Fragmenta historica
- Authority group
- Eunapius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta historica, ed. L. Dindorf, Historici Graeci minores, vol. 1, Leipzig: Teubner, 1870: 205–274.
- CTS identifier
urn:cts:greekLit:tlg2050.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
209
τυρες, αὐτομάτως ἐπεσιόντες ἐς ταῦτα ὠφελοῦσιν
οὐδέν. τί γὰρ Σωκράτει πρὸς σοφίαν καὶ Θεμιστο-
κλεῖ πρὸς δεινότητα συντελεῖται παρὰ τῶν χρόνων;
ποῦ δὲ ἐκεῖνοι καλοὶ κἀγαθοὶ διὰ θέρος ἦσαν; ποῦ
δὲ τὰς ἀρετὰς ἐφ' ἑαυτῶν, καθάπερ τὰ φύλλα, πρὸς
τὴν ὥραν τοῦ ἔτους αὐξανομένας καὶ ἀπορρεούσας
παρείχοντο; ἀλλ' ἴσως ἕκαστος αὐτῶν τὸ γοῦν ἐς
φύσιν καὶ δύναμιν ἀγαθὸν διαρκῶς καὶ συνεχῶς ἐν
ταῖς ἐνεργείαις ἀπεδίδου καὶ διέσωζεν. τίς οὖν λό-
γος πρὸς ἱστορίας τέλος εἰδέναι καὶ γιγνώσκειν ὅτι
τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐνίκων οἱ Ἕλληνες κυνὸς
ἐπιτέλλοντος; τί δ' ὄφελος ἦν τοῖς ἐντυγχάνουσιν
ἐς ὠφέλειαν ἱστορικῆς χρείας, εἰ κατὰ ταύτην ἐτέχθη
τὴν ἡμέραν ὁ δεῖνα καὶ μελοποιὸς ἀνέσχεν ἢ τραγῳ-
δὸς ἄριστος; εἰ γὰρ ἔσχατος ὅρος τῶν περὶ τὴν ἱστο-
ρίαν καλῶν τὸ πολλῶν καὶ ἀπείρων πραγμάτων ἐν
ὀλίγῳ χρόνῳ καὶ διὰ βραχείας ἀναγνώσεως πεῖραν
λαβεῖν καὶ γενέσθαι γέροντας ἔτι νέους ὄντας δι'
ἐπιστήμην τῶν προγεγονότων, ὥστε τίνα μὲν φευ-
κτέον, τίνα δὲ αἱρετέον, εἰδέναι, τοὐναντίον ἔμοιγε
δοκοῦσι ποιεῖν οἱ περιττοῖς καὶ ἀπηρτημένοις ἐπεσ-
οδίοις ὥσπερ ξενικοῖς ἡδύσμασι τὸ τῆς ἱστορίας ἐδώ-
210
διμον καὶ χρήσιμον ἀνατρέποντες καὶ διαφθείροντες
ἁλμυρῷ λόγῳ πότιμον ἀκοήν. κωλύει μὲν γὰρ ἴσως
οὐδὲν καὶ περιττόν τι μαθεῖν, ἄλλως τε, ὥς φησιν
αὐτὸς Δέξιππος, τῶν μὲν χρονικῶν ἢ πάντων ἢ τῶν
πλείστων διαπεφωνημένων, τῶν δὲ ὑπερώρων καὶ
φανερῶν πράξεων συμπεφωνημένων. τίς γὰρ οὕτω
περιβόητος ἅπασιν ὅσοι λόγων ἥψαντο καὶ κατέλιπον
λόγους ὡς Λυκοῦργος Λακεδαιμόνιος; ἐς ὃν καὶ ἡ
τοῦ θεοῦ μαρτυρία διὰ στόματος ἅπασι θεὸν ἄντι-
κρυς ἀνακαλοῦντος ἐπὶ τῷ θεῖναι τοὺς νόμους. τίς
δὲ τῶν ταῦτα εἰρηκότων ἑτέρῳ συμφέρεται περὶ τῶν
ἡνίκα ἐτίθει τοὺς νόμους χρόνων; ἀλλὰ πάντες, ὥσ-
περ οἰκίαν ἢ στῦλον δοκιμάζοντες ἤ τι τῶν ὁμοίων,
ὅτι μὲν ἔστι καὶ γέγονε συντίθενται καὶ κατανεύ-
ουσι, περὶ δὲ τοῦ πότε [ἀπορίᾳ addit Nieb.] παντο-
δαπῇ ἐμπεπλήκασι τὰ βιβλία. ὁπότε καὶ Θουκυδίδης
ὁ πάντων ἀκριβέστατος τὸν μέγαν καὶ πολυύμνητον
ἐκεῖνον πόλεμον ἀρχήν τινα καὶ προφάσεις φησὶ λα-
βεῖν πρὸς δευτέραν κίνησιν ἐκ διαφορᾶς ἡμερῶν, ἣ
περὶ πόλεων ἁλώσεως αὐτοῖς ἐγένετο, καὶ οὐδὲ αὐ-
τὸς ἔχει διαιτᾶν σαφῶς καὶ ἀκριβῶς τίνες ἐπεκάλουν
δικαιότερον, ἀλλ' ἐπὶ τὰς ἡμέρας ἐλθὼν ὑποδηλοῖ
καὶ παραδείκνυσιν ὅτι κενή τίς που καὶ ἀχρεῖος ἡ
περὶ τοὺς χρόνους διατριβὴ καὶ σχολή.
Τοιαῦτά τινα καὶ πλείω ἕτερα πρὸς ἐμαυτὸν ἐκ-
κλησιάσας καὶ βουλευσάμενος, καὶ τοῖς ἐς τὰ χρονικὰ
σπεύδουσιν καὶ ἀνεστηκόσιν ὅμοιά τινα παρεγγυῶν,
ὡς ἡ περὶ τὰς ὥρας καὶ ἡμέρας ἀκρίβεια πλουσίων
οἰκονόμοις τισὶ καὶ λογισταῖς πρέπει, καὶ νὴ Δία γε
τοῖς ἐς τὰ οὐράνια κεχηνόσι, καὶ ὅσοι πρὸς ἀριθμῷ
φανερῶς κάθηνται, αὐτὸς δὲ προαγορεύων πόρρωθεν
τοῖς ἐντυγχάνουσιν ὅτι πιστεύσας ἐμαυτῷ δύνασθαι
211
γράφειν γεγονότα τε καὶ γιγνόμενα πρὸς τόδε τὸ ἔρ-
γον ὥρμησα, τὸ μὲν κατ' ἐνιαυτὸν καὶ καθ' ἡμέραν
ὥσπερ ἀπροσδιόνυσόν τινα ῥῆσιν παραιτησάμενος,
τὸ δὲ κατὰ χρόνους, οἳ τοῖς βασιλεῦσι περιγράφον-
ται, κρίνας ἀληθέστερον. ἀναγνώσεται γοῦν τις ὅτι
ταῦτα ἐπὶ τοῦδε τοῦ βασιλέως ἢ τοῦδ' ἐπράττετο·
καθ' ὃν δὲ ἐνιαυτὸν καὶ ἡμέραν, ἕτερος ἐς τὴν ἀπά-
την χορεύεταί τις· ἐγὼ δὲ καὶ τὸ πιστεύειν ἐμαυτῷ
γράφω, ἀνδράσιν ἑπόμενος, οἳ τοῦ καθ' ἡμᾶς βίου
μακρῷ προεῖχον· κατὰ παιδείαν καὶ διατεταμένως
ἐνῆγον μὴ σιωπᾶν τὰ κοινὰ τῶν ἔργων καὶ ὅσα ὁ
καθ' ἡμᾶς ἔφερε χρόνος καὶ τὰ πρὸ ἡμῶν μετὰ τὴν
Δεξίππου γραφὴν οὔπω λόγου τε καὶ ἱστορίας ἐμφα-
νοῦς τετυχηκότα. ἐγίγνετο δὲ ἐκείνοις τε κἀμοὶ κοι-
νὸν τὸ ἔργον τόδε, καὶ πάντα γε ἐς τὸν Ἰουλιανὸν
ἀναφέρειν ἐδόκει, ὃς ἐβασίλευσε μὲν ἐφ' ἡμῶν, τὸ
δὲ ἀνθρώπινον αὐτὸν ὥσπερ τινὰ θεὸν προσεκύνουν
ἅπαντες. λόγου δὲ ἦν ἄξιον καὶ καλῶς ἔχειν ἐδόκει,
καθάπερ τοῖς ἕνεκεν ἐρωμένης ........ νοῦσι ποιη-
ταῖς οἳ γενομένοις ἀρίστοις, οὕτω καὶ ἡμῖν ἀρχήν
τινα καὶ γένεσιν προθεμένοις τὴν ... παρόντα καὶ ...
τῶν προ ... ἐδόκει .... φὴν ... κόντων χρόνων ...
μένον καὶ ... ψυχῆς ἀναφέρουσι ... τὸ εἴδωλον ...
δεῖν ... ἐν ἀλλοτρίοις.
Ὅτι ἐξουσία ἐστὶ ... πονηρᾶς ... ὑπὸ λόγου ...
παρακινεῖ καὶ ... χρόνον ... χρηματίζει ... ἀρχὰς ...
γὰρ μήποτε ... οὕτω δὲ τι ... [Exc. de sentent. (cod.
p. 263, 264, 313, 314) p. 248—253 Mai., 56—61 Niebuhr.]
{ΑΥΡΗΛΙΑΝΟΣ.}
[Σελευκίς· ὄρνεόν ἐστιν εὔπεπτον καὶ ἀκόρεστον
καὶ πανοῦργον [καὶ τὰς ἀκρίδας χανδὸν λαφύσσον
212
addunt libri praeter A. et Photium] Photius s. Suidas.
