The Greek Library Author

Sozomenus

Historia ecclesiastica

Edition reference
Sozomenus Kirchengeschichte · Berlin · Akademie-Verlag · 1960
CTS identifier
urn:cts:greekLit:tlg2048.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29

ΣΑΛΑΜΑΝΟΥ ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΛΟΓΟΣ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΘΕΟΔΟΣΙΟΝ ΚΑΙ ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ

Chapter 1

Φασὶ τῶν πάλαι αὐτοκρατόρων ἐπιμελές τι χρῆμα γενέσθαι τοῖς μὲν φιλοκόσμοις ἁλουργίδα καὶ στέφανον καὶ τὰ τούτοις παραπλήσια, τοῖς δ’ αὖ τὰ περὶ λόγους σπουδάσασι μυθώδη τινὰ ποίησιν ἢ σύγγραμμα θέλγειν δυνάμενον, τοῖς δὲ τὰ περὶ πόλεμον ἀσκοῦσι βέλος εὐστόχως ἀφεῖναι καὶ θῆρα βαλεῖν ἢ δόρυ ἀκοντίζειν ἢ εἰς ἵππον ἅλλεσθαι·

προσήγγελλον δὲ ἑαυτοὺς τοῖς βασιλείοις ἕκαστος ἐπιτηδεύων ὃ τῷ κρατοῦντι φίλον ἐτύγχανεν, ὁ μὲν δυσπόριστον ψηφῖδα προσφέρων, ἕτερος δὲ λαμπροτέραν βαφὴν ἁλουργίδος ὑποτιθέμενος, ὁ δὲ ποίημα ἢ σύγγραμμα προσφωνῶν, ἄλλος δὲ εὔζωνον καὶ ξένον περὶ τὰ ὅπλα τρόπον εἰσηγούμενος· μέγιστον δὲ καὶ βασιλικὸν ἐνομίζετο ταυτησὶ τῆς δημώδους ἀρετῆς μόριον ἓν κεκτῆσθαι τὸν πάντων ἡγούμενον, εὐσεβείας δέ, τοῦ ἀληθοῦς κόσμου τῆς βασιλείας, οὐδενὶ τοσοῦτος λόγος ἐγένετο.

σὺ δέ, ὦ κράτιστε βασιλεῦ Θεοδόσιε, συλλήβδην εἰπεῖν πᾶσαν ἐπήσκησας ἀρετὴν διὰ θεοῦ, ἁλουργίδα δὲ καὶ στέφανον πρὸς τοὺς θεωμένους σύμβολον τῆς ἀξίας περικείμενος, ἔνδοθεν ἀεὶ τὸν ἀληθῆ κόσμον τῆς βασιλείας ἠμφίεσαι, τὴν εὐσέβειαν καὶ τὴν φιλανθρωπίαν. ὅθεν ἑκάστοτε ποιηταὶ καὶ συγγραφεῖς καὶ τῶν σῶν ὑπάρχων οἱ πλείους καὶ τῶν λοιπῶν ὑπηκόων περὶ σὲ καὶ τὰς σὰς πράξεις πονοῦσιν.

ἀγωνοθέτης δὲ καὶ λόγων κριτὴς προκαθήμενος, οὐ κομψῇ τινι φωνῇ καὶ σχήματι κλέπτῃ τὴν ἀκρίβειαν, ἀλλ’ εἰλικρινῶς βραβεύεις, λέξιν οἰκείαν σκοπῶν τῇ προθέσει τοῦ πράγματος καὶ σχῆμα λόγου καὶ μέρη καὶ τάξιν καὶ ἁρμονίαν καὶ φράσιν καὶ συνθήκην καὶ ἐπιχειρήματα καὶ νοῦν καὶ ἱστορίαν·

ἀμείβῃ δὲ τοὺς λέγοντας τῇ τε κρίσει τῇ σῇ καὶ τοῖς κρότοις καὶ χρυσαῖς εἰκόσιν καὶ ἀναθέσει ἀνδριάντων καὶ δώροις καὶ τιμαῖς παντοδαπαῖς. οἷον δὲ σαυτὸν περὶ τοὺς λέγοντας παρέχεις, οὐ τοιοῦτοι Κρητῶν οἱ πάλαι ἐγένοντο περὶ τὸν ἀοίδιμον ἐκεῖνον Ὅμηρον, ἢ Ἀλευάδαι περὶ Σιμωνίδην, ἢ Διονύσιος ὁ Σικελίας τύραννος περὶ Πλάτωνα τὸν Σωκράτους ἑταῖρον, ἢ Φίλιππος ὁ Μακεδὼν περὶ Θεόπομπον τὸν συγγραφέα, ἢ Σευῆρος ὁ Καῖσαρ περὶ Ὀππιανόν, τὸν ἐν τοῖς μέτροις τῶν ἰχθύων τὰ γένη καὶ τὴν φύσιν καὶ τὴν θήραν ἀφηγησάμενον·

Κρῆτες μὲν γὰρ ἐν χιλίοις νομίσμασιν Ὅμηρον ἀμειψάμενοι τῆς εὐεπείας, ὡς ἀνυπέρβλητον φιλοτιμίαν αὐχοῦντες, ἐν στήλῃ δημοσίᾳ τὴν δωρεὰν ἀνεγράψαντο· Ἀλευάδαι δὲ καὶ Διονύσιος καὶ Φίλιππος οὐκ ἂν στεγανώτεροι Κρητῶν ἐγένοντο, τῶν ἐπὶ πολιτείᾳ ἀτύφῳ καὶ φιλοσόφῳ σεμνυνομένων, ἀλλὰ τάχος ἂν τὴν ἐκείνων στήλην ἐμιμήσαντο, εἰ μὴ κατόπιν ἦσαν τῇ δωρεᾷ· Σευῆρος δὲ μετρίας ποιήσεως χρυσοῦν κατὰ στίχον Ὀππιανῷ δωρησάμενος, οὕτω τῇ φιλοτιμίᾳ κατέπληξεν, ὡς χρυσᾶ ἔπη τὰ Ὀππιανοῦ εἰσέτι νῦν παρὰ τοῖς πολλοῖς ὀνομάζεσθαι.

ταῦτα τῶν πάλαι φιλομαθῶν καὶ φιλολόγων τὰ δῶρα. σὺ δέ, ὦ βασιλεῦ, οὐδενὶ τῶν πώποτε ὑπερβολὴν κατέλιπες ἐν ταῖς περὶ τοὺς λόγους φιλοτιμίαις· καί μοι δοκεῖς οὐκ ἀπεικότως τοῦτο ποιεῖν. πάντας γὰρ νικῆσαι ταῖς ἀρεταῖς σπουδάζων, εἰς ἐπίδοσιν ἄγεις τὰ σὰ καθότι τῶν πάλαι κατωρθωμένων Ἕλλησί τε καὶ Ῥωμαίοις τὴν ἱστορίαν ἠκρίβωσας.

φασὶ δέ σε μεθ’ ἡμέραν μὲν τὰ περὶ τὰ ὅπλα καὶ τὸ σῶμα ἀσκεῖν καὶ τὰ τῶν ἀρχομένων διατάττειν πράγματα, δικάζοντά τε καὶ ἃ χρὴ γράφοντα, ἰδίᾳ τε καὶ κοινῇ τὰ πρακτέα διασκοποῦντα· νύκτωρ δὲ τὰς βίβλους περιέπειν. διακονεῖν δέ σοι λόγος πρὸς τὴν τούτων εἴδησιν λύχνον ἐκ μηχανῆς τινος αὐτομάτως τῇ θρυαλλίδι ἐπιχέοντα τὸ ἔλαιον, ὡς ἂν μηδὲ εἷς τῶν περὶ τὰ βασίλεια ἐν τοῖς σοῖς πόνοις ταλαιπωρεῖν ἀναγκάζηται καὶ τὴν φύσιν βιάζηται πρὸς τὸν ὕπνον μαχόμενος·

οὕτω τις φιλάνθρωπος καὶ πρᾶος καὶ πρὸς τοὺς πέλας καὶ πρὸς πάντας ὑπάρχεις, τὸν οὐράνιον βασιλέα τὸν σὸν προστάτην μιμούμενος, ᾧ φίλον ἐστὶν ἐπὶ δικαίους καὶ ἀδίκους ὕειν καὶ τὸν ἥλιον ἀνατέλλειν καὶ τἆλλα ἀφθόνως παρέχειν.

ὑπὸ γοῦν πολυμαθείας, ὡς εἰκός, ἀκούω σε καὶ λίθων εἰδέναι φύσεις καὶ δυνάμεις ῥιζῶν καὶ ἐνεργείας ἰαμάτων, οὐχ ἧττον ἢ Σολομὼν ὁ Δαβὶδ ὁ σοφώτατος. μᾶλλον δὲ κἀκείνου πλεονεκτεῖς ταῖς ἀρεταῖς·

ὁ μὲν γὰρ δοῦλος γενόμενος τῶν ἡδονῶν οὐ μέχρι τέλους τὴν εὐσέβειαν διεφύλαξε τὴν αἰτίαν τῶν ἀγαθῶν καὶ τῆς σοφίας αὐτῷ γενομένην· σὺ δέ, ὦ κράτιστε, τὸν ἐγκρατῆ λογισμὸν ἀντιτάξας τῇ ῥᾳστώνῃ, εἰκότως νομίζῃ μὴ μόνον ἀνθρώπων αὐτοκράτωρ εἶναι, ἀλλὰ καὶ τῶν παθῶν τῆς ψυχῆς καὶ τοῦ σώματος.

