Hieroglyphica
- Edition reference
- Hieroglyphica (translatio Philippi), ed. F. Sbordone, Hori Apollinis hieroglyphica, Naples: Loffredo, 1940: 1–216.
- CTS identifier
urn:cts:greekLit:tlg2052.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
t
{ΩΡΟΥ ΑΠΟΛΛΩΝΟΣ ΝΕΙΛΩΟΥ
ΙΕΡΟΓΛΥΦΙΚΑ
ἃ ἐξήνεγκε μὲν αὐτὸς Αἰγυπτίᾳ φωνῇ,
μετέφρασε δὲ Φίλιππος εἰς τὴν Ἑλλάδα διάλεκτον.}
{〈ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ〉.}
1
{[Πῶς αἰῶνα σημαίνουσιν].}
Αἰῶνα σημαίνοντες, ἥλιον καὶ σελήνην γράφουσι, διὰ τὸ αἰώνια
εἶναι στοιχεῖα.
Αἰῶνα δ' ἑτέρως γράψαι βουλόμενοι, ὄφιν ζωγραφοῦσιν, ἔχοντα τὴν
οὐρὰν ὑπὸ τὸ λοιπὸν σῶμα κρυπτομένην, ὃν καλοῦσιν Αἰγύπτιοι οὐραῖον,
ὅ ἐστιν ἑλληνιστὶ βασιλίσκον, ὅνπερ χρυσοῦν ποιοῦντες, θεοῖς περιτι-
θέασιν. αἰῶνα δὲ λέγουσιν Αἰγύπτιοι διὰ τοῦδε τοῦ ζῴου δηλοῦσθαι,
ἐπειδὴ τριῶν γενῶν ὄφεων καθεστώτων, τὰ μὲν λοιπὰ θνητὰ ὑπάρχει,
τοῦτο δὲ μόνον ἀθάνατον, ὃ καὶ προσφυσῆσαν ἑτέρῳ παντὶ ζῴῳ, δίχα
καὶ τοῦ δακεῖν, ἀναιρεῖ· ὅθεν, ἐπειδὴ δοκεῖ ζωῆς καὶ θανάτου κυριεύειν,
διὰ τοῦτο αὐτὸν ἐπὶ τῆς κεφαλῆς τῶν θεῶν ἐπιτιθέασι.
2
{[Πῶς κόσμον].}
Κόσμον βουλόμενοι γράψαι, ὄφιν ζωγραφοῦσι τὴν ἑαυτοῦ ἐσθίοντα
οὐράν, ἐστιγμένον φολίσι ποικίλαις, διὰ μὲν τῶν φολίδων αἰνιττόμενοι
τοὺς ἐν τῷ κόσμῳ ἀστέρας. βαρύτατον δὲ τὸ ζῷον καθάπερ καὶ ἡ γῆ,
λειότατον δὲ ὥσπερ ὕδωρ· καθ' ἕκαστον δὲ ἐνιαυτὸν τὸ γῆρας ἀφείς,
ἀποδύεται, καθ' ὃ καὶ ὁ ἐν τῷ κόσμῳ ἐνιαύσιος χρόνος, ἐναλλαγὴν
ποιούμενος, νεάζει· τῷ δὲ ὡς τροφῇ χρῆσθαι τῷ ἑαυτοῦ σώματι ση-
μαίνει τὸ πάντα ὅσα ἐκ τῆς θείας προνοίας ἐν τῷ κόσμῳ γεννᾶται,
ταῦτα πάλιν καὶ τὴν μείωσιν εἰς αὑτὰ λαμβάνειν.
3
{[Πῶς ἐνιαυτόν].}
Ἐνιαυτὸν δὲ βουλόμενοι δηλῶσαι, Ἶσιν, τουτέστι γυναῖκα ζωγρα-
φοῦσι, τῷ δὲ αὐτῷ καὶ τὴν θεὸν σημαίνουσιν. Ἶσις δὲ παρ' αὐτοῖς ἐστιν
ἀστήρ, αἰγυπτιστὶ καλούμενος Σῶθις, ἑλληνιστὶ δὲ Ἀστροκύων, ὃς καὶ
δοκεῖ βασιλεύειν τῶν λοιπῶν ἀστέρων, ὁτὲ μὲν μείζων ὁτὲ δὲ ἥσσων
ἀνατέλλων, καὶ ὁτὲ μὲν λαμπρότερος, ἔσθ' ὅτε δ' οὐχ οὕτως· ἔτι δὲ
καί, διότι κατὰ τὴν τούτου τοῦ ἄστρου ἀνατολὴν σημειούμεθα περὶ
πάντων τῶν ἐν τῷ ἐνιαυτῷ μελλόντων τελεῖσθαι, διόπερ οὐκ ἀλόγως
τὸν ἐνιαυτὸν Ἶσιν λέγουσι. καὶ ἑτέρως δὲ ἐνιαυτὸν γράφοντες, φοίνικα
ζωγραφοῦσι, διὰ τὸ τὸ δένδρον τοῦτο μόνον τῶν ἄλλων κατὰ τὴν ἀνα-
τολὴν τῆς σελήνης μίαν βάϊν γεννᾶν, ὡς ἐν ταῖς δώδεκα βάεσιν ἐνιαυτὸν
ἀπαρτίζεσθαι.
4
{[Πῶς μῆνα].}
Μῆνα δὲ γράφοντες, βάϊν ζωγραφοῦσιν ἢ σελήνην ἐπεστραμμένην
εἰς τὸ κάτω. βάϊν μέν, τῆς προειρημένης ἐπὶ τοῦ φοίνικος αἰτίας χάριν·
σελήνην δὲ ἐπεστραμμένην εἰς τὸ κάτω, ἐπειδή φασιν, ἐν τῇ ἀνατολῇ
πεντεκαίδεκα μοιρῶν ὑπάρχουσαν, πρὸς τὸ ἄνω τοῖς κέρασιν ἐσχηματί-
σθαι, ἐν δὲ τῇ ἀποκρούσει, τὸν ἀριθμὸν τῶν τριάκοντα ἡμερῶν πλη-
ρώσασαν, εἰς τὸ κάτω τοῖς κέρασι νεύειν.
5
{[Πῶς τὸ ἐνιστάμενον ἔτος].}
Ἔτος τὸ ἐνιστάμενον γράφοντες, τέταρτον ἀρούρας γράφουσιν. ἔστι
δὲ μέτρον γῆς ἡ ἄρουρα πηχῶν ἑκατόν· βουλόμενοί τε ἔτος εἰπεῖν,
τέταρτον λέγουσιν, ἐπειδή φασι κατὰ τὴν ἀνατολὴν τοῦ ἄστρου τῆς Σώ-
θεως, μέχρι τῆς ἄλλης ἀνατολῆς, τέταρτον ἡμέρας προστίθεσθαι, ὡς
εἶναι τὸ ἔτος τοῦ θεοῦ τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν 〈καὶ τετάρ-
του〉, ὅθεν καὶ διὰ τετραετηρίδος περισσὴν ἡμέραν ἀριθμοῦσιν Αἰγύπτιοι·
τὰ γὰρ τέσσαρα τέταρτα ἡμέραν ἀπαρτίζει.
6
{[Τί δηλοῦσιν ἱέρακα γράφοντες].}
Θεὸν βουλόμενοι σημῆναι, ἢ ὕψος, ἢ ταπείνωσιν, ἢ ὑπεροχήν, ἢ
αἷμα, ἢ νίκην, [ἢ Ἄρεα, ἢ Ἀφροδίτην], ἱέρακα ζωγραφοῦσι. θεὸν μέν,
διὰ τὸ πολύγονον εἶναι τὸ ζῷον καὶ πολυχρόνιον· ἔτι γε μήν, ἐπεὶ καὶ
δοκεῖ εἴδωλον ἡλίου ὑπάρχειν, παρὰ πάντα τὰ πετεινὰ πρὸς τὰς αὐτοῦ
ἀκτῖνας ὀξυωποῦν, ἀφ' οὗ καὶ ἰατροὶ πρὸς ἴασιν ὀφθαλμῶν τῇ ἱερακίᾳ
βοτάνῃ χρῶνται, ὅθεν καὶ τὸν ἥλιον, ὡς κύριον ὄντα ὁράσεως, ἔσθ' ὅτε
ἱερακόμορφον ζωγραφοῦσιν· ὕψος δέ, ἐπεὶ τὰ μὲν ἕτερα ζῷα εἰς ὕψος
πέτεσθαι προαιρούμενα, πλαγίως περιφέρεται, ἀδυνατοῦντα κατευθὺ χω-
ρεῖν, μόνος δὲ ἱέραξ εἰς ὕψος κατευθὺ πέτεται· ταπείνωσιν δέ, ἐπεὶ τὰ
ἕτερα ζῷα οὐ κατὰ κάθετον πρὸς τοῦτο χωρεῖ, πλαγίως δὲ καταφέρεται,
ἱέραξ δὲ κατευθὺ ἐπὶ τὸ ταπεινὸν τρέπεται· ὑπεροχὴν δέ, ἐπειδὴ δοκεῖ
πάντων τῶν πετεινῶν διαφέρειν· αἷμα δέ, ἐπειδή φασι τοῦτο τὸ ζῷον
ὕδωρ μὴ πίνειν ἀλλ' αἷμα· νίκην δέ, ἐπειδὴ δοκεῖ τοῦτο τὸ ζῷον πᾶν
νικᾶν πετεινόν. ἐπειδὰν γὰρ ὑπὸ ἰσχυροτέρου ζῴου καταδυναστεύηται, τὸ
τηνικαῦτα ἑαυτὸν ὑπτιάσας ἐν τῷ ἀέρι, ὡς τοὺς μὲν ὄνυχας αὐτοῦ ἐν
τῷ ἄνω ἐσχηματίσθαι, τὰ δὲ πτερὰ καὶ τὰ ὀπίσθια εἰς τὰ κάτω, τὴν
μάχην ποιεῖται· οὕτω γὰρ τὸ ἀντιμαχόμενον αὐτῷ ζῷον, τὸ αὐτὸ ποιῆσαι
ἀδυνατοῦν, εἰς ἧτταν ἔρχεται.