„Haec verba credo Suidam hausisse ex Eunapio, quod
Zosimus I, 57, 6, in ea parte Historiae quam e Nostro
sumpsit, Σελευκιάδας memoret, αἳ ταῖς ἀκρίσι συμ-
περιίπτανται καὶ τοῖς στόμασι ταύτας δέχονται.“ BOISS.
Sed quum gl. sit Photii Eunapium non excerpentis, vix
haec sunt illius.
{ΠΡΟΒΟΣ.}
Κατακαίνειν, ἀναιρεῖν, φονεύειν. “ὁ δὲ τοξότης
ἠφίει βέλος, εὔστοχος ὢν τοσούτους κατακαίνειν,
ὅσα ἠφίει βέλη,” Εὐναπιός φησιν. [Suidas.]
{ΚΑΡΙΝΟΣ.}
Καρῖνος, Κάρου τοῦ βασιλέως υἱός, γενόμενος
ἐν ἐξουσίᾳ καὶ βουλήσεως κύριος, ἀνέδραμε τηλικοῦ-
τον κακὸν ἐς τυραννίδα ὥστε ἀπέδειξε χρυσὸν τὴν
τραγῳδουμένην τυραννίδα· οὕτω καὶ τοὔνομα τοῖς
ἔργοις μακρῷ παρῆλθε. παίδων μὲν γὰρ εὖ γεγο-
νότων ὕβρεις διὰ τὸ σύνηθες οὐδὲ ὕβρεις ἐνομί-
σθησαν, ἀλλ' ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον
τοιαῦτα ἁμαρτάνειν· ὁ δὲ ἐγκλήματά τε ἀνέπλαττε
καὶ ἐδίκαζε τοῖς ἀδικουμένοις καὶ τῶν δικαζομένων
οὐδεὶς ἐσώζετο, ὅπου γε πολλῆς οὔσης καὶ ἀδιηγή-
του τῆς φθορᾶς παρανηλίσκοντό τινες τῶν εὐδαι-
213
μόνων, ὥσπερ ἐν κοινοῖς δείπνοις ἀλεκτορίδες, ἐς
τὴν Καρίνου τρυφήν. μεμνῆσθαι δὲ τῶν κατακοπτο-
μένων ἔφασκε, τῶν μὲν ὡς οὐκ ἐπῄνεσαν αὐτοῦ τὸ
κάλλος, τῶν δὲ ὅτι λέγοντα, ὅτε ἦν μειράκιον, οὐκ
ἐθαύμασαν, ὡς ἐβούλετο· ἀπώλλυντο δέ τινες καὶ
γελάσαντες ἐναντίον αὐτοῦ ποτε. καὶ πάντα ἦν αὐ-
τοῦ βαρύτερα διοσημίας, καὶ ἐλύττα ἐν μέσοις τοῖς
ὑπηκόοις. [Suidas.]
{ΔΙΟΚΛΗΤΙΑΝΟΣ.}
[Suidas v. ἐσχατιά· “ὁ Διοκλητιανὸς λόγον ποιού-
μενος τῶν πραγμάτων ᾠήθη δεῖν καὶ δυνάμεσιν ἀρ-
κούσαις ἑκάστην ἐσχατιὰν ὀχυρῶσαι καὶ φρούρια
ποιῆσαι”. Eunapio haec vindicanda probabiliter cen-
set Reitemeier. ad Zosimum II, 34, 2: Τῆς γὰρ Ῥω-
μαίων ἐπικρατείας ἁπανταχοῦ τῶν ἐσχατιῶν τῇ Διο-
κλητιανοῦ προνοίᾳ κατὰ τὸν εἰρημένον ἤδη μοι
(sc. in libri I parte nunc deperdita) τρόπον πόλεσι καὶ
φρουρίοις καὶ πύργοις διειλημμένης, κτλ. Ex ipso
Zosimo Suidiana fluxisse putavit Valesius ad Ammian.
Marcell. XXIII, 5, 2, p. 256. MÜLLERUS.]
[Idem: Ἰόβειοι καὶ Ἑρκούλειοι, ὀνόματα τάξεων.
τάγματα γάρ τινα δαίμονος ἐπώνυμα. Ἰόβις γὰρ
παρὰ Ἰταλοῖς ὁ Ζεύς, Ἑρκούλιος δὲ ὁ Ἡρακλῆς.
Eunapium de his narrasse ex eoque haec hausisse lexi-
214
cographum suspicatur Boissonadus, collato Zosimo III,
30, 4: Ἐτετάχατο δὲ ἐν τούτῳ Ἰοβιανοὶ καὶ Ἑρκου-
λιανοί. ταγμάτων δὲ ταῦτα ὀνόματα, παρὰ Διο-
κλητιανοῦ καὶ Μαξιμιανοῦ καταστάντα, φερόντων
τὰς τούτων ἐπωνυμίας· ὁ μὲν γὰρ Διός, ὁ δὲ Ἡρα-
κλέους ἐπώνυμον εἶχε. Et II, 42, 3: Ἰοβιανῶν καὶ
Ἑρκουλιανῶν· τάγματα δὲ ταῦτα (δαίμοσιν supplen-
dum censet Boiss.) ἐπώνυμα. Ceterum conf. Valesius in
Ammian. XXV. 6, 2, et Schwarzium in Mamertini Paneg.
p. 93. MÜLLERUS.]
{ΚΩΝΣΤΑΝΤΙΝΟΣ.}
Κωνσταντῖνος μὲν οὖν καὶ Ἀβλάβιον τιμῶν ἐκο-
λάζετο, καὶ ὅπως γε ἐτελεύτα ἐν τοῖς περὶ ἐκείνου
γέγραπται. Ἀβλαβίῳ δὲ τὸν παῖδα κατέλιπε Κων-
στάντιον, συμβασιλεύσαντα μὲν αὐτῷ, διαδεξάμενον
δὲ τὴν ἀρχὴν τοῦ πατρὸς σὺν Κωνσταντίνῳ καὶ Κών-
σταντι τοῖς ἀδελφοῖς. ἐν δὲ τοῖς κατὰ τὸν θειότατον
Ἰουλιανὸν ἀκριβέστερον ταῦτα εἴρηται. [Eunapius Vit.
Aedesii p. 25 Boiss.].
{ΚΩΝΣΤΑΝΤΙΟΣ.}
....... ἀλλ' ἡ μὲν παροιμία φησὶ τὸ θέρος ἐπὶ
τῇ καλάμῃ φαίνεσθαι· τότε δὲ ὁ Κωνστάντιος ἐδείκνυ
τοῦ πατρὸς ὤν.
215
Ὅτι κατὰ τὸν Ἰουλιανὸν τὸν Καίσαρα δοκοῦν τῷ
αὐτῷ Κωνσταντίῳ βεβουλεῦσθαι καλῶς ὁ χρόνος
τὴν πεῖραν ἐς τὸ ἐναντίον ἔστρεφε, ταῖς τοῦ Καί-
σαρος ἀρεταῖς συνενθουσιώσης ἤδη τῆς τύχης, καὶ
σχεδὸν ἑκάστης ἡμέρας ξένα καὶ ποικίλα φερούσης
τῷ βασιλεῖ διηγήματα· ἐφ' οἷς ὁ Κωνστάντιος δα-
κνόμενος ἤδη καὶ δυσφορῶν ὑπὸ φθόνου, τοὺς ἡγου-
μένους τῶν φύσει πολεμίων ἐπετείχιζε τῷ Καίσαρι,
καὶ τὴν ἑαυτοῦ προσετίθει τοῖς ἐχθροῖς δύναμιν,
μόνα ὁρῶν τὰ ἡδέα, καὶ τὸ οἰκεῖον ξένον ὑπολαμβά-
νων, εἰ σὺν τῷ Καίσαρι σώζοιτο, καὶ τὸ ξένον οἰ-
κεῖον, εἰ καταλύοι μεθ' ἑαυτοῦ τὸν Καίσαρα· ὥστε
ὁ πόλεμος ἐς τὸ ὕπουλον μεταβαλὼν καὶ τὸ φύσει
πολέμιον ἐποίει σύμμαχον. [Exc. de sentent. (cod.
p. 121) p. 253 Mai., 61—62 Niebuhr.]