εἰ δὲ δεῖ καὶ ταῦτα λέγειν, πυνθάνομαί σε καὶ παντὸς ὄψου καὶ ποτοῦ τὴν ἐπιθυμίαν νικᾶν, καὶ μήτε σῦκα γλυκερά, ποιητικῶς εἰπεῖν, μήτ’ ἄλλο τι τῶν ὡραίων ἑλεῖν σε δύνασθαι, πλὴν ὅσον ἐπιψαῦσαι καὶ μόνον ἀπογεύσασθαι, πρότερον εὐλογήσαντα τὸν πάντων δημιουργόν. δίψους δὲ καὶ πνίγους καὶ ῥίγους κρατεῖν ἐθισθεὶς ἐν ταῖς καθ’ ἡμέραν ἀσκήσεσι, φύσιν ἔχειν νομίζῃ τὴν ἐγκράτειαν.

πρώην γέ τοι τὴν ἐν Πόντῳ πόλιν Ἡρακλέος ἐπώνυμον σπεύδων ἰδεῖν καὶ ἐγεῖραι τῷ χρόνῳ κάμνουσαν, ὥρᾳ θέρους τὴν διὰ Βιθυνῶν ᾔεις ὁδόν. τοῦ δὲ ἡλίου σφόδρα φλέγοντος περὶ μέσην ἡμέραν ἰδὼν σέ τις τῶν δορυφόρων ἱδρῶτι πολλῷ καὶ κονιορτῷ πεφυρμένον, ὡς δὴ χαριούμενος φθάσας προσεκόμισέ σοι φιάλην εὖ μάλα λαμπρῶς πρὸς τὰς ἀκτῖνας ἀντιστίλβουσαν, ἡδὺν αὐτῇ τινα πότον ἐμβαλὼν καὶ ψυχρὸν ὕδωρ ἐπιχέας. σὺ δέ, ὦ κράτιστε, προσδεξάμενος ἐπῄνεσας μὲν τῆς προθυμίας τὸν ἄνδρα καὶ δῆλος ἦσθα μετ’ οὐ πολὺ τοῦτον φιλοτιμίᾳ βασιλικῇ καλῶς ποιήσων, πάντων δὲ τῶν στρατιωτῶν πρὸς τὴν φιάλην κεχηνότων καὶ μακαριούντων ὃς πίεται, πάλιν αὐτῷ, ὦ γενναῖε, τὸ ποτὸν ἀπέδωκας καὶ ὅπῃ φίλον αὐτῷ κεχρῆσθαι ἐκέλευσας.

ὥστε μοι δοκεῖ εἰκότως ταῖς σαῖς ἀρεταῖς νενικῆσθαι καὶ Ἀλέξανδρον τὸν Φιλίππου· ᾧ λέγεται παρὰ τῶν τὰ ἐκείνου θαυμαζόντων δι’ ἀνύδρου τόπου βαδίζοντι μετὰ τῶν Μακεδόνων ἐπιμελῆ στρατιώτην ὕδωρ εὑρόντα ἀρύσασθαι καὶ προσκομίσαι· τὸν δὲ μὴ πιεῖν, ἀλλ’ ἐκχέαι τὸ πόμα.

συνελόντα οὖν εἰπεῖν, τῶν πρὸ σοῦ βασιλέων βασιλεύτερόν σε κυρίως καλεῖν ἔστι κατὰ τὸν Ὅμηρον· τοὺς μὲν γὰρ οὐδὲν οἷον ἄγασθαι κεκτημένους παρειλήφαμεν, τοὺς δὲ ἐπὶ ἑνὶ μόλις ἢ δύο τὴν βασιλείαν σεμνύναντας· σὺ δέ, ὦ κράτιστε, πάσας ὁμοῦ συλλαβὼν τὰς ἀρετάς, πάντας ὑπερεβάλου εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φιλοτιμίᾳ καὶ μεγαλοψυχίᾳ βασιλικῇ πρεπούσῃ ἀξίᾳ.

ἀναίμακτον δὲ καὶ καθαρὰν φόνου πάντων τῶν πώποτε γενομένων μόνην τὴν σὴν ἡγεμονίαν ὁ πᾶς αἰὼν αὐχεῖ. ἡδονῇ δὲ τὰ σπουδαῖα τοὺς ὑπηκόους κελεύεις παιδεύεσθαι, εὐνοίᾳ τε καὶ αἰδοῖ τὴν περὶ σὲ σπουδὴν καὶ τὰ κοινὰ ἐνδείκνυσθαι.

ὥστε μοι πάντων ἕνεκεν ἀναγκαῖον καταφαίνεται ἐκκλησιαστικὴν ἱστορίαν συγγράφοντι, σοὶ προσφωνῆσαι. τίνι γὰρ μᾶλλον οἰκειότερον τοῦτο ποιήσω, πολλῶν καὶ θεσπεσίων ἀνδρῶν ἀρετὴν ἀφηγεῖσθαι μέλλων καὶ τὰ συμβάντα περὶ τὴν καθόλου ἐκκλησίαν, ὅσοις τε ἐχθροῖς ὑπαντήσασα εἰς τοὺς σοὺς καὶ τῶν σῶν πατέρων λιμένας κατῆρεν.

ἄγε οὖν, ὦ πάντα εἰδὼς καὶ πᾶσαν ἀρετὴν ἔχων καὶ μάλιστα τὴν εὐσέβειαν, ἣν ἀρχὴν εἶναι σοφίας θεῖός ἐστι λόγος, δέχου παρ’ ἐμοῦ ταύτην τὴν γραφὴν καὶ ἐξέτασον, καὶ τὰς τῆς σῆς ἀκριβείας προσθέσεις τε καὶ ἀφαιρέσεις προσαγαγὼν τοῖς σοῖς πόνοις κάθαρον· πάντως γὰρ ὅπῃ ἂν σοὶ φίλον δοκῇ, ταύτῃ καὶ τοῖς ἐντυγχάνουσι χρήσιμον καὶ λαμπρὸν φανεῖται οὐδ’ ἐπιθήσει τις δάκτυλον τῇ δοκιμασίᾳ τῇ σῇ.

Πρόεισι δέ μοι ἡ γραφὴ ἀπὸ τῆς Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων τρίτης ὑπατείας μέχρι τῆς ἑπτακαιδεκάτης τῆς σῆς. ἔδοξε δέ μοι καλῶς ἔχειν εἰς ἐννέα μέρη τὴν πᾶσαν πραγματείαν διελεῖν. περιέξει δὲ ὁ πρῶτος καὶ δεύτερος τόμος τὰ ἐπὶ Κωνσταντίνου συμβάντα ταῖς ἐκκλησίαις· ὁ δὲ τρίτος καὶ τέταρτος τὰ ἐπὶ τῶν αὐτοῦ παίδων· ὁ δὲ πέμπτος καὶ ἕκτος τὰ ἐπὶ Ἰουλιανοῦ τοῦ ἀνεψιοῦ τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου, καὶ Ἰοβιανοῦ, καὶ προσέτι Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος.

ὁ δὲ ἕβδομος καὶ ὄγδοος ἡμῖν δηλώσει τόμος τὰ ἐπὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν ἀδελφῶν, μέχρι τῆς ἀναρρήσεως Θεοδοσίου τοῦ θεσπεσίου σου πάππου, ἐσότε δὴ ὁ ὑμέτερος, κράτιστε βασιλεῦ, ἀοίδιμος πατὴρ Ἀρκάδιος τὴν πατρῴαν ἡγεμονίαν διαδεξάμενος ἅμα τῷ εὐσεβεστάτῳ σου θείῳ Ὀνωρίῳ τὴν Ῥωμαίων οἰκουμένην ἰθύνειν ἔλαχε.

τὸ δὲ ἔννατον βιβλίον ἀνατέθεικα τῇ φιλοχρίστῳ καὶ εὐαγεστάτῃ ὑμῶν κορυφῇ, ἣν εἰσαεὶ φυλάττοι θεὸς ἐν ἀκλονήτοις εὐθυμίαις, κατευμεγεθοῦσαν ἐχθρῶν καὶ πάντας ἔχουσαν ὑπὸ πόδας καὶ εἰς παῖδας παίδων παραπέμπουσαν τὴν εὐσεβῆ βασιλείαν, κατανεύοντος τοῦ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ θεῷ καὶ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας, ἀμήν.

ΣΑΛΑΜΑΝΟΥ ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ

Chapter 1

Ἔννοια μοί ποτε ἐγένετο, τί δὴ ἄρα τοῖς μὲν ἄλλοις ἀνθρώποις ἑτοιμοτέρα συνέβη ἡ περὶ τὸν θεὸν λόγον πίστις, Ἑβραίοις δὲ δύσπιστος καίτοι τὰ θεῖα πρεσβεύειν ἐξ ἀρχῆς παρειληφόσι καὶ τὰ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ, ὅπως ἔσται, πρὶν γένηται μαθοῦσι διὰ τῶν προφητῶν.

Ἀβραὰμ μὲν γὰρ αὐτοῖς ἀρχηγὸς τοῦ γένους καὶ τῆς περιτομῆς γενόμενος αὐτόπτης καὶ ἑστιάτωρ ἠξίωται εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ. Ἰσαὰκ δὲ ὁ τούτου παῖς τῇ μιμήσει τετίμηται τῆς ἐπὶ τοῦ σταυροῦ θυσίας, δέσμιος παρὰ τοῦ πατρὸς τῷ βωμῷ προσαχθείς, ᾗ συνέβη καὶ τὸ τοῦ Χριστοῦ γενέσθαι πάθος, ὥς φασιν οἱ τὰς ἱερὰς ἀκριβοῦντες γραφάς.

