The Greek Library Catalogue

Anonymous

Elementa apotelesmatica

Edition reference
Elementa apotelesmatica, ed. E. Boer, Pauli Alexandrini elementa apotelesmatica, Leipzig: Teubner, 1958: 1–100.
CTS identifier
urn:cts:greekLit:tlg2053.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΠΑΥΛΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ}

{ΕΙΣΑΓΩΓΙΚΑ}

{ΔΕΥΤΕΡΑΣ ΕΚΔΟΣΕΩΣ}

{〈αʹ〉 Προοίμιον}

Πάνυ καλῶς, ὦ φίλε παῖ Κρονάμων, ἐψευδογραφη-

κότας ἡμᾶς ἀνευρὼν ἐν τῇ πρὸ ταύτης ἐκδόσει τῶν εἰσα-

γωγικῶν προετρέψω ἑτέραν συντάξαι, λειπομένην ἐν οὐ-

δενὶ τῶν εἰς τὴν αὐτῆς πρόθεσιν συντεινόντων θεωρη-

μάτων, μετὰ τοῦ καταναγκάσαι καὶ τὰς κατὰ Πτολε-

μαῖον ἀναφορὰς ἐπιλογισαμένους πρὸς τοῖς ἀποτελέσμασιν

ἐκθέσθαι· ὡς ταύτας εὐχρηστοτέρας κατειληφότων ἡμῶν

αὐτοῦ τε τοῦ <Πτολεμαίου> ἐν τῷ <‘Περὶ Χρόνων Ζωῆς’>

αὐτοῦ τὴν πραγματείαν ποιουμένου καὶ <Ἀπολλιναρίου>

2

παρακελευομένου ἐν τῷ <‘Περὶ Ἀφέτου καὶ Οἰκοδε-

σπότου καὶ Ἀναιρέτου’> ταύταις κεχρῆσθαι· προσεπὶ

τούτοις καὶ <Ἀπολλωνίου τοῦ Λαοδικέως> ἐν τοῖς ἰδίοις

πέντε βιβλίοις διαβάλλοντος τοὺς Αἰγυπτίους, ὡς πολλὴ

ἀπάτη αὐτοῖς γεγένηται ἐν ταῖς τῶν ζῳδίων ἀναφοραῖς.

{〈βʹ〉 Περὶ τῶν δώδεκα ζῳδίων}

Ὁ ζῳδιακὸς κύκλος κινεῖται λοξῶς, διῃρημένος εἰς

τμήματα δώδεκα, ἅτινα καλεῖται ζῴδια. ἔχει δὲ τὸ ζῴδιον

δεκανοὺς μὲν τρεῖς, μοίρας δὲ λ̅, ἡ δὲ μοῖρα ἔχει λεπτὰ ξ̅.

ἔστι δὲ ἡ ἀρχὴ τοῦ ζῳδιακοῦ κύκλου ὁ Κριός, ἀρσενικόν,

ἰσημερινόν, τροπικόν, ἐαρινόν, οἶκος Ἄρεως, ὕψωμα

Ἡλίου περὶ μοίρας ιθʹ, ταπείνωμα Κρόνου περὶ μοίρας κʹ,

3

τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός. κεῖται δὲ

〈ἐν τῷ〉 κλίματι τῷ τῆς Περσίδος, ἀπομεμερισμένον

ἀνέμῳ Ἀπηλιώτῃ. κυριεύει δὲ κεφαλῆς καὶ ὅλου προσώ-

που. ἀνατέλλει δὲ τὸ ζῴδιον κατ' Αἰγυπτίους ἐν τῷ δι'

Ἀλεξανδρείας κλίματι τρίτῳ ὄντι ἐκ τοῦ ἀφανοῦς τοῦ

κόσμου 〈μέρους〉 εἰς τὸν ἐμφανῆ κόσμον ἐν ὥρᾳ ἰσημε-

ρινῇ α̅ γʹ θʹ χρόνοις δὲ κ̅α̅ βʹʹ. ἔστι δὲ ἐν τούτῳ τῷ ζῳδίῳ

τὸ μεσουρανοῦν κέντρον τοῦ κοσμικοῦ διαθέματος.

