ἄρʼ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ
366ἢ Ἔριδʼ ἢ κλειτὴν Λητωίδα· καί μιν ὀΐω
367σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
368νῆάς τʼ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
369ἤλυθον ἐς Τροίην νῶιν κακὰ πολλὰ φέροντες,
370ἤλυθον ἄσχετον ἄμμιν ὑπʼ Ἄρεϊ πῆμα φέροντες·
371ἀλλʼ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
372πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.
373ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
374νήπιος· οὐδʼ ἄρʼ ἐφράσσατʼ ἐπεσσύμενον βαρὺ πῆμα
375οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
376οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφιπέπυστο
377Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς,
378ἀλλʼ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο
379μνησάμενοι ἑτάροιο· γόος δʼ ἔχεν ἄλλυδις ἄλλον.
380τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,
381ὄφρʼ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες
382πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ,
383ἥ σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν
384ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ ποτʼ αἰχμὴν
385μαψιδίην ἴθυνεν, ἀεὶ δʼ ἢ νῶτα δάϊζε
386φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων·
387θερμῷ δʼ αἵματι πάμπαν ἐδεύετο, γυῖα δʼ ἐλαφρὰ
388ἔπλετʼ ἐπεσσυμένης· κάματος δʼ οὐ δάμνατο θυμὸν
389ἄτρομον, ἀλλʼ ἀδάμαντος ἔχεν μένος· εἰσέτι γάρ μιν,
389aοὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνουσʼ Ἀχιλῆα, Zimmermann, for MS. οὕνεκα μοῖρα ποτὶ κλεινὸν ὀτρύνουσ’ ἀχιλῆα.
390αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δʼ ἑστηυῖα
391χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκʼ ἔμελλε
392κούρην οὐ μετὰ δηρὸν ὑπʼ Αἰακίδαο χέρεσσι
393δάμνασθʼ· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δʼ ὀρόθυνεν
394αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
395ὕστατα κυδαίνουσʼ· ἡ δʼ ἄλλοθεν ἄλλον ἔναιρεν,
396ὡς δʼ ὁπόθʼ ἑρσήεντος ἔσω κήποιο θοροῦσα
397ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις
398ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ
399σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
400καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δʼ ἐν ποσὶν ἠμάλδυνεν·
401ὣς ἄρʼ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθʼ ὅμιλον
402κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δʼ ἐφόβησε.
403Τρωιάδες δʼ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
404θαύμαζον, πολέμοιο δʼ ἔρως λάβεν ἱπποδάμοιο
405Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δʼ ἄκοιτιν
406Τισιφόνην· κρατερῇσι δʼ ὑπὸ φρεσὶν ἐμμεμαυῖα
407θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
408δῆριν ἐπὶ στονόεσσαν· ἔγειρε δέ οἱ θράσος ἀλκήν·
409ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
410ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
411δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
412οὔποτʼ ἀναπνείοντες ὀϊζύος—ἀλλὰ καὶ αὐταὶ
413παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης·
414οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
415ἀλλʼ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν·
416ἶσοι δʼ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δʼ ὁμοῖα,
417ξυνὸν δʼ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
418φορβὴ δʼ οὐχ ἑτέρη· δί δʼ ἐπʼ ἀνδράσι λώιον ἄλλο
419θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.
420ἢ οὐχ ὁράατε γυναῖκα μέγʼ αἰζηῶν προφέρουσαν
421ἀγχεμάχων; τῆς δʼ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
422οὔτʼ ἄρʼ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δʼ ἄνακτος
423μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
424ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
425ἡμῖν δʼ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
426τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
427ὤλλυνθʼ, αἱ δὲ τοκῆας ὀδυρόμεθʼ οὐκέτʼ ἐόντας·
428ἄλλαι δʼ αὖτʼ ἀκάχηνται ἀδελφειῶν ἐπʼ ὀλέθρῳ
429καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
430ἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
431εἰσιδέειν· τῷ μή τις ἔτʼ ἀμβολίη πολέμοιο
432εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
433τεθνάμεν ἢ μετόπισθεν ὑπʼ ἀλλοδαποῖσιν ἄγεσθαι
434νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
435ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτʼ ἐόντων.