7
{[Πῶς δηλοῦσι ψυχήν].}
Ἔτι γε μὴν καὶ ἀντὶ ψυχῆς ὁ ἱέραξ τάσσεται ἐκ τῆς τοῦ ὀνόματος
ἑρμηνείας. καλεῖται γὰρ παρ' Αἰγυπτίοις ὁ ἱέραξ βαιήθ, τοῦτο δὲ τὸ
ὄνομα διαιρεθὲν ψυχὴν σημαίνει καὶ καρδίαν· ἔστι γὰρ τὸ μὲν βαῒ ψυχή,
τὸ δὲ ἣθ καρδία, ἡ δὲ καρδία κατ' Αἰγυπτίους ψυχῆς περίβολος, ὥστε
σημαίνειν τὴν σύνθεσιν τοῦ ὀνόματος ψυχὴν ἐγκάρδιον· ἀφ' οὗ καὶ ὁ
ἱέραξ διὰ τὸ πρὸς τὴν ψυχὴν συμπαθεῖν ὕδωρ οὐ πίνει τὸ καθόλου,
ἀλλ' αἷμα, ᾧ καὶ ἡ ψυχὴ τρέφεται.
8
{[Πῶς Ἄρεα καὶ Ἀφροδίτην].}
Ἄρεα δὲ γράφοντες καὶ Ἀφροδίτην, δύο ἱέρακας ζωγραφοῦσιν,
ὧν τὸν ἄρσενα εἰκάζουσιν Ἄρει, τὴν δὲ θήλειαν Ἀφροδίτῃ, ἐπειδὴ τὰ
μὲν ἄλλα θηλυκὰ ζῷα πρὸς πᾶσαν μῖξιν τῷ ἀνδρὶ οὐχ ὑπακούει, κα-
θάπερ ἱέραξ· τριακοντάκις γὰρ τῆς ἡμέρας βασανιζομένη, ἐπειδὰν ἀνα-
χωρήσῃ, φωνηθεῖσα ὑπὸ τοῦ ἄρσενος, πάλιν ὑπακούει· διὸ καὶ πᾶσαν
θήλειαν τῷ ἀνδρὶ πειθομένην Αἰγύπτιοι Ἀφροδίτην καλοῦσι, τὴν δὲ μὴ
πειθομένην οὐχ οὕτω προσαγορεύουσι. διὰ τοῦτο καὶ ἡλίῳ τὸν ἱέρακα
ἀνέθεσαν· παραπλησίως γὰρ τῷ ἡλίῳ τὸν τριάκοντα ἀριθμὸν ἐν τῷ πλη-
σιασμῷ τῆς θηλείας ἀποδίδωσιν.
Ἑτέρως δὲ τὸν Ἄρεα καὶ τὴν Ἀφροδίτην γράφοντες, δύο κορώνας
ζωγραφοῦσιν ὡς ἄνδρα καὶ γυναῖκα, ἐπεὶ τοῦτο τὸ ζῷον δύο ὠὰ γεννᾷ,
ἀφ' ὧν ἄρρεν καὶ θῆλυ γεννᾶσθαι δεῖ· ἐπειδὰν δὲ γεννήσῃ, ὅπερ σπα-
νίως γίνεται, δύο ἀρσενικὰ ἢ δύο θηλυκά, τὰ ἀρσενικά, τὰς θηλείας
γαμήσαντα, οὐ μίσγεται ἑτέρᾳ κορώνῃ, οὐδὲ μὴν ἡ θήλεια ἑτέρᾳ κο-
ρώνῃ μέχρι θανάτου, ἀλλὰ μόνα τὰ ἀποζυγέντα διατελεῖ· διὸ καὶ μιᾷ
κορώνῃ συναντήσαντες, οἰωνίζονται οἱ ἄνθρωποι ὡς χηρεύοντι συνηντη-
κότες ζῴῳ, τῆς δὲ τοιαύτης αὐτῶν ὁμονοίας χάριν, μέχρι νῦν οἱ Ἕλ-
ληνες ἐν τοῖς γάμοις· «ἐκκορὶ κορὶ κορώνη» λέγουσιν ἀγνοοῦντες.
9
{[Πῶς γάμον].}
Γάμον δὲ δηλοῦντες, δύο κορώνας πάλιν ζωγραφοῦσι τοῦ λεχθέν-
τος χάριν.
10
{[Πῶς μονογενές].}
Μονογενὲς δὲ δηλοῦντες, ἢ γένεσιν, ἢ πατέρα, ἢ κόσμον, ἢ ἄνδρα,
κάνθαρον ζωγραφοῦσι. μονογενὲς μὲν ὅτι αὐτογενές ἐστι τὸ ζῷον, ὑπὸ
θηλείας μὴ κυοφορούμενον. μόνη γὰρ γένεσις αὐτοῦ τοιαύτη ἐστίν· ἐπειδὰν
ὁ ἄρσην βούληται παιδοποιήσασθαι, βοὸς ἀφόδευμα λαβών, πλάσσει σφαι-
ροειδὲς παραπλήσιον τῷ κόσμῳ σχῆμα, ὃ ἐκ τῶν ὀπισθίων μερῶν κυ-
λίσας ἀπὸ ἀνατολῆς εἰς δύσιν, αὐτὸς πρὸς ἀνατολὴν βλέπει, ἵνα ἀποδῷ τὸ
τοῦ κόσμου σχῆμα· (αὐτὸς γὰρ ἀπὸ τοῦ ἀπηλιώτου εἰς λίβα φέρεται, ὁ δὲ
τῶν ἀστέρων δρόμος ἀπὸ λιβὸς εἰς ἀπηλιώτην). ταύτην οὖν τὴν σφαῖραν
κατορύξας, εἰς γῆν κατατίθεται ἐπὶ ἡμέρας εἰκοσιοκτώ, ἐν ὅσαις καὶ ἡ
σελήνη ἡμέραις τὰ δώδεκα ζῴδια κυκλεύει, ὑφ' ἣν ἀπομένον, ζῳογο-
νεῖται τὸ τῶν κανθάρων γένος· τῇ ἐνάτῃ δὲ καὶ εἰκοστῇ ἡμέρᾳ ἀνοί-
ξας τὴν σφαῖραν, εἰς ὕδωρ βάλλει, (ταύτην γὰρ τὴν ἡμέραν νομίζει
σύνοδον εἶναι σελήνης καὶ ἡλίου, ἔτι τε καὶ γένεσιν κόσμου), ἧς ἀνοι-
γομένης ἐν τῷ ὕδατι, ζῷα ἐξέρχεται, τουτέστιν οἱ κάνθαροι. γένεσιν δὲ
διὰ τὴν προειρημένην αἰτίαν· πατέρα δέ, ὅτι ἐκ μόνου πατρὸς τὴν γέ-
νεσιν ἔχει ὁ κάνθαρος· κόσμον δέ, ἐπειδὴ κοσμοειδῆ τὴν γένεσιν ποιεῖται·
ἄνδρα δέ, ἐπειδὴ θηλυκὸν γένος αὐτοῖς οὐ γίνεται.
Εἰσὶ δὲ καὶ κανθάρων ἰδέαι τρεῖς. πρώτη μὲν αἰλουρόμορφος καὶ
ἀκτινωτή, ἥνπερ καὶ ἡλίῳ ἀνέθεσαν διὰ τὸ σύμβολον· φασὶ γὰρ τὸν
ἄρρενα αἴλουρον συμμεταβάλλειν τὰς κόρας τοῖς τοῦ ἡλίου δρόμοις· ὑπεκ-
τείνονται μὲν γὰρ κατὰ πρωῒ πρὸς τὴν τοῦ θεοῦ ἀνατολήν, στρογγυ-
λοειδεῖς δὲ γίνονται κατὰ τὸ μέσον τῆς ἡμέρας, ἀμαυρότεραι δὲ φαίνονται
δύνειν μέλλοντος τοῦ ἡλίου, ὅθεν καὶ τὸ ἐν Ἡλιουπόλει ξόανον τοῦ
θεοῦ αἰλουρόμορφον ὑπάρχει. ἔχει δὲ πᾶς κάνθαρος καὶ δακτύλους τριά-
κοντα διὰ τὴν τριακονταήμερον τοῦ μηνός, ἐν αἷς ὁ ἥλιος ἀνατέλλων,
τὸν ἑαυτοῦ ποιεῖται δρόμον. δευτέρα δὲ γενεά, ἡ δίκερως καὶ ταυροειδής,
ἥτις καὶ τῇ σελήνῃ καθιερώθη, ἀφ' οὗ καὶ τὸν οὐράνιον ταῦρον ὕψωμα
τῆς θεοῦ ταύτης λέγουσιν εἶναι παῖδες Αἰγυπτίων. τρίτη δὲ ἡ μονόκερως
καὶ ἰβιόμορφος, ἣν Ἑρμῇ διαφέρειν ἐνόμισαν, καθὰ καὶ ἶβις τὸ ὄρνεον.