Ἰακὼβ δὲ τὴν ἐπ’ αὐτῷ νῦν οὖσαν προσδοκίαν τῶν ἐθνῶν καὶ τὸν καιρὸν καθ’ ὃν ἦλθε προεμήνυσεν, ἡνίκα, φησίν, ἐκλείψουσιν οἱ ἡγούμενοι τῶν Ἑβραίων ἐκ τοῦ γένους Ἰούδα τοῦ φυλάρχου· ὑπεδήλου δὲ τὴν ἡγεμονίαν Ἡρῴδου, ὃς Ἰδουμαῖος ὢν ἐκ πατρὸς τὸ γένος, Ἀράβιος δὲ κατὰ μητέρα, ἐπετράπη τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς συγκλήτου Ῥωμαίων καὶ Αὐγούστου Καίσαρος.

καὶ τῶν ἄλλων δὲ προφητῶν οἱ μὲν τὴν Χριστοῦ γέννησιν προεκήρυξαν καὶ τὴν ἄφραστον ἐκείνην κύησιν καὶ μητέρα μετὰ τοκετὸν παρθένον μείνασαν καὶ γένος καὶ πατρίδα, οἱ δὲ τὰς θείας αὐτοῦ καὶ παραδόξους πράξεις, ἄλλοι δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὸ ἐπὶ ἑκάστῳ συμβὰν προεσήμαναν. ἀλλὰ ταῦτα μὲν εἴ τῳ ἠγνόηται, οὐ χαλεπὸν εἰδέναι ταῖς ἱεραῖς ἐντυγχάνοντι βίβλοις.

καὶ Ἰώσηπος δὲ ὁ Ματθίου ὁ ἱερεύς, ἀνὴρ παρά τε Ἰουδαίοις ἐπιδοξότατος γενόμενος, ἔτι δὲ καὶ παρὰ Ῥωμαίοις, ἀξιόχρεως ἂν εἴη μάρτυς τῆς περὶ τοῦ Χριστοῦ ἀληθείας. ἄνδρα μὲν γὰρ αὐτὸν ἀποκαλεῖν ὀκνεῖ ὡς παραδόξων ἔργων ποιητὴν καὶ διδάσκαλον λόγων ἀληθῶν, Χριστὸν δὲ περιφανῶς ὀνομάζει· καὶ τῷ σταυρῷ καταδικασθῆναι καὶ τριταῖον ζῶντα φανῆναι καὶ ἄλλα μυρία θαυμάσια περὶ αὐτοῦ προειρῆσθαι τοῖς θείοις προφήταις οὐκ ἀγνοεῖ. πολλοὺς δὲ ὄντας οὓς ἐπηγάγετο Ἕλληνάς τε καὶ Ἰουδαίους ἐπιμεῖναι ἀγαπῶντας αὐτὸν μαρτυρεῖ, καὶ τὸ ἀπ’ αὐτοῦ ὠνομασμένον μὴ ἐπιλεῖψαι φῦλον.

καί μοι δοκεῖ ταῦτα ἱστορῶν μονονουχὶ βοᾶν ἀναλόγως τοῖς ἔργοις θεὸν εἶναι τὸν Χριστόν· ὑπὸ δὲ τοῦ παραδόξου πράγματος καταπλαγεὶς ὡδίπως μέσος παρέδραμε, μηδὲν τοῖς εἰς αὐτὸν πιστεύσασιν ἐπισκήψας, μᾶλλον δὲ καὶ συνθέμενος. ταῦτά μοι λογιζομένῳ θαυμαστὸν εἰκότως κατεφαίνετο μὴ τοὺς Ἑβραίους φθάσαι καὶ πρὸ τῶν ἄλλων ἀνθρώπων εἰς Χριστιανισμὸν μεταβαλεῖν.

εἰ γὰρ καὶ Σίβυλλα καὶ χρησμοί τινες τῶν ἐπὶ τῷ Χριστῷ συμβεβηκότων τὸ μέλλον προεμήνυσαν, οὐ παρὰ τοῦτο δήπου πᾶσιν Ἕλλησιν δυσπιστίαν ἐγκαλεῖν ἔστιν. ὀλίγοι γάρ, οἳ παιδείᾳ διαφέρειν ἐδόκουν, τὰς τοιαύτας ᾔδεσαν προφητείας, ἐμμέτρους τε ὡς ἐπὶ τὸ πολὺ οὔσας καὶ σεμνοτέραις ἢ πρὸς δῆμον λέξεσι πεφρασμένας.

ἦν δὲ ἄρα, ὡς ἐμοὶ δοκεῖ, τῆς ἄνωθεν προμηθείας ἐπὶ συμφωνίᾳ τῶν ἐσομένων μὴ μόνον ἰδίοις προφήταις ἐνηχῆσαι τὸ μέλλον, ἀλλὰ καὶ ὀθνείοις ἐκ μέρους, ὥσπερ εἴ τις μελοποιὸς διὰ χρείαν παραξένου μέλους τὰς περιττὰς τῶν χορδῶν ἐπιδράμοι τῷ πλήκτρῳ ἢ ταῖς οὔσαις ἑτέρας προσθείη.

Ὡς μὲν οὖν Ἑβραῖοι πλείοσι καὶ σαφεστέραις προφητείαις χρησάμενοι περὶ τῆς παρουσίας Χριστοῦ κατόπιν Ἑλλήνων ἐγένοντο περὶ τὴν εἰς αὐτὸν

πίστιν, ἀπόχρη τοσοῦτον εἰπεῖν. οὐ μὴν οὐδ’ οὕτω παράλογον δόξειε διὰ τῶν ἄλλων ἐθνῶν εἰς τὰ μάλιστα τὴν ἐκκλησίαν ἐπιδοῦναι, πρῶτον μὲν καθότι φιλεῖ ὁ θεὸς τὰς ἐκ παραδόξου μεταβάσεις βραβεύειν ἐπὶ τοῖς θείοις καὶ μεγίστοις πράγμασιν· ἔπειτα δὲ οὐ ταῖς τυχούσαις ἀρεταῖς τῶν ἐξ ἀρχῆς προστάντων αὐτῆς οἰκονομηθεῖσαν ἔστιν εὑρεῖν τὴν θρησκείαν.

εἰ γὰρ καὶ γλῶσσαν πρὸς φράσιν ἢ κάλλος λέξεως ἠκονημένην οὐκ εἶχον οὐδὲ λέξεσιν ἢ γραμμικαῖς ἀποδείξεσι τοὺς ἐντυγχάνοντας ἔπειθον, οὐ παρὰ τοῦτο χεῖρον αὐτοῖς ἐπράχθη τὸ σπουδαζόμενον· ἀλλ’ ἀποδυόμενοι τὰς οὐσίας καὶ τῶν οἰκείων ἀμελοῦντες, ἀνασκολοπιζόμενοί τε καὶ ὡς ἐν ἀλλοτρίοις σώμασι τὰς πολλὰς καὶ χαλεπὰς βασάνους δεχόμενοι καὶ μήτε τῶν κατὰ πόλιν δήμων καὶ ἀρχόντων ταῖς κολακείαις ὑπαγόμενοι μήτε ταῖς ἀπειλαῖς ἐκπληττόμενοι δῆλον πᾶσιν ἐποίησαν ὡς ὑπὲρ μεγίστων ἄθλων τὸν ἀγῶνα τοῦτον ὑπομένουσιν· ὥστε οὐδὲ πειθοῦς ἔδει λόγων, ἀκονιτὶ τῶν πραγμάτων κατ’ οἴκους καὶ πόλεις πιστεύειν βιαζομένων ἃ μὴ πρότερον ἀκηκόασι.

Τοσαύτης οὖν θείας καὶ παραδόξου μεταβολῆς τῇ οἰκουμένῃ συμβάσης, ὡς καὶ τῆς προτέρας θρησκείας καὶ τῶν πατρίων νόμων ἀμελῆσαι, ἦ δεινὸν ἂν εἴη τὸν μὲν ἐν Καλυδῶνι κάπρον καὶ τὸν ἐν Μαραθῶνι ταῦρον καὶ ἄλλα τοιαῦτα κατὰ χώρας ἢ πόλεις γενόμενα ἢ μυθευόμενα τοσαύτης ἀξιωθῆναι σπουδῆς, ὡς πολλοὺς τῶν παρ’ Ἕλλησιν εὐδοκιμωτάτων συγγραφέων περὶ ταῦτα πονῆσαι, φύσεως εὖ ἔχοντας γράφειν, ἐμὲ δὲ μὴ τὴν φύσιν βιάσασθαι καὶ ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαι.

πέπεισμαι γάρ, ὡς ὑποθέσεως οὐκ ἐξ ἀνθρώπων δημιουργηθείσης παραδόξως ἀναφανῆναί με συγγραφέα οὐκ ἄπορον τῷ θεῷ. ὡρμήθην δὲ τὰ μὲν πρῶτα ἀπ’ ἀρχῆς ταύτην συγγράψαι τὴν πραγματείαν. λογισάμενος δὲ ὡς καὶ ἄλλοι ταύτης ἐπειράθησαν μέχρι τῶν κατ’ αὐτοὺς χρόνων, Κλήμης τε καὶ Ἡγήσιππος, ἄνδρες σοφώτατοι, τῇ τῶν ἀποστόλων διαδοχῇ παρακολουθήσαντες, καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς καὶ Εὐσέβιος ὁ ἐπίκλην Παμφίλου, ἀνὴρ τῶν θείων γραφῶν καὶ τῶν παρ’ Ἕλλησι ποιητῶν καὶ συγγραφέων πολυμαθέστατος ἵστωρ, ὅσα μὲν τῶν εἰς ἡμᾶς ἐλθόντων ταῖς ἐκκλησίαις συνέβη μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Χριστοῦ μέχρι τῆς Λικινίου καθαιρέσεως, ἐπιτεμόμενος ἐπραγματευσάμην ἐν βιβλίοις δύο,

νῦν δέ, σὺν θεῷ φάναι, τὰ μετὰ ταῦτα διεξελθεῖν πειράσομαι. μεμνήσομαι δὲ πραγμάτων οἷς παρέτυχον καὶ παρὰ τῶν εἰδότων ἢ θεασαμένων ἀκήκοα, κατὰ τὴν ἡμετέραν καὶ πρὸ ἡμῶν γενεάν. τῶν δὲ περαιτέρω τὴν κατάληψιν ἐθήρασα ἀπὸ τῶν τεθέντων νόμων διὰ τὴν θρησκείαν καὶ τῶν κατὰ καιροὺς συνόδων καὶ νεωτερισμῶν καὶ βασιλικῶν καὶ ἱερατικῶν ἐπιστολῶν, ὧν αἱ μὲν εἰσέτι νῦν ἐν τοῖς βασιλείοις καὶ ταῖς ἐκκλησίαις σῴζονται, αἱ δὲ σποράδην παρὰ τοῖς φιλολόγοις φέρονται.

