Declamationes et orationes
- Edition reference
- Declamationes et orationes, ed. A. Colonna, Himerii declamationes et orationes cum deperditarum fragmentis, Rome: Polygraphica, 1951: 13–248.
- CTS identifier
urn:cts:greekLit:tlg2051.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{Ὑπὲρ Δημοσθένους Ὑπερείδου.}
Ὕποπτος μὲν καὶ σφαλερὰ παντὶ δήμῳ τοιαύτη συμ-
βουλὴ καὶ οὐ μικρὰ λυποῦσα πρὸς πειθὼ τὸν ἀκούοντα·
ἀμφότεροι γὰρ δημοτικοὶ καὶ πρὸς τὸ βέλτιον ὑπειλημμένοι
τυγχάνουσιν ... οὐδὲ τοῖς γυμνοῖς χρῆσθαι τῶν ὀνομάτων,
ἀλλὰ τοῖς δι' ἐμφάσεως τὸ βούλημα σημαίνουσιν ...
Ὤ|ετο μέν, ὦ Ἀθηναῖοι, Φίλιππος δι' ἑνὸς τούτου
κηρύγματος οὐ Δημοσθένην μόνον, ἀλλὰ καὶ πάντας ὑμῶν
ἀφαιρήσεσθαι τοὺς δημαγωγούς, ὅσοι μετ' ἐκείνου δόντες
ἑαυτοὺς τῇ πολιτείᾳ Φιλίππῳ μὲν ἄβατον τὴν Ἀττικήν,
τῇ πόλει δὲ ἀκέραιον μέχρι νῦν τὴν ἐλευθερίαν διετηρήσα-
μεν. δόξομεν γὰρ ἑκόντες ἤδη καὶ οὐκ ἄκοντες δυστυχεῖν
τε καὶ ὑποβεβλῆσθαι Φιλίππῳ ...
Ὁ δὲ ἐπὶ τοὺς βαρβάρους ἐτράπετο πρότερον, καὶ τὴν
ἐκεῖ κενώσας ἤπειρον ἐπὶ τὰ καίρια μέρη λοιπὸν τῆς πό-
λεως καὶ τῶν Ἑλλήνων ἐφέρετο, πανταχόθεν ἡμᾶς περι-
στοιχιζόμενος κατὰ τοὺς δεινοὺς τῶν θηρατῶν, οἳ τοσοῦτον
φείδονται τῶν θηρίων χρόνον, ὅσον ἔτι παρασκευάζονται.
ἐκίνησε δὲ ἡμᾶς οὐδέν, οὐδὲ ἀντιλαβέσθαι τῶν πραγμά-
των ἠνάγκασεν, οὐ διορυττομένη Πελοπόννησος, οὐ τὸ
πτῶμα τὸ Φωκικόν, οὐκ Εὔβοια μετὰ τῶν τροπαίων τῶν
Μηδικῶν τυραννουμένη, οὐκ Ἀρκαδία δουλεύουσα, οὐ τὰ
Ἠλεῖα ἀτυχήματα· ἀλλὰ καὶ Χερρόνησον πειραζομένην
ἐπείδομεν, καὶ τὸν Ἑλλήσποντον ἀλλοτριούμενον ὁρῶντες
ἐμέλλομεν ...
Τίς γὰρ λοιμὸς ἢ σεισμὸς τοσαύτας πόλεις ἐκένωσεν,
ἢ τοσαῦτα γένη ἀνθρώπων ἠφάνισε καὶ κατέδυσεν, ὅσα
Φίλιππος καὶ ὁ Φιλίππου χρόνος; ...
Οἶδε γὰρ ἀκριβῶς, ὧν τε μηδέπω τυγχάνει, διὰ τοῦ-
τον ἀποστερούμενος, καὶ ὧν ἔχει μηδὲν ἂν λαβών, εἰ συμ-
βουλεύοντι Δημοσθένει τις ἐπείθετο ...
Οὐδὲ κατὰ τῶν πόλεων μόνον δωροδοκεῖ ταῖς τῶν
προδοτῶν ἐπηρμένος γνώμαις ὁ Φίλιππος, οὐδὲ ἆθλα τῶν
πατρίδων προτίθησιν, οὐδὲ κατὰ τῶν δήμων ὁπλίζει τοὺς
ἀλάστορας· ἀλλ' ἐπὶ τοὺς ῥήτορας, ἐπὶ τοὺς δημαγωγοὺς
μετενήνοχε τὸ μηχάνημα ...
Ἀλλὰ καὶ τοὐναντίον ἑορτὴν εἶναι καὶ πανήγυριν ἐκεί-
νην τὴν πρᾶξιν ἅπαντες ἐνομοθέτησαν. τότε ἐκεῖνος πα-
ρανομεῖν οὐκ ἀπὸ ῥημάτων, ἀλλ' ἀπὸ τῆς φύσεως ἤρχετο·
ἐπετίθει γὰρ θαλάττῃ μὲν ἤπειρον, δι' ὀρῶν δὲ μέσων
ἐναυτίλλετο, θαλάττῃ μὲν ὅσα γῇ, γῇ δὲ ὅσα θαλάττῃ
χρώμενος ...
Καὶ τὰς τριήρεις ἀντὶ τῆς Ἀττικῆς μετοικήσασα, καὶ
πάντα ὅσα ἐν ἀνακτόροις, ἐπὶ τῆς θαλάττης ἡ πόλις
ἔπραττεν ...
Οὐ Μακεδόνες ἐπιπολάζουσι τοῖς πράγμασιν, οἱ πρό-
σθεν ἀγαπητῶς μετὰ τῶν φόρων σῳζόμενοι; παρωσάμενοι
δὲ τῆς ἀρχῆς τὴν ἡμετέραν πόλιν, αὐτοὶ παρέδυσαν εἰς
τὴν τάξιν ἐκείνην, ἐφ' ἧς ἡμᾶς οἱ πρόγονοι κατέλιπον ...
Τίς νόμος κατήγαγεν ἐπὶ θάλατταν Φίλιππον, καὶ
στοιχείου μηδὲν αὐτῷ διαφέροντος προσάψασθαι κατη-
νάγκασεν; ...
Ὅταν μὲν γὰρ τὰ αὐτὰ κελεύωσιν ὅ τε νόμος καὶ ὁ
τῶν πραγμάτων καιρός, ἀμφοτέροις διὰ τὸ συμφέρον πείθο-
μαι· ὅταν δὲ ἕτερα μὲν ἡ χρεία, ἕτερα δὲ οἱ νόμοι φράζωσι,
παρεὶς ἀκούειν τῶν συλλαβῶν, ἀκολουθῶ τῷ συμφέροντι ...
καὶ τίς οὐκ οἶδεν ὡς ἐκεῖνοι πάλαι τοῖς παρ' ἡμῖν νομοθέ-
ταις ἐρρῶσθαι φράσαντες, καὶ πολλὰ χαίρειν Σόλωνι καὶ
Δράκοντι καὶ τοῖς ἄλλοις εἰπόντες ἅπασι, τὸ Μακεδονικὸν
χρυσίον καὶ τὴν Φιλίππου φιλίαν νόμους καὶ πατρίδα καὶ
πολιτείαν καὶ πάντα τὰ τιμιώτατα νομίζουσι; ...
Στηλίτην παρὰ τῇ θεῷ γινόμενον ... ὑφορῶμαι Αἰσχί-
νην· ταράττει γάρ με τὸ δρᾶμα τὸ Φωκικόν, ὅπερ οὐκ ἐπὶ
σκηνῆς ἡμῖν, ἀλλ' ἐπὶ τῆς ἀληθείας αὐτῆς ὁ θαυμαστὸς
οὗτος τριταγωνιστὴς ἐπεδείξατο ...
Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων, εἰρωνεύονται
τὸν ἄνθρωπον, καὶ τὸν Πεισίστρατον πολλάκις παραφέ-
ρουσι, καὶ οὐκ αἰσχύνονται νῦν μὲν εἰς δειλίαν καὶ μαλα-
κίαν σκώπτοντες, νῦν δὲ μὴ τυραννήσῃ τῆς πόλεως δεδιότες·
ἃ πλεῖστον ἀλλήλων κεχώρισται ...
Ὁ στόλοις ὅλοις ἐκ τοῦ Πειραιῶς ἐπὶ τοὺς τυράννους
ἀναγόμενος ...
Φθείρουσι μὲν τὰ περὶ αὐτὴν τὴν πόλιν, Φιλίππῳ δὲ
ὁδοποιοῦσι τὰ πράγματα ...
2
{Ὑπὲρ Αἰσχίνου Δημοσθένους.}
Ὄντος γὰρ ἑκατέρου δεινοῦ, καὶ τοῦ λύειν ψῆφον
ἑκόντας, καὶ τοῦ ταῦτα ὑπομεῖναι παρὰ γνώμην ἐξ ἐπι-
τάγματος, ἧττον ἑκόντας κακὸν τοῦ λύειν ἄκοντας ὑπείληφα.
τὸ μὲν γὰρ ἐνδέχεταί ποτε καὶ φιλανθρωπίας δόξαν λαβεῖν·
οἱ δὲ ἑτέροις ὑπακούοντες τὴν μὲν αἰσχύνην ἑαυτῶν ποιοῦσι,
τῶν δὲ προσταξάντων τὴν εὔκλειαν ...
Κοινολογεῖται καὶ μετὰ βῆμα βασιλεῦσιν Αἰσχίνης,
καὶ μετὰ Κτησιφῶντα καὶ τὴν φυγὴν τυράννους ἔτι περιερ-
γάζεται ...
Ἄνθρωπος τὴν Ἀσίαν ὅλην ὑπερπηδήσας τοῖς ὅπλοις,
καὶ τῇ φύσει φιλονεικῶν λοιπὸν ὅτι πολεμίους μὴ κέκτηται ...
Δι' οὓς ἤρθη τοσοῦτος Φίλιππος, δι' οὓς ἔπεσε τὰ
τῶν Ἑλλήνων φρονήματα· παρ' ὧν σύμμαχοι, τόποι, και-
ροί, πᾶσα τῶν μεγάλων κατορθωμάτων ἡ πρόφασις ...