436ὣς ἄρʼ ἔθη· πάσῃσι δʼ ἔρως στυγεροῖο μόθοιο
437ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον
438βήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι
439ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
440ὡς δʼ ὅτʼ ἔσω σίμβλοιο μέγʼ ἰύζωσι μέλισσαι
441χείματος οὐκέτʼ ἐόντος, ὅτʼ ἐς νομὸν ἐντύνονται
442ἐλθέμεν, οὐδʼ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
443ἄλλη δʼ αὖθʼ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·
444ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
445ἀλλήλας ὤτρυνον· ἀπόπροθι δʼ εἴρια θέντο
446καὶ ταλάρους, ἀλεγεινὰ δʼ ἐπʼ ἔντεα χεῖρας ἴαλλον.
447καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
448ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,
449εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ
450ἐσσυμένας πινυτοῖσι παραυδήσασʼ ἐπέεσσι·
451τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,
452σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,
453ἀλλʼ ἄρα νηίδες ἔργον ἐπʼ ἄτλητον μεμαυῖαι
454ὄρνυσθʼ ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον
455ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
456αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε
457εὔαδον ἐξ ἀρχῆς καὶ ὅσʼ ἀνέρες ἔργα μέλονται·
458τοὔνεκʼ ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
459οὐδʼ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
460θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατʼ ἔθηκε.
461τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
462τῷ οἱ θηλυτέρην τινʼ ἐριζέμεν οὔτι ἔοικεν·
463ἠὲ τάχʼ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.
464πᾶσι δʼ ἄρʼ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλʼ ἐπὶ ἔργα
465στρωφῶντʼ ἄλλος ἐπʼ ἄλλα· πέλει δʼ ἄρα κεῖνο φέριστον
466ἔργον, ὅ τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται·
467τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
468ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.
469ἁνδράσι δʼ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
470ἐλπωρὴ δʼ ἀγαθοῖο τάχʼ ἔσσεται, οὕνεκʼ Ἀχαιοὺς
471δερκόμεθʼ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
472ἡμετέρων· οὐδʼ ἔστι κακοῦ δέος· οὔτι γὰρ ἄστυ
473δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτʼ ἀλεγεινὴ
474γίνετʼ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.
475ὣς φάτο· ταὶ δʼ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
476ὑσμίνην δʼ ἀπάνευθεν ἐσέδρακον, ἡ δʼ ἔτι λαοὺς
477δάμνατο Πενθεσίλεια, περιτρομέοντο δʼ Ἀχαιοί,
478οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις·
479ἀλλʼ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
480πορδάλιος κτείνοντο, ποθὴ δʼ ἔχεν οὐκέτι χάρμης
481ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι
482οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχἐ ἀπʼ ὤμων,
483οἱ δʼ ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν
484ἵπποι ἴσαν φεύγοντες· ἐπεσσυμένοις δʼ ἄρα χάρμα
485ἔπλετʼ, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ
486γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
487πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
488ὡς δʼ ὅτʼ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
489ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ
490ἄνθεσι τηλεθόωντα, τὰ δʼ ἐκ πρέμνοιο κέδασσεν
491ὑψόθεν, ἀλλήλοισι δʼ ἐπὶ κλασθέντα κέχυνται·
492ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι
493Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
494αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
495χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας
496οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
497ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
498οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο·
499ἀλλʼ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
500Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας·
501νῶιν δʼ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
502ἔσσεται· οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
503αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
504τὸ πρὶν ἅμʼ Ἡρακλῆι δαΐφρονι Δαομέδοντος
505Τροίην, Zimmermann (for MS. *troi/hsʼ, shose arrangement of lines is adopted. ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι·
506ὡς καὶ νῦν τελέεσθαι ὑφʼ ἡμετέρῃσιν ὀΐω
507χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.
508ὣς φάτο· τῷ δʼ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
509κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.