τούτων δὲ τὰ ῥητὰ περιλαβεῖν τῇ γραφῇ πολλάκις ἐννοηθεὶς ἄμεινον ἐδοκίμασα διὰ τὸν ὄγκον τῆς πραγματείας τὴν ἐν αὐτοῖς διάνοιαν συντόμως ἀπαγγεῖλαι, πλὴν εἰ μή τι τῶν ἀμφιλόγων εὑρήσομεν, ἐφ’ ὧν διάφορός ἐστι τοῖς πολλοῖς δόξα· τηνικαῦτα γὰρ εἰ εὐπορήσω τινὸς γραφῆς, παραθήσομαι ταύτην εἰς ἀπόδειξιν τῆς ἀληθείας.

Ἵνα δὲ μή τις ἀγνοίᾳ τῶν ὄντων καταψηφίσηται ψεῦδος τῆς πραγματείας, ἐναντίαις ἴσως ἐντυχὼν γραφαῖς, ἰστέον, ὡς προφάσει τῶν Ἀρείου δογμάτων καὶ τῶν ὕστερον ἀναφυέντων διαφερόμενοι πρὸς ἀλλήλους οἱ τῶν ἐκκλησιῶν ἄρχοντες ἕκαστοι περὶ ὧν ἐσπούδαζον πρὸς τοὺς ὁμοδόξους ἔγραφον, καὶ καθ’ ἑαυτοὺς συνιστάμενοι κατὰ συνόδους ἐψηφίζοντο ἅπερ ἠβούλοντο, καὶ τῶν τἀναντία δοξαζόντων πολλάκις ἐρήμην κατεδίκαζον, καὶ τοὺς κατὰ καιρὸν βασιλέας καὶ τοὺς ἀμφ’ αὐτοὺς δυναμένους περιέποντες ὡς εἶχον δυνάμεως ἔπειθον καὶ ὁμόφρονας αὐτοῖς κατεσκεύαζον, εἰς ἀπόδειξίν τε τοῦ δόξαι σέβειν ὀρθῶς οἱ μὲν τοῖς, οἱ δὲ ἐκείνοις προστιθέμενοι συναγωγὴν ἐποιήσαντο τῶν ὑπὲρ τῆς οἰκείας αἱρέσεως φερομένων ἐπιστολῶν καὶ τὰς ἐναντίας παρέλιπον.

ὃ δὴ σκολιὰν ἡμῖν λίαν κατεσκεύασε τὴν εὕρεσιν τῶν περὶ ταῦτα συμβάντων. ἐπεὶ δὲ μάλιστα τῆς ἀληθείας ἐπιμελεῖσθαι χρεὼν διὰ τὸ τῆς ἱστορίας ἀκίβδηλον, ἀναγκαῖον ἐφάνη μοι, ὡς οἷόν τε ἦν, πολυπραγμονῆσαι καὶ τὰς τοιαύτας γραφάς.

Εἰ τοίνυν καὶ στάσεις ἐκκλησιαστικῶν πρὸς ἑαυτοὺς περὶ προεδρίας ἢ προτιμήσεως τῆς οἰκείας αἱρέσεως διεξέλθω, μή τῳ φορτικὸν ἢ ἐθελοκάκου προαιρέσεως εἶναι δόξῃ τοιαῦτά με ἱστορεῖν.

πρῶτον μὲν γάρ, ὡς εἴρηται, πάντα δεύτερα ποιεῖσθαι τῆς ἀληθείας τὸν συγγραφέα προσῆκεν· ἔπειτα δὲ τὸ δόγμα τῆς καθόλου ἐκκλησίας γνησιώτατον ὅτι μάλιστα φανεῖται πολλάκις μὲν ταῖς ἐπιβουλαῖς τῶν ἐναντία δοξαζόντων δοκιμασθέν, οἷα δὲ θειόθεν τὸ κρατεῖν λαχὸν αὖθις εἰς τὴν οἰκείαν ἐπανελθὸν δύναμιν καὶ πάσας τὰς ἐκκλησίας καὶ τὰ πλήθη πρὸς τὴν οἰκείαν ἀλήθειαν ἐπισπασάμενον.

Βουλευομένῳ δέ μοι, εἰ ὧν ἔγνων μόνα προσῆκεν ἀναγράψαι τὰ γενόμενα περὶ τὴν ἐκκλησίαν ἀνὰ τὴν Ῥωμαίων ἀρχήν, ἔδοξεν εὖ ἔχειν, ἐφ’ ὅσον ἐφικέσθαι δυνήσομαι, καὶ τὰ παρὰ Πέρσαις καὶ βαρβάροις συμβάντα ἐπὶ τῇ θρησκείᾳ ἱστορῆσαι, οὐκ ἀνοίκειον δὲ εἶναι τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐν τῇδε τῇ πραγματείᾳ διεξελθεῖν καὶ τίνες ποτὲ ἦσαν οἱ ὥσπερ πατέρες καὶ εἰσηγηταὶ γενόμενοι τῶν καλουμένων μοναχῶν καὶ οἱ μετ’ αὐτοὺς κατὰ διαδοχὰς ὧν ἴσμεν ἢ ἀκηκόαμεν εὐδοκιμήσαντες.

οὔτε γὰρ ἀχάριστοι δόξομεν εἶναι πρὸς αὐτοὺς ἀμνηστίᾳ παραδεδωκότες τὴν αὐτῶν ἀρετήν, οὔτε ἀπείρως ἔχειν τῆς κατὰ τοῦτο ἱστορίας, μετὰ τοῦ καὶ τοῖς προῃρημένοις ὧδε φιλοσοφεῖν ὑπόδειγμα καταλιπεῖν ἀγωγῆς, ᾗ χρώμενοι μακαριωτάτου καὶ εὐδαίμονος μεθέξουσι τέλους.

ἀλλὰ ταῦτα μὲν προϊὼν ὁ λόγος ὡς οἷόν τε παραφυλάξει. τρέπομαι δὲ ἤδη ἐπὶ τὴν ἀφήγησιν τῶν πραγμάτων, συνεργὸν καὶ ἵλεων τὸν θεὸν ἐπικαλεσάμενος. ἕξει δὲ τὴν ἀρχὴν ἡ παροῦσα γραφὴ ἐνθένδε.

Chapter 2

Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων ὑπατευόντων ἡγεῖτο μὲν τῆς Ῥωμαίων ἐκκλησίας Σίλβεστρος, τῆς δὲ Ἀλεξανδρέων Ἀλέξανδρος καὶ Μακάριος τῆς Ἱεροσολύμων. τῆς δὲ Ἀντιοχέων τῶν πρὸς τῷ Ὀρόντῃ μετὰ Ῥωμανὸν οὔπω τις ἐπετέτραπτο, τῶν διωγμῶν, ὡς εἰκός, μὴ συγχωρούντων γενέσθαι τὴν χειροτονίαν.

οὐκ εἰς μακρὰν δὲ οἱ εἰς Νίκαιαν συνεληλυθότες, θαυμάσαντες τοῦ βίου καὶ τῶν λόγων Εὐστάθιον, ἄξιον ἐδοκίμασαν τοῦ ἀποστολικοῦ θρόνου ἡγεῖσθαι, καὶ ἐπίσκοπον ὄντα τῆς γείτονος Βεροίας εἰς Ἀντιόχειαν μετέστησαν. τῶν δὲ Χριστιανῶν οἱ μὲν πρὸς ἕω μέχρι τῶν ὁμόρων Αἰγυπτίοις Λιβύων οὐκ ἐθάρρουν τότε εἰς τὸ φανερὸν ἐκκλησιάζειν μεταβαλομένου Λικινίου τῆς πρὸς αὐτοὺς εὐνοίας· οἱ δὲ ἀνὰ τὴν δύσιν Ἕλληνές τε καὶ Μακεδόνες καὶ Ἰλλυριοὶ ἀδεῶς ἐθρήσκευον διὰ Κωνσταντῖνον, ὃς ἡγεῖτο τῶν τῇδε Ῥωμαίων.