ἀλλὰ τὸ μὲν Θηβῶν πάθος ὑπερεφώνει τοὺς Ἕλληνας,
Ἀλέξανδρος δὲ τὴν πόλιν καὶ μετὰ Θήβας ᾐσχύνετο· καίτοι
γε εἶχέ τι τότε τῇ πόλει καὶ μέμψασθαι· ἡμεῖς γὰρ Θη-
βαίων πεσόντων τὴν τελετὴν ἀπεκλείσαμεν, ἵνα μὴ τοῖς
Θηβαίων θρήνοις ἀντιβοῶμεν τὸν ἴακχον ...
Ὥσπερ γὰρ ἀγαθοῦ φανέντος τοῦ κομιζομένου τὴν
χάριν, μεθέξειν ἡ πόλις τὸ μέρος τῆς δόξης ἤμελλεν· οὕτω
τῆς αἰσχύνης, εἰ πονηρὸς ἐξηλέγχετο ...
Οὔτ' ἂν ἑτέρου γράφοντος καὶ παρανομοῦντος ἐσίγησα,
ἀλλὰ προσδραμὼν ἂν τῷ βήματι, τὸν Σόλωνα κεκραγώς,
τὴν πολιτείαν ἐπιβοώμενος· οὐ λύσω τοὺς νόμους, ἂν
ἔφην, οὐδὲ δέχομαι φυγάδας ἐξ ἐπιτάγματος, οὐδὲ τῷ Φω-
κέων αὐθέντῃ κελεύοντος ἄλλου σπένδομαι· ἀλλ' ἕως ἂν
ἔχω λιμένας, ἕως ἡλικίαν ἀκμάζουσαν, ἕως ἀριθμῶ τὰ τρό-
παια, ἕως μία γοῦν ἐκ Πειραιῶς ἔτι τριήρης ἀνάγεται, οὐ
προΐεμαι τοὺς νόμους, οὐδὲ τῆς πολιτείας ἀφίσταμαι, οὐδὲ
ποιῶ τὴν φήμην αὐτῆς τῆς πόλεως πόρθησιν· οὐδ' ὑπο-
πτεύων τὰ παρὰ τῆς τύχης ἀμφίβολα, φθάνω τὴν δουλείαν
αὐτὸς ἑκουσίως αἱρούμενος ...
Κατίτω τοίνυν Αἰσχίνης, Δημοσθένους, ἀλλὰ μὴ Ἀλε-
ξάνδρου, κελεύοντος, παρανομοῦντος ῥήτορος, ἀλλὰ μὴ
βασιλέως προστάττοντος, ὡς φυγὰς ἐλεούμενος, μὴ φοβε-
ρὸς ἡμῖν ὡς ἐκ προστάγματος. Ἀθηναίων οἱ λόγοι· καὶ
γνωρίζω τὴν πόλιν ἀπὸ τοῦ ῥήματος. ὑμεῖς γάρ ἐστε οἱ
πᾶσαν μὲν γῆν πᾶσαν δὲ θάλασσαν τροπαίων ὑπὲρ τῶν
νόμων καὶ τῆς ἐλευθερίας πληρώσαντες. ἐπολέμει Ξέρξης,
γῆν μεταποιῶν καὶ θάλασσαν, ὅτι τοὺς τὴν βῶλον
καὶ τὸν κύαθον αἰτήσαντας τὸ βάραθρον ἀντὶ τῆς ἐκκλη-
σίας ἐδέχετο· ἀλλ' ἡ πόλις ἔμεινε τῶν στοιχείων πλέον
ἀκίνητος ...
Ἐπεὶ κἀν τοῖς ἄλλοις, ὡς ἔπος εἰπεῖν τῶν πραττομένων
ἕκαστον, κἂν ταὐτὸν εἶναι τῇ φύσει δοκῇ, ἀλλὰ τῇ προφά-
σει μερίζεται· οἷον τύπτει τις τὸν πλησίον, ἂν μὲν ἐν
ἄθλοις, ἔχει νικήσας τὸν στέφανον· ἂν δὲ τῆς ἀγωνίας
ἐκτός, ὑπέχει τὸ τίμημα. ἐθρηνοῦμέν ποτε πορθουμένης ὑπὸ
τῶν τυράννων τῆς πόλεως, ἀλλ' ἑκόντες αὐτὴν ὑπὲρ ἀνδρα-
γαθίας τῷ πυρὶ τῶν Μήδων ἐδώκαμεν ...
Ὁ μὴ Φιλίππῳ σπεισάμενος μηδὲ μετὰ τὴν μεστὴν
τῆς πονηρᾶς τύχης Χαιρώνειαν ...
Ἦν ἡμῖν ποτε πάτριον ἡγεῖσθαι τῆς Ἑλλάδος καὶ
τοῖς τυράννοις ὑπὲρ τῆς ἐλευθερίας ἀνταγωνίζεσθαι. οὗτος
ὁ νόμος ἤρξατο μὲν ἀπὸ Μιλτιάδου πρότερον, ἤκμασε δὲ
ἐπὶ Θεμιστοκλέους, κατέβη δὲ εἰς Κίμωνα, ἐφυλάχθη δὲ ὑπὸ
Περικλέους, ἐθαυμάσθη δὲ ὑπὸ Ἀλκιβιάδου· ἐπ' ἐμοῦ δὲ τῇ
γνώμῃ μὲν ἐτηρήθη, τῇ τύχῃ δὲ καὶ τῇ κολακείᾳ τῶν
προδιδόντων διέφθαρται ...
Ἀπέστημεν ἑτέροις τῆς ἡγεμονίας, οὐκ ἀντεῖπες· παρε-
χωρήσαμεν τοῦ πατρίου σχήματος, οὐκ ἠγανάκτησας ...
Οὐκ εἶξε μετὰ Σικελίαν Λακεδαιμονίοις ἡ πόλις, ἀλλ' ἡ
μὲν νῆσος τὴν ἡλικίαν ὅλην ἐχώρησεν, ἡ πόλις δὲ ἔμεινε
τῷ φρονήματι καὶ μετὰ τὴν ἑσπέραν ἀνάλωτος ...
Ἀλλὰ πονηρὸς Αἰσχίνης. πρόσθες, εἰ βούλει, καὶ Φω-
κέων ὄλεθρον καὶ προδοσίαν Θρᾴκης καὶ ἀναίρεσιν Κερσο-
βλέπτου, καὶ πάνθ' ὅσα πολλάκις Αἰσχίνης ἀδικῶν τὸν
δῆμον ἐγκέκληται ... νόσημα γάρ, ὦ Ἀθηναῖοι, κατὰ τῶν
Ἑλλήνων τῇ φορᾷ τῶν Ἀθηναίων συνήκμασε. ... πονηροὺς
μὲν γὰρ ἡ πόλις ἤδη που πολλάκις ἔσωσεν, οὐκ ἐπαινοῦσα
τὴν γνώμην, ἀλλὰ τὴν τύχην οἰκτείρουσα· ὑπήκουσε δὲ
οὐδενὶ κατὰ τῶν νόμων, ἡνίκα ἐτήρει τὸ φρόνημα ...
Τί οὖν οὐκ ἤδη ... προαγγέλλω; τί δὲ οὐκ ἔξειμι τοῦ
βίου, πρὶν ἰδεῖν τὴν πόλιν δουλεύουσαν; ...
Ἐγὼ γοῦν καὶ αὐτὸς ἡγοῦμαι τὴν φήμην ἔχειν, οὐχ
οὕτω δ' ἔχειν ὡς τερατεύονταί τινες· σκοπῶν πρῶτον μέν,
ὦ Ἀθηναῖοι, τὸν Ἀλεξάνδρου τρόπον. τίς δὲ οὗτός ἐστιν;
ὁμοῦ τε ἐγχειρεῖ, καὶ πέπρακται· μᾶλλον δὲ φθάνει τοὺς
μὲν λογισμοὺς ταῖς πράξεσιν, οἷς δὲ ἐγχειρεῖ, τοὺς διαγγέλ-
λοντας· ἐπεὶ καὶ τὰ πολλὰ δὴ ταῦτα καὶ μεγάλα τῶν
ἔργων, ἃ λογοποιοῦσιν οἱ κόλακες, τάχει μᾶλλον ἢ τῇ ῥώμῃ
κρατῶν τούτοις οἷς ἐπῄει κατώρθωσε, πρὶν ἀγγελθῆναι
παρών, πρὶν ἀκουσθῆναι φαινόμενος, κατὰ τοὺς σκηπτοὺς
ἢ τὰς βροντάς, αἳ πολλάκις φθάνουσι τὴν προσδοκίαν ἐγ-
γίσασαι. οὕτω Σάρδεις εἷλεν, οὕτω Καρίαν ἐπόρθησεν,
οὕτω Λυκίαν παρέσυρεν, οὕτω Παμφυλίαν ἐπέδραμεν, οὕ-
τως ὤφθη Κίλιξιν, οὕτως ἐπέστη Πέρσαις, οὕτω Δαρεῖον
ἐξέπληξεν—οἴμοι, τῶν ἐγγὺς κακῶν—οὕτω καὶ Θήβας
ἀνήρπασεν. ἔπεσε πόλις ἐπὶ τῆς Ἑλλάδος μέσης, φθάσαντος
τὴν φήμην τοῦ πτώματος· κἀγὼ μὲν ἠγνόουν τὴν συμ-
φοράν, τὴν δὲ πόλιν εἶχε τὸ πολυάνδριον. τοῦτο μὲν δὴ
πρῶτον οὐκ ἐᾷ με προσέχειν· δεύτερον δέ, ὅτι οἶδεν Ἀλέ-
ξανδρος, κἂν εἰ σφόδρα τις αὐτὸν μεθύειν ὑπὸ τῆς εὐτυχίας
ὑπείληφε ...
Τί οὖν οὐ καθαιρῶ τὰ τρόπαια; τί οὐκ ἀνατρέπω τὰς
στήλας; τί δὲ οὐκ ἐξαλείφω τὰ ἐπιγράμματα; πάντα γὰρ
οἶμαι τὰ τῆς ἀρετῆς ὑπομνήματα ὥσπερ τοῖς ἀγαθοῖς
κόσμος ἐστίν, οὕτως ἔλεγχος τοῖς καταισχύνουσι ...