11
{[Τί γῦπα γράφοντες δηλοῦσι].}
Μητέρα δὲ γράφοντες, ἢ βλέψιν, ἢ ὅριον, ἢ πρόγνωσιν, ἢ ἐνιαυτόν,
ἢ οὐρανίαν, ἢ ἐλεήμονα, ἢ Ἀθηνᾶν, ἢ Ἥραν, ἢ δραχμὰς δύο, γῦπα
ζωγραφοῦσι. μητέρα μέν, ἐπειδὴ ἄρρεν ἐν τούτῳ τῷ γένει τῶν ζῴων οὐχ
ὑπάρχει, ἡ δὲ γένεσις αὐτῶν γίνεται τρόπῳ τοιῷδε· ὅταν ὀργάσῃ πρὸς
σύλληψιν ἡ γύψ, τὴν φύσιν ἑαυτῆς ἀνοίξασα πρὸς βορέαν ἄνεμον, ὑπὸ
τούτου ὀχεύεται ἐπὶ ἡμέρας πέντε, ἐν αἷς οὔτε βρωτοῦ οὔτε ποτοῦ με-
ταλαμβάνει, ποθοῦσα παιδοποιΐαν. ἔστι δὲ καὶ ἄλλα γένη ὀρνέων, ἃ ὑπὸ
ἀνέμου συλλαμβάνει, ὧν τὰ ὠὰ πρὸς βρῶσιν αὐτὸ μόνον, οὐκέτι δὲ πρὸς
ζῳογονίαν ἐστὶ χρήσιμα, γυπῶν δὲ ὑπηνέμιον ποιουμένων τὴν ὀχείαν, ἡ
τῶν ὠῶν γένεσις ζῳογονεῖται. βλέψιν δέ, ἐπειδὴ τῶν ἄλλων ζῴων ἁπάν-
των ὀξυωπέστερον ὁρᾷ ἡ γύψ, ἐν μὲν ἀνατολῇ τοῦ ἡλίου ὄντος, πρὸς
δύσιν βλέπουσα, ἐν δύσει δὲ τοῦ θεοῦ ὑπάρχοντος, πρὸς ἀνατολήν, ἐξ
ἱκανοῦ διαστήματος ποριζομένη τὰ πρὸς χρῆσιν αὐτῇ βρώσιμα· ὅριον
δέ, διότι, πολέμου μέλλοντος τελειοῦσθαι, τὸν τόπον ὁρίζει, ἐν ᾧ μέλλει
ὁ πόλεμος γίνεσθαι, πρὸ ἡμερῶν ἑπτὰ ἐπ' αὐτὸν παραγινομένη· πρό-
γνωσιν δὲ ἢ τῆς προειρημένης αἰτίας χάριν, ἢ ὅτι ἐπὶ πυκτίδα γινο-
μένη ἢ ἐν ἄγρᾳ, πρὸς τοὺς πλείονας σφαζομένους καὶ ἡττωμένους βλέ-
πει, ταμιευομένη τὴν ἑαυτῆς ἐκ τῶν πτωμάτων τροφήν, παρ' ὃ καὶ οἱ
ἀρχαῖοι βασιλεῖς κατασκόπους ἔπεμπον σκεπτόμενοι κατὰ ποῖον τοῦ πο-
λέμου αἱ γῦπες βλέπουσι μέρος, ἐντεῦθεν σημειούμενοι τοὺς ἡττωμένους·
ἐνιαυτὸν δέ, διὰ τὸ ἐν τούτῳ τῷ ζῴῳ τριακοσίας ἑξήκοντα πέντε ἡμέ-
ρας τοῦ ἔτους διαιρεῖσθαι, ἐν αἷς ὁ ἐνιαύσιος ἐκτελεῖται χρόνος. ἑκατὸν
γὰρ εἴκοσιν ἡμέρας ἔγκυος μένει καὶ τὰς ἴσας τοὺς νεοσσοὺς ἐκτρέφει,
ταῖς δὲ λειπούσαις ἑκατὸν εἴκοσι τὴν ἑαυτῆς ἐπιμέλειαν ποιεῖται, μήτε
κυοφοροῦσα, μήτε τρέφουσα, παρασκευάζουσα δὲ ἑαυτὴν εἰς ἑτέραν σύλ-
ληψιν, τὰς δὲ λοιπὰς πέντε τοῦ ἔτους ἡμέρας, ὡς ἤδη προεῖπον, εἰς τὴν
τοῦ ἀνέμου ὀχείαν καταναλίσκει. ἐλεήμονα δέ, ὅπερ δοκεῖ παρά τισιν
ἐναντιώτατον ὑπάρχειν, ἐπεὶ τοῦτο τὸ ζῷον πάντα ἀναιρεῖ· ἠναγκάσθη-
σαν δὲ τοῦτο γράψαι, ἐπειδὴ ἐν ταῖς ἑκατὸν εἴκοσιν ἡμέραις, ἐν αἷς τὰ
ἑαυτῆς ἐκτρέφει τέκνα, ἐπὶ πλεῖον οὐ πέτεται, περὶ δὲ τοὺς νεοσσοὺς
καὶ τὴν τούτων ἐκτροφὴν ἀσχολεῖται, ἐν αἷς ἀπορήσασα τροφῆς, ἣν
παράσχηται τοῖς νηπίοις, τὸν ἑαυτῆς μηρὸν ἀνατεμοῦσα, παρέχει τοῖς
τέκνοις τοῦ αἵματος μεταλαμβάνειν, ὡς μὴ ἀπορήσαντα τροφῆς ἀναιρε-
θῆναι. Ἀθηνᾶν δὲ καὶ Ἥραν, ἐπειδὴ δοκεῖ παρ' Αἰγυπτίοις Ἀθηνᾶ
μὲν τὸ ἄνω τοῦ οὐρανοῦ ἡμισφαίριον ἀπειληφέναι, τὸ δὲ κάτω Ἥρα,
ὅθεν καὶ ἄτοπον ἡγοῦνται ἀρσενικῶς δηλοῦν τὸν οὐρανόν. θηλυκῶς μέντοι
τὴν οὐρανόν, διότι καὶ ἡ γένεσις ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν
ἀστέρων ἐν αὐτῷ ἀποτελεῖται, ὅπερ ἐστὶ θηλείας ἔργον. καὶ τὸ τῶν γυπῶν
δέ, ὡς προεῖπον, γένος θηλειῶν ἐστι γένος μόνων, δι' ἣν αἰτίαν καὶ
παντὶ θηλυκῷ ζῳδίῳ οἱ Αἰγύπτιοι γῦπα ὡς βασίλειον ἐπιτιθέασιν, ἀφ'
οὗ καὶ πᾶσαν θεάν, ἵνα μὴ περὶ ἑκάστης γράφων μηκύνω τὸν λόγον,
[Αἰγύπτιοι] 〈δι' αὐτῆς σημαίνουσι〉. [μητέρα οὖν θέλοντες σημῆναι, γῦπα
ζωγραφοῦσι· μήτηρ γάρ ἐστι θηλυκοῦ ζῴου]· οὐρανίαν δέ, οὐ γὰρ ἀρέ-
σκει αὐτοῖς τὸν οὐρανὸν λέγειν, καθὼς προεῖπον, ἐπεὶ τούτων ἡ γένεσις
ἐκεῖθέν ἐστι· δραχμὰς δὲ δύο, διότι παρ' Αἰγυπτίοις μονάς ἐστιν αἱ δύο
γραμμαί, μονὰς δὲ παντὸς ἀριθμοῦ γένεσις. εὐλόγως οὖν δύο δραχμὰς
βουλόμενοι δηλῶσαι, γῦπα γράφουσιν, ἐπεὶ μήτηρ δοκεῖ καὶ γένεσις εἶναι,
καθάπερ καὶ ἡ μονάς.
12
{[Πῶς Ἥφαιστον 〈καὶ Ἀθηνᾶν〉 γράφουσιν].}
Ἥφαιστον δὲ γράφοντες, κάνθαρον καὶ γῦπα ζωγραφοῦσιν, Ἀθηνᾶν
δὲ γῦπα καὶ κάνθαρον· [δοκεῖ γὰρ αὐτοῖς ὁ κόσμος συνεστάναι ἔκ τε
ἀρσενικοῦ καὶ θηλυκοῦ· 〈ἐπὶ μὲν τοῦ Ἡφαίστου ἄρσενος〉 ὑπάρχοντος
κάνθαρον γράφουσιν, ἐπὶ δὲ τῆς Ἀθηνᾶς τὴν γῦπα γράφουσιν]. οὗτοι
γὰρ μόνοι θεῶν παρ' αὐτοῖς ἀρσενοθήλεις ὑπάρχουσι.
13
{[Τί ἀστέρα γράφοντες δηλοῦσι].}
Θεὸν δὲ ἐγκόσμιον σημαίνοντες, ἢ εἱμαρμένην, ἢ τὸν πέντε ἀρι-
θμόν, ἀστέρα ζωγραφοῦσι. θεὸν μέν, ἐπειδὴ πρόνοια θεοῦ τὴν νίκην
προστάσσει, ᾗ τῶν ἀστέρων καὶ τοῦ παντὸς κόσμου κίνησις ἐκτελεῖται·
δοκεῖ γὰρ αὐτοῖς δίχα θεοῦ μηδὲν ὅλως συνεστάναι· εἱμαρμένην δέ, ἐπεὶ
καὶ αὕτη ἐξ ἀστρικῆς οἰκονομίας συνίσταται· τὸν δὲ πέντε ἀριθμόν,
ἐπειδὴ πλήθους ὄντος ἐν οὐρανῷ, πέντε μόνοι ἐξ αὐτῶν κινούμενοι τὴν
τοῦ κόσμου οἰκονομίαν ἐκτελοῦσι.
14
{[Τί κυνοκέφαλον γράφοντες δηλοῦσι].}
Σελήνην δὲ γράφοντες, ἢ οἰκουμένην, ἢ γράμματα, ἢ ἱερέα, ἢ
ὀργήν, ἢ κόλυμβον, κυνοκέφαλον ζωγραφοῦσι. σελήνην μέν, ἐπειδὴ τὸ
ζῷον τοῦτο συμπάθειάν τινα πρὸς τὴν τοῦ θεοῦ σύνοδον ἐκτήσατο. ὅταν
γὰρ ἐν τῷ μέρει τῆς ὥρας ἡ σελήνη συνοδεύουσα ἡλίῳ ἀφώτιστος γέ-
νηται, τότε ὁ μὲν ἄρσην κυνοκέφαλος οὐ βλέπει οὐδὲ ἐσθίει, ἄχθεται
δὲ εἰς τὴν γῆν νενευκώς, καθάπερ πενθῶν τὴν τῆς σελήνης ἁρπαγήν,
ἡ δὲ θήλεια μετὰ τοῦ μὴ ὁρᾶν καὶ ταὐτὰ τῷ ἄρσενι πάσχειν, ἔτι δὲ
καὶ ἐκ τῆς ἰδίας φύσεως αἱμάσσεται· διὸ καὶ μέχρι νῦν ἐν τοῖς ἱεροῖς
τρέφονται κυνοκέφαλοι, ὅπως ἐξ αὐτῶν γινώσκηται τὸ ἡλίου καὶ σελή-
νης μέρος τῆς συνόδου. οἰκουμένην δέ, ἐπειδὴ ἑβδομήκοντα δύο χώρας
τὰς ἀρχαίας φασὶ τῆς οἰκουμένης εἶναι· τούτους δὲ τρεφομένους ἐν τοῖς
ἱεροῖς καὶ ἐπιμελείας τυγχάνοντας, οὐ καθάπερ τὰ λοιπὰ ζῷα ἐν ἡμέρᾳ
μιᾷ τελευτᾷ, οὕτω καὶ τούτους, ἀλλὰ μέρος αὐτῶν καθ' ἑκάστην ἡμέραν
νεκρούμενον ὑπὸ τῶν ἱερέων θάπτεσθαι, τοῦ λοιποῦ σώματος ἐν τῷ κατὰ
φύσιν ὄντος· ἕως δ' ἂν αἱ ἑβδομήκοντα καὶ δύο πληρωθῶσιν ἡμέραι,
τότε ὅλος ἀποθνήσκει. γράμματα δέ, ἐπειδή ἐστι συγγένεια κυνοκεφάλων
αἰγύπτια ἐπισταμένων γράμματα, παρ' ὃ εἰς ἱερὸν ἐπειδὰν πρῶτα κομισθῇ
κυνοκέφαλος, δέλτον αὐτῷ παρατίθησιν ὁ ἱερεὺς καὶ σχοινίον καὶ μέλαν,
πειράζων εἰ ἐκ τῆς ἐπισταμένης ἐστὶ συγγενείας γράμματα, καὶ εἰ γράφει.