Chapter 3

Τούτῳ γὰρ πολλὰ μὲν καὶ ἄλλα συγκυρῆσαι παρειλήφαμεν, οἷς ἐπείσθη τὸ τῶν Χριστιανῶν δόγμα πρεσβεύειν, μάλιστα δὲ τὴν φανεῖσαν αὐτῷ θεοσημείαν. ἡνίκα γὰρ ἐπιστρατεῦσαι Μαξεντίῳ ἐβεβούλευτο, οἷά γε εἰκὸς ἠπόρει καθ’ ἑαυτὸν, ὅπως ἄρα τὰ τῆς μάχης ἀποβήσεται καὶ τίς αὐτῷ βοηθὸς ἔσται. ἐν τοιαύταις δὲ φροντίσι γενόμενος ὄναρ εἶδε τὸ τοῦ σταυροῦ σημεῖον ἐν τῷ οὐρανῷ σελαγίζον. τεθηπότι δὲ αὐτῷ πρὸς τὴν ὄψιν παραστάντες θεῖοι ἄγγελοι ὦ Κωνσταντῖνε, ἔφησαν, ἐν τούτῳ νίκα.

λέγεται δὲ καὶ αὐτὸν τὸν Χριστὸν ἐπιφανέντα αὐτῷ δεῖξαι τοῦ σταυροῦ τὸ σύμβολον καὶ παρακελεύσασθαι ἐοικὸς τούτῳ ποιῆσαι καὶ ἐν τοῖς πολέμοις ἔχειν ἐπίκουρον καὶ νίκης ποριστικόν. Εὐσέβιός γε μὴν ὁ Παμφίλου αὐτοῦ φήσαντος ἐνωμότως τοῦ βασιλέως ἀκηκοέναι ἰσχυρίζεται, ὡς ἀμφὶ μεσημβρίαν ἤδη τοῦ ἡλίου ἀποκλίναντος σταυροῦ τρόπαιον ἐκ φωτὸς συνεστὼς καὶ γραφὴν συνημμένην αὐτῷ τούτῳ νίκα λέγουσαν ἐν τῷ οὐρανῷ ἐθεάσατο αὐτός τε καὶ οἱ σὺν αὐτῷ στρατιῶται.

πορευομένῳ γάρ πῃ σὺν τῷ στρατεύματι κατὰ τὴν ὁδοιπορίαν τόδε τὸ θαῦμα ἐπεγένετο, λογιζομένῳ δὲ αὐτῷ ὅ τι εἴη νὺξ ἐπῆλθε. καθεύδοντί τε τὸν Χριστὸν ὀφθῆναι σὺν τῷ φανέντι ἐν οὐρανῷ σημείῳ καὶ παρακελεύσασθαι μίμημα ποιήσασθαι τούτου καὶ ἀλεξήματι κεχρῆσθαι ἐν ταῖς πρὸς τοὺς πολεμίους μάχαις.

ἐπεὶ δὲ λοιπὸν ἑρμηνέως οὐδὲν ἔδει, ἀλλὰ περιφανῶς ἐδείχθη τῷ βασιλεῖ, ᾗ χρὴ περὶ θεοῦ νομίζειν, ἅμα ἡμέρᾳ συγκαλέσας τοὺς ἱερέας τοῦ Χριστοῦ περὶ τοῦ δόγματος ἐπυνθάνετο. οἱ δὲ τὰς ἱερὰς βίβλους προϊσχόμενοι τὰ περὶ τοῦ Χριστοῦ ἐξηγοῦντο· καὶ πρὶν γενέσθαι, σαφῆ τὴν ἐπὶ τούτοις πρόρρησιν ἐκ τῶν προφητῶν ἀπέδειξαν. τὸ δὲ φανὲν αὐτῷ σημεῖον σύμβολον εἶναι ἔλεγον τῆς κατὰ τοῦ ᾅδου νίκης, ἣν εἰς ἀνθρώπους ἐλθὼν κατώρθωσε τῷ σταυρωθῆναι καὶ ἀποθανεῖν καὶ τριταῖος ἀναβιῶναι.

κατὰ τοῦτο γὰρ ἔφασαν ἐλπίζειν μετὰ τὴν ἀπαλλαγὴν τῆς ἐνταῦθα βιοτῆς πρὸς τῷ τέλει τοῦ παρόντος αἰῶνος ἀνίστασθαι πάντας ἀνθρώπους καὶ ἀθανάτους ἔσεσθαι, τοὺς μὲν ἐπὶ ἀμοιβαῖς ὧν εὖ ἐβίωσαν ἐν τούτοις τοῖς πράγμασιν, τοὺς δὲ ἐπὶ τιμωρίαις ὧν κακῶς ἔδρασαν· εἶναι μέντοι καὶ τοῖς ἐνταῦθα πλημμελήσασιν ἀφορμὴν σωτηρίας καὶ καθαρμὸν ἁμαρτημάτων, ἀμυήτοις μὲν μύησιν κατὰ τὸν νόμον τῆς ἐκκλησίας, τοῖς δὲ μεμυημένοις τὸ μὴ πάλιν ἁμαρτεῖν.

ἐπεὶ δὲ τοῦτο παντελῶς ὀλίγων καὶ θείων ἀνδρῶν ἔστι κατορθῶσαι, ἐδίδασκον δεύτερον καθαρμὸν τετάχθαι ἐκ μετανοίας. φιλάνθρωπον γὰρ ὄντα τὸν θεὸν συγγνώμην νέμειν τοῖς ἐπταικόσιν, εἰ μεταμεληθῶσι καὶ ἔργοις ἀγαθοῖς τὴν μεταμέλειαν βεβαιώσωσι.

Chapter 4

Τοιαῦτα τῶν ἱερέων ὑφηγουμένων θαυμάσας τὰς περὶ τοῦ Χριστοῦ προφητείας ὁ βασιλεὺς ἐκέλευσεν ἄνδρας ἐπιστήμονας χρυσῷ καὶ λίθοις τιμίοις εἰς σταυροῦ σύμβολον μετασκευάσαι τὸ παρὰ Ῥωμαίοις καλούμενον λάβωρον. σημεῖον δὲ τοῦτο πολεμικὸν τῶν ἄλλων τιμιώτερον, καθότι ἀεὶ τοῦ βασιλέως ἡγεῖσθαι καὶ προσκυνεῖσθαι νενόμιστο παρὰ τῶν στρατιωτῶν.

ᾗ μάλιστα οἶμαι Κωνσταντῖνον τὸ ἐπισημότατον σύμβολον τῆς Ῥωμαίων ἀρχῆς εἰς Χριστοῦ σημεῖον μεταβαλεῖν, ὥστε τῇ συνεχεῖ θέᾳ καὶ θεραπείᾳ ἀπεθισθῆναι τῶν πατρίων τοὺς ἀρχομένους, μόνον δὲ τοῦτον ἡγεῖσθαι θεόν, ὃν καὶ βασιλεὺς σέβει καὶ ἡγεμόνι καὶ συμμάχῳ χρῆται κατὰ τῶν πολεμίων.

ἀεὶ γὰρ τοῦτο τὸ σημεῖον προὐβάλλετο τῶν οἰκείων ταγμάτων· καὶ ταῖς καμνούσαις φάλαγξιν ἐν ταῖς μάχαις παρεῖναι ἐκέλευε, φανεροὺς τάξας τῶν δορυφόρων περὶ τοῦτο πονεῖν, οἷς ἔργον ἦν ἕκαστον ἀμοιβαίως ἐπὶ τῶν ὤμων φέρειν τὸ σημεῖον καὶ περιιέναι τὰς τάξεις. λέγεται γοῦν ποτε τὸν τοῦτο φέροντα ἀθρόον ἐπιδραμόντων τῶν πολεμίων δείσαντα ἑτέρῳ παραδοῦναι καὶ ἑαυτὸν τῆς μάχης ὑπεξαγαγεῖν, ἤδη δὲ τῶν βελῶν ἔξω γενόμενον ἐξαπίνης πεσεῖν βληθέντα καιρίαν· τὸν δὲ παραλαβόντα τὸ θεῖον σύμβολον ἄτρωτον διαμεῖναι πολλῶν ἐπ’ αὐτῷ τοξευόντων.

παραδόξως γάρ πως ὡς ὑπὸ θείας δυνάμεως ἰθυνόμενα τὰ βέλη τῶν πολεμίων τῷ σημείῳ προσεπήγνυντο, τοῦ δὲ φέροντος καὶ μέσου τῶν κινδύνων ὄντος ἀφίπταντο. λέγεται δὲ μήτε ἄλλον πώποτε τούτῳ τῷ σημείῳ διακονούμενον, οἷά γε εἰκὸς ἐν πολέμῳ στρατιώτην, σκαιᾷ περιπεσεῖν συμφορᾷ καὶ τραυματίαν ἢ αἰχμάλωτον γενέσθαι.

Chapter 5

Οὐκ ἀγνοῶ δέ, ὡς Ἕλληνες λέγουσι Κωνσταντῖνον ἀνελόντα τινὰς τῶν ἐγγυτάτω γένους καὶ τῷ θανάτῳ Κρίσπου τοῦ ἑαυτοῦ παιδὸς συμπράξαντα μεταμεληθῆναι καὶ περὶ καθαρμοῦ κοινώσασθαι Σωπάτρῳ τῷ φιλοσόφῳ κατ’ ἐκεῖνο καιροῦ προεστῶτι τῆς Πλωτίνου διαδοχῆς· τὸν δὲ ἀποφήνασθαι μηδένα καθαρμὸν εἶναι τῶν τοιούτων ἁμαρτημάτων· ἀδημονοῦντα δὲ τὸν βασιλέα ἐπὶ τῇ ἀπαγορεύσει περιτυχεῖν ἐπισκόποις, οἳ μετανοίᾳ καὶ βαπτίσματι ὑπέσχοντο πάσης αὐτὸν ἁμαρτίας καθαίρειν, ἡσθῆναί τε τούτοις κατὰ σκοπὸν εἰρηκόσι καὶ θαυμάσαι τὸ δόγμα καὶ Χριστιανὸν γενέσθαι καὶ τοὺς ἀρχομένους ἐπὶ τοῦτο ἀγαγεῖν.