Καλῶς ἐθαύμαζον τὴν Ποικίλην οἱ Σαλαμῖνι κινδυνεύ-
σαντες· ἐδαπάνων γὰρ ἐπὶ τῆς θαλάσσης τὸ τῆς ἠπείρου
λείψανον. ...
Παρνασσὸς δὲ ἐς τὴν θάλασσαν ἐσφενδόνα τὰς κορυ-
φάς, καὶ τοῖς ἑαυτοῦ μέρεσιν ἀντὶ βελῶν ὑπὲρ τοῦ γένους
ὁπλίζεται. μερίζονται δὲ τὰς μάχας Ἕλληνες καὶ νέμονται
πρὸς ἀλλήλους μετὰ τῶν στοιχείων τὰ κατορθώματα,
Λακεδαιμόνιοι τὴν ἤπειρον, ἡμεῖς τὴν θάλασσαν· ἐκεῖνοι
τριακοσίοις τὰς Πύλας σώμασιν, ἡμεῖς τοσαύταις τριήρεσι
τὰς τῆς Ἑλλάδος παρόδους κλείομεν ... νεανίσκου δὲ Μακε-
δόνος καθ' ὅλης τῆς ὑφ' ἡλίῳ κωμάζοντος, καὶ λυποῦντος
μικροῦ καὶ αὐτὴν τὴν τύχην οἷς ἐνυβρίζει τοῖς εὐτυχήμασιν,
οὐκ ἔστιν ὃς διανίσταται; ...
Ὅ τε βασιλεῖ τὰς ὑποσχέσεις διακρινούμενος, οὐ πεί-
σας ἀπῆλθεν, ἀλλὰ κερδάνας, ὅτι μὴ πείσας ἐσῴζετο ...
Ὑμᾶς δὲ χειροήθεις ἀεὶ τοῖς τυραννοῦσι παρασκευά-
ζουσιν, ἵνα αὐτοῖς μὲν ὑπάρχῃ πλουτεῖν, τῇ πόλει δὲ τὸ
τῶν οἰκείων στέρεσθαι ...
Ἀναγκαῖος μὲν ὁ φόβος, ὀψὲ δὲ καὶ λίαν βραδέως
ἄρτι τὸν τρόπον τὸν Αἰσχίνου φυλάττεσθε. τὰς τριήρεις
ἐμπρήσει τῆς πόλεως οὐκέτι δι' Ἀντιφῶντος, οὐδὲ δι' ἀπορ-
ρήτων, ὡς πρότερον, ἀλλ' αὐτοπροσώπως τὴν Αἰθίαν ὑπο-
κρινόμενος ...
Ὁ δῆμος ὁ τῶν Ἀθηναίων Αἰσχίνῃ γράφει τὴν κάθ-
οδον, ὁ τὰς ἀπ' Ἰνδῶν φήμας ὡς ὅπλα καὶ μάχας φοβού-
μενος ...
Ὤκνουν Ἀριστείδην κατάγειν, καὶ ταῦτα οὐ κακίαν,
ἀλλ' ἀρετὴν τῆς φυγῆς ἔχοντα πρόφασιν· ἵνα γὰρ πει-
σθῶσι τῷ Σόλωνι, οὐδ' αὐτὸν ἔφευγον ἀδικεῖν δόξαι τὸν
δίκαιον ...
Κεῖται Βαβυλών, Δαρεῖος οἴχεται, Ἰνδοὺς ἀνῄρηκε,
Πέρσαι δουλεύουσι, μόναι λείπουσιν Ἀθῆναι τοῖς κατορθώ-
μασιν, ὧν Πέρσαι τοσαυτάκις ᾔσθοντο τῆς ἀρετῆς, ὁσάκις
ἔδει μάχεσθαι.
3
{Κατ' Ἐπικούρου.}
Οἶδε ῥητορικὴ καὶ φιλοσοφίας ὕλην ποιήσασθαι· τύ-
ραννος γὰρ ἡ τοῦ λέγειν ἄνωθεν δύναμις ...
Νῦν μέν, εἰ καὶ μὴ πρότερον, εἴσεται σαφῶς Ἐπίκου-
ρος, ὅτι πρόνοια διοικεῖ τὴν τῶν ὅλων φύσιν, οὐ δογματί-
ζων, ἀλλὰ κρινόμενος. τὸ γὰρ τοὺς πονηροὺς κρίνεσθαι καὶ
κολάζεσθαι καὶ διδόναι δίκην, οὐκ εἰκῆ φερομένης καὶ μάτην
φύσεως, ἀλλὰ θεσμοῦ καὶ νόμου καὶ πολιτείας καί, τὸ μέγι-
στον, αὐτῆς τῆς προνοίας λαμπρὸν ὑπάρχει τεκμήριον ...
ἤδη μὲν οὖν προὔργου τι τῆς γραφῆς, ἄνδρες Ἀθηναῖοι,
γεγένηται· στυγνάζων ἧκεν ἐπὶ τὴν κρίσιν Ἐπίκουρος, καὶ
τὸ τῆς ἡδονῆς δόγμα τῇ κατηφείᾳ διέφθαρκε. δι' ἀμφότερα
δὲ μισεῖσθαι δίκαιος, καὶ ὧν ἰδίᾳ παιδεύει, καὶ ὧν δημοσίᾳ
πλάττεται· ἐκεῖ μὲν γὰρ τὴν ἡδονὴν θρυλεῖ, ἵνα τὴν ὥραν
τὴν τῶν χρωμένων καρπώσηται· ἐνταῦθα δὲ τὴν σεμνό-
τητα καθυποκρίνεται, ἵνα ὑφαρπάσῃ τὸ δικαστήριον ...
Ἡ μὲν κρίσις παράδοξος· ἀνὴρ πρὸς τὴν φύσιν τῶν
ὅλων κρίνεται, καὶ πονηρὸς σοφιστὴς πρὸς τὴν πρόνοιαν
δικάζεται ...
Οἴχεται μὲν ἀρετὴ πᾶσα τοῖς Ἐπικούρου λόγοις καὶ
δόγμασιν· οἴχεται δὲ δικαστήρια καὶ κρίσεις καὶ τῶν μὲν
ἀγαθῶν αἱ τιμαί, τῶν δὲ ἐναντίων τὸ τίμημα ...
Ἀναβαίνει δὲ καὶ εἰς οὐρανὸν ἄνω τοῖς ἀδικήμασι, καὶ
τόπος οὐδεὶς τῆς θρασύτητος Ἐπικούρου καὶ τῶν τολμη-
μάτων ἐξαίρετος. τὸ δ' αἴτιον· ᾐσχύνθη τοῖς ἀρχαίοις ἐμμεῖ-
ναι φιλοσοφίας ὅροις Ἐπίκουρος καὶ τὴν αὐτὴν ὁδὸν ἐλθεῖν
τοῖς πρότερον φιλοσοφήσασιν ὤκνησε, μᾶλλον δὲ μικροψυ-
χίαν καταγνοὺς τῶν ὅσοι παρ' ἡμῖν ἐπὶ πονηροῖς δόγμασι
πλημμελοῦντες ἐκολάσθησαν, ἔγνω πάντας ἀθρόως ὑπερ-
βαλέσθαι τοῖς ἀδικήμασιν ...
Ἢ πῶς οὐκ ἄξιος μέμψεως, τοσαύτης καὶ τηλικαύτης
ἐπωνυμίας ἐπιχειρῶν καταψεύδεσθαι; ποῦ γὰρ ὁμολογεῖ
ταῦτα; ποῦ δὲ συμβαίνει καὶ μίγνυται ἡδονὴ πόνοις, καρ-
τηρία τρυφῇ, ἀκαδημία καὶ πόρναι, φιλοσοφία καὶ πότος,
σωφρονούντων βίος καὶ ἀκόλαστα μειράκια; ...
Ὁ δὲ τί προῄρηται καὶ τί τετόλμηκε; πόλεμον ἀπειλεῖ
καὶ μάχην τοῖς νόμοις ὅλης τῆς φύσεως· ἐμάνη μανίαν καθ' ἡ-
λικίας ἁπάσης Ἐπίκουρος καὶ δυσσεβεῖς ἔρωτας ἠράσθη
πάντων, ὅσοι τὴν ὥραν ὑπὲρ τοὺς ἄλλους θαυμάζονται ...
Πρότερον δὲ αὐτοῦ τὴν ἀπολογίαν σκεψώμεθα. δόγμα-
τος οὖν ἀπαιτεῖς δίκας; οὔκ, ἀλλ' ἀσεβείας. δογματίζειν μὲν
γὰρ ἐξόν, ἀσεβεῖν δὲ οὐκ ἐπιτέτραπται. εἰ μὲν οὖν ἔχεις
εἰπεῖν ὡς οὐκ ἀσεβεῖς οἷς εἴρηκας, οὐ κρίνω τοὺς λόγους·
εἰ δ' ἀσέβεια τοῖς λόγοις πρόσεστιν, οὐ διὰ τοὺς λόγους
κερδανεῖς τὴν δίκην, ἀλλὰ κολασθήσῃ πλέον οἷς ἐπὶ τὸ
ἀδικεῖν τοῖς λόγοις κέχρησαι. οὐ γὰρ εἴ τις, ἐξὸν χρῆσθαι
πρὸς ἃ δεῖ, κἂν πρὸς ἃ μὴ δεῖ θέλει, δίκην οὐ δώσει κρι-
νόμενος· τοὐναντίον δὲ ὑφέξει λόγον, ὅτι καλὸν πρᾶγμα
πονηρᾷ γνώμῃ διέφθειρε ...
Καλοῦμεν ἐπὶ τὸ βῆμα τοὺς ῥήτορας· κἂν ὀκνῇ τις,
πολλάκις ἡ κοινὴ φωνὴ τῆς πόλεως ἐπὶ τὸ λέγειν ἐγείρει
καὶ τὸν οὐ λέγειν βουλόμενον ...
Παρέρχεταί τις εἰς τὸ σεμνὸν Ἐπικούρου φροντιστήριον
νέος ἢ νέα· ἄγει ταύτην τὴν ἡλικίαν τὸ λαμπρὸν τοῦτο
συνέδριον ...