ἔτι τε καὶ τὸ ζῷον ἐπὶ Ἑρμῇ ἐνεμήθη τῷ πάντων μετέχοντι γραμμά-
των. ἱερέα δέ, ὅτι φύσει ὁ κυνοκέφαλος ἰχθὺν οὐκ ἐσθίει, ἀλλ' οὐδὲ
ἰχθυώμενον ἄρτον, καθάπερ καὶ οἱ ἱερεῖς [ἐκτός]· γεννᾶταί τε περιτε-
τμημένος, ἣν καὶ οἱ ἱερεῖς ἐπιτηδεύουσι περιτομήν· ὀργὴν δέ, ἐπείπερ
τὸ ζῷον τοῦτο παρὰ τὰ ἄλλα θυμικώτατόν τε καὶ ὀργίλον ὑπάρχει·
κόλυμβον δέ, διότι τὰ μὲν ἄλλα ζῷα κολύμβῳ χρώμενα ῥυπαρὰ φαίνε-
ται, μόνον δὲ τοῦτο, εἰς ὃν τόπον προῄρηται πορευθῆναι, κολυμβᾷ, κατὰ
μηδὲν τῷ ῥύπῳ παραφερόμενον.
15
{[Πῶς γράφουσι σελήνης ἀνατολήν].}
Σελήνης δὲ ἀνατολὴν γράφειν βουλόμενοι, πάλιν κυνοκέφαλον ζω-
γραφοῦσι σχήματι τοιῷδε· ἑστῶτα καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἐπαίροντα,
βασίλειόν τε ἐπὶ τῆς κεφαλῆς ἔχοντα. τοῦτο γράφουσι τὸ σχῆμα ἐπὶ
τῆς ἀνατολῆς ὃ κυνοκέφαλος ποιεῖται, ὡς εἰπεῖν, προσευχόμενος τῇ θεῷ,
ἐπειδὴ ἀμφότεροι φωτὸς μετειλήφασι.
16
{[Πῶς ἰσημερίας δύο].}
Ἰσημερίας δύο πάλιν σημαίνοντες, κυνοκέφαλον καθήμενον ζωγρα-
φοῦσι ζῷον. ἐν ταῖς δυσὶ γὰρ ἰσημερίαις τοῦ ἐνιαυτοῦ δωδεκάκις τῆς
ἡμέρας καθ' ἑκάστην ὥραν οὐρεῖ, τὸ δὲ αὐτὸ καὶ ταῖς δυσὶ νυξὶ ποιεῖ·
διόπερ οὐκ ἀλόγως ἐν τοῖς ὑδρολογίοις αὑτῶν Αἰγύπτιοι κυνοκέφαλον
καθήμενον γλύφουσιν, ἐκ δὲ τοῦ μορίου αὐτῷ ὕδωρ ἐπιρρέον ποιοῦσιν,
ἐπεί, ὥσπερ προεῖπον, τὰς τῆς ἰσημερίας δώδεκα σημαίνει ὥρας· ἵνα δὲ
μὴ εὐρύτερον τὸ ὕδωρ 〈ἐξ αὐτομάτου〉 κατασκευάσματος ὑπάρχῃ, δι' οὗ
[τὸ ὕδωρ] εἰς τὸ ὡρολόγιον ἀποκρίνεται, μηδὲ πάλιν στενώτερον, (ἀμ-
φοτέρων γὰρ χρεία, τὸ μὲν γὰρ εὐρύτερον, ταχέως ἐκφέρον τὸ ὕδωρ,
οὐχ ὑγιῶς τὴν ἀναμέτρησιν τῆς ὥρας ἀποτελεῖ, τὸ δὲ στενώτερον, κατ'
ὀλίγον καὶ βραδέως ἀπολῦον τὸν κρουνόν), ἕως τῆς οὐρᾶς τρῦμα διεί-
ραντες, πρὸς τὸ ταύτης πάχος σίδηρον κατασκευάζουσι πρὸς τὴν προ-
κειμένην χρείαν· τοῦτο δὲ αὐτοῖς ἀρέσκει ποιεῖν οὐκ ἄνευ λόγου τινός,
ὡς οὐδὲ ἐπὶ τῶν ἄλλων. καὶ ὅτι ἐν ταῖς ἰσημερίαις μόνος τῶν ἄλλων
ζῴων δωδεκάκις τῆς ἡμέρας κράζει καθ' ἑκάστην ὥραν.
17
{[Πῶς θυμὸν δηλοῦσι].}
Θυμὸν δὲ βουλόμενοι δηλῶσαι, λέοντα ζωγραφοῦσι· κεφαλὴν γὰρ
ἔχει μεγάλην τὸ ζῷον, καὶ τὰς μὲν κόρας πυρώδεις, τὸ δὲ πρόσωπον
στρογγύλον, καὶ περὶ αὐτὸ ἀκτινοειδεῖς τρίχας κατὰ μίμησιν ἡλίου, ὅθεν
καὶ ὑπὸ τὸν θρόνον τοῦ Ὥρου λέοντας ὑποτιθέασι, δεικνύντες τὸ πρὸς
τὸν θεὸν τοῦ ζῴου σύμβολον. ἥλιος δὲ ὁ Ὧρος ἀπὸ τοῦ τῶν ὡρῶν κρατεῖν.
18
{[Πῶς ἀλκὴν γράφουσιν].}
Ἀλκὴν δὲ γράφοντες, λέοντος τὰ ἔμπροσθεν ζωγραφοῦσι, διὰ τὸ
εὐσθενέστερα αὐτῷ ὑπάρχειν ταῦτα τὰ μέλη τοῦ σώματος.
19
{[Πῶς ἐγρηγορότα γράφουσιν].}
Ἐγρηγορότα δὲ γράφοντες ἢ καὶ φύλακα, λέοντος γράφουσι κε-
φαλήν, ἐπειδὴ ὁ λέων ἐν τῷ ἐγρηγορέναι μέμυκε τοὺς ὀφθαλμούς, κοι-
μώμενος δὲ ἀνεῳγότας τούτους ἔχει, ὅπερ ἐστὶ τοῦ φυλάσσειν σημεῖον.
διόπερ καὶ συμβολικῶς τοῖς κλείθροις τῶν ἱερῶν λέοντας ὡς φύλακας
παρειλήφασι.
20
{[Πῶς φοβερόν].}
Φοβερὸν δὲ σημαίνοντες, τῷ αὐτῷ χρῶνται σημείῳ, ἐπειδὴ ἀλκι-
μώτατον ὑπάρχον τοῦτο τὸ ζῷον, πάντας εἰς φόβον τοὺς ὁρῶντας φέρει.
21
{[Πῶς Νείλου ἀνάβασιν].}
Νείλου δὲ ἀνάβασιν σημαίνοντες, ὃν καλοῦσιν αἰγυπτιστὶ Νοῦν, ἑρ-
μηνευθὲν δὲ σημαίνει νέον, ποτὲ μὲν λέοντα γράφουσι, ποτὲ δὲ τρεῖς
ὑδρίας μεγάλας, ποτὲ δὲ οὐρανὸν καὶ γῆν ὕδωρ ἀναβλύζουσαν.
Λέοντα μέν, ἐπειδὴ ὁ ἥλιος, λέοντι 〈συγ〉γενόμενος, πλείονα τὴν
ἀνάβασιν τοῦ Νείλου ποιεῖται, ὥστε ἐμμένων τῷ ζῳδίῳ τούτῳ, τὸ δί-
μοιρον τοῦ νέου ὕδατος πλημμυρεῖ πολλάκις, ὅθεν καὶ τὰς χολέδρας καὶ
τοὺς εἰσαγωγεῖς τῶν ἱερῶν κρηνῶν λεοντομόρφους κατεσκεύασαν οἱ ἀρ-
χαῖοι τῶν ἱερατικῶν ἔργων προστάται, ἀφ' οὗ καὶ μέχρι νῦν, κατ' εὐχὴν
πλεονασμοῦ ὑγρότητος, καὶ ἐν 〈τοῖς ὑδραγωγίοις〉 τῶν χωρίων γέμοντες
τὸν οἶνον, διὰ τῶν λεόντων 〈ἐκπέμπουσι〉.
Τρία δὲ ὑδρεῖα [ἢ οὐρανὸν καὶ γῆν ὕδωρ βλύζουσαν]—τὸ μὲν
ὑδρεῖον ὁμοιοῦντες καρδίᾳ γλῶσσαν ἐχούσῃ· καρδίᾳ μέν, ἐπειδὴ παρ' αὐ-
τοῖς τὸ ἡγεμονικόν ἐστι τοῦ σώματος αὕτη, καθάπερ ὁ Νεῖλος τῆς Αἰ-
γύπτου ἡγεμὼν καθέστηκε, γλώσσῃ δέ, ὅτι διὰ παντὸς ἐν ὑγρῷ ὑπάρ-
χουσαν ταύτην καὶ γενέτειραν τοῦ εἶναι καλοῦσι—τρία δὲ ὑδρεῖα, καὶ
οὔτε πλείονα, οὔτε ἥττονα, ἐπειδὴ ἡ τῆς ἀναβάσεως ἐργασία κατ' αὐ-
τοὺς τριμερὴς ὑπάρχει, ἓν μὲν ὑπὲρ τῆς αἰγυπτίας γῆς τάξαντας, ἐπειδή
ἐστι καθ' αὑτὴν ὕδατος γεννητική, ἕτερον δὲ ὑπὲρ τοῦ ὠκεανοῦ, καὶ
γὰρ ἀπὸ τούτου ὕδωρ παραγίνεται εἰς Αἴγυπτον ἐν τῷ τῆς ἀναβάσεως
καιρῷ, τρίτον δὲ ὑπὲρ τῶν ὄμβρων, οἳ γίνονται κατὰ τὰ νότια τῆς Αἰ-
θιοπίας μέρη, κατὰ τὸν τῆς ἀναβάσεως τοῦ Νείλου καιρόν.