ἐμοὶ δὲ δοκεῖ ταῦτα πεπλάσθαι τοῖς σπουδάζουσι τὴν Χριστιανῶν θρησκείαν κακηγορεῖν. Κρίσπος μὲν γάρ, δι’ ὅν φασι Κωνσταντῖνον καθαρμοῦ δεηθῆναι, τῷ εἰκοστῷ ἔτει ἐτελεύτησε τῆς τοῦ πατρὸς ἡγεμονίας, ἔτι περιὼν πολλοὺς σὺν αὐτῷ θέμενος νόμους ὑπὲρ Χριστιανῶν, ἅτε δὴ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας τετιμημένος καὶ Καῖσαρ ὤν, ὡς εἰσέτι νῦν μαρτυροῦσιν οἱ τοῖς νόμοις ὑποτεταγμένοι χρόνοι καὶ τῶν νομοθετῶν αἱ προσηγορίαι. Σώπατρον δὲ πρῶτον μὲν οὐκ εἰκὸς ἦν εἰς ὁμιλίαν ἐλθεῖν Κωνσταντίνῳ μόνης τῆς πρὸς τῷ ὠκεανῷ καὶ τῷ Ῥήνῳ μοίρας ἡγουμένῳ.

διὰ γὰρ τὴν πρὸς Μαξέντιον διαφορὰν ἐπὶ τῆς Ἰταλίας διάγοντα ἐστασίαζε τὰ Ῥωμαίων· καὶ οὐκ εὐπετὲς ἦν τότε ἐπιδημεῖν Γαλάταις καὶ Βρεττανοῖς καὶ τοῖς τῇδε κατοικοῦσι, παρ’ οἷς συνωμολόγηται τῆς τῶν Χριστιανῶν θρησκείας μετασχεῖν Κωνσταντῖνον, πρὶν ἐπὶ Μαξέντιον στρατεῦσαι καὶ παρελθεῖν ἐπὶ Ῥώμην καὶ Ἰταλούς. καὶ μάρτυρες τούτου πάλιν οἱ χρόνοι καὶ οἱ νόμοι οὓς ὑπὲρ τῆς θρησκείας ἔθετο.

εἰ δὲ καὶ ῥᾳδίως ὡδίπως συγχωρήσομεν ἐντυχεῖν Σωπάτρῳ τὸν βασιλέα ἢ δι’ ἐπιστολῆς αὐτοῦ πυθέσθαι περὶ ὧν ἠβούλετο, οὐ δήπου πιθανὸν ἦν τὸν φιλόσοφον ἀγνοεῖν, ὡς Ἡρακλῆς ὁ Ἀλκμήνης Ἀθήνῃσιν ἐκαθάρθη μετὰ τὴν τεκνοκτονίαν τοῖς Δήμητρος μυστηρίοις καὶ μετὰ τὸν Ἰφίτου φόνον, ὃν ξένον τε ὄντα καὶ φίλον ἀδίκως ἀνεῖλεν.

ὡς μὲν οὖν οἱ Ἕλληνες τῶν τοιούτων πλημμελημάτων καθαρμοὺς ἐπηγγέλλοντο, ἀπόχρη τὰ εἰρημένα καὶ ψεῦδος κατηγορεῖ τῶν ἐναντία ἀποφήνασθαι Σώπατρον πλασαμένων. οὐ γὰρ ἂν εἴποιμι ταῦτα ἠγνοηκέναι τὸν ἐπισημότατον τότε παρ’ Ἕλλησιν ἐπὶ παιδεύσει γεγενημένον.

Chapter 6

Αἱ δὲ κατὰ τὴν ἀρχομένην ὑπὸ Κωνσταντίνου ἐκκλησίαι καταθυμίως ἔπραττον καὶ ὁσημέραι ἐπεδίδουν εὔνου καὶ ὁμόφρονος βασιλέως εὐεργεσιῶν ἀξιούμεναι· ταύτας δὲ καὶ ἄλλως πρὸ τούτου διωγμῶν καὶ ταραχῆς ἀπειράτους τὸ θεῖον ἐφύλαξε. διωκομένων γὰρ τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην ἐκκλησιῶν μόνος Κωνστάντιος ὁ Κωνσταντίνου πατὴρ ἀδεῶς θρησκεύειν συνεχώρησε τοῖς Χριστιανοῖς. ἀμέλει τοιόνδε τι θαυμαστὸν καὶ συγγραφῆς ἄξιον ἔγνων εἰργάσθαι αὐτῷ.

δοκιμάσαι θέλων τίνες τῶν ἐν τοῖς βασιλείοις Χριστιανῶν ἄνδρες εἰσὶ καλοὶ καὶ ἀγαθοί, συγκαλέσας πάντας προηγόρευσεν, εἰ μὲν ἕλοιντο θύειν καὶ θρησκεύειν ὁμοίως, ἀμφ’ αὐτὸν εἶναι καὶ ἐπὶ τῆς αὐτῆς μένειν ἀξίας· εἰ δὲ παραιτήσαιντο, ἐξιέναι τῶν βασιλείων χάριν ἔχοντας ὅτι μὴ καὶ τιμωρίας προσώφλησαν.

ἐπεὶ δὲ εἰς ἑκάτερον διεκρίθησαν, οἱ μὲν τὴν θρησκείαν προδόντες, οἱ δὲ τῶν παρόντων τὰ θεῖα προτιμήσαντες, ἔγνω φίλοις καὶ συμβούλοις χρῆσθαι τοῖς περὶ τὸ κρεῖττον πιστοῖς διαμείνασι· τοὺς δὲ ὡς ἀνάνδρους καὶ κοβάλους ἀπεστράφη καὶ τῆς πρὸς ἑαυτὸν ὁμιλίας ἀπεώσατο, λογισάμενος μήποτε ἔσεσθαι περὶ βασιλέα εὔνους τοὺς ὧδε ἑτοίμους θεοῦ προδότας γεγενημένους. ἐντεῦθεν εἰκότως ἔτι Κωνσταντίου περιόντος οὐκ ἐδόκει παράνομον χριστιανίζειν τοῖς Ἰταλῶν ἐπέκεινα Γαλάταις τε καὶ Βρεττανοῖς καὶ ὅσοι περὶ τὸ Πυρηναῖον ὄρος

οἰκοῦσι μέχρι τοῦ πρὸς ἑσπέραν ὠκεανοῦ. ἐπεὶ δὲ καὶ Κωνσταντῖνος τὴν αὐτὴν ἀρχὴν διεδέξατο, μᾶλλον διεφάνη τὰ τῆς ἐκκλησίας πράγματα. Μαξεντίου τε γὰρ τοῦ Ἑρκουλίου παιδὸς ἀναιρεθέντος καὶ τῆς αὐτοῦ μοίρας εἰς Κωνσταντῖνον μεταπεσούσης λοιπὸν ἀδεῶς ἐθρήσκευον ὅσοι τε περὶ τὸν Θύβριν ποταμὸν ᾤκουν καὶ τὸν Ἠριδανόν, ὃν Πάδον οἱ ἐπιχώριοι καλοῦσι, καὶ τὸν Ἄκυλιν· εἰς ὃν λόγος καθελκυσθῆναι τὴν Ἀργὼ καὶ πρὸς τὸ Τυρρηνῶν διασωθῆναι πέλαγος.

οἱ γὰρ Ἀργοναῦται τὸν Αἰήτην φεύγοντες οὐ τὸν αὐτὸν πλοῦν ἐν τῇ ἐπανόδῳ ἐποιήσαντο. περαιωθέντες δὲ τὴν ὑπὲρ Σκύθας θάλασσαν διὰ τῶν τῇδε ποταμῶν ἀφίκοντο εἰς Ἰταλῶν ὅρια, καὶ χειμάσαντες ἐνταῦθα πόλιν ἔκτισαν Ἤμωνα προσαγορευομένην. τοῦ δὲ θέρους ἐπικαταλαβόντος, συμπραξάντων αὐτοῖς τῶν ἐπιχωρίων, ἀμφὶ τοὺς τετρακοσίους σταδίους ὑπὸ μηχανῆς ἕλκοντες τὴν Ἀργὼ διὰ γῆς ἐπὶ τὸν Ἄκυλιν ποταμὸν ἤγαγον, ὃς τῷ Ἠριδανῷ συμβάλλει· Ἠριδανὸς δὲ εἰς τὴν κατὰ Ἰταλοὺς θάλασσαν τὰς ἐκβολὰς ἔχει.

μετὰ δὲ τὴν περὶ Κιβάλας μάχην Δαρδάνιοί τε καὶ Μακεδόνες καὶ ὅσοι περὶ τὸν Ἴστρον οἰκοῦσιν, ἥ τε καλουμένη Ἑλλὰς καὶ πᾶν τὸ Ἰλλυριῶν ἔθνος ὑπὸ Κωνσταντῖνον ἐγένοντο.

Chapter 7

Λικίνιος δὲ μετὰ τὴν ἐνθάδε τροπήν, πρότερον τὰ Χριστιανῶν πρεσβεύων, μετεβάλετο τὴν γνώμην καὶ πολλοὺς τότε τῶν ἐπὶ τῇ ἰδίᾳ ἀρχῇ ἱερέων ἐκάκωσε, πολλοὺς δὲ καὶ τῶν ἄλλων καὶ μάλιστα τοῦ στρατιωτικοῦ πλήθους. σφόδρα γὰρ ἀπηχθάνετο πρὸς τοὺς Χριστιανοὺς διὰ τὴν πρὸς Κωνσταντῖνον διαφοράν, οἰόμενος αὐτὸν λυπήσειν ταῖς δυσπραγίαις τῆς θρησκείας, ἅμα δὲ καὶ τὰς ἐκκλησίας ὑπολαμβάνων εὔχεσθαι καὶ σπουδάζειν ὑπ’ αὐτοῦ μόνου βασιλεύεσθαι.