Ὑπὲρ τὸν Ἰξίονα τὸ θράσος ἄνθρωπος, ὑπὲρ τὸν Σαλ-
μωνέα τὴν ὕβριν, τὴν τόλμαν ὑπὲρ τὸν Τάνταλον. ἀλλ' ἐ-
κεῖνα μὲν μῦθοι καὶ τῇ σκηνῇ μόλις τά γε τοιαῦτα πι-
στεύομεν· Ἐπίκουρος δὲ οὐκ ἐν μύθοις, ἀλλ' ἐν δόγμασι καὶ
πράξεσι νικῶν ἐκείνους εὑρίσκεται· κἀκεῖνοι μὲν ἑτέρωθί που
ταῦτα τολμῆσαι λέγονται, οἱ μὲν ἐν ὄρεσιν, οἱ δὲ ἐν νάπαις,
οἱ δὲ ἐν βαρβάροις τισὶ καὶ ἀπερριμμένοις χωρίοις—δίδωσι
δέ πως συγγνώμην καὶ τόπου φύσις ἐγκλήμασιν—, Ἐπί-
κουρος δὲ Ἀθήνησι ταῦτα φιλοσοφεῖ· Ἀθήνησι δὲ ὅταν
εἴπω, τὸ μέγιστον εἶπον τῆς εὐσεβείας κεφάλαιον ...
Οὐδὲν ὁ Σωκράτης σοὶ δοκεῖ πρὸς μίμησιν; ...
Καὶ τί, φησί, τῶν ὑπευθύνων ἠσέβησα; αὐτό μοι λέ-
γεις, Ἐπίκουρε, τὸ μεῖζον ἔγκλημα, ὅτι μὴ δυσσεβεῖς μόνον,
ἀλλ' ὅτι καινά· ὅθεν διχόθεν ὑπεύθυνος. βωμοὺς οὐκ ἀνέ-
τρεψας; ἀλλὰ μάτην ἑστῶτας ἔδειξας, πρόνοιαν ἀνελών,
δι' ἣν βωμοὺς ἱδρυσάμεθα. θυσίαν καινὴν οὐκ ἔθυσας; ἀλλὰ
πάσας ἀθρόως ἀνῄρηκας. μηδὲ ῥυέσθω τῆς τιμωρίας Ἐπί-
κουρος, ὅτι μὴ κατὰ τοὺς πρότερον κατὰ θεῶν ἐθρασύνατο.
πάντας μὲν γὰρ ἀσεβῆσαι τρόπους ἑνὶ τῶν κατὰ τὴν πόλιν
ἀδύνατον· εἰ δὲ ἕκαστος ἀνθ' ὧν ἔδρασε προβαλλόμενος ἃ μὴ
πεποίηκε, τὴν τιμωρίαν ἐκφεύξεται, τίς ὑφέξει τῶν ἀσεβῶν,
οὐ πάντας ἀσεβεῖν ἐγχωροῦντος ἑκάστῳ, καὶ τοῖς κρινομένοις
ἐξὸν ἀντὶ τῶν πεπραγμένων τὰ μὴ πεπραγμένα προτεί-
νεσθαι; οὐ δὴ ταῦτα γε νοῦν ἐχόντων, τὰς διαδύσεις προσ-
ίεσθαι· οὐ γὰρ ὑπὲρ ὧν τις οὐκ εὐθύνεται τὴν ἀπολογίαν
προσῆκε ποιεῖσθαι, ἀλλ' ἐφ' οἷς οἵ τε κρίνοντες κατηγο-
ροῦσιν, οἵ τε δικάζοντες κάθηνται. οἱ δὲ ἀφέντες τὸ δικαιό-
τατον ἐπὶ τὸ ῥᾷστον βαδίζουσι· τὸ μὲν γὰρ δικαιότατον,
λύειν τὸ ἔγκλημα δι' ὃ κρίνεται· τὸ ῥᾷστον δέ, ἀπολογεῖσθαι
περὶ τούτων ἐφ' οἷς οὐ φεύγει τις δίκας ...
Εἴπερ οὖν, ὅτι μήπω δέδωκας δίκην, οὐκ εἶναι νομίζεις
πρόνοιαν, ὀρθῶς βεβούλευσαι· εἰ δὲ διὰ τὴν φύσιν τῶν
ὅλων, ὁ λόγος μάταιος. ἀλλὰ πόθεν, πρὸς τῶν ἀτόμων
καὶ τοῦ κενοῦ τοῦ πολυθρυλήτου, ταύτην τὴν δόξαν
ἐξεύρηκας; ... ἄτακτός τις ἐνοχλεῖ τὴν τῶν ὅλων φύσιν φο-
ρὰ καὶ κίνησις· ἀλλ' ἀρχαῖον τὸ χάος καὶ τῶν σῶν λόγων
πρεσβύτερον. ... ἀλλ' οὐδὲ πείθεται τοῖς ὡρισμένοις νόμοις
τῆς φύσεως· καὶ μὴν ἅπαντα καὶ τάξει χωρεῖ, καὶ τῆς προ-
νοίας ταύτης μέγιστον οἶμαι τεκμήριον τὸ πάντα σῴζεσθαι·
ἀταξία μὲν γὰρ φθοράν, τάξις δὲ σωτηρίαν ἐργάζεται ...
Τί συλᾷς ἐκ Δελφῶν, ὡς ἐξ οὐρανοῦ, τὴν Πρόνοιαν;
ἀλλ' ὅμως ἐκινεῖτο μὲν Παρνασσὸς καὶ κατὰ Περσῶν ἐκρα-
δαίνετο, κορυφαὶ δὲ ὀρῶν ἀντὶ βελῶν ἐτοξεύοντο, Πέρσαι
δὲ ἔπιπτον, τάφοις ταῖς πέτραις χρησάμενοι· Ἐπικούρου δὲ
ταῦτα λέγειν κατὰ τῆς θεοῦ τολμήσαντος, οὐκ ὄρη σείεται,
οὐχ Ὑμηττὸς συγκραδαίνεται, οὐ πρηστῆρες οὐδὲ σκηπτοὶ
αὐτῇ τοῦτον ἀκαδημίᾳ συναφανίζουσι; συνίημι τὸ στρατή-
γημα τῶν θεῶν· ὑμετέραις ψήφοις τοῦτον ἐτήρησαν, ἵνα
Ἀττικὸν δικαστήριον ἴσα Πυθίῳ βουλεύσηται ...
Εἰ μὲν οὖν γράψαι τοσοῦτον μόνον ἐτόλμησεν, ὅσον
καθαιρεῖν τὰ τῆς Προνοίας ἀγάλματα, ἔδει διδόναι δίκην ὡς
ἀσεβήσαντα· εἰ δὲ εἰς αὐτὴν ἐκείνην ἀσεβεῖ, ἧς οὐρανὸς καὶ
γῆ καὶ στοιχείων φύσεις ἀγάλματα, ὡς μέτριόν τι δρᾶσαι
διανοηθέντος φεισόμεθα; ...
Εὐτυχοῦσι γάρ, φησίν, οἱ κακοί. καὶ τί κακίας μεῖζον
δυστύχημα; δυστυχοῦσι γὰρ οἱ σοφοί. εἶτα εὐτυχίαν ἄλ-
λην ἀρετῆς ἡγῇ βελτίονα; οὐχ εἷς βίος ἀνθρώπου γνώμης
ὑπάρχει καὶ φύσεως, ἀλλὰ σχίζονται μὲν οἱ τῶν βιούντων
σκοποί, συμμερίζονται δὲ πέρας ἑκάστῳ τὸ πρόσφορον. οὐκ
ἐρᾷ σοφὸς τὴν ἀρχὴν οὐδενὸς τῶν πάντων, ἐφ' οἷς οἱ πλεῖστοι
τοὺς κεκτημένους εὐδαιμονίζουσιν· οὔκουν οὐδὲ ζημίαν τὸ μὴ
τυγχάνειν ὑπείληφε. τί οὖν ἐκείνῳ τέλος, καὶ πρὸς τί βλέ-
πων καὶ πόνους πονεῖ καὶ νύκτωρ ἀγρυπνεῖ καὶ μεθ' ἡμέρας
ἐσπούδακεν; ἀρετῆς κτῆσις, ὦ τάν. ταύτην δὲ πῶς αἱρεῖ,
κἀκ τίνος τρόπου τῆς θείας ἐκείνης θήρας ἐγκρατὴς γίνεται;
πλούτῳ καὶ χρήμασιν οὐκ ἔστιν ἀρετή. ῥώμῃ τοῦ σώματος;
ὑπὲρ ἅπαντα κότινον ὁ ταύτης στέφανος. δυνάμει τῇ κατὰ
πόλεμον; καὶ τίνα τρόπαια τῶν ἀπὸ κακίας μείζονα; μήτ' οὖν
πενομένῳ τῷ σοφῷ πενίαν πρόφερε· οὐ γὰρ ἦν σκοπὸς τὰ
χρήματα· μήτε νοσοῦντι τὴν ἀρρωστίαν ὀνείδιζε, εἴπερ ὑγι-
αίνει τὰ κρείττονα· μήτε ἡττωμένῳ τῶν δυναστευόντων ἐν
πόλεσιν, εἴπερ κρατεῖ τοῖς ἀμείνοσι. τοσοῦτον γὰρ ἂν δέοι
σπουδαῖος ἀνὴρ μεταδιώκειν τὴν τῶν τοιούτων κτῆσιν, ἢ
δυστυχεῖν ὑπολαμβάνειν τῷ στέρεσθαι, ὥστε ἤδη τινές,
καὶ μάλα τῶν ὀνομαστῶν ἐπὶ σοφίᾳ καὶ ἀρετῇ, οἳ τού-
των ἑκόντες ἀπέστησαν, ἵνα πάσης ἑαυτοὺς τῆς ἔξωθεν
ἀσχολίας ἐλευθερώσαντες τὸν ἀθάνατον τῆς ἀρετῆς πλοῦτον
ἀλλάξωνται. Ἀναξαγόρας γῆν ἀνῆκε τὴν ἑαυτοῦ πᾶσαν
μηλόβοτον, ἔργῳ νομοθετῶν, τίς γεωργία τοῖς σοφωτέροις
ἁρμόττουσα. ἑκὼν δὲ ἐνόσει σῶμα Δημόκριτος, ἵνα ὑγιαίνῃ
τὰ κρείττονα ...