510ἄμφω δʼ ὡρμήθησαν ἐπʼ ἔντεα μαρμαίροντα·
511καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
512τῶν δʼ ἄρα τεύχεα καλὰ μέγʼ ἔβραχε· μαίνετο δέ σφιν
513ἶσον θυμὸς Ἄρηι· τόσον σθένος ἀμφοτέροισι
514δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
515Ἀργεῖοι δʼ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
516εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
517οἵ ποτʼ ἐπʼ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ
518Ὄσσαν τʼ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
519ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
520τοῖοι ἄρʼ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
521Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
522ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
523πολλοὺς δʼ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·
524ὡς δʼ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
525εὑρόντʼ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων
526πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
527σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·
528ὣς οἵ γʼ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
529Ἔνθʼ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον Ὕλλον,
530Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
531Ἀντάνδρην δʼ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
532ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δʼ Ἱπποθόην ἐρίθυμον,
533τῇσι δʼ ἔφʼ Ἀρμοθόην· ἐπὶ δʼ ᾤχετο λαὸν ἅπαντα
534αὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δʼ ὑπὸ χερσὶ
535πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες
536ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη
537οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.
538τοὺς δʼ ὁπότʼ εἰσενόησε δαΐφρων Πενθεσίλεια
539θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
540ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
541πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
542αἰνὰ περισσαίνουσα θόρῃ κατέναντʼ ἐπιόντων
543ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.
544ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
545ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
546δούρατʼ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει
547κινυμένων· πρώτη δʼ ἔβαλεν περιμήκετον ἔγχος
548ἐσθλὴ Πενθεσίλεια· τὸ δʼ ἐς σάκος Αἰακίδαο
549ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτʼ ἀπὸ πέτρης·
550τοἶ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
551ἡ δʼ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
552Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·
553νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·
554ἀλλʼ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
555ὑμέων ἀμφοτέρων, οἵ τʼ ἄλκιμοι εὐχετάασθε
556ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
557ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.
558ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρʼ ἐσίδησθε,
559ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν·
560καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς
561γείνατʼ ἀνήρ, ἀλλʼ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
562τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.
563ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δʼ ἄρʼ ἔγχος
563aδεύτερον· οἱ δʼ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
564Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω
565ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·
566οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
567δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.
568Αἴας δʼ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλʼ ἄρα Τρώων
569ἐς πληθὺν ἀνόρουσε· λίπεν δʼ ἄρα Πηλείωνι
570οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
571ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
572ῥηίδιος πόνος ἔσσεθʼ ὅπως ἴρηκι πέλεια.
573Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·
574καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
575ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν
576ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
577οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·
578ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
579εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
580ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
581δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
582καὶ κρατερόν περ ἐόντα· σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας,
583ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
584σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
585οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
586ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι
587κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
588ἣ οὔπω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
589Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν;
590ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
591καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;
592ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
593λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·
594αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
595οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα
596ἐσσυμένως· ἡ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·
597ἐκ δʼ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
598ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
599ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα
600ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
601ὥρμηνεν δʼ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα
602μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
603ἢ κραιπνῶς ἵπποιο κατʼ ὠκυτάτοιο θοροῦσα
604λίσσεσθʼ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
605χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
606θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
607τοῖς ἤν πως πεπίθοιτʼ ὀλοὸν σθένος Αἰακίδαο·
608ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν·
609δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
610καὶ τὸ μὲν ὣς ὥρμαινε· θεοὶ δʼ ἑτέρωσε βάλοντο.