Ὅτι δὲ γεννᾷ ἡ Αἴγυπτος τὸ ὕδωρ, δυνατόν ἐστιν ἐντεῦθεν μα-
θεῖν· ἐν γὰρ τῷ λοιπῷ κλίματι τοῦ κόσμου αἱ τῶν ποταμῶν πλήμ-
μυραι ἐν τῷ χειμῶνι ἀποτελοῦνται, ὑπὸ τῶν συνεχῶν ὄμβρων τοῦ τοιούτου
συμβαίνοντος, μόνη δὲ ἡ Αἰγυπτίων γῆ, ἐπεὶ μέση τῆς οἰκουμένης
ὑπάρχει, καθάπερ ἐν τῷ ὀφθαλμῷ ἡ λεγομένη κόρη, θέρους ἄγει τὴν
τοῦ Νείλου ἑαυτῇ ἀνάβασιν.
22
{[Πῶς Αἴγυπτον γράφουσιν].}
Αἴγυπτον δὲ γράφοντες, θυμιατήριον καιόμενον ζωγραφοῦσι, καὶ
ἐπάνω καρδίαν, δηλοῦντες ὅτι, ὡς ἡ τοῦ ζηλοτύπου καρδία διὰ παντὸς
πυροῦται, οὕτως ἡ Αἴγυπτος ἐκ τῆς θερμότητος διὰ παντὸς ζῳογονεῖ
τὰ ἐν αὐτῇ ἢ παρ' αὐτῇ ὑπάρχοντα.
23
{[Πῶς ἄνθρωπον μὴ ἀποδημήσαντα τῆς πατρίδος].}
Ἄνθρωπον τῆς πατρίδος μὴ ἀποδημήσαντα σημαίνοντες, ὀνοκέ-
φαλον ζωγραφοῦσιν, ἐπειδὴ οὔτε ἀκούει τινὸς ἱστορίας, οὔτε τῶν ἐπὶ
ξένης γινομένων αἰσθάνεται.
24
{[Πῶς φυλακτήριον].}
Φυλακτήριον δὲ γράφειν βουλόμενοι, δύο κεφαλὰς ἀνθρώπων ζω-
γραφοῦσι, τὴν μὲν τοῦ ἄρσενος ἔσω βλέπουσαν, τὴν δὲ θηλυκὴν ἔξω·
οὕτω γάρ, φασίν, οὐδὲν τῶν δαιμονίων ἐφάψεται, ἐπειδὴ καὶ χωρὶς γραμ-
μάτων ταῖς δυσὶ κεφαλαῖς ἑαυτοὺς φυλακτηριάζουσι.
25
{[Πῶς ἄνθρωπον ἄπλαστον γράφουσιν].}
Ἄπλαστον δὲ ἄνθρωπον γράφοντες, βάτραχον ζωγραφοῦσιν, ἐπειδὴ
ἡ τούτου γένεσις ἐκ τῆς τοῦ ποταμοῦ ἰλύος ἀποτελεῖται· ὅθεν καὶ ἔσθ'
ὅτε ὁρᾶται τῷ μὲν ἑτέρῳ μέρει αὑτοῦ βατράχῳ, τῷ δὲ λοιπῷ γεώδει
τινὶ ἐμφερής, ὡς καὶ ἐκλιπόντι τῷ ποταμῷ συνεκλείπειν.
26
{[Πῶς ἄνοιξιν].}
Ἄνοιξιν δὲ θέλοντες δηλῶσαι, λαγωὸν ζωγραφοῦσι διὰ τὸ πάντοτε
τοὺς ὀφθαλμοὺς ἀνεῳγότας ἔχειν τοῦτο τὸ ζῷον.
27
{[Πῶς τὸ λέγειν].}
Τὸ λέγειν δὲ γράφοντες, γλῶσσαν ζωγραφοῦσι καὶ ὕφαιμον ὀφθαλ-
μόν, τὰ μὲν πρωτεῖα τῆς λαλιᾶς τῇ γλώσσῃ μερίζοντες, τὰ δευτερεῖα
δὲ ταύτης τοῖς ὀφθαλμοῖς· οὕτω γὰρ οἵ γε λόγοι τελείως τῆς ψυχῆς
καθεστήκασι, πρὸς τὰ κινήματα αὐτῆς συμμεταβάλλοντες.
[Ἧιπερ καὶ ἑτέρᾳ λαλιὰ παρ' Αἰγυπτίοις ὀνομάζεται]. ἑτέρως δὲ
τὸ λέγειν σημαίνοντες, γλῶσσαν καὶ χεῖρα ὑποκάτω γράφουσι, τῇ μὲν
γλώσσῃ τὰ πρωτεῖα τοῦ λόγου φέρειν δεδωκότες, τῇ δὲ χειρί, ὡς τὰ
τῆς γλώσσης βουλήματα ἀνυούσῃ, τὰ δεύτερα.
28
{[Πῶς ἀφωνίαν].}
Ἀφωνίαν δὲ γράφοντες, ἀριθμὸν ͵αϞεʹ γράφουσιν, ὃς τριετοῦς ἐστι
χρόνου ἀριθμός, ἐκ τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν τοῦ ἔτους ὑπάρ-
χοντος, ἐφ' ὃν χρόνον μὴ λαλῆσαν τὸ παιδίον σημειοῦται ὡς παραπε-
ποδισμένον τῇ γλώσσῃ.
29
{[Πῶς φωνὴν μακρόθεν].}
Φωνὴν δὲ μακρόθεν βουλόμενοι δηλῶσαι, ὃ καλεῖται παρ' Αἰγυ-
πτίοις οὐαιέ, ἀέρος φωνὴν γράφουσι, τουτέστι βροντήν, ἧς οὐδὲν κατα-
φθέγγει μεῖζον ἢ δυναμικώτερον.
30
{[Πῶς ἀρχαιογονίαν].}
Ἀρχαιογονίαν δὲ γράφοντες, παπύρου ζωγραφοῦσι δέσμην, διὰ
τούτου δηλοῦντες τὰς πρώτας τροφάς· τροφῶν γὰρ οὐκ ἄν τις εὕροι ἢ
γονῆς ἀρχήν.
31
{[Πῶς γεῦσιν].}
Γεῦσιν δὲ δηλοῦντες, ἀρχὴν στόματος ζωγραφοῦσιν, ἐπειδὴ πᾶσα
γεῦσις μέχρι ταύτης σῴζεται, γεῦσιν δὲ λέγω τελείαν. γεῦσιν δὲ μὴ
τελείαν δηλοῦντες, γλῶσσαν ἐπὶ ὀδόντων ζωγραφοῦσιν, ἐπειδὴ πᾶσα
γεῦσις τούτοις τελεῖται.
32
{[Πῶς ἡδονήν].}
Ἡδονὴν δὲ βουλόμενοι δηλῶσαι, δεκαὲξ ἀριθμὸν γράφουσιν· ἀπὸ
γὰρ τούτων τῶν ἐτῶν ἀρχὴν τῆς πρὸς γυναῖκας συνουσίας καὶ πρὸς
τέκνα γενέσεως οἱ ἄνδρες ἔχουσι.
33
{[Πῶς συνουσίαν].}
Συνουσίαν δὲ δηλοῦντες, δύο δεκαὲξ ἀριθμοὺς γράφουσιν· ἐπειδὴ
γὰρ τὰ δεκαὲξ ἡδονὴν εἴπομεν εἶναι, ἡ δὲ συνουσία ἐκ δύο ἡδονῶν συν-
έστηκεν, ἔκ τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, διὰ τοῦτο τὰ ἄλλα δεκαὲξ
προσγράφουσι.
34
{[Πῶς ψυχὴν ἐνταῦθα πολὺν χρόνον διατρίβουσαν].}
Ψυχὴν δὲ ἐνταῦθα πολὺν χρόνον διατρίβουσαν βουλόμενοι γράψαι
ἢ πλήμμυραν, φοίνικα τὸ ὄρνεον ζωγραφοῦσι. ψυχὴν μέν, ἐπειδὴ πάντων
τῶν ἐν τῷ κόσμῳ πολυχρονιώτατον ὑπάρχει τοῦτο τὸ ζῷον· πλήμμυραν
δέ, ἐπειδὴ ἡλίου ἐστὶν ὁ φοῖνιξ σύμβολον, οὗ μηδέν ἐστι πλεῖον κατὰ
τὸν κόσμον. πάντων γὰρ ἐπιβαίνει καὶ πάντας ἐξερευνᾷ ὁ ἥλιος, εἶθ'
οὕτω πολυ〈όφθαλμο〉ς ὀνομασθήσεται.
35
{[Πῶς τὸν χρονίως ἀπὸ ξένης ἐπιδημοῦντα].}
Καὶ τὸν χρονίως δὲ ἀπὸ ξένης ἐπιδημοῦντα δηλοῦντες, πάλιν φοί-
νικα τὸ ὄρνεον ζωγραφοῦσιν. οὗτος γὰρ εἰς Αἴγυπτον, ἐπὰν ὁ χρόνος
τοῦ μοιριδίου αὐτὸν καταλαμβάνειν μέλλῃ, διὰ πεντακοσίων ἐτῶν πα-
ραγίνεται, καὶ ἀποδούς, ἐὰν φθάσῃ, ἐντὸς τῆς Αἰγύπτου τὸ χρεών, κη-
δεύεται μυστικῶς, καὶ ὅσα ἐπὶ τῶν ἄλλων ἱερῶν ζῴων Αἰγύπτιοι τε-
λοῦσι, ταῦτα καὶ τῷ φοίνικι ὑπάρχειν ὀφείλει. λέγεται γὰρ μᾶλλον τῶν
ἄλλων ἀνθρώπων ἡλίῳ χαίρειν ὑπ' Αἰγυπτίων, διὸ καὶ τὸν Νεῖλον αὐ-
τοῖς πλημμυρεῖν ὑπὸ τῆς θερμότητος τούτου τοῦ θεοῦ, περὶ οὗ μικρὸν
ἔμπροσθεν ὁ λόγος ἀποδοθήσεταί σοι παρ' ἡμῶν.