{ΠΡΟΟΙΜΙΟΝ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΛΟΓΟΥ.}
Τὰ μὲν οὖν ἀπὸ τῆς Δεξίππου συγγραφῆς ἐς
τοὺς Ἰουλιανοῦ καθήκοντα [καιροὺς] ὡς ἐνῆν μά-
λιστα διὰ τῶν ἀναγκαίων ἐπιτρέχουσιν ἱκανῶς ἐν
τοῖς ἔμπροσθεν δεδήλωται· φέρεται δὲ ἐντεῦθεν ὁ
λόγος ἐφ' ὅνπερ ἐφέρετο ἐξ ἀρχῆς, καὶ ἀναγκάζει γε
τοῖς ἔργοις ἐνδιατρίβειν ὥσπερ τι πρὸς αὐτὸν ἐρωτι-
κὸν πεπονθότας, οὔτι μὰ Δία τεθεαμένους ἢ πεπει-
ραμένους· κομιδῇ γὰρ ἦν ὁ γράφων τάδε παῖς, ἡνίκα
ἐβασίλευσεν· ἀλλὰ δεινόν τι χρῆμα καὶ ἀπαραίτητον
ἐς ἔρωτα τὸ κοινὸν ἀνθρώπων ἁπάντων πάθος καὶ
τὸ τῆς περὶ αὐτοῦ δόξης ἀστασίαστον. πῶς γὰρ ἦν
σιωπᾶν ὑπὲρ ὧν οὐδεὶς ἔφερε σιωπᾶν (σιωπήν Nieb.);
πῶς δὲ μὴ λέγειν ὅσα καὶ οἱ μὴ δυνάμενοι λέγειν ἀπὸ
στόματος ἔφραζον, ἐς γλυκεῖάν τινα καὶ χρυσῆν δια-
τριβὴν τὴν ἐκείνου ἀναφέροντες (μνήμην addit Nieb.,
216
ἀρχὴν Herwerden.); καὶ ὁ μὲν πολὺς ἄνθρωπος ταῦτα
πάσχοντες ὅμως ἔλαττον ἐς τὸ γράφειν ἐξεβιάζοντο·
τὸ δὲ ἐξαίρετον καὶ ὅ,τιπερ ἦν ἐν παιδείᾳ γνωρι-
μώτατον, οὐδὲ ἀφιέντα ἠφίεσαν, ἀλλ' ἐνέκειντο παρα-
θαρσύνοντες ὡς ἐπιληψόμενοι (συνεπιλ. Bekk.) τοῦ
πόνου. ὁ δὲ ἐς τὰ μάλιστα γεγονὼς αὐτῷ γνώριμος,
ὁ Περγαμηνὸς ἀνὴρ Ὀρειβάσιος, ἐκ φυσικῆς φιλοσο-
φίας ἰατρικὴν ἐπιτάττειν ἄριστος καὶ δρᾶν ἔτι θειό-
τερος, καὶ ἀσεβήσειν ἐβόα περιφανῶς, εἰ μὴ συγ-
γράφοιμι· καὶ τῶν γε πράξεων, πάσας δὲ ἠπίστατο
παρὼν ἁπάσαις, μάλα ἀκριβῶς ὑπόμνημα συνετέλει
πρὸς τὴν γραφήν· ὥστε οὐκ ἦν ἀναβολὴ καὶ βουλο-
μένῳ ῥᾳθυμεῖν.
Τοῦτο ἐγένετο τὸ εὐτύχημα, καὶ πάντα ὥσπερ
ὀστράκου μεταπεσόντος ἐπὶ τὸ βέλτιον ἐχώρησε Ῥω-
μαίοις. [Exc. de sentent. (cod. p. 121, 122) p. 254—255
Mai., 62—63 Niebuhr. Postrema ex Eunapio affert Suidas
v. ὀστράκου περιστροφή.]
{ΚΩΝΣΤΑΝΤΙΟΣ ΚΑΙ ΙΟΥΛΙΑΝΟΣ ΚΑΙΣΑΡ.}
Ἐξιστάμενος, ἀντὶ τοῦ παραχωρῶν. “ὁ οὖν Μάρ-
κελλος κύριος ἦν τῶν πραγμάτων, ὀνόματος μόνου
καὶ σχήματος τῷ Ἰουλιανῷ ἐξιστάμενος, τὴν δὲ ἀληθε-
στέραν αὐτὸς ἀρχὴν μεταχειριζόμενος”. [Suidas. Eu-
napii haec esse animadvertit Valesius ad Ammian. Marcell.
XVI, 4, 3.]
[Ὅτι φησὶν Εὐνάπιος περὶ τοῦ παραβάτου Ἰου-
λιανοῦ·] Τῆς δὲ στρατείας ταύτης σφοδροτάτης τε
ἅμα καὶ κλεινοτάτης τῶν πρὸ αὐτῆς γενομένων τὴν
διήγησιν ἐς τήνδε τὴν γραφὴν ἐντείνοντες οὐ πει-
σόμεθα ταὐτὸν τοῖς ἐν ἡμέρᾳ δᾷδας ἀνασχοῦσιν, ἵνα
τι κρυπτόμενον ἀνεύρωσιν, οὐδὲ ὑπὲρ ὧν ἱκανῶς
217
ἅμα καὶ συνενθουσιῶν τοῖς ἑαυτοῦ καλοῖς βιβλίδιον
ὅλον τῇδε ἀναθεὶς τῇ μάχῃ διῆλθεν ὁ βασιλικώτατος
καὶ ἐν λόγοις Ἰουλιανός, αὐτοὶ παραβαλούμεθα καὶ
συνεκθήσομεν ἑτέραν γραφὴν τὰ αὐτὰ σημαίνουσαν,
ἀλλὰ τοῖς μὲν βουλομένοις τὸ μέγεθος τῶν ἐκείνου
λόγων τε καὶ ἔργων ἀνασκοπεῖν τὸ περὶ τούτων βι-
βλίον [ἀναγιγνώσκειν] ἐπιτάξομεν, καὶ πρὸς ἐκείνην
φέρεσθαι τὴν ἀκτῖνα τῆς συγγραφῆς, ἐκ τῆς ἐνερ-
γείας τῶν τότε ὑπ' αὐτοῦ πραχθέντων ἐπὶ τὴν τοῦ
λόγου δύναμιν ἀπορρυεῖσαν καὶ διαλάμψασαν· αὐτοὶ
δὲ ὅσον οὐ πρὸς ἅμιλλαν μειρακιώδη καὶ σοφιστικήν,
ἀλλ' ἐς ἱστορικὴν ἀκρίβειαν ἀναστῆσαι καὶ διαπλάσαι
τὸν λόγον, ἐπιδραμούμεθα τὰ γεγενημένα, συνάπτον-
τες τοῖς εἰρημένοις τὰ ἐχόμενα. [Exc. de sentent. (cod.
p. 122) p. 255 Mai., 63—64 Niebuhr.]
Ὅτι Ἰουλιανὸς τοὺς ἀρχομένους καὶ τοὺς πολε-
μίους ἐδίδασκεν ἀρεταῖς τίσι δεῖ τὸν ὄντως βασιλέα
κρατεῖν, καὶ ὡς ἀνδρεία μὲν καὶ ῥώμη καὶ χειρῶν
κράτος πρὸς τοὺς ἀνθεστηκότας μόνον τῶν πολεμίων
χρήσιμα, δικαιοσύνη δὲ μετ' ἐξουσίας ὥσπερ πηγή
τις οὖσα τῶν ἀρετῶν καὶ τοὺς μὴ παρόντας χειροή-
θεις ἐμποιεῖ (τε ποιεῖν Bekk.) καὶ δουλοῦσθαι πέφυκε.
τοιαύτας ὑποτείνων ἀρετὰς καὶ σπέρματα φιλοσοφίας
ἐς τοὺς ὑπηκόους ἅπαντας ἀπὸ βήματος ἐπέταττε Ῥω-
μαίοις μηδένα Σαλίων ἀδικεῖν μηδὲ δῃοῦν ἢ σί-
νεσθαι τὴν ἰδίαν χώραν. ἰδίαν δ' ἀπέφαινε πᾶσαν
αὐτοὺς δεῖν ὑπολαμβάνειν, ἣν ἄνευ μάχης καὶ πό-
νων ἔχουσιν· ὡς ἀναγκαῖον εἶναι πολεμίαν τὴν τῶν
πολεμούντων ἡγεῖσθαι καὶ νομίζειν, οἰκείαν δὲ τὴν
τῶν προσκεχωρηκότων.
Ὅτι εἰώθει Ἰουλιανὸς* ἀρχὴν νίκης, οὐ πολέμου
τίθεσθαι. [Ibid. (cod. p. 284) p. 256 Mai., 64—65 Niebuhr.]
218
Τοῦτον δεξάμενος ἑταῖρον [ἐφ'] ἑαυτῷ συνιστά-
μενον εἶχεν· εἶτ' ἄλλος προσῄει, καὶ πλῆθος ἦν·
καὶ καθάπερ οἱ Πυθαγόρειοί φασι, μονάδος ἐπὶ δυάδα
κινηθείσης οὐκέτι τὴν τῶν ἀριθμῶν ἠρεμεῖν φύσιν,
ἀλλὰ διαχεῖσθαι καὶ ῥεῖν ἐς πολύ, οὕτω Χαριέττω-
νος Κερκίωνα προσλαβόντος αἵ τε πράξεις ἐπὶ πολὺ
προῄεσαν καὶ ὁ τῶν συνισταμένων ὄχλος ἀνὰ λόγον
ἠκολούθει ταῖς πράξεσιν. [Ibid. (cod. p. 284) p. 257
Mai., 65 Nieb.]
Ἀνεῖχεν, ἐκώλυε. “Χαριέττων μὲν οὖν καὶ πρὸ
τούτου φανερός τις ὢν καὶ ἀνυπόστατος τῷ τε πλεο-
νάζοντι τοῦ δραστηρίου φοβῶν, ἀνεῖχεν ἀπὸ λῃστείας
ἅπαντας.” [Suidas. Eunapio haec vindicavit Valesius ad
Ammian. XXII, 11. Conf. Zosimus III, 7, 4.]
Ἐδόκει γὰρ τὸ σῶμα γιγαντώδης εἶναι καὶ τὸν
θυμὸν θηριώδης καὶ ἐς ἀγχίνοιαν τῶν συλλῃστευόν-
των ἁπάντων πολυπλοκώτερος. [Suidas v. γιγαντώδης.
Haec ex eodem fonte ducta esse censet Maius, collato
Zosimo III, 7, 1, qui de Chariettone: Ἀνήρ τις ἦν μέγεθος
σώματος ὑπὲρ τοὺς ἄλλους ἅπαντας ἔχων καὶ τὴν
ἀνδρείαν ἀνάλογον τῷ σώματι.]