611τῇ γὰρ ἐπεσσύμενος μέγʼ ἐχώσατο Πηλέος υἱός,
612καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου·
613εὖτέ τις ἀμφʼ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
614σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
615ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
616θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ
617ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
618πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·
619ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ
620ἀντικρὺ διάμησεν ὑπʼ ἔγχεϊ μαιμώωντι
621Πηλείδης· ἡ δʼ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
622εὐσταλέως ἐριποῦσα κατʼ οὔδεος· οὐδέ οἱ αἰδὼς
623ᾔσχυνεν δέμας ἠΰ· τάθη δʼ ἐπὶ νηδύα μακρῷ
624δουρὶ περισπαίρουσα, θοῷ δʼ ἐπεκέκλιτο ἵππῳ·
625εὖτʼ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,
626ἥν τέ που αἰπυτάτην ἀνά τʼ ἄγκεα μακρὰ καὶ ὕλην,
627οἷ αὐτῇ μέγʼ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα·
628τοίη Πενθεσίλεια κατʼ ὠκέος ἤριπεν ἵππου
629θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἁλκή.
630Τρῶες δʼ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,
631πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο
632ἄσπετʼ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
633ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
634ναῦται νἦ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,
635παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἀλὸς εἴσω,
636ὀψὲ δʼ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,
637τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
638ἐξ ἁλὸς ἀΐσσουσι μέγʼ ἀχνύμενοι περὶ νηὸς
639ἠδʼ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα·
640ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
641κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
642καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
643Τῇδʼ ἔπικαγχλόων μεγάλʼ εὔχετο Πηλέος υἱός·
644κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδʼ οἰωνῶν,
645δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντίʼ ἐμεῖο
646ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα
647οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
648κτείνασʼ Ἀργείους· ἀλλʼ οὐ τόδε σοίγε νόημα
649ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
650ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
651ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ
652καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
653βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.
654ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
655ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·
656ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες.
657ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
658ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ·
659τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
660ἐξεφάνη ἐρατῇσιν ὑπʼ ὀφρύσι καλά πρόσωπα
661καίπερ ἀποκταμένης. οἱ δʼ, ὡς ἴδον, ἀμφιέποντες
662Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
663κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτʼ ἀτειρὴς
664Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι
665γυῖα κατʼ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·
666αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
667Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
668ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἷʼ ἀκαχήσῃ.
669πολλοὶ δʼ εὐχετόωντο κατʼ οἰκία νοστήσαντες
670τοίης ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι.
671καὶ δʼ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
672οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
673Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
674ἔπλετʼ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
675Ἄρεϊ δʼ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
676θυμὸν ἀκηχεμένῳ· τάχα δʼ ἔκθορεν Οὐλύμποιο
677σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,
678ὅν τε Ζεὺς προΐησιν, ὁ δʼ ἀκαμάτης ἀπὸ χειρὸς
679ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
680μαρμαίρων, τῷ δʼ ἀμφὶ μέγας πελεμίζετʼ Ὄλυμπος·
681τοῖος Ἄρης ταναοῖο διʼ ἠέρος ἀσχαλόων κῆρ
682ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
683παιδὸς ἑῆς· τῷ γάρ ῥα κατʼ οὐρανὸν εὐρὺν ἐόντι
684αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες
685κούρης αἰνὸν ὄλεθρον· ὁ δʼ ὡς κλύεν, ἶσος ἀέλλῃ
686Ἰδαίων ὀρέων ἐπεβήσατο· τοῦ δʼ ὑπὸ ποσσὶν
687ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
688καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
689καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
690εἰ μή μιν Ζεὺς αὐτὸς ἀπʼ Οὐλύμποιο φόβησε
691σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,
692οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο διʼ αἴθγης
693δεινὸν ἀπαιθόμενοι· ὁ δʼ ἄρʼ εἰσορόων ἐνόησε
694πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν·
695ἔστη δʼ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
696ὡς δʼ ὅτʼ ἀπʼ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
697λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
698ὄμβρος ἄρʼ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
699λάβρα κυλινδομένοιο, ὁ δʼ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ
700ἔσσυτʼ ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται
701χῶρον ἐπʼ ἰσόπεδον, σταίη δʼ ἄφαρ οὐκ ἐθέλων περ·
702ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
703ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
704πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκʼ ἄρʼ αὐτῶν
705πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
706πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
707ἄλλοτε μέν Κρονίδαο μέγʼ ἀσχαλόωντος ἐνιπὴν
708σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
709ἄλλοτε δʼ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλʼ Ἀχιλῆι
710μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ
711μνήσαθʼ, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
712υἱέες, οἷς οὐδʼ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν·
713τοὔνεκʼ ἀπʼ Ἀργείων ἑκάς ἤϊεν· ἦ γὰρ ἔμελλεν
714κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
715εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα.