36
{[Πῶς καρδίαν γράφουσι].}
Καρδίαν βουλόμενοι γράφειν, ἶβιν ζωγραφοῦσι· τὸ γὰρ ζῷον Ἑρμῇ
ᾠκείωται, πάσης καρδίας καὶ λογισμοῦ δεσπότῃ, ἐπεὶ καὶ ἡ ἶβις αὐτὸ
καθ' αὑτὸ τῇ καρδίᾳ ἐστὶν ἐμφερής, περὶ οὗ λόγος ἐστὶ πλεῖστος παρ'
Αἰγυπτίοις φερόμενος.
37
{[Πῶς παιδείαν].}
Παιδείαν δὲ γράφοντες, οὐρανὸν δρόσον βάλλοντα ζωγραφοῦσι, δη-
λοῦντες ὅτι, ὥσπερ δρόσος πίπτουσα εἰς πάντα τὰ φυτὰ χωρεῖ, καὶ τὰ
μὲν φύσιν ἔχοντα ἁπαλύνεσθαι, ἁπαλύνει, τὰ δὲ σκληρὰ μένοντα ἐκ τῆς
ἰδίας φύσεως ἀδυνατεῖ τὸ αὐτὸ τοῖς ἑτέροις ἐκτελεῖν, οὕτω καὶ ἐπὶ τῶν
ἀνθρώπων ἡ μὲν παιδεία κοινὴ καθέστηκεν, ἥνπερ ὁ μὲν εὐφυὴς ὡς
δρόσον ἁρπάζει, ὁ δὲ ἀφυὴς ἀδυνατεῖ τοῦτο δρᾶσαι.
38
{[Πῶς αἰγύπτια γράμματα].}
Αἰγύπτια δὲ γράμματα δηλοῦντες, ἢ ἱερογραμματέα, ἢ πέρας, μέλαν
καὶ κόσκινον καὶ σχοινίον ζωγραφοῦσιν. αἰγύπτια μὲν γράμματα διὰ τὸ
τούτοις πάντα παρ' Αἰγυπτίοις τὰ γραφόμενα ἐκτελεῖσθαι· σχοίνῳ γὰρ
γράφουσι καὶ οὐκ ἄλλῳ τινί. κόσκινον δέ, ἐπειδὴ τὸ κόσκινον πρῶτον
ὑπάρχον σκεῦος ἀρτοποιΐας ἐκ σχοίνου γίνεται· δηλοῦσιν οὖν ὅτι πᾶς ὁ
ἔχων τὴν τροφὴν μαθήσεται τὰ γράμματα, ὁ δὲ μὴ ἔχων ἑτέρᾳ τέχνῃ
χρήσεται, ἀφ' οὗ καὶ ἡ παιδεία παρ' αὐτοῖς σβῶ καλεῖται, ὅπερ ἐστὶν
ἑρμηνευθὲν πλήρης τροφή. ἱερογραμματέα δέ, ἐπειδὴ ζωὴν καὶ θάνα-
τον οὗτος διακρίνει. ἔστι δὲ παρὰ τοῖς ἱερογραμματεῦσι καὶ βίβλος ἱερά,
καλουμένη ἀμβρής, δι' ἧς κρίνουσι τὸν κατακλιθέντα ἄρρωστον, πότερον
ζώσιμός ἐστιν ἢ οὔ, τοῦτο ἐκ τῆς κατακλίσεως τοῦ ἀρρώστου σημειού-
μενοι. πέρας δέ, ἐπειδὴ ὁ μαθὼν γράμματα εἰς ὅρμον ζωῆς εὔδιον ἐλή-
λυθεν, οὐκέτι πλανώμενος τοῖς τοῦ βίου κακοῖς.
39
{[Πῶς ἱερογραμματέα].}
Ἱερογραμματέα δὲ πάλιν, ἢ προφήτην, ἢ ἐνταφιαστήν, ἢ σπλῆνα,
ἢ ὄσφρησιν, ἢ γέλωτα, ἢ πταρμόν, [ἢ ἀρχήν, ἢ δικαστὴν] βουλόμενοι
γράφειν, κύνα ζωγραφοῦσιν. ἱερογραμματέα μέν, ἐπειδήπερ τὸν βουλό-
μενον ἱερογραμματέα τέλειον γίνεσθαι χρὴ πολλὰ μελετᾶν, ὑλακτεῖν τε
συνεχῶς καὶ ἀπηγριῶσθαι, μηδενὶ προσχαριζόμενον, ὥσπερ οἱ κύνες·
προφήτην δέ, ἐπειδὴ ὁ κύων ἀτενίζει παρὰ τὰ ἄλλα τῶν ζῴων εἰς τὰ
τῶν θεῶν εἴδωλα, καθάπερ προφήτης· ἐνταφιαστὴν δὲ τῶν ἱερῶν, ἐ-
πειδὴ καὶ οὗτος γυμνὰ καὶ ἀνατετμημένα θεωρεῖ τὰ ὑπ' αὐτοῦ κηδευό-
μενα εἴδωλα· σπλῆνα δέ, ἐπειδὴ τοῦτο τὸ ζῷον, μόνον παρὰ τὰ ἕτερα,
ἐλαφρότερον ἔχει· εἴτε θάνατος αὐτῷ ἢ μανία περιπέσοι, ἀπὸ τοῦ σπλη-
νὸς γίνεται, καὶ οἱ θεραπεύοντες δὲ τὸ ζῷον τοῦτο ἐν ταῖς κηδείαις,
ἐπειδὰν μέλλωσι τελευτᾶν, ὡς ἐπὶ τὸ πλεῖστον σπληνικοὶ γίνονται· ὀσφραι-
νόμενοι γὰρ τῆς τοῦ ἀνατεμνομένου κυνὸς ἀποφορᾶς, πάσχουσιν ὑπὸ τού-
του. ὄσφρησιν δὲ καὶ γέλωτα καὶ πταρμόν, ἐπειδὴ οἱ τέλειοι σπληνικοὶ
οὔτε ὀσφραίνεσθαι οὔτε γελᾶν οὔτε μὴν πτάρνυσθαι δύνανται.
40
{[Τίνι τρόπῳ δηλοῦσιν ἀρχὴν ἢ δικαστήν].}
Ἀρχὴν δὲ ἢ δικαστὴν ἐπὰν γράφωσι, προστιθέασι τῷ κυνὶ καὶ
βασιλικὴν στολὴν παρακειμένην, [σχῆμα γυμνόν]· διότι ὥσπερ ὁ κύων,
καθὰ προεῖπον, εἰς τὰ τῶν θεῶν εἴδωλα ὀξυωπεῖ, οὕτω καὶ ὁ ἄρχων,
δικαστὴς ὢν ἐν τοῖς παλαιοτέροις χρόνοις, γυμνὸν ἐθεώρει τὸν βασιλέα·
διὸ καὶ ἐπὶ τούτου προσπεριποιοῦσι τὴν βασιλικὴν στολήν.
41
{[Πῶς σημαίνουσι παστοφόρον].}
Παστοφόρον δὲ σημαίνοντες, φύλακα οἰκίας ζωγραφοῦσι διὰ τὸ ὑπὸ
τούτου φυλάττεσθαι τὸ ἱερόν.
42
{[Πῶς ἐμφαίνουσιν ὡροσκόπον].}
Ὡροσκόπον δὲ δηλοῦντες, ἄνθρωπον τὰς ὥρας ἐσθίοντα ζωγραφοῦ-
σιν, οὐχ ὅτι τὰς ὥρας ἐσθίει ὁ ἄνθρωπος, οὐ γὰρ δυνατόν, ἀλλ' ἐπειδὴ
αἱ τροφαὶ τοῖς ἀνθρώποις ἀπὸ τῶν ὡρῶν πορίζονται.
43
{[Πῶς δηλοῦσιν ἁγνείαν].}
Ἁγνείαν δὲ γράφοντες, πῦρ καὶ ὕδωρ ζωγραφοῦσιν, ἐπεὶ διὰ τού-
των τῶν στοιχείων πᾶς καθαρμὸς ἐκτελεῖται.
44
{[Πῶς αἰνίττονται ἀθέμιτον ἢ καὶ μύσος].}
Ἀθέμιτον δὲ δηλοῦντες ἢ καὶ μύσος, ἰχθὺν ζωγραφοῦσι διὰ τὸ
τὴν τούτου βρῶσιν μισεῖσθαι καὶ μεμιάνθαι ἐν τοῖς ἱεροῖς. κενοποιὸν γὰρ
ἰχθὺς πᾶς καὶ ἀλληλοφάγον.
45
{[Πῶς γράφουσι στόμα].}
Στόμα δὲ γράφοντες, ὄφιν ζωγραφοῦσιν, ἐπειδὴ ὁ ὄφις οὐδενὶ ἑτέρῳ
τῶν μελῶν ἰσχύει, εἰ μὴ τῷ στόματι μόνον.
46
{[Πῶς ἀνδρεῖον μετὰ σωφροσύνης].}
Ἀνδρεῖον δὲ μετὰ σωφροσύνης δηλοῦντες, ταῦρον ὑγιῆ φύσιν ἔχοντα
ζωγραφοῦσι. θερμαντικώτατον γὰρ ὑπάρχει τὸ ζῷον κατὰ τὸ μόριον,
ὥστε ἅπαξ εἰς τὴν θήλειαν φύσιν καθεὶς τὸ ἑαυτοῦ, καὶ δίχα πάσης
κινήσεως σπερμοβολεῖ· ἐὰν δέ ποτε διαμάρτῃ τῆς φύσεως, καὶ εἰς ἕτερον
τόπον τοῦ σώματος τῆς βοὸς ἐρείσῃ τὸ αἰδοῖον, τὸ τηνικαῦτα τῇ ὑπερ-
βαλλούσῃ εὐτονίᾳ τιτρώσκει τὴν θήλειαν. ἀλλὰ καὶ σώφρων ἐστὶ διὰ
τὸ μηδέποτε τοῦ θήλεος ἐπιβαίνειν μετὰ τὴν σύλληψιν.
47
{[Πῶς ἀκοήν].}
Ἀκοὴν δὲ γράφοντες, ταύρου ὠτίον ζωγραφοῦσιν. ἐπειδὰν γὰρ ἡ
θήλεια ὀργῶσα πρὸς σύλληψιν ᾖ, (ὀργᾷ δὲ οὐ πλεῖον ἢ ἐφ' ὥρας
τρεῖς), τότε μυκᾶται μέγιστον, ἐν αἷς μὴ παραγινομένου τοῦ ταύρου,
συμμύει τὴν φύσιν μέχρι τῆς ἑτέρας συνόδου, ὃ δὴ σπανίως γίνεται·
ἀκούει γὰρ ὁ ταῦρος ἀπὸ πολλοῦ διαστήματος, συνιείς τε ὀργᾶν, διὰ
δρόμου παραγίνεται ἐν τῇ συνουσίᾳ, τοῦτο μόνον παρὰ τὰ ἕτερα τῶν
ζῴων ποιῶν.