Ὅτι τοῦ Ἰουλιανοῦ ἐς τὴν πολεμίαν χωροῦντος,
καὶ τῶν Χαμάβων ἱκετευόντων φείδεσθαι καὶ ταύ-
της ὡς οἰκείας, ὁ Ἰουλιανὸς συνεχώρει, καὶ τὸν βα-
σιλέα σφῶν προελθεῖν κελεύσας, ἐπειδὴ προῆλθε
καὶ ἐπὶ τῆς ὄχθης εἶδεν ἑστηκότα, ἐπιβὰς πλοίου,
τὸ πλοῖον ἔξω ἔχων τοξεύματος, ἑρμηνέα ἔχων διε-
λέγετο τοῖς βαρβάροις. ἐκείνων δὲ πάντα ποιεῖν
ὄντων ἑτοίμων, ὁρῶν εὐπρόσωπόν τε ἅμα καὶ ἀναγ-
καίαν αὑτῷ τὴν εἰρήνην· Χαμάβων γὰρ μὴ βου-
λομένων ἀδύνατόν ἐστι τὴν τῆς Βρεττανικῆς νήσου
σιτοπομπίαν ἐπὶ τὰ Ῥωμαϊκὰ φρούρια διαπέμπεσθαι·
219
καμπτόμενος ὑπὸ τῆς χρείας χαρίζεται τὴν εἰρήνην,
καὶ ὅμηρα ᾔτει λαβεῖν πίστεως ἕνεκεν. τῶν δὲ ἱκα-
νοὺς εἶναι τοὺς αἰχμαλώτους λεγόντων, ἐκείνους ἔφη
τὸν πόλεμον αὐτῷ δεδωκέναι· καθ' ὁμολογίαν γὰρ μὴ
λαβεῖν· νυνὶ δὲ ζητεῖν παρ' αὐτῶν τοὺς ἀρίστους,
εἰ μὴ τεχνάζουσι περὶ τὴν εἰρήνην. τῶν δὲ ἱκετευ-
όντων καὶ ἀξιούντων εἰπεῖν οὓς βούλεται, μεταλαβὼν
αὖθις τὸν τοῦ βασιλέως αὐτῶν αἰτεῖται παῖδα, πλατ-
τόμενος, ὃν εἶχεν αἰχμάλωτον, ὥσπερ οὐκ ἔχων.
ἐνταῦθα ὅ τε βασιλεὺς αὐτῶν καὶ οἱ βάρβαροι πρη-
νεῖς ἐκταθέντες οἰμωγῇ τε ἀφθόνῳ καὶ ὀλοφύρσει
προσεκέχρηντο, δεόμενοι μηδὲν ἀδύνατον ἐπιτάτ-
τεσθαι· ἀδύνατον δὲ αὐτοῖς εἶναι καὶ τοὺς πεσόντας
ἀναστῆσαι καὶ ὁμήρους δοῦναι τοὺς τετελευτηκότας.
γενομένης δὲ σιωπῆς, ὁ τῶν βαρβάρων βασιλεὺς ἀνα-
βοήσας μέγιστον ὅσον, Εἴθε ἔζη μοι, ἔφη, ὁ παῖς, ἵνα
σοι δοθεὶς ὅμηρος, ὦ Καῖσαρ, δουλείαν ηὐτύχει τῆς
ἐμῆς βασιλείας εὐδαιμονεστέραν. ἀλλ' ὑπὸ σοῦ τέ-
θνηκεν, ἀτυχήσας ἴσως καὶ τὸ ἀγνοηθῆναι. πολέμῳ
γὰρ ἐπίστευσε τὸ σῶμα νέος ὤν, ὃν σὺ μόνον ἀντά-
ξιον εἰρήνης ὑπολαμβάνεις. καὶ νῦν, ὦ βασιλεῦ, σὺ
μὲν ἐξαιτεῖς ὡς ὄντα, ἐγὼ δ' ἄρχομαι θρηνεῖν, συνο-
ρῶν τίνα οὐκ ἔχω. παῖδα γὰρ ὀδυρόμενος ἕνα καὶ
κοινὴν εἰρήνην τῷ παιδὶ συναπολώλεκα. κἂν μὲν
πιστεύσῃς τοῖς ἐμοῖς ἀτυχήμασι, παραμυθίαν ἔχει μοι
τὸ πάθος ὡς ὑπὲρ ἁπάντων ἠτυχηκότι· ἂν δὲ ἀπι-
στήσῃς, καὶ πατὴρ ἀτυχὴς καὶ βασιλεὺς ὀφθήσομαι.
τοῖς γὰρ ἐμοῖς κακοῖς οὐκ ἀκολουθήσει μὲν ὁ παρὰ
τῶν ἄλλων ἔλεος, ὅσπερ ἅπασιν ὀφείλεται τοῖς ἐν
τοιούτοις καθεστηκόσι, προσκείσονται δὲ αἱ κοιναὶ
συμφοραί. καὶ οὐ παραιτήσομαι τοῖς ἄλλοις ἀτυ-
χῶν, ἀλλὰ κοινωνεῖν ἐμοὶ τῶν δεινῶν ἀναγκάσω,
220
τοσοῦτον ἀπολαύων τῆς βασιλικῆς ἐξουσίας ὅσον
ἀτυχεῖν μόνος μὴ δύνασθαι. τούτων ἀκούων ὁ βα-
σιλεὺς τήν τε ψυχὴν ἔπαθε καὶ τοῖς λεγομένοις συμ-
παθῶς ἐξεδάκρυσε. καὶ καθάπερ ἐν τοῖς δράμασιν,
ὅταν ἐς ἄπορον καὶ δύσλυτον αἱ τῶν ὑποκειμένων
ἔργων πλοκαὶ τελευτήσωσιν, ὁ καλούμενος ἀπὸ μη-
χανῆς θεὸς ἐπεσόδιος ἐς μέσον ἕλκεται, πάντα συμ-
περαίνων καὶ καταστρέφων ἐπὶ τὸ σαφέστερον καὶ
εὔκριτον, οὕτω καὶ αὐτὸς ἐπὶ πράγμασιν ἀμηχάνοις
καὶ δυσεξόδοις, μετ' οἰμωγῆς ἁπάντων τὴν μὲν εἰ-
ρήνην αἰτούντων, τὸν δὲ ἐπιζητούμενον ὅμηρον ἀπα-
γορευόντων μὴ ἔχειν, τόν τε νεανίσκον παραγα-
γὼν ἅπασιν ἔδειξε βασιλικῶς παρ' αὐτῷ διαιτώμενον
καὶ διαλεχθῆναι τῷ πατρὶ κελεύσας ὅσα ἐβούλετο
περιεσκόπει τὸ πραχθησόμενον. τὰ δὲ ἐπὶ τούτοις
ἦν ἄξια τούτων. οὐκ ἔτεκεν ὁ ἥλιος τοιαύτην ἡμέραν,
οἵαν τότε ἐξῆν τοῖς παροῦσιν ὁρᾶν καὶ ἱστορεῖν. οἱ
μὲν γὰρ ἀπὸ θορύβου καὶ θρήνων ἐκπλήξει καὶ θάμ-
βει συνδεθέντες ἐς τὸ ἀκίνητον ἐπάγησαν, ὥσπερ
Ἰουλιανοῦ δείξαντος αὐτοῖς οὐ τὸν νεανίσκον, ἀλλ'
εἴδωλον. ὁ δὲ βασιλεύς, ἐπεὶ ἡσυχία μυστηρίων
ἁπάντων ἐγένετο σταθερωτέρα, βαρὺ φθεγξάμενος
ἐς μέσον, “τοῦτον, εἶπεν, ὁ μὲν ὑμέτερος, ὡς ὑμεῖς
ὑπολαμβάνετε, πόλεμος ἀπολώλεκε, θεὸς δὲ ἴσως καὶ
τὸ Ῥωμαίων σέσωκε φιλάνθρωπον. ἕξω δὲ αὐτὸν
ὅμηρον, οὐ παρ' ὑμῶν καθ' ὁμολογίαν, ἀλλὰ παρὰ
τοῦ πολέμου λαβὼν καὶ τῷ κρατεῖν ἀρκούμενος. καὶ
οὗτος μὲν οὐδενὸς ἀτυχήσει τῶν καλλίστων ἐμοὶ
συνών, ὑμεῖς δὲ πειρώμενοι παραβαίνειν τὰς συνθή-
κας ἀποτεύξεσθε πάντων. φημὶ δὲ οὐχ ὅτι κολάσο-
μαι τὸν ὅμηρον, ὃν οὐδὲ ἐνέχυρον παρ' ὑμῶν εἴληφα
τῆς εἰρήνης, ἀλλ' ἀνδρείας ἀπόδειξιν καθ' ὑμῶν
221
ἔχω· ὃ καὶ ἄλλως ἄνισον καὶ θεομισές, τοὺς οὐδὲν
ἀδικοῦντας ὑπὲρ τῶν ἀδικούντων δάκνειν καὶ σπα-
ράττειν, ὥσπερ τὰ θηρία τοὺς ἀπαντῶντας, ὅταν ὑφ'
ἑτέρων διώκηται· ἀλλ' ὅτι πρῶτον μὲν ἄρξετε χει-
ρῶν ἀδίκων, οὗ μείζων ὄλεθρος οὐκ ἔστιν ἀνθρώ-
ποις, κἂν δοκῶσι πρὸς τὸ βραχὺ καὶ παρὸν ἐπιτυγχά-
νειν· δεύτερον δὲ ὅτι πρὸς Ῥωμαίους ὑμῖν ὁ λόγος
ἔσται κἀμὲ τὸν ἄρχοντα τούτων, ὃν οὔτε πολεμοῦντες
οὔτε εἰρήνην αἰτοῦντες ἐνικήσατε”. προσεκύνησαν
ἐπὶ τούτοις ἅπαντες καὶ ἀνευφήμουν, θεόν τινα ἐπὶ
τοῖς λόγοις ἡγούμενοι. σπεισάμενος γοῦν καὶ τὴν
τοῦ Νεβισγάστου μητέρα μόνον αἰτήσας, ἐκείνων
ὁμολογούντων τε ἅμα καὶ δόντων, ἀνέζευξεν ἐπὶ τοι-
αύταις πράξεσι, μετοπώρου τε ἑστηκότος καὶ χειμῶνος
ἤδη συνισταμένου καὶ διαψύχοντος. [Exc. de legat.
p. 15—17 ed. Par., p. 41—45 Niebuhr.]