Δεύτερον ζῴδιον Ταῦρος, θηλυκόν, στερεόν, ἐαρινόν,

οἶκος Ἀφροδίτης, ὕψωμα Σελήνης περὶ μοίρας γʹ, ταπεί-

4

νωμα οὐδενός, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς

δὲ Σελήνης. κεῖται δὲ ἐν τῷ κλίματι τῷ τῆς Βαβυλῶνος,

ἀπομεμερισμένον ἀνέμῳ Νότῳ. κυριεύει δὲ τραχήλου καὶ

τένοντος. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ

ἐμφανὲς τοῦ κόσμου ἐν ὥρᾳ α̅ βʹʹ, χρόνοις δὲ κ̅ε̅ κατὰ τὸ

προκείμενον κλίμα.

Τρίτον ζῴδιον Δίδυμοι, ἀρσενικόν, δίσωμον, ἐαρινόν,

ἀνθρωποειδές, οἶκος Ἑρμοῦ, ὕψωμα οὐδενός, κοίλωμα

οὐδενός, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ.

κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Καππαδοκίας, ἀπο-

μεμερισμένον ἀνέμῳ Λιβί. κυριεύει δὲ ὤμων καὶ χειρῶν

καὶ δακτύλων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς

εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥρᾳ α̅ βʹʹ εʹ μεʹ, χρόνοις δὲ

κατὰ τὸ προκείμενον κλίμα κ̅η̅ γʹ. ἐν ταύτῃ δὲ τῇ τριζῳδίᾳ

ἀπαρτίζεται ἡ τῆς ἐαρινῆς ὥρας τροπή, ἥτις καλεῖται ἀήρ.

Τέταρτον ζῴδιον Καρκίνος, θηλυκόν, τροπικόν, θερι-

νόν, οἶκος Σελήνης, ὕψωμα Διὸς περὶ μοίρας ιεʹ, ταπεί-

νωμα Ἄρεως περὶ μοίρας κηʹ, τρίγωνον ἡμέρας μὲν

Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι

5

τῷ τῆς Ἀρμενίας, ἀπομεμερισμένον ἀνέμῳ Βορρᾷ. κυρι-

εύει δὲ στήθους καὶ στομάχου. ἀναβαίνει δὲ τὸ ζῴδιον

ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥραις

β̅ θʹ, χρόνοις λ̅α̅ βʹʹ κατὰ τὸ μνημονευθὲν κλίμα. ἔστι δὲ

ἐν τούτῳ τῷ ζῳδίῳ ὁ τοῦ κόσμου ὡροσκόπος.

Πέμπτον ζῴδιον Λέων, ἀρσενικόν, στερεόν, θερινόν,

οἶκος Ἡλίου, ὕψωμα οὐδενός, κοίλωμα οὐδενός, τρίγωνον

ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός. κεῖται δὲ 〈ἐν τῷ〉

κλίματι τῷ τῆς Ἀσίας, ἀπομεμερισμένον ἀνέμῳ Ἀπη-

λιώτῃ. κυριεύει δὲ πλευρῶν. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ

τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥραις β̅ γʹ,

χρόνοις δὲ λ̅ε̅ κατὰ τὸ μνημονευθὲν κλίμα.

Ἕκτον ζῴδιον Παρθένος, θηλυκόν, δίσωμον, θερινόν,

οἶκος καὶ ὕψωμα Ἑρμοῦ περὶ μοίρας ιεʹ, ταπείνωμα Ἀφρο-

δίτης περὶ μοίρας κζʹ· τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυ-

κτὸς δὲ Σελήνης. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Ἑλλάδος

καὶ Ἰωνίας, ἀπομεμερισμένον ἀνέμῳ Νότῳ. κυριεύει δὲ

λαγόνων καὶ τῆς ἄνω κοιλίας καὶ τῶν ἐντὸς πάντων.

ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς

τοῦ κόσμου ἐν ὥραις β̅ γʹ εʹ μεʹ, χρόνοις δὲ λ̅η̅ γʹ. ἐν ταύτῃ

δὲ τῇ τριζῳδίᾳ ἀπαρτίζεται ἡ τῆς θερινῆς ὥρας τροπή,

ἥτις καλεῖται πῦρ.

6

Ἕβδομον ζῴδιον Ζυγός, ἀρσενικόν, ἰσημερινόν, τρο-

πικόν, μετοπωρινόν, οἶκος Ἀφροδίτης, ὕψωμα Κρόνου

περὶ μοίρας κʹ, ταπείνωμα Ἡλίου περὶ μοίρας ιθʹ, τρίγω-

νον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ. κεῖται δὲ

〈ἐν τῷ〉 κλίματι τῆς Λιβύης καὶ Κυρήνης, ἀπομεμερισμέ-

νον ἀνέμῳ Λιβί. κυριεύει δὲ ἰσχίων καὶ γλουτῶν. ἀνα-

βαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ

κόσμου ἐν ὥραις β̅ γʹ εʹ μέ, χρόνοις λ̅η̅ γʹ. ἔστι δὲ ἐν

τούτῳ τῷ ζῳδίῳ τὸ τοῦ κόσμου κέντρον ὑπόγειον.

Ὄγδοον ζῴδιον Σκορπίος, θηλυκόν, στερεόν, μετοπωρι-

νόν, οἶκος Ἄρεως, ὕψωμα οὐδενός, κοίλωμα Σελήνης

περὶ μοίρας γʹ. τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς

δὲ Ἄρεως. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Ἰταλίας,

ἀπομεμερισμένον ἀνέμῳ Βορρᾷ. κυριεύει δὲ αἰδοίων καὶ

κύστεως καὶ βουβώνων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ

ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥραις β̅ γʹ,

χρόνοις δὲ λ̅ε̅.

Ἔννατον ζῴδιον Τοξότης, ἀρσενικόν, δίσωμον, μετο-

πωρινόν, οἶκος Διός, ὕψωμα οὐδενός, κοίλωμα οὐδενός,

τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός. κεῖται δὲ

〈ἐν τῷ〉 κλίματι τῷ τῆς Κιλικίας καὶ Κρήτης, ἀπομεμε-

ρισμένον ἀνέμῳ Ἀπηλιώτῃ. κυριεύει δὲ μηρῶν. ἀναβαίνει

δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου

ἐν ὥραις β̅ θʹ, χρόνοις δὲ λ̅α̅ βʹʹ κατὰ τὸ μνημονευθὲν

7

κλίμα. ἐν ταύτῃ τῇ τριζῳδίᾳ ἀπαρτίζεται ἡ τῆς μετοπω-

ρινῆς ὥρας τροπή, ἥτις καλεῖται γῆ.

Δέκατον ζῴδιον Αἰγόκερως, θηλυκόν, τροπικόν, χειμε-

ρινόν· οἶκος Κρόνου, ὕψωμα Ἄρεως περὶ μοίρας κηʹ, τα-

πείνωμα Διὸς περὶ μοίρας ιεʹ· τρίγωνον ἡμέρας μὲν Ἀφρο-

δίτης, νυκτὸς δὲ Σελήνης. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ

τῆς Συρίας· ἀπομεμερισμένον ἀνέμῳ Νότῳ. κυριεύει δὲ

γονάτων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς

τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥρᾳ α̅ βʹʹ εʹ μεʹ, χρόνοις δὲ

κ̅η̅ γʹ. ἔστι δὲ τοῦ κόσμου κέντρον δυτικόν.

Ἑνδέκατον ζῴδιον Ὑδροχόος, ἀρσενικόν, στερεόν, χει-

μερινόν· οἶκος Κρόνου, ὕψωμα οὐδενός, κοίλωμα οὐδενός.

τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ. κεῖται

δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Αἰγύπτου ἀπομεμερισμένον

ἀνέμῳ Λιβί. κυριεύει δὲ κνημῶν. ἀναβαίνει δὲ τὸ ζῴ-

διον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥρᾳ

α̅ βʹʹ, χρόνοις δὲ κ̅ε̅.