Τί οὖν ἐγκαλεῖς Προνοίᾳ ὡς μὴ μεριζούσῃ κατ' ἀξίαν τὸ
δίκαιον; εἰ γὰρ καὶ περιόντων ὑπερορῶσι τῶν ἐκτὸς ἁπάν-
των, πῶς ἢ ἄχθονται μὴ παρόντων, ἢ ὅπως ὑπάρχῃ σπου-
δάζουσι; τίς γὰρ πλουτῶν οὐκ ἀσχολίαν ἄγει μεγίστην αὐτὰ
τὰ χρήματα; θείων δὲ γνῶσις καὶ ἀνθρωπίνων πραγμάτων
καὶ τοσαύτης καὶ τηλικαύτης σοφίας μέγεθος ἆρά σοι δοκεῖ
πάρεργον μὲν εἶναι τοῦ χρηματιστοῦ, τοῦ δὲ περιεργοῦντος
ἐφόλκιον, τοῦ δὲ τὰς ἐν πόλει τιμὰς διώκοντος ἐπακολούθημα;
Μὴ τοίνυν κακοδαίμονας κάλει τοὺς τὴν μεγίστην εὐ-
δαιμονίαν εὐδαιμονήσαντας, μηδὲ δυστυχεῖς τοὺς ὁμοιουμέ-
νους τοῖς κρείττοσι, μηδὲ πένητας, ὧν θησαυρὸς ἀθάνατος,
μηδὲ ἀτίμους, οὓς ἴσα θεοῖς θαυμάζομεν.
Πολλοὶ γὰρ πολλάκις κακοὶ μὲν γνώμην τυγχάνουσιν,
ἐπαινοῦνται δὲ πολλάκις παρ' ἐνίων, τῆς χρείας ποιούσης
ἀντὶ τῆς ἀληθείας τὸν ἔπαινον ...
Καίτοιγε ἡδέως ἂν ἐροίμην τοὺς ὀνειδίζειν τοῖς σοφοῖς
τὴν δυστυχίαν ἐθέλοντας· πότερον ἦσαν τοιοῦτοι, πρὶν γενέ-
σθαι σοφοί, ἢ μετὰ ταῦτα τῶν λεγομένων εὐτυχημάτων
ἀφῄρηνται; εἰ μὲν πρότερον, οὐ τῆς ἀρετῆς τὸ ἔγκλημα· εἰ
δὲ ἐξ οὗ ταύτην εἰλήφασιν, οὐχ ὧν ἐπόθουν ἀλλ' ὧν οὐκ
ἐπόθουν ἐστέρηνται.
4
{Κατὰ πλουσίου.}
... ὁ δὲ καὶ κατειρωνεύεται τὰς συμφορὰς καὶ παρα-
γράφεται τὸν τρόπον ἤδη τῆς κρίσεως· οἷς γὰρ οὐδ' ὁτιοῦν
οἶμαι τῶν εἰωθότων ἠδίκηκε, τούτοις ὅτι μηδὲ τὴν ἀρχὴν
ἠδίκηκε, δείξειν ὑπείληφεν· ὥσπερ οὐ διὰ τοῦτο μείζονος
ὀργῆς καὶ κατηγορίας ὑπάρχων ἄξιος, ὅτι τοιαῦτα καὶ
τηλικαῦτα πεποίηκεν, ὧν οὐκ ἔστιν εὑρεῖν παραδείγματα.
εἰ δὲ οἱ τὰ μείζω τολμήσαντες, ὅτι τὰ μείζω δεδράκασι, τὴν
τιμωρίαν οὐ δώσουσι, τίς ἔτι λόγος κολάζειν ἐθέλειν τοὺς
τὰ μικρότερα; τί δέ, εἰ τοὺς μὴ τὰ συνήθη παρανομοῦντας
ἀφήσομεν, πῶς οὐκ ἐξουσία πᾶσα γενήσεται τοῖς θέλουσι
πλημμελεῖν ἃ μὴ συνείθισται, ὅταν οἱ πρῶτοι ταῦτα τολ-
μήσαντες ὡς οὐκ ἀδικοῦντες ἐκφύγοιεν; χρὴ δὲ οὐκ ἀφέσεις
τῶν κρίσεων τὰς ὑπερβολὰς τῶν ἀδικημάτων μᾶλλον ἢ
τοὐναντίον αἰτίας γίγνεσθαι, ὅσῳ μετὰ τῶν ἔργων καὶ τὸ
τῆς γνώμης μεμίσηται. τὸ γὰρ οἷς ἀδικεῖ τις καὶ φύσιν
ἀδικημάτων καινὴν προσάγειν βούλεσθαι, διχόθεν ἂν εἴη
τὴν μοχθηρίαν ἐλέγχοντος, καὶ τὸ πλημμελεῖν ἃ μὴ δεῖ,
καὶ τὸ ποιεῖν ἐθέλειν ἃ μή τις πρότερος δράσειεν.
Οὐδέν σοι, φῄς, τῶν εἰωθότων τετόλμηται. αὐτήν μοι
λέγεις τὴν ὑπερβολὴν ὧν ἠτυχήκαμεν. οἱ μὲν γὰρ ἠδικη-
μένοι ταῦθ' ἅπερ καὶ ἑτέρους ἠδικημένους ἐπίστανται, φέ-
ρουσι ῥᾷον τὰς συμφοράς, παραμυθίαν ὧν πεπόνθασι τὴν
τῶν πέλας τύχην νομίζοντες, οἱ δὲ νεωτέρων ἀδικημάτων
οὐκ ἔχοντες παραδείγματα, ἀφόρητον ἡγοῦνται τὴν συμ-
φοράν, τῷ μὴ τῶν ὁμοίων εὐπορεῖν ἔχειν, ἐφ' οἷς ἠτύχησαν ...
Ἠδίκηταί τις εἰς παῖδα· οὐχὶ καὶ γυνὴ προσηδίκηται.
δι' ἀμφοῖν ἡ βλάβη κεχώρηκεν· οὐ πρόσκειται φόνος τοῖς
ἀδικήμασι. σφαγῆς τις αἴτιος γέγονε· τὸ λαθεῖν θεραπεύει
τὴν συμφοράν. μοιχείαν τολμᾷ καὶ λαθραίοις μηχανήμασιν
οἶκον διαλύει σώφρονα· οὐ μὴν τοσοῦτον κακὸν κακῷ μεί-
ζονι κατασκευάζει δεινότερον, παῖδα ἐπιβάλλων μητρὶ καὶ
τοῖς τῶν μοιχευόντων σώμασι κοῦφον ποιῶν καὶ αὐτὸ τὸ
τῆς μοιχείας δοκοῦν ἀδίκημα εἶναι ...
Ἀδιάφθορον τὴν ψυχὴν ἔσχηκεν; ἀλλ' οὐχὶ καὶ τὴν
ἑστίαν ἕξει δι' ἡμᾶς ἀδιάφθορον ...
Οὐκ ἐψεύσω τοῖς ἔργοις τὰς ἀπειλάς, ὦ πλούσιε. ἑαλώ-
καμεν, νενικήμεθα, σιωπῶμεν, τῆς πολιτείας ἐπελαθόμεθα·
ἀπέτεμες ἡμῶν τὴν φωνὴν τοῖς φόνοις, καὶ τὸ στόμα τὸ
λάλον ἀπέφραξας τοῖς τραγικοῖς τούτοις γνωρίσμασι· μόλις
τἀναγκαῖα λέγω καὶ φθέγγομαι· ῥήτωρ εἰμὶ λοιπὸν οὐκέτι
τῆς πόλεως, ἀλλ' ἤδη μόνης τῆς συμφορᾶς ...
Τίνος τὰ τηλικαῦτα μιάσματα; οὐ σὰ πάντα; οὐ τῇ
μὲν δεξιᾷ τῇ ἐμῇ, τῇ σῇ δὲ γνώμῃ πάντες ἀνάλωνται; ...
Οὔπω τὸ κεφάλαιον τῶν ἀδικημάτων εἶπον, τῆς λαμ-
πρᾶς σου σκηνῆς τὰ κατὰ καιρὸν ἀναφανέντα γνωρίσματα.
ὦ κωμικὸν πέρας τραγικαῖς τύχαις ἐπαγαγών, καὶ τούτοις
αὐξήσας τὴν συμφοράν, οἷς ἐν κωμῳδίαις πάθη λύεται ...
Οὕτω τοίνυν πάντα τὰ καθ' ἡμῶν διαπεπραγμένος,
περιιὼν λέγει· τί δ' ἂν εἴποις περὶ τοῦ πένητος; ὅσα μη-
δεὶς κωλύει νόμος, κατηγορεῖν ἐθέλει καὶ γράφεσθαι. εἶτά με
ἐρωτᾷ· οὐκ ἔξεστιν οὖν ἀνελέσθαι παιδίον; οὐκ ἔξεστιν οὖν
[μηδὲν] ἀδικεῖν ἀναλαμβάνοντα; εἰ δ' ἑκάτερον τοῦ νόμου
διδόντος, καὶ τὸ ἐξὸν εἵλω, καὶ τὸ μὴ ἐξὸν προσέθηκας, οὐ
διὰ θάτερον ἀφεθήσῃ μᾶλλον ἢ δίκην ὑφέξεις, οἷς τούτῳ προ-
σάγεις καὶ ἃ μὴ ἔξεστιν. ἔξεστί μοι, φησί. πλουσίου λόγος,
τυραννικῆς ὑπερηφανίας ἀπόκρισις. ἐγὼ δέ σοι πράως οὕτω
καὶ δημοτικῶς ἀποκρίνομαι· δώσεις γὰρ δίκας τέως ἂν οὗτοι
δικάζωσιν· ἔγνωκάς τι ποιεῖν ἀνεύθυνον· ἔχεις τὴν ἐξουσίαν.