Ὅτι Βαδομάριός τις δυνάμει καὶ τόλμῃ προεῖχε
Γερμανῶν, καὶ ἐς τοῦτο ὑπετύφετο μεγαλαυχίας ὥστε
ἐτύγχανε μὲν ὅμηρον τὸν ἑαυτοῦ δεδωκὼς υἱόν, ἕως
ἂν ἀποδῷ τοὺς αἰχμαλώτους, οὓς ἐκ τῆς καταδρομῆς
εἶχε συνηρπασμένους, τούτους δὲ οὐκ ἀποδιδοὺς
ἀπῄτει τὸν ὅμηρον, πολλὰ ἀπειλῶν, εἰ μὴ λάβοι. ἀπο-
πέμπει δὴ τοῦτον Ἰουλιανὸς αὐτῷ, τοσοῦτον ἐπιθεὶς
ὡς οὐκ ἔστιν ἀξιόπιστον ἓν μειράκιον ὑπὲρ πολλῶν
εὐγενεστέρων ὁμηρεῦον παρ' αὐτῷ, ἀλλ' ἢ τοὺς
αἰχμαλώτους ἀποδιδόναι προσῆκον, ὄντας ὑπὲρ τρισ-
χιλίους, τοῖς αὐτίκα ἥξουσι πρέσβεσιν, ἢ ἀδικοῦντα
εἰδέναι. ταῦτα ἔγραφέ τε καὶ τὴν πρεσβείαν ἔστελλε.
καὶ αὐτὸς εἵπετο τῇ πρεσβείᾳ ἀπὸ Νεμέτων ἄρας ἐπὶ
τὸν Ῥῆνον. ἤδη τε ἦν πρὸς τοῖς Ῥαυράκοις, ὅ ἐστι
φρούριον. [Ibid. p. 17 ed. Par., 45 Niebuhr.]
[Ὅτι φησὶν ὁ Εὐνάπιος περὶ Ἰουλιανοῦ·] Ἐνταῦθα
222
δὲ γενομένους μεμνῆσθαι προσῆκεν ὡς νῦν ἡ γραφὴ
περιέχει τὰ τοῦ Καίσαρος ἔργα, ταῦτα δὲ ἐγίγνετο
Κωνσταντίου βασιλέως βασιλεύοντος· ὥσπερ οὖν ἐν
τοῖς κατὰ Κωνστάντιον ἀμφοτέρων μεμνημένη τὰ τοῦ
προκειμένου Κωνσταντίου μᾶλλον εἷλκε καὶ παρῆγεν
ἐς τὸν λόγον, οὕτως ἐπειδὴ τὸν λόγον ἐκ τῆς γενέ-
σεως ἐς Ἰουλιανὸν ἐλθόντα τὸν Καίσαρα νῦν ἀνα-
γράφει, ἐπιμνήσεται πάλιν, ἐς ὅσον ἂν ἐγχωρῇ, τῶν
κατὰ τοὺς παραπίπτοντας καιροὺς ἐς τὸν Καίσαρα
Κωνσταντίῳ συντεθειμένων τε καὶ μεμηχανημένων.
Ὁ μὲν γὰρ Ῥωμαῖος Μάριος τὸν ἀντίπαλον Σύλ-
λαν διπλοῦν θηρίον ἀποκαλῶν, ἀλώπεκα καὶ λέοντα,
μᾶλλον ἔφασκε φοβεῖσθαι τὴν ἀλώπεκα· Κωνσταντίῳ
δὲ λέων μὲν οὐδεὶς παρῆν, πολλαὶ δὲ ἀλώπεκες κύ-
κλῳ περιτρέχουσαι διεθορύβουν τὸν Καίσαρα.
Πᾶσα δὴ βία τὴν γραφὴν κατὰ μικρὰ καὶ ἐπὶ
Κωνστάντιον φέρεσθαι καὶ τῶν ὑπ' ἐκείνου πραττο-
μένων ἕκαστον ἀναγαγεῖν ἐπὶ καιροὺς καθ' οὓς ἐγί-
γνετο καὶ συνέπιπτεν.
Τότε δὴ ὁ Κωνστάντιος ἐφ' οἷς (χαίρειν addit Nieb.)
ἔδει δυσφορῶν καὶ ὅσα ἔπραττεν Ἰουλιανὸς ἔλεγχον
τῆς ἰδίας βασιλείας ὑπολαμβάνων, τάς τε δηλουμέ-
νας ἐπινικίους ἑορτὰς ἐς πένθος καὶ συμφορὰν μετέ-
βαλε καὶ διοιστρούμενος ὑπὸ φθόνου καὶ λύττης
πρὸς τὸν ἐμφύλιον ἐξώγκωτο πόλεμον.
Ἔοικε μὲν οὖν καὶ ἄλλως ὁ χρόνος ἐν ταῖς μα-
κραῖς περιόδοις καὶ κινήσεσι πολλάκις ἐπὶ τὰ αὐτὰ
καταφέρεσθαι συμπτώματα, καθάπερ οἱ τῷ Δαρείῳ
συστάντες ἐπὶ τοὺς μάγους ἦσαν ἑπτὰ καὶ οἱ πολ-
λοῖς ὕστερον χρόνοις Ἀρσάκῃ κατὰ Μακεδόνων συν-
εγερθέντες ἴσοι τὸν ἀριθμὸν ἔτυχον.
Συνορῶσι δὲ ὅτι θερμότητος μὲν δεῖται καὶ ὁρ-
223
μῆς τὸ ἀσφαλές· τὸ γὰρ τῆς ἀνάγκης παρὰ πόδας
ἑστὸς ἐπίσκεψιν ἥκιστα ἐνδεχόμενον προχειρότερον
ἀπαιτεῖ τὸν κίνδυνον.
Ὅτι περὶ τῆς στρατείας τῆς κατὰ Ναρδινῶν
(Ἀλαμανῶν Bekk.) πολυτρόπου γενομένης ἐκτίθησι
μὲν αὐτὸς Ἰουλιανός, ἄλλα δὲ ἀλλαχοῦ καὶ πρὸς πολ-
λοὺς ἀναφράζων ἐν ἐπιστολαῖς. πρός τινα γοῦν Κυλ-
λήνιον καὶ ταῦτα ἐξηγούμενον τὰ μὲν ἐπιτιμῶν ὡς
διαμαρτάνοντα τῆς ἀληθείας φαίνεται, καὶ παρεκτί-
θησί γε τὰ πραχθέντα ὅπως γέγονε· φάσκων δὲ μὴ
δεῖσθαι τοῦ τά τε ἔργα λέγοντος, οὐδὲ γὰρ Παλαμή-
δην Ὁμήρου προσδεηθῆναί φησιν ἐς δόξαν, καὶ τὰς
ἀλλοτρίας συγγραφὰς τῶν ἰδίων ἔργων ὑπὸ μεγα-
λοψυχίας παραιτούμενος, αὐτὸς ὅμως διὰ μέγεθος
τῶν πεπραγμένων πρὸς τὸ λέγειν αὐτὰ κατασειόμε-
νος, οὐδὲ συγγραφὴν ἁπλῆν, ἀλλ' ἔπαινον ἀκριβῆ
τινα καὶ λαμπρὸν ἑαυτοῦ διέξεισιν αὐτοκέλευστος,
καὶ πρὸς πολλοὺς αὐτὰ διὰ τῶν ἐπιστολῶν ὑμνῶν.
[Exc. de sentent. (cod. p. 285, 286) p. 257—259 Mai.,65—67 Niebuhr.]
{ΙΟΥΛΙΑΝΟΣ ΒΑΣΙΛΕΥΣ.}
Ὅτι μετὰ τὴν Ἰουλιανοῦ τῆς βασιλείας ἀναγό-
ρευσιν πρεσβεῖαι πανταχόθεν συνέβαινον καὶ στέ-
φανοι πολλοὶ χρυσοῖ αὐτῷ παρὰ τῶν ἐθνῶν ἀνε-
κομίζοντο. ἐνταῦθα καὶ οἱ τὴν Ἰωνίαν οἰκοῦντες
ἔτυχον ὅσων ἐδεήθησαν, καὶ πλειόνων καὶ ἐλαττό-
νων. Λυδοὶ δὲ καὶ εὐχῆς κρεῖττον ἔπραττον, Εὐνα-
πίου μὲν τοῦ ῥήτορος ὑπὲρ αὐτῶν πρεσβεύοντος,
εὐημερήσαντος δὲ οὕτω κατὰ τὴν πρεσβείαν ὥστε
καὶ δίκῃ τινὶ περιμαχήτῳ συνειπεῖν, ᾗ ὁ βασιλεὺς
224
αὐτὸν ἐκέλευεν. ὁ δὲ ἐνίκα καὶ τὴν δίκην· καὶ ἐκ
Κλαζομενῶν δὲ Πείσων εὐδοκίμει λέγων. [Exc. de
legat. p. 17—18 Par., 46 Niebuhr.]
Ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν,
χανδὸν ἐμφορουμένων τῶν ἀνθρώπων τῆς δικαιοσύ-
νης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπ' αὐταῖς,
ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον
ἴσχουσιν ἐς βοήθειαν τῶν ἀδικούντων καὶ προειλη-
φότων, ἀλλ' ἢ παραχρῆμα ἔδει τὸ ἴσον ἐλέγχεσθαι
κατὰ φύσιν ἢ τὸ μέλλον καὶ διωθούμενον ἐς τὸν
χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς
ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος
καὶ ἀδικούντων διηγείρετο· οὐ γὰρ ἀδικεῖν ἐξῆν
οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπε-
δείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ
προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυ-
σίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχά-
νοντος, ἀκώλυτον ἦν τοὺς δεομένους λόγου τυχεῖν.
ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης
βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε.
[Suidas v. Ἰουλιανὸς ex Eunapio, ut coniecit Küsterus.
Conf. Ammian. Marcellin. XXII, 10, 1.]
Ὅτι Σαλούστιος ὁ τῆς αὐλῆς ἔπαρχος ἐπὶ Ἰου-
λιανοῦ ἀνὴρ ἦν διαφερόντως περιττὸς ἐς φιλαν-
θρωπίαν· ᾧ γε τοσοῦτον ἡμερότητος καὶ πρᾳότητος
ὑπῆρχεν ἐς ἅπαντας ὥστε καὶ τὸν Μάρκελλον ἐκεῖνον,
τὸν ἡνίκα ἦν Καῖσαρ ὑβριστικῶς αὐτῷ χρησάμενον,
πάνυ περιδεᾶ ὄντα διὰ τὰ προγεγενημένα, καίτοι
τοῦ παιδὸς ἐλεγχθέντος ἐπανίστασθαι διὰ τὴν πρὸς
Κωνστάντιον φιλίαν, τῷ νεανίσκῳ τὴν δίκην ἐπέ-
θηκε, τὸν δὲ Μάρκελλον καὶ διαφερόντως ἐτίμησε.
[Suidas v. Σαλούστιος. ”Totum hunc locum ex Eunapio
225
excerptum esse suspicatur Valesius ad Ammian. Mar-
cellin. XXII, 11, 2; qui recte etiam monuit Suidam
hic omnia confundere et ad Salustium male referre ea
quae Iuliano conveniant.” Kuster.]
Ὅτι κρατεῖν ὡς ἐπίπαν εἴωθεν ἐν μὲν τοῖς ἀπεί-
ροις τὸ πλέον, ἐν δὲ τοῖς ἐπιστήμοσι τὸ γεγυμνασμέ-
νον· οὐ γὰρ ἐν τοῖς μετὰ τέχνης ἀπαντᾷ τὸ παράλο-
γον τῆς τύχης, ἀλλ' ἐν τοῖς ἀτέχνοις χώραν ἔχει τὸ
αὐτόματον, ὥσπερ κἀν ταῖς ἄλλαις ἐπιστήμαις ὁρῶ-
μεν τὸ προτεθὲν οὐχ ὑπὸ τῶν ἀπείρων, ἀλλ' ὑπὸ
τῶν μελετησάντων ἐκτελούμενον ὡς ὠφείλετο.
Ὅτι πᾶν ἔργον κρεῖττον ἀπορρήτως στρατηγού-
μενον· ὅστις δὲ ἐν πολέμῳ κρύπτει τὰ πλείονα, κρείτ-
των ἐστὶν ἢ ὁ μετ' ἔργων θρασύτητος φανερῶς ἐπιών.
Ὅτι ὁ κυνικὸς Ἡράκλειος ἀκροασόμενον ἐκάλει
τὸν Ἰουλιανὸν ὡς ἐς τὴν βασιλείαν ὠφελήσων αὐτόν.
ὁ δὲ θαυμάσας τὸ τῆς ὑποσχέσεως ὕψος ἑτοίμως ὑπή-
κουσεν. ἐπεὶ δὲ παρὰ δόξαν ἀπήντησεν, ὁ Ἰουλιανὸς
ἀντιγράψας λόγον τὴν ἑαυτοῦ δύναμιν ἐξέφηνε καὶ τὸ
τῆς φύσεως ἀνυπέρβλητον. οἱ δὲ ἀκούσαντες κατα-
πλαγέντες τὴν δύναμιν τοῦ λόγου καθάπερ θεοῦ
προσεκύνησαν τὴν φιλανθρωπίαν, ὅτι τὸν βασιλικὸν
θυμὸν διέλυσε λογικῇ φιλοτιμίᾳ. ὁ δὲ καὶ ἑτέρῳ λόγῳ
τὸν αὐτὸν κυνικὸν ἐτίμησεν. [Exc. de sentent. (cod.
p. 286) p. 259 Mai., 67—68 Niebuhr.]
“Μάξιμός τε καὶ Πρίσκος λόγου μὲν μετειχέτην,
τῆς δὲ τῶν κοινῶν καὶ ὑπαίθρων πραγμάτων πείρας
ἐλάχιστον.” καὶ αὖθις· “ὡς ἂν ὕπαιθρόν τινα καὶ ἔν-
226
νομον ἀγωνισάμενος μάχην,” τουτέστι προφανῆ.
[Suidas v. ὕπαιθρον. Posteriorem locum plenius ha-
bet v. νεωτερίζειν, ubi: “ὁ δὲ βάρβαρος οὐδὲ ἐπὶ
τὴν νεωτερίζουσαν τὰ πράγματα τύχην ἔσχεν ἀνε-
νεγκεῖν τὴν αἰτίαν, ὡς ἂν ἔννομόν τινα καὶ ὕπαιθρον
ἀγωνισάμενος μάχην.”]
Τότε δὲ ἴλη τῶν καταφράκτων ἱππέων ὑπὲρ τοὺς
τετρακοσίους ἐς τοὺς ὀπισθοφύλακας κατερράγη. [Sui-
das v. ἴλη.]
Οἱ δὲ τῶν Πάρθων οἰσυΐνας ἀσπίδας ἔχοντες
καὶ κράνη οἰσύινα πλοκήν τινα πάτριον πεπλεγμένα.
[Suidas v. οἰσύινος.]
Ὅτι τῷ Ἰουλιανῷ ἤκμαζεν ὁ πρὸς Πέρσας πόλε-
μος, τάς τε Σκυθικὰς κινήσεις ὥσπερ ἐν κωφῷ ἔτι κύ-
ματι συνετίθει πόρρωθεν ἢ θεοκλυτῶν ἢ λογιζόμενος.
λέγει οὖν ἐπιστέλλων, “Σκύθαι δὲ νῦν μὲν ἀτρεμοῦσιν,
ἴσως δὲ οὐκ ἀτρεμήσουσιν.” ἐς τοσόνδε ἐξικνεῖτο χρό-
νον ἡ τῶν μελλόντων αὐτῷ πρόνοια ὥσθ' ὅτι τὸν ἐπ'
αὐτοῦ μόνον καιρὸν ἡσυχάσουσι προγιγνώσκειν.
Ὅτι τὸ πρὸ Κτησιφῶντος πεδίον ὀρχήστραν πο-
λέμου πρότερον ἀποδείξας, ὡς ἔλεγεν Ἐπαμεινώνδας,
Διονύσου σκηνὴν ἐπεδείκνυ Ἰουλιανός, ἀνέσεις τινὰς
τοῖς στρατιώταις καὶ ἡδονὰς ποριζόμενος.
Ὅτι τοσαύτη ἐν τοῖς προαστείοις Κτησιφῶντος
ἀφθονία τῶν ἐπιτηδείων ἦν ὥστε τὴν περιουσίαν
κίνδυνον τοῖς στρατιώταις φέρειν μήποτε ὑπὸ τρυ-
φῆς διαφθαρῶσιν.
Ὅτι ἔοικε τὸ ἀνθρώπινον καὶ ἄλλως ἐπίφορον
εἶναι καὶ κάταντες πρὸς τὸ βάσκανον. καὶ οἱ στρα-
τιῶται οὐκ ἔχοντες ὅπως ἐπαινῶσιν ἀξίως τὰ πρατ-
τόμενα, “τοὺς Ἀχαιούς, φασίν, ἔκρινον ἀπὸ πύργου”,
στρατηγικός τις καὶ περιττὸς ἐς φρόνησιν ἕκαστος
227
εἶναι βουλόμενοι. καὶ τοῖς μὲν ὕλη τις ὑπῆν φλυα-
ρίας· ὁ δὲ τῶν ἐξ ἀρχῆς ἐχόμενος λογισμῶν ἐπὶ τὴν
οἰκείαν ἀνέστρεφεν. [Exc. de sentent. (cod. p. 286,
171) p. 260 Mai., 68—69 Niebuhr.]