Δωδέκατον ζῴδιον Ἰχθύες, θηλυκόν, δίσωμον, χειμε-

ρινόν· οἶκος Διός, ὕψωμα Ἀφροδίτης περὶ μοίρας κζʹ, τα-

πείνωμα Ἑρμοῦ περὶ μοίρας ιεʹ. τρίγωνον ἡμέρας μὲν

Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι

τῷ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ Ἰνδικῆς χώρας· ἀπομε-

μερισμένον ἀνέμῳ Βορρᾷ. κυριεύει δὲ πελμάτων καὶ τῶν

λεγομένων ἀκροποδίων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ

8

ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου μέρος ἐν ὥρᾳ α̅ γʹ θʹ,

χρόνοις δὲ κ̅α̅ βʹʹ. ἐν ταύτῃ δὲ τῇ τριζῳδίᾳ ἀπαρτίζεται

ἡ τῆς χειμερινῆς ὥρας τροπή, ἥτις καλεῖται ὕδωρ.

Καὶ πρὸς μὲν τὴν κατὰ μέρος ἔκθεσιν τὰ δυοκαίδεκα

ζῴδια ὧδέ πως εἰρήσθω, πρὸς δὲ τὸ συλλήβδην αὐτὰ

νοεῖν οὕτως ἐκτεθείσθω.

Ἀρσενικὰ μὲν ζῴδιά εἰσι τάδε· Κριός, Δίδυμοι, Λέων,

Ζυγός, Τοξότης, Ὑδροχόος, θηλυκὰ δὲ τὰ τούτων ὑπό-

λοιπα· Ταῦρος, Καρκίνος, Παρθένος, Σκορπίος, Αἰγό-

κερως, Ἰχθύες· καὶ καθόλου εἰπεῖν, ὅσα περιττὸν ἀριθ-

μὸν ἐκδέχεται ἀπὸ πρώτου Κριοῦ ἀρχόμενα, ταῦτα

ἀρσενικὰ νοείσθω, ὅσα δὲ ἄρτιον θηλυκά.

Τροπικὰ δὲ Κριός, Καρκίνος, Ζυγός, Αἰγόκερως· ἰση-

μερινὰ δὲ Κριὸς καὶ Ζυγός· ἰσάριθμα δὲ τούτοις τὰ στερεὰ

Ταῦρος, Λέων, Σκορπίος, Ὑδροχόος, τῶν δὲ δισώμων

ἰσαρίθμων τυγχανόντων αὐτοῖς, ἅ ἐστι Δίδυμοι, Παρ-

θένος, Τοξότης, Ἰχθύες. καὶ συναιρετικῶς εἰπεῖν, ὅσα

9

διὰ τεσσάρων διέστηκε, ταῦτα τὴν αὐτὴν τῶν ζῳδίων

ἐκδέχεται φύσιν.

Οἰκητήρια· Κριὸς καὶ Σκορπίος Ἄρεως, Ταῦρος καὶ

Ζυγὸς Ἀφροδίτης, Δίδυμοι καὶ Παρθένος Ἑρμοῦ, Καρ-

κίνος Σελήνης, Λέων Ἡλίου, Τοξότης καὶ Ἰχθύες Διός,

Αἰγόκερως καὶ Ὑδροχόος Κρόνου.

Ὑψώματα δὲ Κριὸς μὲν Ἡλίου, Ταῦρος δὲ Σελήνης,

Καρκίνος Διός, Παρθένος Ἑρμοῦ, Ζυγὸς Κρόνου, Αἰ-

γόκερως Ἄρεως, Ἰχθύες Ἀφροδίτης· ὅσα δὲ τούτων

ἀπὸ ζ̅ ζῳδίων διέστηκε, τούτων αὐτῶν τὰ ταπεινώματα

τυγχάνει.