πρὸς τούτοις δέ, οἷα φιλεῖ γίνεσθαι, πάλιν εἰς μάχην καθίστασθαι μέλλων Κωνσταντίνῳ, τοῦ προσδοκωμένου πολέμου πρόνοιαν ἐποιεῖτο διά τε σφαγίων καὶ μαντειῶν, καὶ ὑπαχθείς τισιν ὑπισχνουμένοις αὐτῷ κρατήσειν εἰς Ἑλληνισμὸν ἐτράπη.

ἀμέλει τοι καὶ Ἕλληνές φασιν αὐτὸν τότε ἀποπειραθῆναι τοῦ ἐν Μιλήτῳ μαντείου τοῦ Διδυμαίου Ἀπόλλωνος· ἐρομένῳ δὲ αὐτῷ περὶ τοῦ πολέμου χρῆσαι τὸ δαιμόνιον τουτουσὶ τοὺς Ὁμηρικοὺς στίχους· Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, Σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει.

Ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων ἔδοξέ μοι τὸ δόγμα τῶν Χριστιανῶν θεοῦ προνοίᾳ συνίστασθαι καὶ εἰς τοσαύτην παρελθεῖν ἐπίδοσιν, οὐχ ἥκιστα δὲ ἐκ τῶν τότε γενομένων. μέλλοντι γὰρ ἤδη Λικινίῳ διώκειν πάσας τὰς ὑπ’ αὐτὸν ἐκκλησίας συνίσταται ὁ ἐν Βιθυνίᾳ πόλεμος, ὃν τελευταῖον ἐπολέμησαν πρὸς ἀλλήλους αὐτός τε καὶ Κωνσταντῖνος.

τοσαύτῃ δὲ θείᾳ ῥοπῇ ἐχρήσατο Κωνσταντῖνος, ὡς κατὰ γῆν καὶ κατὰ θάλασσαν κρατῆσαι τῶν ἐναντίων, ἀποβαλόντα δὲ Λικίνιον τὸ πεζὸν καὶ τὸ ναυτικὸν ἑαυτὸν ἐν Νικομηδείᾳ προδοῦναι καὶ ἰδιώτην ἐπί τινα χρόνον διαγαγεῖν ἐν Θεσσαλονίκῃ κἀκεῖσε ἀναιρεθῆναι, ἄνδρα τὰ πρῶτα τῆς ἡγεμονίας ἐν πολέμοις καὶ τοῖς ἄλλοις εὐδοκιμώτατον γενόμενον καὶ τῷ γάμῳ τῆς ἀδελφῆς Κωνσταντίνου τετιμημένον, εἰς τοῦτο δὲ καταστάντα τέλους.

Chapter 8

Κωνσταντῖνος δέ, εἰς μόνον αὐτὸν πάσης τῆς Ῥωμαίων ἀρχῆς περιστάσης, γράμματι δημοσίῳ προηγόρευσε τοῖς ἀνὰ τὴν ἕω ὑπηκόοις τὴν Χριστιανῶν σέβειν θρησκείαν καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν, θεῖον δὲ νοεῖν μόνον ὃ καὶ ὄντως ἐστὶ καὶ διαρκῆ κατὰ παντὸς τοῦ χρόνου τὴν δύναμιν ἔχει. τάδε μὲν γὰρ σπουδάζουσιν ἄφθονα πάντα τὰ ἀγαθὰ φιλεῖν προσγίνεσθαι, καὶ ἅπερ ἂν ἐγχειρῶσιν, μετὰ χρηστῶν ἐλπίδων ἀπαντᾶν· τοῖς δὲ περὶ τὸ κρεῖττον ἁμαρτάνουσιν κοινῇ καὶ ἰδίᾳ ἐν πολέμοις τε καὶ εἰρήνῃ πάντα δυσχερῆ συμβαίνειν.

χάριν τε ὁμολογῶν, οὐ κομπάζων λέγειν ἰσχυρίζετο, ὡς ἐπιτήδειον ὑπηρέτην ἀξιώσας αὐτὸν εἶναι ὁ θεὸς τῆς αὐτοῦ βουλήσεως ἀπὸ τῆς πρὸς Βρεττανοὺς θαλάσσης μέχρι τῶν ἑῴων χωρίων προήγαγεν, ὅπως ἡ Χριστιανῶν αὐξηθείη θρησκεία καὶ οἱ θεραπείας θεοῦ ἕνεκεν καρτερικοὶ διαμείναντες ἐν ὁμολογίαις ἢ μαρτυρίαις ἐπιφανέστεροι ταῖς τιμαῖς ἀναδειχθῶσι.

τοιαῦτα ἀναγορεύσας καὶ ἄλλα μυρία διεξελθών, δι’ ὧν ᾤετο τὸ ὑπήκοον πρὸς τὴν θρησκείαν ἐπάγεσθαι, ἄκυρα εἶναι ἐψηφίσατο τὰ κατὰ τῆς θρησκείας δόξαντα ἢ πεπραγμένα ἐπὶ τῶν διωξάντων τὴν ἐκκλησίαν· ἄφεσίν τε πάντας ἔχειν ἐνομοθέτησεν, ὅσοι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν κατεδικάσθησαν μετοικεῖν ἢ ἐν νήσοις ἢ ἀλλαχόσε παρὰ γνώμην διατρίβειν ἢ μετάλλοις ἐμπονεῖν ἢ δημοσίοις ἔργοις ἢ γυναικείοις ἢ λινυφίοις ὑπηρετεῖν ἢ βουλευτηρίοις συναριθμεῖσθαι μὴ βουλευταὶ ὄντες πρότερον· ἀτίμοις δὲ γενομένοις τὴν ἀτιμίαν ἔλυσε·

τοῖς δὲ στρατείας τινὸς ἀφαιρεθεῖσιν ἐν γνώμῃ εἴασεν ἢ ἐφ’ οὗπερ ἦσαν σχήματος εἶναι, ἢ μετὰ ἀφέσεως ἐντίμου ἐλευθέραν ἄγειν σχολήν. ἐπεὶ δὲ πάντας εἰς τὴν προτέραν ἐλευθερίαν καὶ τὰς συνήθεις τιμὰς ἀνεκαλέσατο, καὶ τὰς οὐσίας αὐτοῖς ἀπέδωκεν. εἰ δέ τινες θάνατον καταδικασθέντες τῶν ὄντων ἀφῃρέθησαν, προσέταξε τοῖς ἐγγυτέρω γένους διαφέρειν τοὺς κλήρους, μηδενὸς δὲ τούτων ὄντος τὴν καθέκαστον ἐπιχώριον ἐκκλησίαν κληρονομεῖν, εἴτε δὲ ἰδιώτης εἴτε τὸ δημόσιον ἐκ τοιαύτης οὐσίας ἔχοι τι, ἀποδιδόναι. τῶν δὲ παρὰ τοῦ ταμείου πριαμένων ἢ δωρεὰν λαβόντων εἰς τὸν δυνατὸν καὶ πρέποντα τρόπον προνοεῖν ὑπέσχετο.

Τάδε μέν, ὡς εἴρηται, τῷ βασιλεῖ ἔδοξε καὶ νόμῳ ἐκυρώθη, ἀμελλητί τε τοῦ προσήκοντος τέλους ἐτύγχανε. Χριστιανοὶ δὲ ὡς ἐπίπαν τὰς Ῥωμαίων ἀρχὰς ἐπετρόπευον· καὶ τοῦ λοιποῦ θύειν ἀπείρητο πᾶσιν ἢ μαντείαις καὶ τελεταῖς κεχρῆσθαι ἢ ξόανα ἀνατιθέναι ἢ Ἑλληνικὰς ἄγειν ἑορτάς. πολλὰ δὲ καὶ τῶν κατὰ πόλεις ἐθῶν ἠμείβετο τῆς ἀρχαιότητος. ἀμέλει τοι παρὰ μὲν Αἰγυπτίοις οὐκέτι εἰς τοὺς εἰωθότας Ἑλληνικοὺς ναούς, εἰς δὲ τὰς ἐκκλησίας ἐξ ἐκείνου προσφέρεται ὁ πῆχυς, ᾧ σημαίνεται τῶν τοῦ Νείλου ὑδάτων ἡ ἐπίδοσις·

παρὰ δὲ Ῥωμαίοις τότε πρῶτον ἡ τῶν μονομάχων ἐκωλύθη θέα· παρὰ δὲ Φοίνιξιν, οἳ τὸν Λίβανον καὶ τὴν Ἡλιούπολιν οἰκοῦσιν, οὐκέτι θέμις ἦν ἐκπορνεύεσθαι τὰς παρθένους πρὶν τοῖς ἀνδράσι συνελθεῖν, οἷς νόμῳ γάμου συνοικεῖν εἰώθασι μετὰ τὴν πρώτην πεῖραν τῆς ἀθεμίτου μίξεως.

τῶν δὲ εὐκτηρίων οἴκων οἱ μὲν ἀρκούντως μεγέθους ἔχοντες ἐπανωρθοῦντο, οἱ δὲ εἰς ἐπίδοσιν ὕψους καὶ πλάτους λαμπρῶς ἐπεσκευάζοντο, ἑτέρωθι δὲ τὴν ἀρχὴν μὴ ὄντες ἐκ θεμελίων ἐδημιουργοῦντο. τὰ δὲ χρήματα ἐκ τῶν βασιλικῶν θησαυρῶν ἐχορήγει ὁ βασιλεὺς γράψας τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ τοῖς ἡγουμένοις τῶν ἐθνῶν, τοῖς μὲν ἐπιτάττειν ὅ τι βούλοιντο, τοὺς δὲ πειθαρχεῖν καὶ σπουδαίως ὑπηρετεῖσθαι τοῖς ἱερεῦσιν.