Ὥσπερ δὲ ἐν πολέμῳ καὶ τοσούτων ἐπικειμένων
ἄρχοντος δεόμενον τὸ στρατόπεδον τὴν αἵρεσιν περιε-
σκόπει. καὶ καθάπερ οἱ ἰατρικοί φασι κατὰ ταὐτὸν
γενομένων δυεῖν ἀλγημάτων τὸ ἔλαττον ὑπὸ τοῦ
σφοδροτέρου λύεσθαι, οὕτω καὶ τότε θεωρεῖν ἐξῆν
ὡς τὴν ὑπεροχὴν τοῦ κατὰ τὸν βασιλέα πάθους ὁ τοῦ
πολέμου φόβος παρὰ πόδας ἑστὼς καταμαραίνων
ἀπήμβλυνεν. τὸ μὲν γὰρ γεγενημένον ἦν φανερόν,
τὸ δὲ ὅπως εἴκαζεν ἄλλος ἄλλως, ἠπίστατο δὲ οὐδὲ
εἷς. πλὴν ἓν τοῦτό γε ᾔδεσαν ὡς αἱρεῖσθαι προσῆκέ
σφισιν ἄρχοντας. εἰ δὲ καὶ πλῆθος ἦσαν, τοῦτο γοῦν
ἠπίσταντο σαφῶς ὅτι ἄρχοντος μὲν εὐπορήσουσι,
τοιοῦτον δὲ οὐδὲ εἰ πλάττοι θεός, εὑρήσουσιν, ὅς γε
διὰ φύσεως ἐξουσίαν καὶ τὸ ἰσομέγεθες τῷ θείῳ
ἀγωγῆς τε ἀνάγκην ἐβιάσατο πρὸς τὸ χεῖρον ἕλκου-
σαν, καὶ ἐκ τοσούτων ἀνενεγκὼν κυμάτων οὐρανόν
τε εἶδε καὶ ἐπέγνω τὰ ἐν αὐτῷ καλά, τοῖς τε ἀσωμά-
τοις ὁμιλήσας σῶμα ἔχων ἔτι. καὶ βασιλείας τε ἔτυ-
χεν οὐχ ὅτι ἤρα βασιλείας, ἀλλ' ὅτι τὸ ἀνθρώπειον
ἑώρα δεομένους βασιλεύεσθαι, φιλοστρατιώτης τε ἦν
διαφερόντως, οὐχ ὅτι ἐβούλετο δημαγωγεῖν, ἀλλ' ὅτι
τοῦτο ἠπίστατο τοῖς κοινοῖς συμφέρειν.
[Ταῦτα ληρεῖν ἀνέχῃ, ἐμβρόντητος τῷ ὄντι καὶ
ἀνεπιγνώμων τῶν πεφλυαρημένων; τίς γὰρ τῶν ἐγ-
γενῶν Ἕλλησι δογμάτων οὐρανίων μεμύηται μυστη-
ρίων θεατὴν ὑπάρξαι τὸν ἀπαλλαττόμενον τῆς ἐν-
τεῦθεν βιοτῆς ἢ συνόμιλον ἀσωμάτων γενέσθαι; καὶ
τίνες οἱ ἀσώματοι οὗτοι, εἰ μή που Γανυμήδης καὶ
228
Ζεὺς ὁ Γανυμήδους ἐκ Τρώων ἐραστής, δι' οὗ καὶ
Ἥρα παραγκωνίζεται ἡ ἀδελφὴ καὶ γαμετὴ τῷ Φρυγὶ
μειρακίῳ; ἀλλὰ τὰ μὲν κλέψας ἔχεις τῶν Χριστιανι-
κῶν ὀργίων, τὰς ἀσωμάτους φημὶ φρατρίας· ἐπεὶ
τῶν γε σῶν δογμάτων μὴ οὐχὶ καὶ ἐμπαθέστερον τῶν
κατὰ τὸν φθαρτὸν τοῦτον βίον ἀκρατεστάτων οἱ κατ'
οὐρανόν σοι ἁλοῖεν μάκαρες βιοῦντες· οἷς Ἥβη μὲν
οἰνοχοεῖ, οἱ δὲ πολλῷ τῷ νέκταρι μεθυσκόμενοι τὰ
ἀπαίσια διεξίασι Τρώων πόλιν εἰσορόωντες. πρὸς
τίνας καὶ τῶν καθ' Ἕλληνας ἑαυτὸν ἀναφέρων φι-
λοσόφων ἤρα βασιλείας; πρὸς Ἀντισθένη; πρὸς Διο-
γένη; ἀλλὰ τούτοις μὲν ἴσμεν οὕτως ἀπραγμοσύνης
μέλον ὡς τὴν κυνῶν ἐζηλωκότας ζωὴν καὶ τῇ τού-
των ἐγκαλλωπίζεσθαι κλήσει. οὕκουν ἐπανορθῶν τὸν
ἀνθρώπινον βίον εἵλετο βασιλεύειν, ὅστις μηδ' ἐπα-
νώρθωσέ τι, εἰ μὴ πρῶτον μὲν φιλοδοξίας κακῷ
λυττήματι ἀχάριστος περὶ τὸν εὐεργέτην διαγιγνόμε-
νος, ἔπειτα καὶ ὅπως τοῖς ἄγουσιν αὐτὸν δαίμοσι τὸ
ὀλέθριον ἀφοσιούμενος σέβας λάθοι πρὸς τῶν ὑπ'
αὐτοῦ σπουδαζομένων δαιμόνων τοιούτου καὶ τέλους
κυρῆσαι, ἀξίου καὶ τῆς ἐκείνων ἀπάτης καὶ τῆς ἑαυ-
τοῦ ἐμπληξίας.] [Exc. de sentent. (cod. p. 171, 172)
p. 261—263 Mai., 69—71 Niebuhr. Ad ea quae Chri-
stianus zelotes subiecit, in margine adscriptum: Στη-
λιτευτικὸς κατὰ Εὐναπίου.]
Ὅτι πρὸς τὸν Ὀρειβάσιον εἰπόντα ὡς οὐ χρὴ τὸν
θυμόν, κἂν ἐπεσπέσῃ, διὰ τῶν ὀμμάτων καὶ τῆς φω-
νῆς ἐκφορεῖσθαι, “Ὅρα τοίνυν, εἶπεν, ἐπειδὴ καλῶς
λέγεις, εἰ τοῦτο ἐγκαλέσεις ἔτι δεύτερον.”
Ὅτι φασὶν Ἀλεξάνδρου θειάζοντος ἑαυτὸν ἐκ
Διὸς Ὀλυμπιάδα θρυπτομένην φάσκειν, “Οὐ παύ-
σεται τὸ μειράκιον διαβάλλον με πρὸς τὴν Ἥραν;”
229
Ὅτι προσαγορεύων ὁ θεὸς τὸν Ἰουλιανόν φησιν,
Ὦ τέκος ἁρμελάταο θεοῦ, μεδέοντος ἁπάντων.
Ὅτι ὁ Ἰουλιανὸς ἐν ταῖς ἐπιστολαῖς ἴδιον [πατέρα
addit Mai.] ἀνακαλεῖ τὸν ἥλιον, οὐχ ὥσπερ Ἀλέξανδρος
διαβάλλεται φάσκων πρὸς τὴν Ἥραν ὅτι Ὀλυμπιὰς
αὐτὸν ἐκ Διὸς ἀνελομένη τοῦτο οὐκ ἀπεκρύπτετο,
ἀλλ' οὗτός γε ἐπὶ ταῖς τοῦ θεοῦ μαρτυρίαις αἰωρού-
μενος ἐς τὸν Πλάτωνα ὑποφέρεται, ὥσπερ ὁ ἐκείνου
Σωκράτης φησί, “Μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ
μετ' ἄλλου του θεῶν,” ταύτην (ταύτῃ Nieb.) καὶ αὐτὸς
ἐς τὴν ἡλιακὴν βασιλείαν τινὰ καὶ χρυσῆν σειρὰν
ἀναφέρων καὶ συναπτόμενος. [Exc. de sentent. (cod.
p. 172) p. 263—264 Mai., 71—72 Niebuhr.]
Ὁ δὲ Ἰουλιανὸς ὁ παραβάτης, καίπερ τοσούτοις ἐμ-
βεβηκώς, τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν
τῆς Ἀντιοχείας σοφιστήν, ᾧ Λιβάνιος ὄνομα, διαφε-
ρόντως ἐθαύμασεν, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δὲ ὅπως
λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προτιμῶν
ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ τὴν ῥη-
τορικὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς ἀεὶ
πρὸς ταῦτα ἐπεκάλουν καὶ διεμέμφοντο τὰς κρίσεις.
[Suidas v. Λιβάνιος. Eunapio vindicat Boissonadus.]
[Περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παραβάτου
τοῦ ἀθέου χρησμὸς ἦν τοιοῦτος·]
ἀλλ' ὁπότε (ὁπόταν Suidas) σκήπτροισι τεοῖς Περ-
σήιον αἷμα
ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς,
δὴ τότε σὲ πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα
ἀμφὶ θυελλείῃσι κυκώμενον ἐν στροφάλιγξι,
λυσάμενον (ῥίψαντα S.) βροτέων ῥεθέων πολύτλη-
τον ἀνίην.
230
ἥξεις δ' αἰθερίου φάεος πατρώιον αὐλήν,
ἔνθεν ἀποπλαγχθεὶς μεροπήιον ἐς δέμας ἦλθες.
τούτοις ἀρθέντα τοῖς ἔπεσιν αὐτὸν καὶ λογίοις
μάλα ἡδέως φησὶν ἀπολιπεῖν τὸ θνητὸν καὶ ἐπίκη-
ρον. πρόκεινται δὲ τῶν λογίων ἄλλαι τινες εὐχαί τε
καὶ θυσίαι περὶ τοὺς θεούς, ἃς ἐκείνῳ μὲν δρᾶν
ἀναγκαῖον ἦν ἴσως, ἐς δὲ ἱστορικὸν τύπον καὶ βάρος
φέρειν οὐκ ἦν εὔλογον· τὸ γὰρ [γράφειν addit Nieb.]
καθ' ἕκαστα οὐκ ἦν ἀλήθειαν τιμῶντος, ἀλλὰ διὰ
πολυπραγμοσύνην ἐς λῆρον ἀποφερομένου καὶ παρο-
λισθάνοντος. [Exc. de sentent. (cod. p. 172, 173) p. 265
—266 Mai., 72 Niebuhr. Idem oraculum Suidas v. Ἰου-
λιανὸς affert, praemissis verbis quae uncis inclusimus.]
Ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ
Κτησιφῶντα διῆγε,
γηγενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεὺς
ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ' ἔχουσι.
Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς
μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ
ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ,
νωλεμέως δ' ἐδάμασσε πόλεις τε καὶ ἔθνεα πολλά.
ἀλλὰ καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας
ὑσμίναις πυκιναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.
[Suidas v. Ἰουλιανός. Pro ἐδάμασσε πόλεις κτλ. codd.
ABEV ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα. Tum
ὅρρα pro ἀλλά, i. e. ὅς ῥα, ut Antholog. Pal. XIV, 148.]
{ΙΟΒΙΑΝΟΣ. ΟΥΑΛΗΣ. ΟΥΑΛΕΝΤΙΝΙΑΝΟΣ.}
[Ὅτι φησὶν ὁ Εὐνάπιος,] Περὶ μὲν οὖν τῶν παλαι-
οτέρων καὶ ὅσα πρὸ ἡμῶν ἀνάγκη συγχωρεῖν τοῖς
γράψασιν ἢ τοῖς πρὸ (περὶ Nieb.) ἐκείνων λόγοις ἐς
231
ἡμᾶς κατὰ μνήμην ἄγραφον ἐς διαδοχὴν περιφερο-
μένοις καὶ καθήκουσιν· ὅσα δὲ ἐφ' ἡμῶν αὐτῶν γέ-
γονεν, ἀλήθειαν τιμῶντι, καθά φησι Πλάτων, παρα-
δοτέον τοῖς ἐντυγχάνουσιν. [Exc. de sentent. (cod.
p. 173) p. 266 Mai., 72—73 Niebuhr.]
Ὅτι Βαλεντινιανοῦ ἀνάρρησις ἐν Νικαίᾳ τῆς Βι-
θυνίας γίγνεται, πρεσβεῖαί τε, ὅσαι συνεπεφοιτήκε-
σαν ἐπὶ τοῦτον τοὺς χρυσοῦς ἔχουσαι στεφάνους,
πρὸς ἐκεῖνον ἀνεφέροντο. καὶ πρὸς πάσας ἀπεφαί-
νετο μὲν οὐδέν, ἐπιτρέχων ῥᾳδίως οὑτωσὶ καὶ συν-
τόμως, ἐπηγγέλλετο δὲ ἅπασιν ὡς [τι?] ποιήσων
αὐτίκα μάλα. [Exc. de legat. p. 18 Par., 46 Niebuhr.]
Σαλούστιος, ἔπαρχος πραιτωρίων· ὃς προεβάλετο
βασιλέα Βαλεντινιανόν. ὁ δὲ βασιλεύσας διεδέξατο
αὐτόν, καὶ ἔθηκε προθέματα, ἵνα, εἴ τίς τι ἠδίκηται
παρ' αὐτοῦ, προσέλθῃ τῷ βασιλεῖ. οὐδεὶς δὲ προσ-
ῆλθεν· ἦν γὰρ ἁγνότατος ὁ Σαλούστιος. οὗτος δὲ ὁ
Βαλεντινιανὸς τὸν πραιπόσιτον Ῥοδανὸν (καὶ τὸν
πραιπόσιτον ἔκαυσε Χρυσάφιον, Suid. v. προθέματα),
ἀδικήσαντα Βερονίκην τινὰ χήραν, ἧς προσελθούσης
τῷ βασιλεῖ ἔδωκε δικαστὴν Σαλούστιον· ὁ δὲ κατε-
δίκασε τὸν πραιπόσιτον· καὶ τούτου καταφρονήσαν-
τος, τὸν πραιπόσιτον ἐν τῷ ἱππικῷ πυρὶ παραδίδωσι
καὶ τὴν κτῆσιν πᾶσαν τοῦ ἀρχιευνούχου τῇ χήρᾳ
δίδωσι· καὶ φοβηθέντες πάσης ἀδικίας ἀπέσχοντο.
[Suidas v. Σαλούστιος. Partem huius loci, ex uberiori
narratione male contracti, habet Suidas v. προθέματα, ubi
praepositus ille non Rhodanus, sed Chrysaphius dicitur.]
Ὅτι Φίλιππος ὁ Μακεδὼν τὸ μέτρον ἰδὼν τοῦ
σφετέρου σώματος, ἐν παλαίστρᾳ γὰρ ἐπεπτώκει, δια-
232
ναστὰς ἀπὸ τοῦ πτώματος σώφρονα ἀφῆκε λόγον ὡς
ὀλίγην κατασχήσων γῆν εἶτα ἐπιθυμοίη τῆς ἁπάσης.
Ὅτι τὸν Θησέα φασὶν οἱ παλαιοὶ ζηλωτὴν Ἡρα-
κλέους γενόμενον μικρὰ τῆς μιμήσεως ἐκείνης ἀπο-
κερδᾶναι.
Ὅτι τοῦ Προκοπίου τοῦ συγγενοῦς Ἰουλιανοῦ
στασιάσαντος καὶ τυραννίδι ἐπιθεμένου Ἡράκλειος
ὁ κυνικὸς προσελθὼν αὐτῷ καὶ κατακροτήσας εὖ μάλα
τῇ βακτηρίᾳ τοὔδαφος, “ἄλκιμος ἔσσο, φησίν, ἵνα
τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.” [Exc. de sentent. (cod.
p. 173) p. 267 Mai., 73 Niebuhr.]
Ὁ δὲ Προκόπιος τοὺς χαριεστέρους ἀναλαβὼν
ἐπὶ τὸν βασιλέα Οὐάλεντα διὰ Φρυγίας συνηπείγετο.
[Suidas v. χαριεστέρους.]
Ὥσπερ οὖν οἱ φυσικοί φασι πάσης κινήσεως εἶ-
ναι τέλος ἀκινησίαν, ἣ ταῖς ἄλλαις κινήσεσι τὸ κι-
νεῖσθαι δίδωσιν αὐτὴ μένουσα, οὕτως ἄν τις ὑπέλαβε
καὶ τότε τὸν πρεσβύτην Ἀρβιτίωνα παρατυχόντα τὴν
τοῦ βασιλέως ἄτακτον καὶ κυματώδη φορὰν ἐς ὁμα-
λὸν καὶ λεῖον καταστορέσαι τοῦ λογισμοῦ πάθος·
μικροῦ γὰρ ἐξέστη διὰ δειλίαν τῶν κοινῶν πραγμάτων.
[Exc. de sentent. (cod. p. 173) p. 267 Mai., 73 Niebuhr.]
Μικροῦ τὰ πράγματα μετακινήσαντος Ὁρμίσδου
τοῦ Πέρσου. [Suidas v. μικροῦ.]
Μικροῦ τὰ πράγματα μετακινήσαντος, ἀντὶ τοῦ,
παρ' ὀλίγον, παρὰ μικρόν. [Suidas v. μικροῦ δεῖν.
Conf. Zosimus IV, 8, 1.]
Μεγαλόψυχον γὰρ καὶ λίαν θεοειδὲς τὸ καὶ τῶν
αἰτίων φείσασθαι, οὐκ ἔξω δὲ τῆς ἀνθρωπίνης φύ-
σεως τὸ μὴ καὶ τῶν ἀναιτίων. τὸ μὲν γὰρ ξένον τῆς
τιμωρίας λόγῳ γίγνεται τῆς ἀρχῆς, ἵνα φόβῳ συνέχη-
ται τὸ ἀρχόμενον· τὸ δὲ ὑπεροπτικὸν τῆς κολάσεως
233
δι' ἀρετῆς ὑπεροχὴν γίγνεται, ὡς τῆς βασιλικῆς
ἀρχῆς διὰ μέγεθος καὶ ὄγκον ἀρκούσης ἑαυτῇ καὶ
ἄνευ τιμωρίας. ἀλλὰ ταῦτα μέν, ὅπῃ γνώμης ἔχει τις
καὶ κρίνει, οὕτως ἐχέτω.
Ὅτι ὁ Ποσειδώνιος ἔλεγεν ἀπελθόντος Ἀλεξάν-
δρου τὸ στρατόπεδον ἐοικέναι τῶν Μακεδόνων ἐκτε-
τυφλωμένῳ τῷ Κύκλωπι. [Exc. de sentent. (cod. p. 173)
p. 267—268 Mai., 74 Niebuhr.]
Αἰλιανός. Οὗτος ἐπὶ Οὐάλεντος ἐστρατήγησεν·
ἦν δὲ ἐκ Συέδρων· ἐλεύθερος δὲ ὢν ἄγαν καὶ ἀνε-
στηκὼς ἐκ παιδὸς τὴν ψυχὴν γενόμενος, ἀφθόνως
ἐχορηγήθη τὰ παρὰ τοῦ σώματος· τὰ γὰρ ὄργανα συν-
επεπήγει καὶ ἐνέτρεχε τοῖς τῆς ψυχῆς κινήμασιν,
ὥσθ' ἅμα τι πρᾶξαι ἐδέδοκτο καὶ ἐπέπρακτο· καὶ
παιδείας οὔτε ἐντὸς ἦν οὔτε ἄμοιρος, ἀλλ' ἦν ἀγροι-
κότερος, ὅσον θυμοειδέστερος, καὶ τὸ θηριῶδες τοῦ
θυμοῦ καὶ ἄγριον οὐκ ἐξημέρωτο καὶ κατείργαστο ὑπὸ
τοῦ λόγου. [Suidas. „Totum hunc locum ex Historia
deperdita Eunapii depromptum esse discimus e Suida v.
ἀνεστηκώς: ubi fragmenti huius pars addito scriptoris
istius nomine adducitur.“ Kuster. Prima verba usque ad
ἐκ παιδός iterum Suidas v. Συέδρων apponit.]
Ὅτι…
The complete text is available when the reading interface loads.