Τρίγωνα δὲ Κριός, Λέων, Τοξότης, ἡμέρας μὲν Ἡλίου,

νυκτὸς δὲ Διός. Ταῦρος, Παρθένος, Αἰγόκερως, ἡμέρας

μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης. Δίδυμοι, Ζυγός,

Ὑδροχόος, ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ. Καρ-

κίνος, Σκορπίος, Ἰχθύες, ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς

δὲ Ἄρεως.

Προσῳκείωται δὲ τὸ μὲν πρῶτον τρίγωνον τῷ Ἀπη-

λιώτῃ, τὸ δὲ δεύτερον Νότῳ, τὸ δὲ τρίτον Λιβί, τὸ δὲ

τέταρτον τῷ Βορρᾷ.

10

Προσπαθεῖ δὲ ταῖς χώραις τὰ ζῴδια· ὁ μὲν Κριὸς

τῇ Περσίδι, ὁ δὲ Ταῦρος τῇ Βαβυλῶνι, οἱ δὲ Δίδυμοι τῇ

Καππαδοκίᾳ, ὁ δὲ Καρκίνος τῇ Ἀρμενίᾳ, ὁ δὲ Λέων τῇ

Ἀσίᾳ, ἡ δὲ Παρθένος τῇ Ἑλλάδι, ὁ δὲ Ζυγὸς τῇ Λιβύῃ,

ὁ δὲ Σκορπίος τῇ Ἰταλίᾳ, ὁ δὲ Τοξότης τῇ Κρήτῃ, τοῦ

Αἰγοκέρωτος τῇ Συρίᾳ ἀπονενεμημένου, τοῦ Ὑδροχόου

τὴν Αἴγυπτον λαχόντος, τῶν Ἰχθύων τὴν Ἰνδικὴν χώραν

προσῳκειωμένων.

Τῶν δὲ ἀνθρωπείων μελῶν Κριὸς μὲν τὴν κεφαλὴν

οἰκειοῦται. Ταῦρος δὲ τραχήλου κυριεύει, οἱ δὲ Δίδυμοι

ὤμοις ἀφομοιοῦνται, τοῦ Καρκίνου τὸ στέρνον κεκληρω-

μένου, ὁ δὲ Λέων τὸν στόμαχον καὶ τὰς πλευρὰς κέκτηται,

ἡ δὲ Παρθένος τὴν κάτω κοιλίαν. ὁ δὲ Ζυγὸς γλουτῶν

δεσποτεύει. Σκορπίος δὲ τὸ αἰδοῖον κέκτηται, Τοξότης

μηρούς, Αἰγόκερως γόνατα, Ὑδροχόος κνήμας, Ἰχθύες

πόδας.

Ἀναφέρεται ἕκαστον τούτων τῶν ζῳδίων κατ' Αἰγυ-

πτίους ἐν τῷ τρίτῳ κλίματι, ὅ ἐστι δι' Ἀλεξανδρείας·

ὁ μὲν Κριὸς καὶ οἱ Ἰχθύες ἐν ὥρᾳ α̅ γʹ θʹ, χρόνοις δὲ

κ̅α̅ βʹʹ, ὁ δὲ Ταῦρος καὶ Ὑδροχόος ἐν ὥρᾳ α̅ βʹʹ, χρόνοις

δὲ κ̅ε̅, Δίδυμοι καὶ Αἰγόκερως ἐν ὥρᾳ α̅ βʹʹ εʹ μεʹ, χρόνοις

δὲ κ̅η̅ γʹ, Καρκίνος καὶ Τοξότης ἐν ὥραις β̅ θʹ, χρόνοις

11

δὲ λ̅α̅ βʹʹ, Λέων καὶ Σκορπίος ἐν ὥραις β̅ γʹ, χρόνοις δὲ

λ̅ε̅, Παρθένος καὶ Ζυγὸς ἐν ὥραις β̅ γʹ εʹ μεʹ, χρόνοις

δὲ λ̅η̅ γʹ.