εἰ δὲ τὴν ἐξουσίαν εἰς παρανομίαν μετήνεγκας, κολάζω ταύτην,
ὅτι τῇ προφάσει τὴν φύσιν τοῦ μηκέτι ἐξεῖναι μετείληφε ...
Τὸ κοινωνεῖν καλόν, ἀλλ' ὅταν ἡ χάρις ἀνύποπτος· ἂν
δὲ διορύττῃ μὲν οἰκίας τις, ἐπιβουλεύῃ δὲ γάμοις, λυμαίνηται
δὲ γένη, διαφθείρῃ δὲ ἑστίας, ὑποκρίνηται δὲ φιλανθρωπίαν
ἀπανθρωπίας ἁπάσης γέμουσαν, ἃ προσθήκην οὐκ ἔχοντα
τέως τὴν ἀδικίαν μετ' ἐξουσίας ἐπράττετο, ταῦτα ὅτι ταύ-
την προσείληφε, τῷ δοκεῖν ἀνεύθυνα φαίνεσθαι προσθήκη
τῶν ἀδικημάτων γίνεται ...
Ἀλλ' εἰς θέσιν ἴσως ἐζήτεις παιδίον. τί δὲ οὐ πρὸ
τοῦ τόκου τὴν γνώμην σου κατεμήνυες; ἢ τὸ παιδίον
μετὰ τὰς ὠδῖνας οὐκ ᾔτησας; ἢ τυχὸν οὐδέτερον τού-
των ἤθελες, ἀλλ' οὖν ἐκ τῆς ἐρημίας ἀνελὼν εὐθὺς οὐκ
ἐκοινολογήσω περὶ τοῦ πράγματος; οὐ κατὰ νόμους τὴν
θέσιν ἔπραττες ...
Ταῦτα ἀφαιρήσεταί τις ἡμᾶς, ὡς παρὰ τοὺς νόμους οὐ
πέπρακται;
Ἐναγὴς μοιχεία διὰ σοφισμάτων τετόλμηται, καὶ παῖς
δυστυχὴς κατὰ μητρὸς ἀθλίας ἐξ ἐναγοῦς κρατῆρος ἐμεθύ-
σθη κακῶς, καὶ δεξιὰ πατρὸς ἐπὶ φόνους τῶν φιλτάτων
ὑπὸ κακοήθους τέχνης ἐξώπλισται ...
Θρηνῶ νῦν οὓς ὡς πολεμίους ἐφόνευσα, καὶ σφαγαῖς
παρακάθημαι δακρύων, ἃς ᾤμην μετὰ τῶν νόμων ἐργά-
ζεσθαι· καὶ ὃν πρὸ τῶν φόνων μοιχὸν ἐνόμιζον, τοῦτον
παῖδα μετὰ τὴν σφαγὴν ἐγνώρισα. νῦν ὄντως τιτρώσκῃ,
νῦν τὴν καιρίαν λαμβάνεις, παιδίον· καλέσω γάρ σε λοιπὸν
οὐ τοῖς τῶν ἀδικημάτων, ἀλλὰ τοῖς τοῦ γένους ὀνόμασιν·
οὐ γὰρ σύ μοι τῶν ἀτυχημάτων, ἀλλ' ἕτερος αἴτιος ...
Ἡδέως δ' ἂν ἐροίμην ἐκεῖνο δήπου πρῶτον τὸν πλού-
σιον· χρηστὸς αὐτῷ τὸν τρόπον ὁ νεανίσκος ἐφαίνετο, ἢ
τοὐναντίον παράνομος; εἰ μὲν γὰρ χρηστός, τίνος αἱ πρά-
ξεις, οὐκ ἄδηλον· εἰ δὲ πονηρός, ἐχρῆν ἀποδιδόναι τῷ φύ-
σαντι. πρὸς δὲ τούτοις, πότερον ἐλελήθει σε ταῦτα ποιῶν,
ἢ προειδὼς οὐκ ἐκώλυες; εἰ μὲν γὰρ ἠγνόεις, πατρός γε
ὄντως φυλακὴν λέγεις· εἰ δ' οὐκ ἠγνόεις, ὥσπερ εἰκός,
μέλλοντα κωλύειν, οὐ πεποιηκότα ἐχρῆν. τὸ μὲν γὰρ
προνοίας, τὸ δὲ ἀδικίας τεκμήριον· καὶ τὸ μὲν τὸν εὔνουν,
τὸ δὲ τὸν προσποιούμενον δείκνυσιν.
Ὁ νεανίσκος ἁπάντων αἴτιος. εἰ γὰρ οἷόστε ἦν ἀφεῖ-
ναι φωνήν, εἰ γάρ τις αὐτὸν θεῶν, οἷα πολλὰ πολλάκις
παρὰ τῶν ποιητῶν ἀκούομεν, πρὸς μικρὸν ἀνῆκεν, ὅσον
παραγενέσθαι τῇ κρίσει, οὐκ ἂν ἐκ μέσων τῶν πληγῶν
καὶ τῶν τραυμάτων ἀνέκραγεν· ἔγωγε μοιχός; ἐγὼ πα-
ράνομος; ἐχθρὲ καὶ πλούσιε, ὀψὲ γάρ με τὰς σεαυτῷ
πρεπούσας ἐπωνυμίας ἐδίδαξας ...
Ἀλλ' οἰκτείρας, φησί, τὸ πάθος ἐπέδειξα τὰ γνωρί-
σματα, τάφων πατρῴων ἀξιωθῆναι παρὰ σοῦ τὸν νεανί-
σκον βουλόμενος. εἰς καιρόν γε—οὐ γάρ; —τὰς διαλλαγὰς
ἐτήρησας, καὶ τότε ἀνεμνήσθης συνάψαι τὸ γένος, ὅτε τὸν
πόλεμον ἄσπονδον ἐν ξίφει καὶ μοιχείᾳ πεποίηκας ...
Εἰ λέγει καὶ γράφει καὶ τὴν πατρικὴν τοῦ βίου τάξιν
εὑρίσκεται, οὐ δεήσομαι γνωρισμάτων πλειόνων, γνωριῶ
τὴν φύσιν ἀπὸ τοῦ βήματος ...
Δός μοι νόσῳ καὶ λοιμῷ δαπανηθέντα κομίσασθαι.
θρηνήσω μὲν καὶ τότε τὴν συντυχίαν τῆς γνώσεως, ὅτι μου
τὴν ἐπωνυμίαν τὴν τοῦ πατρὸς μόνῳ τῷ τάφῳ τετήρηκας·
παραμυθήσεται δέ με τὸ πέμψαι τὸν παῖδα τοῖς κάτω
θεοῖς νόσῳ λυθέντα, μὴ δράμασι. νυνὶ δέ, ὢ τῆς τραγι-
κῆς ὄντως, ὢ τῆς ἀώρου καὶ ἀπηνοῦς τῶν γνωρισμάτων
καταμηνύσεως· νῦν ἠνάγκασμαι γνωρίζειν τὸν παῖδα, ὅτε
ἀγνοεῖν συνέφερε, καὶ τότε πατὴρ ἀναγορεύομαι, ὅτε καὶ
παιδοκτόνος εὑρίσκομαι ... ἔα με μόνην τὴν μοιχείαν θρη-
νεῖν, ἑνί μου παραχώρησον τὰ δυστυχήματα δράματι· τί
δέ με μερίζεις τοῖς ποιηταῖς; τί δὲ καθ' ἕκαστον τῶν ἐμῶν
ἀτυχημάτων σκηνὴν ἐγείρεις καὶ θέατρα; ...
Νυνὶ δὲ παρηκολούθηκας ἀριθμῶν μου τὰ δυστυχή-
ματα, καὶ τότε μου πληρῶσαι τὸν τάφον θέλεις, ὅτε τὸν
οἶκον ἐκένωσας. θάψαι μου βούλει τὸν παῖδα; καλῆς γε
—οὐ γάρ; —μοι φιλοτησίας παρεχώρησας. ἐμὲ δὲ ἄφες
στένειν τὰς συμφοράς· σὺ καὶ θάψον, εἰ θέλεις, τὸν
ἀνῃρημένον, καὶ δὸς αὐτῷ φέρειν ἀντὶ τῶν ἐνταφίων τὰ
σπάργανα· αἱ σαὶ χεῖρές εἰσι τοιαύτης ταφῆς ἐπάξιαι ...
Πόθεν δὲ καὶ τὴν ἐκφορὰν ποιήσομαι; ἀπὸ τῆς ἑστίας;
καὶ ποῖον ὄρυγμα τῆς δυστυχοῦς ἐκείνης στυγνότερον; περὶ
αὐτὴν δυστυχῆ σώματα καὶ φοβερὸν αἷμα κατὰ πᾶν μέρος
ἐκκέχυται, καὶ πολὺς φόνος ἐν μέσῳ κατηφὲς θέαμα πρό-
κειται· περικάθηται ταύτην Ποινῶν καὶ δαιμόνων καὶ ἀλα-
στόρων στρατόπεδον ...
Νυνὶ δέ, ὢ τῆς ὑπερβολῆς, ὢ τῆς ὑπερηφανίας τῶν
κακῶν· πατὴρ ὡπλίσθη κατὰ παιδός, μήτηρ εἰς μῖξιν ἀθέ-
μιτον παιδὸς βεβίασται ...
Ἀλλ' ὦ πολέμου καὶ λοιμοῦ καὶ τυραννίδος ἐχθρὲ βα-
ρύτερε, ἀλλ' ὦ τῆς πατρίδος πλέον ἢ τῆς πολιτείας τῆς
ἡμετέρας πολέμιε, οἵας ἀνθ' οἵων ἐκτίνεις τῇ πόλει ταύτας
τὰς χάριτας. ἀντὶ προεδρίας, ἀντὶ τιμῶν, ἀνθ' ὧν ἀνάξιον
ὄντα σε τοσούτων πολλάκις καὶ τηλικούτων ἠξίωσεν, ἐκ-
δέδωκας αὐτὴν τῇ σκηνῇ, καὶ τραγῳδῶν πεποίηκας τὴν
πόλιν ἡμῶν ἀγώνισμα. καὶ ἡ μὲν ἐμὴ συμφορὰ τῷ βίῳ τῷ
ἐμῷ περιγραφήσεται, τὸ μίασμα δὲ καὶ ὁ σὸς τρόπος τῷ
τῆς πόλεως βίῳ συνεκταθήσεται ...