716καὶ τότʼ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων
717σύλεομ ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
718πάντῃ ἐπεσσύμενοι· μέγα δʼ ἄχνυτο Πηλέος υἱὸς
719κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κουίῃσι·
720τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι
721ὁππόσον ἀμφʼ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
722Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ·
723ὦ Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων
724θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς,
725ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
726τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχουτι
727μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥν τʼ ἐπὶ ἕδνοις
728κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.
729ὥς σʼ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
730οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
731οὐδέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
732ἀμθʼ ἀρετῆς κλυτὸν ἔργου, ἐπὴν ἐσίδησθα γυναῖκα.
733σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα;
734πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐδέ τι οἶαθα
735ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
736οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν
737ἐς λέχος ἱεμένης, ἥ τʼ ἄφρονα φῶτα τίθησι
738καὶ πινυτόν περ ἐόντα· πόνῳ δʼ ἄρα κῦδος ὀπηδεῖ·
739ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τʼ Ἄρηος
740τερπνά· φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.
741ἦ μέγα νεικείων· ὁ δέ οἱ περιχώσατο θυμῷ
742Πηλείδης ἐρίθυμος· ἄφαρ δέ ἑ χειρὶ κραταιῇ
743τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἱ δʼ ἅμα πάντες
744ἐξεχύθνσαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δʼ αὐτὸς
745πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο
746ἀθρόον· αἶψα δʼ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
747ἀνέρος οὐτιδανοῖο· χάρη δʼ ἄρα λαὸς Ἀχαιῶν·
748τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
749αὐτὸς ἐὼν λωβητός· ὁ γὰρ Δαναῶν πέλεν αἰδώς.
750καί ῥά τις ὧδʼ εἴπεσκεν ἀρηϊθόων Ἀργείων·
751οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι
752ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·
753ἔστι Θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη,
754ἥ τʼ αἰεὶ μερόπεσσιν ἐπʼ ἄλγεσιν ἄλγος ἀέξει.
755ὣς ἄρʼ ἔφη Δαναῶν τις· ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
756Πηνείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπεν·
757κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων·
758οὐ γὰρ ἀμείνονι φωτὶ χρεών κακὸν ἀντίʼ ἐρίζειν·
759ὣ καί που τὸ πάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ
760ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων·
761ἀλλʼ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθην,
762ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκέτι Zimmermann, for ou)k e)pi\ of v. χειρὶ βαρείῃ
763πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψεν,
764σῇ δʼ ὀλιγοδρανίῃ θυμὸν λίπες· ἀλλʼ ἀπʼ Ἀχαιῶν
765ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.
766ὣς ἔφατʼ Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.
767Τυδείδης δʼ ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι
768χώετο Θερσίταο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ
769εὔχετʼ ἀφʼ αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ
770Τυδέος ὄβριμος υἱός, ὁ δʼ Ἀγρίου ἰσοθέοιο,
771ἀγρίου, ὅς τʼ Οἰνῆος ἀδελφεὸς ἔπλετο δίου·
772Οἰνεὺς δʼ υἱέα γείνατʼ ἀρήιον ἐν Δαναοῖσι
773Τυδέα· τοῦ δʼ ἐτέτυκτο πάϊς σθεναρὸς Διομήδης.
774τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.
775καί νύ κε Πηλείωνος ἐναντίου ἤρατο χεῖρας,
776εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες,
777πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν
778Πηλείδην ἑτέρωθεν ἐρήτυον· ἦ γὰρ ἔμελλον
779ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
780Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.
781ἀλλʼ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.
782οἱ δὲ μέγʼ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν
783Ἀτρεῖδαι βασιλῆες…
784Τρωσὶ…
785σὺν…
The complete text is available when the reading interface loads.