The Greek Library Catalogue

Anonymous

Fragmenta ex incertis orationibus

Edition reference
Fragmenta ex incertis orationibus, ed. Colonna, op. cit., 249–253.
CTS identifier
urn:cts:greekLit:tlg2051.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

τὸν τῷ γένει γενόμενος, ὅπερ καὶ σοὶ πολλάκις ὁ προπά-

τωρ Ἥλιος. τῆς γὰρ συνωρίδος ταύτης δὴ τῆς καλῆς ὁ

μὲν καταυγάζοντι τοὺς μεγάλους θρόνους ὥς τις ἑωσφόρος

συνανέσχεν ὄρθριος, ταῖς αὑτοῦ βολαῖς τὰς σὰς ἀκτῖνας

μιμούμενος· ὁ δὲ τῆς τῶν νέων ἀγέλης ἐκλάμπων, καθ-

άπερ τις ταῦρος ἀγελάρχης ἀγέρωχος, ἐσκίρτησε μὲν κατὰ

τοὺς Μουσῶν λειμῶνας, ὥσπερ τις πῶλος ὑψαύχην καὶ

ἔνθεος, ἐμιμήσατο δὲ καὶ τὸν Ὁμηρικὸν νεανίσκον τὸν

Θέτιδος, καὶ <μύθων ῥητὴρ> ἀγαθὸς καὶ <πρηκτὴρ

ἔργων> γενόμενος ...

Εἰ δέ μοι καὶ τῆς ποιητῶν ἐξουσίας μετῆν, ἔδειξα ἄν

σοι καὶ Ἰλισσὸν τοῦτον δακρύοντα, ἔχρωσα δ' ἂν καὶ

κατηφεῖ χρώματι τὰ καλὰ Καλλιρρόης νάματα ...

Πέμποι μὲν σὲ Πὰν ἐνόδιος, πομπαῖον καὶ γλυκὺ προσ-

ηχῶν μέλος τῇ σύριγγι, Ἀφροδίτη δὲ καὶ οἱ ταύτης παῖ-

δες Ἔρωτες, πόθου κρατῆρα κεράσαντες, σοῦ τῆς ὁδοῦ

προπομπεύοιεν ...

2

Κοιμίζει μὲν δῆμον κυμαίνοντα ...

3

Πανταχοῦ γὰρ οἶμαι καλὸν χρήστης, εὐγνώμων καὶ

δίκαιος ...

4

Ἀρρήτῳ πόθῳ τὸ πλησιάζον δουλούμενος ...

5

Αἱ Μοῦσαι τοῖς ἐπιχωρίοις ἑκάστοτε λόγοις τοὺς ἐπι-

φοιτῶντας ξένους ξενίζουσιν ...

6

Ἦ πολλὰ ἂν ἡμῖν ἡ βασιλὶς πόλις ἐν δίκῃ μέμψαιτο ...

7

Τί δὲ Σκύθαις μουσικῆς ὄφελος, σιδήρῳ τὰ πάντα

νομίζουσιν; ...

8

Κἂν τάχει παραθέωσι τοὺς ἄλλους ἅπαντας ...

9

Ὅτε εἰς αὐτὸν περιῆλθε τὰ τῶν Μακεδόνων πράγματα ...

10

Οὔτε ἡνιόχῳ τῆς ξυνωρίδος πλέον οὐδέν, κἂν τὰς

Βορέου αὔρας τῷ τάχει παρέρχηται ...

11

Λάθρᾳ δὲ ὑπὲρ αὐτοῦ παρὰ βασιλέως πρεσβεύεται ...

12

Καὶ κρουνοὶ πλείους ἀπὸ πάσης πλευρᾶς διὰ θηρίων

εἴδους ποταμοὺς ὅλους ἐκχέοντες πελαγίζουσι μὲν τὴν

κολυμβήθραν ...

13

Πλεῖς δὲ πάλιν Αἰγαίου κύματα ...

14

Πόσας δέ σοι πηγὰς δακρύων οὐκ ἔσπεισα; ...

15

Διὸ τὰ μὲν πλείω ἐατέον, ἐκ πολλῶν δ' ὀλίγα λεκτέον,

ἵνα κἀνταῦθα τὸν ἴσον τῷ λόγῳ τύπον φυλάξωμεν ...

16

Φεῦ κάλλους, φεῦ μεγέθους.

— — — — — — —]!μ?αι?[]υ? ην?[]!αι μ![]ν?αι!![— — — — — — —— — — — — — —]ε?ι!!κ[]την![]ν? ε?λ?θ?[]!![— — — — — — —— — — — — — —]!!!!]ποιμένω(ν)]![]!δεδρα-]!νομο-]! ἅπαντες]!μετὰ ω]ν? χε[!]ν?]!κε?ιωμ(?)]έλο?υς]Λέσβος]π?!!!!]αιω]μ?υρια]μενοι]!οι τῃ πο-]!μετέρω(ν)ὀ]φείλω τῇ ο— — — — — — —!![!ομ?[!α![τουτ?[οτε[κ?α?ι?[ει?!![[!]!υ[τ?!![ω![ἑμὲ ![πις μ?[νος ε[ηκετ![καν!![τῷ ἰδί?[ῳδιδω[δὲ ἄλλο[