εὐημερούσης δὲ αὐτῷ τῆς ἀρχῆς συνεπεδίδου ἡ θρησκεία. ἐπὶ τοσοῦτον δὲ καὶ μετὰ τὸν πρὸς Λικίνιον πόλεμον ἐπιτευκτικὸς ἐγένετο ἐν ταῖς κατὰ τῶν ἀλλοφύλων μάχαις, ὡς καὶ Σαυροματῶν κρατῆσαι καὶ τῶν καλουμένων Γότθων καὶ τὸ τελευταῖον ἐν μέρει χάριτος σπείσασθαι πρὸς αὐτούς.

τοῦτο δὲ τὸ ἔθνος ᾤκει μὲν τότε πέραν τοῦ Ἴστρου ποταμοῦ, μαχιμώτατον δὲ τυγχάνον καὶ πλήθει καὶ μεγέθει σωμάτων ἐν ὅπλοις ἀεὶ παρεσκευασμένον τῶν μὲν ἄλλων βαρβάρων ἐκράτει, μόνους δὲ Ῥωμαίους ἀνταγωνιστὰς εἶχεν. οὐχ ἥκιστα δὲ λέγεται καὶ τοῦτον τὸν πόλεμον ἐπιδεῖξαι Κωνσταντίνῳ διὰ σημείων καὶ ὀνειράτων ὅσης θειόθεν ἠξίωτο προνοίας. κρατήσας δὲ πάντων τῶν ἐπ’ αὐτοῦ συμβάντων πολέμων καθάπερ ἀντιφιλοτιμούμενος τὸν Χριστὸν ἠμείβετο τῇ περὶ τὴν θρησκείαν σπουδῇ, ταύτην μόνην πρεσβεύειν καὶ σωτήριον ἡγεῖσθαι τοὺς ἀρχομένους προτρέπων.

ἐκ δὲ τῆς οὔσης ὑποφόρου γῆς καθ’ ἑκάστην πόλιν ἐξελὼν τοῦ δημοσίου ῥητὸν τέλος ταῖς κατὰ τόπον ἐκκλησίαις καὶ κλήροις ἀπένειμε καὶ τὴν δωρεὰν κυρίαν εἰς τὸν ἅπαντα χρόνον εἶναι ἐνομοθέτησε. προσεθίζων δὲ τοὺς στρατιώτας ὁμοίως αὐτῷ τὸν θεὸν σέβειν, τὰ τούτων ὅπλα τῷ συμβόλῳ τοῦ σταυροῦ κατεσήμαινε καὶ ἐν τοῖς βασιλείοις εὐκτήριον οἶκον κατεσκεύασε καὶ σκηνὴν εἰς ἐκκλησίαν εἰκασμένην περιέφερεν, ἡνίκα πολεμίοις ἐπεστράτευεν, ὥστε μηδὲ ἐν ἐρημίᾳ διάγοντα αὐτὸν ἢ τὴν στρατιὰν ἱεροῦ οἴκου ἀμοιρεῖν, ἐν ᾧ δέοι τὸν θεὸν ὑμνεῖν καὶ προσεύχεσθαι καὶ μυστηρίων μετέχειν.

συνείποντο γὰρ καὶ ἱερεῖς καὶ διάκονοι τῇ σκηνῇ προσεδρεύοντες, οἳ κατὰ τὸν νόμον τῆς ἐκκλησίας τὴν περὶ ταῦτα τάξιν ἐπλήρουν. ἐξ ἐκείνου δὲ καὶ τὰ Ῥωμαίων τάγματα, ἃ νῦν ἀριθμοὺς καλοῦσιν, ἕκαστον ἰδίαν σκηνὴν κατεσκευάσατο καὶ ἱερέας καὶ διακόνους ἀπονενεμημένους εἶχε. τὴν δὲ κυριακὴν καλουμένην ἡμέραν, ἣν Ἑβραῖοι πρώτην ὀνομάζουσιν, Ἕλληνες δὲ ἡλίῳ ἀνατιθέασι, καὶ τὴν πρὸ τῆς ἑβδόμης ἐνομοθέτησε δικαστηρίων καὶ τῶν ἄλλων πραγμάτων σχολὴν ἄγειν πάντας καὶ εὐχαῖς καὶ λιταῖς τὸ θεῖον θεραπεύειν.

ἐτίμα δὲ τὴν κυριακὴν ὡς ἐν ταύτῃ τοῦ Χριστοῦ ἀναστάντος ἐκ νεκρῶν, τὴν δὲ ἑτέραν ὡς ἐν αὐτῇ σταυρωθέντος· πάνυ γὰρ πολὺ σέβας εἶχε τοῦ θείου σταυροῦ ἔκ τε τῶν ὑπαρξάντων αὐτῷ τῇ ἐνθένδε ῥοπῇ ἐν ταῖς κατὰ τῶν ἐναντίων μάχαις καὶ ἐκ τῆς συμβάσης αὐτῷ περὶ τούτου θεοσημείας.

ἀμέλει τοι πρότερον νενομισμένην Ῥωμαίοις τὴν τοῦ σταυροῦ τιμωρίαν νόμῳ ἀνεῖλε τῆς χρήσεως τῶν δικαστηρίων· πλαττομένῳ τε ἐν νομίσμασι καὶ ἐν εἰκόσι γραφομένῳ ἐκέλευσεν ἀεὶ συγγράφεσθαι καὶ συντυποῦσθαι τοῦτο τὸ θεῖον σύμβολον. καὶ μαρτυροῦσιν εἰσέτι νῦν εἰκόνες αὐτοῦ ἐπὶ τούτου οὖσαι τοῦ σχήματος.

Καὶ ἐν ἅπασι μέν, νομοθετῶν δὲ μάλιστα, ἐσπούδαζε θεραπεύειν τὸ θεῖον.

φαίνεται γοῦν τὰς ἀκολάστους καὶ κατεβλακευμένας μίξεις, πρὸ τούτου μὴ κωλυομένας, ἐπανορθώσας, ὡς ἐξ αὐτῶν συνιδεῖν ἔστι τῶν περὶ τούτων κειμένων νόμων, εἴ τῳ τοῦτο ἐπιμελὲς τυγχάνει. νυνὶ γὰρ περὶ τὸ τέλος τοῦτο πονεῖν οὐκ εὔκαιρον εἶναί μοι δοκεῖ. τὰ δὲ ἐπὶ τιμῇ καὶ συστάσει τῆς θρησκείας νενομοθετημένα πρὸς τοῖς εἰρημένοις διεξελθεῖν ἀναγκαῖον μέρος ὄντα τῆς ἐκκλησιαστικῆς ἱστορίας. ἄρξομαι δὲ ἐντεῦθεν.

Chapter 9

Νόμος ἦν Ῥωμαίοις παλαιὸς ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν τῶν ἴσων ἀξιοῦσθαι κωλύων τοὺς ἀγάμους τοῖς μὴ τοιούτοις, περὶ ἄλλα τε πολλὰ καὶ τὸ μηδὲν κερδαίνειν ἐκ διαθήκης τοὺς μὴ γένει ἐγγυτάτω προσήκοντας, τοὺς δὲ ἄπαιδας ζημιῶν τὸ ἥμισυ τῶν καταλελειμμένων.

ἔθεντο δὲ τοῦτον οἱ πάλαι Ῥωμαῖοι, πολυάνθρωπον ἔσεσθαι τὴν Ῥώμην καὶ τὴν ὑπήκοον οἰόμενοι, καθότι οὐ πρὸ πολλοῦ τοῦ νόμου ἔτυχον ἀποβαλόντες τὰ σώματα ἐν ἐμφυλίοις πολέμοις.

ὁρῶν οὖν ὁ βασιλεὺς παρὰ τοῦτο χεῖρον πράττοντας τοὺς παρθενίαν καὶ ἀπαιδίαν διὰ θεὸν ἀσκοῦντας εὔηθες ἐνόμισεν ἐξ ἐπιμελείας καὶ σπουδῆς ἀνθρώπων δύνασθαι τὸ τούτων γένος αὔξειν, τῆς φύσεως ἀεὶ κατὰ τὴν ἄνωθεν ἐπιμέτρησιν φθορὰν καὶ αὔξησιν δεχομένης. καὶ νόμον τῷ δήμῳ προσεφώνησεν, ὥστε ἐπίσης πάντων τῶν ὁμοίων ἀπολαύειν τοὺς ἀγάμους καὶ ἄπαιδας· οὐ μὴν ἀλλὰ καὶ πλέον ἔχειν ἐνομοθέτησε τοὺς ἐν ἐγκρατείᾳ καὶ παρθενίᾳ βιοῦντας, ἄδειαν αὐτοῖς δοὺς ἄρρεσί τε καὶ θηλείαις καὶ ἀνήβοις οὖσι διατίθεσθαι παρὰ τὸ κοινῇ κρατοῦν ἐν τῇ Ῥωμαίων πολιτείᾳ.

περὶ πάντων γὰρ εὖ βουλεύεσθαι ᾠήθη, οἷς ἔργον ἀεὶ τὸ θεῖον θεραπεύειν καὶ φιλοσοφίαν ἀσκεῖν· ἐπεὶ τούτου χάριν καὶ οἱ πάλαι Ῥωμαῖοι ἀδεῶς διατίθεσθαι τὰς Ἑστιάδας παρθένους καὶ ἑξαετεῖς οὔσας…

Τεκμήριο…

The complete text is available when the reading interface loads.