48
{[Πῶς αἰδοῖον ἀνδρὸς πολυγόνου].}
Αἰδοῖον δὲ ἀνδρὸς πολυγόνου δηλοῦντες, τράγον ζωγραφοῦσιν, οὐκ-
έτι δὲ ταῦρον, ἐπειδὴ οὗτος μὲν μέχρις οὗ ἐνιαύσιος γένηται, οὐ βι-
βάζει· τράγος δὲ ἑβδομαῖος μετὰ τὴν γένεσιν γενόμενος ὀχεύει, ἄγονον
μὲν καὶ ἄσπορον ἀποκρινόμενος σπέρμα, βιβάζει δὲ ὅμως πρῶτον τῶν
ἄλλων ζῴων.
49
{[Πῶς δηλοῦσιν ἀκαθαρσίαν].}
Ἀκαθαρσίαν δὲ γράφοντες, ὄρυγα ζωγραφοῦσιν, ἐπειδὴ ἐπ' ἀνα-
τολὴν ἐρχομένης τῆς σελήνης, ἀτενίζων εἰς τὴν θεόν, κραυγὴν ποιεῖται,
οὐκ εὐλογῶν αὐτήν, οὐδὲ εὐφημῶν· σημεῖον δὲ τούτου ἐναργέστατον·
τοῖς γὰρ ἐμπροσθίοις αὑτοῦ σκέλεσιν ἀνορύσσων τὴν γῆν, συστρέφει ἑαυ-
τοῦ τὰς κόρας, ὡσπερεὶ ἀγανακτῶν καὶ μὴ βουλόμενος ἰδεῖν τὴν τῆς
θεοῦ ἀνατολήν· τὰ δ' αὐτὰ ποιεῖ καὶ ἐπὶ τοῦ ἡλίου θείου ἄστρου ἀνα-
τολῆς. διόπερ οἱ ἀρχαῖοι βασιλεῖς, τοῦ ὡροσκόπου σημαίνοντος αὐτοῖς
τὴν ἀνατολήν, ἐπικαθίσαντες τούτῳ τῷ ζῴῳ, διὰ μέσου αὐτοῦ, ὥς τινων
γνωμόνων, τὴν τῆς ἀνατολῆς ἀκρίβειαν ἐγνώριζον. διὸ καὶ οἱ ἱερεῖς
τοῦτο μόνον τῶν κτηνῶν ἀσφράγιστον ἐσθίουσιν, ἐπειδὴ ἀντιδικίαν τινὰ
πρὸς τὴν θεὸν ἔχον φαίνεται. καὶ γὰρ κατὰ τὴν ἐρημίαν, οὗ ἂν λά-
βηται ὑδραγωγοῦ τόπου, πιὸν τοῖς χείλεσιν ἀναταράσσει, καὶ μιγνύει τῷ
ὕδατι τὴν ὕλην, τοῖς δὲ ποσὶν εἰς αὐτὸ ἐπιπέμπει κόνιν, πρὸς τὸ μηδ-
ενὶ ἑτέρῳ ζῴῳ τοῦτο πότιμον ὑπάρξαι. οὕτω πονηρὰ καὶ ἀπεχθὴς ἡ
τοῦ ὄρυγος ἐνομίσθη φύσις· οὐδὲ γὰρ οὐδὲ τοῦτο καθῆκον ἐργάζεται,
τῆς θεοῦ αὐτῆς πάντα γεννώσης καὶ αὐξανούσης ὅσα κατὰ τὸν κόσμον
ἐστὶ χρήσιμα.
50
{[Πῶς ἀφανισμόν].}
Ἀφανισμὸν δὲ δηλοῦντες, μῦν ζωγραφοῦσιν, ἐπειδὴ πάντα ἐσθίων,
μιαίνει καὶ ἀχρηστοῖ. τῷ αὐτῷ δὲ σημείῳ χρῶνται καὶ κρίσιν θέλοντες
γράψαι. πολλῶν γὰρ καὶ διαφόρων ἄρτων κειμένων, ὁ μῦς τὸν καθα-
ρώτατον αὐτῶν ἐκλεξάμενος ἐσθίει· διὸ καὶ τῶν ἀρτοκόπων κρίσις ἐν
τοῖς μυσὶ γίνεται.
51
{[Πῶς ἰταμότητα].}
Ἰταμότητα δὲ δηλοῦντες, μυῖαν ζωγραφοῦσιν, ἥτις, συνεχῶς ἐκβαλ-
λομένη, οὐδὲν ἧττον παραγίνεται.
52
{[Πῶς γνῶσιν γράφουσι].}
Γνῶσιν δὲ γράφοντες, μύρμηκα ζωγραφοῦσιν. ὃ γὰρ ἂν ἀσφαλῶς
κρύψῃ ἄνθρωπος, οὗτος γινώσκει· οὐ μόνον δὲ 〈διὰ τοῦτο〉, ἀλλὰ καὶ
ὅτι, παρὰ τὰ ἕτερα τῶν ζῴων εἰς χειμῶνα ποριζόμενος ἑαυτῷ τροφάς,
οὐ διαμαρτάνει τοῦ τόπου, ἀλλ' ἄπταιστος εἰς αὐτὸν παραγίνεται.
53
{[Πῶς υἱὸν γράφουσιν].}
Υἱὸν δὲ βουλόμενοι γράψαι, χηναλώπεκα ζωγραφοῦσι. τοῦτο γὰρ
τὸ ζῷον φιλοτεκνότατον ὑπάρχει· κἂν γὰρ διώκηταί ποτε εἰς τὸ συλ-
ληφθῆναι σὺν τοῖς τέκνοις, ὅ τε πατὴρ καὶ ἡ μήτηρ αὐτῶν αὐθαιρέ-
τως ἑαυτοὺς διδόασι τοῖς κυνηγοῖς, ὅπως τὰ τέκνα διασωθῇ· δι' ἥνπερ
αἰτίαν τοῖς Αἰγυπτίοις ἔδοξε σεβάζειν τὸ ζῷον.
54
{[Πῶς ἄνουν].}
Πελεκᾶνα δὲ γράφοντες, ἄνουν τε ἤδη καὶ ἄφρονα σημαίνουσιν,
ἐπειδή, δυνάμενος ἐν τοῖς ὑψηλοτέροις τόποις κατατίθεσθαι τὰ ἑαυτοῦ
ὠά, ὥσπερ καὶ τὰ λοιπὰ τῶν πετεινῶν, τοῦτο οὐ ποιεῖ, ἀλλὰ γὰρ καὶ
ἀνορύξας γῆν, ἐκεῖ κατατίθεται τὰ γεννώμενα· ὅπερ ἐπιγνόντες ἄνθρω-
ποι, τῷ τόπῳ βοὸς ἀφόδευμα ξηρὸν περιτιθέασιν, ᾧ καὶ πῦρ ὑπεμβάλ-
λουσι. θεασάμενος δὲ ὁ πελεκὰν τὸν καπνόν, τοῖς ἰδίοις πτεροῖς βουλό-
μενος ἀποσβέσαι τὸ πῦρ, ἐκ τῶν ἐναντίων κατὰ τὴν κίνησιν ἐξάπτει αὐτό,
ὑφ' οὗ κατακαιόμενος τὰ ἑαυτοῦ πτερά, εὐσυλληπτότερος τοῖς κυνηγοῖς
γίνεται· δι' ἣν αἰτίαν οὐκ ἐνομίσθη τοὺς ἱερέας ἐσθίειν αὐτόν, ἐπειδὴ
ἁπαξαπλῶς ὑπὲρ τέκνων ποιεῖται τὸν ἀγῶνα, Αἰγυπτίων δὲ οἱ λοιποὶ
ἐσθίουσι, λέγοντες ὅτι μὴ κατὰ νοῦν τὴν μάχην, ὥσπερ οἱ χηναλώπεκες,
ἀλλὰ κατὰ ἄνοιαν ὁ πελεκὰν ποιεῖται.
55
{[Πῶς εὐχαριστίαν δηλοῦσιν].}
Εὐχαριστίαν δὲ γράφοντες, κουκουφὰν ζωγραφοῦσι, διότι τοῦτο μόνον
τῶν ἀλόγων ζῴων, ἐπειδὰν ὑπὸ τῶν γονέων ἐκτραφῇ, γηράσασιν αὐτοῖς
τὴν αὐτὴν ἀνταποδίδωσι χάριν· ἐν ᾧ γὰρ ὑπ' αὐτῶν ἐξετράφη τόπῳ,
νεοσσιὰν αὐτοῖς ποιήσας, τίλλει αὐτῶν τὰ πτερὰ τροφάς τε χορηγεῖ, μέ-
χρις οὗ πτεροφυήσαντες οἱ γονεῖς βοηθεῖν ἑαυτοῖς δυνηθῶσιν, ὅθεν καὶ
ἐπὶ τῶν θείων σκήπτρων κουκουφᾷ προτίμησίς ἐστι.
56
{[Πῶς ἄδικον καὶ ἀχάριστον].}
Ἄδικον δὲ καὶ ἀχάριστον, ἱπποποτάμου ὄνυχας δύο κάτω βλέποντας
γράφουσιν. οὗτος γάρ, ἐν ἡλικίᾳ γενόμενος, πειράζει τὸν πατέρα, πό-
τερόν ποτε ἰσχύει μαχόμενος πρὸς αὐτόν, καὶ ἐὰν μὲν ὁ πατὴρ ἐκχω-
ρήσῃ, τόπον αὐτῷ μερίσας, οὗτος πρὸς τὴν ἑαυτοῦ μητέρα ἐπὶ γάμον
ἥκει, καὶ ἐᾷ τοῦτον ζῆν· εἰ δὲ μὴ ἐπιτρέψειεν αὐτῷ ποιήσασθαι πρὸς
τὴν μητέρα γάμον, ἀναιρεῖ αὐτόν, ἀνδρειότερος καὶ ἀκμαιότερος ὑπάρ-
χων· εἰς δὲ τὸ κατώτατον μέρος 〈τῶν σκήπτρων〉 ὄνυχας δύο ἱπποπο-
τάμου, ὅπως οἱ ἄνθρωποι τοῦτο ὁρῶντες καὶ τὸν περὶ αὐτοῦ λόγον ἐπι-
γινώσκοντες, προθυμότεροι εἰς εὐεργεσίαν ὑπάρχωσι.