Σὺ δὲ καὶ λέγε καὶ γράφε καὶ νομοθέτει καὶ πρέσβευε,
καὶ πρῶτον, εἰ θέλεις, τοῦτον τὸν νόμον εἰσένεγκε, μὴ λέ-
γειν ἔτι τοῦ λοιποῦ πένητα, τολμήσαντι δὲ τίμημα ἐπι-
κεῖσθαι, τοῦ γένους γίνεσθαι δήμιον. μᾶλλον δέ—τί γάρ
σοι δεῖ ῥημάτων ἔτι καὶ συλλαβῶν; —ἐναργέστερόν σοι
διὰ τῆς ἐμῆς συμφορᾶς ὁ νόμος γέγραπται· ἀποτετείχισταί
σοι λαμπρῶς τὸ βῆμα καὶ πᾶσα πένητος ἐκκέκοπται γλῶτ-
τα τῷ παραδείγματι. λέγε μόνος, πολιτεύου μόνος· ἀντε-
ρεῖ δὲ οὐδείς. τυχὸν δὲ ἴσως οὐδὲ μικρολογήσεις λοιπόν,
οὐδὲ ὁριεῖς τὴν δυναστείαν ἄχρι τοῦ βήματος· σκηνῆς
ὑψηλοτέρας τῶν ἐνταῦθα τάχα δεήσει σοι καὶ δραμάτων
οὐκ ἐχόντων τὴν τραγῳδίαν ἀπόρρητον ...
Ἵνα δὲ πλέον φοβήσῃς ἅπαντας, μίμησαι καὶ γράφε
τὸ πάθος, καὶ δὸς ἐν εἰκόνι τὴν συμφοράν. χαλεπὸν εὑρεῖν
τέχνην οἵαντε οὖσαν ὑποκρίνασθαι πράγματος φύσιν οὕ-
τως ἀλλόκοτον, πλὴν ἀλλὰ τῷ πλουσίῳ τῶν πάντων
οὐδὲν ἀτόλμητον. ἔστω μὲν ἔκ τινος Ποινῆς λειμώνων καὶ
Ἐρινύων τὰ φάρμακα· ὑποκείσθω δὲ ὁ πίναξ τῇ γραφῇ
ἐξ ἐπαράτου ποθὲν καὶ ἐναγοῦς ὕλης γενόμενος· πῦρ δὲ
ὑπηρετείσθω τῇ γραφῇ, οἷον ἀνάπτειν πεφύκασι τιμωροὶ
τοιούτων θανάτων δαίμονες. ζήτησον δὲ καὶ ζωγράφον
τραγικὸν μὲν τὴν χεῖρα, τὴν δὲ ψυχὴν τραγικώτερον·
κέλευε δὲ αὐτῷ τὴν τάξιν τῶν ἐμῶν ἀτυχημάτων τάξιν
ποιεῖσθαι καὶ τῆς γραφῆς, μηδὲν δὲ γράφειν πρὸ τῆς ἐκθέ-
σεως, μὴ λέγοντα, μὴ δημηγοροῦντα, μὴ στεφανούμενον,
μήτι τῶν εὐτυχεστέρων ἕτερον· ὅλη γενέσθω μεστὴ τῆς
σκυθρωποτέρας τύχης ἡ γραφή. ὁ δυστυχὴς πρῶτος ἔστω
πατὴρ φέρων εἰς τὴν ἐρημίαν ταῖς ἑαυτοῦ χερσὶ τὸ βρέφος,
ὀδυρόμενος τὴν τύχην, θρηνῶν τὴν συμφοράν, ἐξιὼν ἀνα-
στρέφων, τιθεὶς ἀναιρούμενος, εἴκων τῇ φύσει, τῆς ἀνάγκης
πάλιν ἡττώμενος. μιμησάσθω καὶ λόγους, εἰ δυνατόν, ἡ
γραφὴ διὰ προσώπου στυγνάζοντος, καὶ πᾶς τις τῶν ῥημά-
των ἀκουσάτω διὰ τοῦ σχήματος. γράφε μετὰ τοῦτο τοὺς
καλοὺς ἔρωτας, μᾶλλον δὲ μὴ καταψεύσῃ μου κἀν τῇ γραφῇ
τοῦ παιδός· ποίησον ὀκνοῦντα, μέλλοντα, χωροῦντα πρὸς
τὴν πρᾶξιν, ἀναδυόμενον, ἰλιγγιῶντα μὲν τῇ ψυχῇ, τῷ
φόβῳ δὲ βιαζόμενον, δεδιότα μὲν τὴν μοιχείαν, οὔπω δὲ συν-
ιέντα, ὅτι καὶ κατὰ μητρὸς ἀναγκάζεται. ἔστω που καὶ
δυστυχὴς πρεσβῦτις, εἰ θέλεις· γράψον αὐτὴν ἐρῶσαν, ἀλλὰ
μετὰ τῆς ῥυτίδος, ἀλλὰ μετὰ τῆς κόμης τῆς πολιᾶς, ἵνα
μᾶλλον ἐκπλήξῃς τῷ παραλόγῳ τοῦ δράματος. ἐλθὲ λοιπὸν
ἐπὶ τὸ κεφάλαιον τῆς γραφῆς· ὅπλισον τὸν δυστυχῆ πένητα
κατὰ τῶν φιλτάτων· καὶ τοσαῦτα μίμησαι πράγματα, ὁπό-
σα ἐμπλήσει τὴν σὴν ἀπανθρωπίαν πλαττόμενα. πρόσθες
ἤδη λοιπὸν τὸν κολοφῶνα τοῦ δράματος, σαυτὸν τοῖς φόνοις
μετὰ τῶν γνωρισμάτων ἐπιφαινόμενον, μειδιῶντα, φαιδρόν,
τοῖς κατωρθωμένοις γανύμενον. τήρησον, πρὸς θεῶν, κἀ-
μοί τι μέρος τοῦ πίνακος, ἵνα μή τις ἐπιζητήσῃ· ποῦ
δὲ ὁ δυστυχὴς πένης; πῶς ἔζη; πῶς ἐβίω μετὰ τοσαύτας
συμφοράς; ...
Ἀλλ' οὐ πάντα χαιρήσῃ, πλούσιε. δεῖ γενέσθαι καὶ σὲ
μέρος τοῦ δράματος· οὐδεὶς οἶδεν ὑψηλὴν τραγῳδίαν, ὅπου
μὴ πίπτουσι τύραννοι ...
5
{Θεμιστοκλέους κατὰ τοῦ Περσῶν βασιλέως.}
Οὔπω τῆς πείρας, ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, τῆς καθ' ἡ-
μῶν βασιλεὺς παύεται, καὶ ἀεὶ κρείττω τῆς ἑαυτοῦ τέχνης
τὸν τρόπον εὑρίσκει τῆς πόλεως. ἐγὼ δὲ οὐδὲν βασιλέα
τοῖς αὐτοῖς αὖθις ἐπιχειρεῖν θαυμαστὸν οἴομαι· τοὺς γὰρ
ἐν ἀπορίᾳ καθεστηκότας καὶ φόβοις οὐδὲν θαυμαστὸν μηδὲ
ἀφ' ὧν διορθώσονται τὰς συμφορὰς εὑρίσκειν δύνασθαι. καὶ
τοῦτο μὲν οὐδαμῶς ἄτοπον, τοὺς δὲ ῥήτορας ἄν τις δικαίως
μᾶλλον τοὺς παρ' ἡμῖν θαυμάσειεν, εἰ καιρὸν αὑτοῖς ἔτι τῆς
παρ' ἡμῖν προδοσίας νομίζουσιν, ὅτε μηδὲ βασιλεὺς ἀρνεῖ-
σθαι τὸ κρείττους εἶναι τῆς ἑαυτοῦ δυναστείας διέγνωκε.
προσήκει δὲ καὶ ὑμᾶς μὴ χείρους ἐν κοινῷ τῆς ἑνὸς ἀνδρὸς
γνώμης ἐλέγχεσθαι· ὡς ἔστιν ἄτοπον φιλοτιμεῖσθαι μὲν
ἐπὶ τῷ τοὺς βαρβάρους τοῖς ὅπλοις νικᾶν, ἁλίσκεσθαι δὲ
ἐλάττους ἐν τῷ βουλεύεσθαι ...
Ἤδη δὲ καὶ τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων τοῖς
θεοῖς καὶ τὰ αὐτὰ τῷ Πυθίῳ περὶ τῶν τριήρων ἐδόξαζεν ...
Τί πορθμοῖς ἐνοχλεῖς δι' ἐμέ; τί δὲ ὄρη τέμνεις εἰς θά-
λασσαν; τί καλύπτεις ἠπείρῳ τὸ ῥόθιον; ἔασον ἑστάναι τὸν
Ἄθω, καὶ μὴ πέμπε μοι διὰ τῶν ὀρῶν, ἀλλὰ διὰ τοῦ ῥο-
θίου, τὸν στόλον· ἀλλ' εἰ καὶ τούτων ὀλίγον τινὰ ἐποιήσω
λόγον, τῶν οὐρανίων ἀπέχου μοι, καὶ φεῖσαι τῆς ἄνω λή-
ξεως· μή μοι νύκτα ποίει τὴν ἡμέραν τοῖς βέλεσι, μηδ' ὑπο-
τρεχέτω τὸν ἥλιον νέφος ἐκ τῶν βελῶν τῆς σῆς στρατιᾶς
συγκείμενον. ἀλλ' οὐδὲν ἐᾷς ἀκίνητον, ἵνα ἓν γένηται τῶν
Μηδικῶν διηγημάτων ἡ πόλις ἡ Ἀθηναίων ...