57
{[Πῶς ἀχάριστον πρὸς τοὺς ἑαυτοῦ εὐεργέτας].}
Ἀχάριστον δὲ καὶ μάχιμον τοῖς ἑαυτοῦ εὐεργέταις σημαίνοντες, πε-
ριστερὰν ζωγραφοῦσιν. ὁ γὰρ ἄρσην, ἰσχυρότερος γενόμενος, διώκει τὸν
ἑαυτοῦ πατέρα ἀπὸ τῆς μητρός, καὶ οὕτως αὐτῇ πρὸς γάμον μίσγεται.
καθαρὸν δὲ τοῦτο τὸ ζῷον ὑπάρχειν δοκεῖ, ἐπειδὴ οὔσης λοιμώδους κα-
ταστάσεως, καὶ παντὸς ἐμψύχου τε καὶ ἀψύχου νοσωδῶς διατιθεμένου
〈εἰς〉 τοὺς ἐσθίοντας, τοῦτο μόνον οὐ μεταλαμβάνει τῆς τοιαύτης κακίας,
διόπερ κατ' ἐκεῖνον τὸν καιρὸν οὐδὲν ἕτερον τῷ βασιλεῖ ἐν τροφῆς μέρει
παρατίθεται, εἰ μὴ μόνον περιστερά, τὸ δὲ αὐτὸ καὶ τοῖς ἐν ἁγνείαις
οὖσι, διὰ τὸ ὑπηρετεῖσθαι τοῖς θεοῖς. ἱστορεῖται δὲ ὅτι οὐ χολὴν ἔχει
τοῦτο τὸ ζῷον.
58
{[Πῶς τὸ ἀδύνατον γενέσθαι].}
Ἀδύνατον δὲ γενέσθαι σημαίνοντες, πόδας ἀνθρώπου ἐν ὕδατι πε-
ριπατοῦντας ζωγραφοῦσιν· ἢ καὶ ἄλλως βουλόμενοι τὸ αὐτὸ σημαίνειν,
ἀκέφαλον ἄνθρωπον περιπατοῦντα ζωγραφοῦσιν, ἀδύνατα δὲ ἀμφότερα
ὑπάρχοντα, εὐλόγως εἰς τοῦτο παρειλήφασι.
59
{[Πῶς βασιλέα κράτιστον].}
Βασιλέα δὲ κράτιστον δηλοῦντες, ὄφιν ζωγραφοῦσι κοσμοειδῶς ἐσχη-
ματισμένον, οὗ τὴν οὐρὰν ἐν τῷ στόματι ποιοῦσι, τὸ δὲ ὄνομα τοῦ βα-
σιλέως ἐν μέσῳ τῷ εἱλίγματι γράφουσιν, αἰνιττόμενοι γράφειν τὸν βασιλέα
τοῦ κόσμου κρατεῖν· τὸ δὲ ὄνομα τοῦ ὄφεως παρ' Αἰγυπτίοις ἐστὶ μεισί.
60
{[Πῶς βασιλέα φύλακα].}
Ἑτέρως δὲ βασιλέα φύλακα δηλοῦντες, τὸν μὲν ὄφιν ἐγρηγορότα
ζωγραφοῦσιν, ἀντὶ δὲ τοῦ ὀνόματος τοῦ βασιλέως, φύλακα γράφουσιν·
οὗτος γὰρ φύλαξ ἐστὶ τοῦ παντὸς κόσμου, καὶ 〈εἴωθεν〉 ἑκάστοτε τὸν
βασιλέα ἐπεγρήγορον εἶναι.
61
{[Πῶς μηνύουσι κοσμοκράτορα].}
Πάλιν δὲ τὸν βασιλέα κοσμοκράτορα νομίζοντες καὶ μηνύοντες, αὐ-
τὸν μὲν ὄφιν ζωγραφοῦσιν, ἐν μέσῳ δὲ αὐτοῦ οἶκον μέγαν δεικνύουσιν
εὐλόγως· ὁ γὰρ βασίλειος οἶκος παραύ, του〈τέστι κρατῶν〉 ἐν τῷ κόσμῳ.
62
{[Πῶς λαὸν πειθήνιον βασιλεῖ].}
Λαὸν πρὸς βασιλέα πειθήνιον δηλοῦντες, μέλισσαν ζωγραφοῦσι. καὶ
γὰρ μόνον τῶν ἄλλων ζῴων βασιλέα ἔχει, ᾧ τὸ λοιπὸν τῶν μελισσῶν
ἕπεται πλῆθος, καθὸ καὶ οἱ ἄνθρωποι πείθονται βασιλεῖ· αἰνίττονται δὲ
ἐκ τῆς τοῦ μέλιτος 〈χρηστότητος καὶ〉 ἐκ τῆς τοῦ κέντρου τοῦ ζῴου δυ-
νάμεως 〈τὸν βασιλέα〉 χρηστὸν εἶναι ἅμα καὶ εὔτονον πρὸς 〈δικαιότητα〉
καὶ διοίκησιν.
63
{[Πῶς βασιλέα μέρους κόσμου κρατοῦντα].}
Βασιλέα δὲ οὐ τοῦ παντὸς κόσμου κρατοῦντα, μέρους δὲ βουλόμενοι
σημῆναι, ἡμίτομον ὄφιν ζωγραφοῦσι, δηλοῦντες τὸν μὲν βασιλέα διὰ τοῦ
ζῴου, ἡμίτομον δέ, ὅτι οὐ τοῦ παντὸς κόσμου.
64
{[Πῶς παντοκράτορα].}
Παντοκράτορα δὲ ἐκ τῆς τοῦ ζῴου τελειώσεως σημαίνουσι, πάλιν
τὸν ὁλόκληρον ὄφιν ζωγραφοῦντες· οὕτω παρ' αὐτοῖς τοῦ παντὸς κόσμου
τὸ διῆκόν ἐστι πνεῦμα.
65
{[Πῶς γναφέα].}
Γναφέα δὲ δηλοῦντες, δύο πόδας ἀνθρώπου ἐν ὕδατι ζωγραφοῦσι,
τοῦτο δὲ ἀπὸ τῆς τοῦ ἔργου ὁμοιότητος δηλοῦσι.
66
{[Πῶς μῆνα].}
Μῆνα δὲ γράφοντες, σελήνης σχῆμα, καθὸ καὶ πρόκειται, ἔχον εἰκο-
σιοκτὼ ἡμέρας ἰσημερινὰς μόνας, ἐξ εἰκοσιτεσσάρων ὡρῶν τῆς ἡμέρας
ὑπαρχούσης, ζωγραφοῦσι, καθ' ἃς καὶ ἀνατέλλει, ταῖς δὲ λοιπαῖς δύο ἐν
δύσει ἐστί.
67
{[Πῶς ἅρπαγα ἢ πολύγονον ἢ μαινόμενον].}
Ἅρπαγα δέ, ἢ πολύγονον, ἢ μαινόμενον βουλόμενοι σημῆναι, κρο-
κόδειλον ζωγραφοῦσι διὰ τὸ πολύφονον καὶ πολύτεκνον ὑπάρχειν, καὶ μαι-
νόμενον· ἐπὰν γὰρ ἁρπάσαι τι βουλόμενος ἀποτύχῃ, θυμωθείς, καθ' αὑ-
τοῦ μαίνεται.
68
{[Πῶς ἀνατολήν].}
Ἀνατολὴν δὲ λέγοντες, δύο ὀφθαλμοὺς κροκοδείλου ζωγραφοῦσιν,
ἐπειδήπερ παντὸς σώματος ζῴου οἱ ὀφθαλμοὶ ἐκ τοῦ βυθοῦ ἀναφαίνονται.
69
{[Πῶς δύσιν].}
Δύσιν δὲ λέγοντες, κροκόδειλον κεκυφότα ζωγραφοῦσιν· ἀποκῦπτον
γὰρ καὶ κατωφερὲς τὸ ζῷον.
70
{[Πῶς σκιάζουσι σκότος].}
Σκότος δὲ λέγοντες, κροκοδείλου οὐρὰν ζωγραφοῦσιν, ἐπειδὴ οὐκ
ἄλλως εἰς ἀφανισμὸν καὶ ἀπώλειαν φέρει ὁ κροκόδειλος, οὗ ἐὰν λάβηται
ζῴου, εἰ μὴ τῇ οὐρᾷ τῇ ἑαυτοῦ διαπληκτίσας ἄτονον παρασκευάσει· ἐν
τούτῳ γὰρ τῷ μέρει ἡ τοῦ κροκοδείλου ἰσχὺς καὶ ἀνδρεία ὑπάρχει.
Ἱκανῶν δὲ καὶ ἄλλων ὑπαρχόντων σημείων ἐν τῇ τῶν κροκοδείλων
φύσει, αὐτάρκη τὰ δόξαντα ἐν τῷ πρώτῳ συγγράμματι εἰπεῖν.
{[ΤΕΛΟΣ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ
ΤΗΣ ΤΩΝ ΙΕΡΟΓΛΥΦΙΚΩΝ ΓΡΑΜΜΑΤΩΝ ΕΡΜΗΝΕΙΑΣ].}
2
t
{ΩΡΟΥ ΑΠΟΛΛΩΝΟΣ ΝΕΙΛΩΟΥ
τῆς τῶν παρ' Αἰγυπτίοις ἱερογλυφικῶν γραμμάτων ἑρμηνείας.}
{ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.}
{Διὰ δὲ τῆς δευτέρας πραγματείας περὶ τῶν λοιπῶν τὸν λόγον ὑγιᾶ σοι παραστήσο-
μαι, ἃ δὲ καὶ ἐξ ἄλλων ἀντιγράφων, οὐκ ἔχοντά τινα ἐξήγησιν, ἀναγκαίως ὑπέταξα.}
1
{[Τί ἀστέρα γράφοντες δηλοῦσιν].}
Ἀστὴρ παρ' Αἰγυπτίοις γραφόμενος ποτὲ μὲν θεὸν σημαίνει, ποτὲ δὲ
δείλην, ποτὲ δὲ νύκτα, ποτὲ δὲ χρόνον, ποτὲ δὲ ψυχὴν ἀνθρώπου…
2
{[Τί…
The complete text is available when the reading interface loads.