Φοβερώτερος δὲ τῆς φήμης ἐπὶ τῆς πείρας φαινόμενος,
νῦν μὲν ἐπὶ τῆς ἠπείρου τὰ θαύματα, νῦν δὲ μεταφέρων
τὴν μεγαλουργίαν ἐπὶ τὴν θάλατταν, καὶ νῦν μὲν ἐπαφιεὶς
τοῖς ποταμοῖς τὸ στράτευμα, νῦν δὲ ἡλίῳ τὰ βέλη, νῦν
δὲ τῷ ῥοθίῳ τὰς μάστιγας. ὄρος ἐπλεῖτο χειμαζόμενον, καὶ
πορθμὸς ὅλος γεφυρωθεὶς ἐπεζεύετο· Ἄθως διὰ μέσου τριή-
ρεις ἔπεμπε, καὶ τὴν ἵππον ὑπὲρ τοῦ ῥοθίου θέουσαν τὴν
Μηδικὴν Ἑλλήσποντος ...
Εἰς τριακοσίους ἦν ὁπλίτας τὸ παρὰ Λακεδαιμονίοις
ὄφελος· οἱ δὲ λοιποὶ τύχῃ τὸ γένος ἐμέριζον ...
Οὐ λέληθας ἡμᾶς ἄλλον δεινότερον ἐπάγων τοῦ προ-
τέρου πόλεμον· οὐκέτι χιλίας καὶ διακοσίας τριήρεις πλη-
ροῖς κατὰ τῆς πόλεως, οὐδὲ ἀποκρύπτεις ἠπείρῳ τὸ ῥόθιον,
οὐδὲ στενοχωρεῖς στρατιώταις τὴν ἤπειρον, οὐδὲ τὰ στοι-
χεῖα πρὸς τὴν σαυτοῦ χρείαν καταναγκάζεις μετασκευάζεσθαι.
οἶδας γὰρ ὡς πάντων ἐκείνων κρείττων ἐγενόμην μαχόμε-
νος ... ἀπὸ Βαβυλῶνος προσβάλλεις τῇ πόλει, καὶ διὰ τῶν
κηρύκων ἡμῖν ἐφίστης μηχανήματα, καὶ ταῖς πρεσβείαις
διορύττεις τὴν ἐπὶ τῶν καλλίστων φιλοτιμίαν τῆς πόλεως·
καὶ ταῦτα δωρεὰς ὀνομάζεις καὶ χάριτας ...
Μὴ πρὸς τροπαίων διὰ γῆς καὶ θαλάττης ἐγηγερ-
μένων ...
Εἰ μὲν οὖν οἴεσθε δεῖν γράφειν μὲν ἃ χρὴ ποιεῖν, ἃ
δ' ἂν γράψητε μὴ ποιεῖν, καὶ λαμπροὶ μὲν ἐπὶ τῶν ψηφι-
σμάτων φαίνεσθαι, διὰ δὲ τῶν ἔργων οὐχ ὅμοιοι, καλῶς ἔχει.
ὁ μὲν γὰρ ἐν τῷ βουλεύεσθαί τι λαμπρός, τῷ μήπω δῆλος
〈εἶναι〉 ὅτι καὶ πράξειεν, οὔπω καθαρῶς τὴν εὐφημίαν κομί-
ζεται, ἀλλ' ἔτι πρὸς τοὺς ἐπαίνους ἀμφίβολος· περιμένουσι
γὰρ τὸ τέλος ἅπαντες, ἵνα τὴν γνώμην θαυμάσωσιν· ὁ
δ' οἷς ἔγνω καλῶς καὶ τὴν ἀπὸ τῶν ἔργων πεῖραν ἑλόμενος,
ἐπ' ἀμφοτέροις θαυμάζεται, τὴν μὲν γνώμην οἷς ἔκρινε, τὴν
δὲ πρᾶξιν οἷς οὐκ ἤλεγξε τὰ ψηφισθέντα τοῖς πράγμασιν ...
Ἡδέως δ' ἂν ἐροίμην τοὺς ἀντιλέγοντας, πότερον ἀντεῖ-
πον ἡνίκα ἐκυροῦμεν τὸν πόλεμον, ἢ τὴν ἡσυχίαν ἄγοντες
εἴκειν ἠξίουν τοῖς συμβουλεύουσιν· εἰ μὲν γὰρ οὐκ ἀντεῖπον,
οὐχ ἡμῖν μόνον ἀλλὰ καὶ σφίσιν αὐτοῖς τἀναντία πράτ-
τοντες φαίνονται, τούτοις ἐγκαλεῖν σπουδάζοντες, οἷς ὡς
κάλλιστα ἔχουσι σιωπὴν ἐπεφήμιζον· οὐ γάρ που δυσνοίᾳ
γε φήσουσι τὸ συμφέρον ἑκόντες ἀποκρύψασθαι. ἀλλὰ μὴν
εἴγε ἀντειπόντες ἡττήθησαν, πῶς οὐκ ἀναιδείας ὑπεύθυνοι,
τὰ αὐτὰ λέγειν ἐπιχειροῦντες δεύτερον, ἃ πρόσθεν εἰπεῖν
τολμήσαντες ἥττους εἶναι τῶν ἀντιλεγόντων ἠλέγχθη-
σαν; καὶ μὴν εἴγε λύσομεν ἃ κεκυρώκαμεν, οὐκ ἄδηλον δή-
πουθεν ὡς εὐχερείας τε ὁμοῦ καὶ ἀβουλίας ὄνειδος ἕξομεν
ἀβουλίας μέν, ὡς ἐν ἀρχῇ δέον εὑρεῖν τὸ συμφέρον, ἀδυνα-
τήσαντες· εὐχερείας δέ, ὡς ἀφ' ὧν ἐκρίναμεν, ταχέως αὖθις
μεταβαλλόμενοι.
Καὶ οὔπω λέγω τὸ μεῖζον ἔγκλημα, ὅτι καὶ χρείας
ἡττημένοι δόξομεν ἐθέλειν ἡμῶν αὐτῶν καταψηφίζεσθαι·
ὅπερ, οἶμαι, καὶ ἀπαραίτητον ποιεῖ τὸ ἔγκλημα. ἃ γὰρ καὶ
χωρὶς τοιαύτης αἰτίας οὐκ ἀνεκτὸν ἡμαρτηκότας ἐλέγχεσθαι,
πῶς οὐχ ἅπαξ ἀσύγγνωστον, ὅταν καὶ λήμματος ἀλλάτ-
τεσθαι τὴν ἀδοξίαν φαινώμεθα; εἰ δέ τις τῶν συμμάχων
τῆς πόλεως δωρεὰν παρὰ βασιλέως δεξάμενος λύειν ἐπεχεί-
ρει τὸ δόγμα τῆς πόλεως ἢ καταλύειν τὴν συμμαχίαν ἐτόλ-
μησεν, ἆρ' οὐκ ἂν ὠργίσθητε καὶ δίκην ἀπῃτήσατε παρὰ
τῶν ἀναιρεῖν ἐπιχειρούντων ἃ κεκυρώκατε; ἐγὼ μὲν ἀκριβῶς
οἶμαι. εἶθ' ἑτέροις ἄν τι λῦσαι τῶν ὑμετέρων οὐ συγχωρή-
σαντες, αὐτοὶ τοῦτο ποιοῦντες ὀφθήσεσθε; καὶ ἐφ' οἷς ἄλλου
πράξαντος οὐκ ἂν ἠνέσχεσθε τὸ μὴ καὶ δίκας εἰσπράξασθαι,
ταῦτα ἑκόντες αὐτοὶ πλημμελεῖν δόξετε; καὶ μὴν ἅπαντα
μὲν εὐλαβητέον ἐργάζεσθαι τὰ καὶ ὄντα πονηρὰ καὶ νομι-
ζόμενα· ἐκεῖνα δὲ πλεῖον, ὧν αὐτός τις φθάσας κατέγνωκεν.
ἐφ' οἷς γάρ τις ἀγανακτῶν ὡς φαύλοις ἐπιδείκνυται, εἰ τὰ
αὐτὰ πράττων ἁλίσκοιτο, φιλαπεχθήμων ὁμοῦ καὶ πονηρός·
πονηρὸς μέν, οἷς ἃ μὴ χρὴ πράττων ἐλέγχεται· φιλαπεχθή-
μων δέ, ὅτι τούτων τοὺς πλησίον εἴργειν ζητεῖ, ἃ τῷ λόγῳ
μισεῖν προσποιούμενος, ἔργοις μεταδιώκων ἁλίσκεται ...
Λέγε μοι τὰ τῶν νομοθετῶν, εἰ βούλει, ῥήματα· ἀρίθμει
μοι μετὰ τούτων, εἰ θέλεις, καὶ τὰ τῆς πόλεως τρόπαια·
νόμους γὰρ ἐγὼ πολεμικοὺς ὀνομάζω τὰ τῆς πόλεως κατορ-
θώματα. τί νῦν ἐν ἅπασι τούτοις διεσπούδασται; μὴ
σπένδεσθαι βαρβάροις, μισεῖν τὸ γένος ὡς ἀλιτήριον,
ἀδιάλλακτον ἡγεῖσθαι τὸν πρὸς ἀλλήλους πόλεμον. καὶ
μάλ' εἰκότως· οὓς γὰρ τῇ φύσει πολεμίους ἐνόμιζον, παρὰ
τούτων ἀεί τι κακὸν προσδοκήσαντες, νόμῳ τὸ μὴ παθεῖν
ἐφυλάξαντο, μέγιστον εἶναι τῆς πόλεως φυλακτήριον τὴν
ἀπιστίαν τὴν πρὸς αὐτοὺς ἡγησάμενοι. εἰώθασι γὰρ οἱ πο-
νηροὶ τῶν ἀνθρώπων καὶ πρὸς πλεονεξίαν τὰ πάντα βλέ-
ποντες πλείονα κερδαίνειν ἐπὶ φιλίας προσχήματι τῶν ὅτε
φανερῶς ὡμολόγουν τὸν πόλεμον ...
Ψηφίσματα γὰρ Ἀθηναίων ἐγὼ καλῶ τὰ τοῦ θείου
Πυθίου μαντεύματα ...
Πολέμιος ὁ Πέρσης οὐ καθ' ἕνα καιρὸν οὐδὲ χρόνον,
οὐδὲ παρ' αὐτὴν μόνην τὴν τοῦ πολέμου…
πάντα…
Εἰ…
The complete text is available when the reading interface loads.