{γʹ Περὶ ὧν ἐκληρώθησαν ὁρίων οἱ περιπο-

λοῦντες πέντε ἀστέρες ἐν τοῖς δώδεκα ζῳδίοις,

[διὰ τὸ χαίρειν αὐτοὺς ὥσπερ ἐπὶ τῶν ἰδίων ζῳ-

δίων ἐπὶ τούτων τῶν μοιρῶν εὑρισκομένους].}

Ὅρια καλεῖται τὰ μήκη τῶν ζῳδίων λ̅ μοιρῶν ὄντα διῃρη-

μένα πέντε πλάνησιν. Ἡλίῳ καὶ Σελήνῃ ὅρια οὐκ ἀπονέμε-

ται· αὐτοὶ γὰρ μᾶλλον τοῖς πέντε πλάνησιν καὶ τοὺς οἴκους

διένειμαν. ὥσπερ γὰρ χαίρει ὁ ἀστὴρ τῷ ζῳδίῳ τοῦ

τριγώνου αὐτοῦ ἢ τῷ οἴκῳ καὶ τῷ ὑψώματι, οὕτω καὶ

τοῖς ἐν ἑκάστῳ ζῳδίῳ οἰκείοις ὁρίοις. ἔχει δὲ τὴν τάξιν

ἐν κανονικῇ ἐκθέσει ὡς ἑξῆς ὑπογέγραπται.

12

►{Ἔκθεσις ὁρίων

κατὰ ζῳδίων καὶ ἀστέρων}

Κριοῦ Ταύρου Διδύμων Καρκίνου Λέοντος Παρθένου

Ζυγοῦ Σκορπίου Τοξότου Αἰγοκέρωτος Ὑδροχόου Ἰχθύων◄

13

Διὰ γὰρ τῶνδε τῶν ὁρίων οἱ σοφοὶ τῶν Αἰγυπτίων

ἐτεκμήραντο τὸν περὶ οἰκοδεσποτείας λόγον, ἀφ' οὗ καὶ

ὁ περὶ χρόνων ζωῆς συνίσταται. καὶ γὰρ κατὰ ἀναλο-

γίαν εἰς συμπλήρωσιν τῶν τ̅ξ̅ μοιρῶν τοῦ ζῳοφόρου κύ-

κλου ὁ τῶν ὁρίων ἀριθμὸς ἀπήρτισται τῆς ποσότητος

τῶν ὁρίων, ἧς κατὰ ζῴδιον ἕκαστος τῶν ἀστέρων

ἐκληρώσατο τὸν ἀριθμὸν, τὰ τέλεια τῆς ζωῆς ἔτη διδού-

σης, οἷον ἐπὶ μὲν Κρόνου ἔτη ν̅ζ̅, ἐπὶ δὲ Διὸς ἔτη ο̅θ̅,

ἐπὶ δὲ Ἄρεως ξ̅Ϛ̅, ἐπὶ δὲ Ἀφροδίτης π̅β̅, ἐπὶ δὲ Ἑρμοῦ

ο̅Ϛ̅. ἐποιησάμεθα δὲ καὶ τῆς ἐν ὅλῳ τῷ ζῳδιακῷ ποσό-

τητος τῶν ὁρίων, ἧς ἔχουσιν οἱ ἀστέρες, κανόνια.

Ἐρεῖ δέ τις, δι' ἣν αἰτίαν ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀλ-

λότριοι τῆς τῶν ὁρίων δεσποτείας ἐγένοντο· πρὸς ὃν οὕ-

τως λεκτέον, ὅτι τῶν ὅλων ἄρχουσι καὶ βασιλεῖς τῶν

πάντων ὑπάρχοντες τὸ ἐξουσιαστικὸν τοῦ παντὸς κατ'

ἐπικράτησιν εἰλήφασι. καὶ γὰρ ἐὰν ὁ Ἥλιος ἐπὶ γενέ-

σεως τὸν περὶ χρόνων ζωῆς κληρώσηται καὶ καλῶς κεί-

μενος κατ' ἐπικράτησιν χρηματίσας εὑρεθῇ, δίδωσι τὰ

τῆς ζωῆς ἔτη τέλεια ρ̅κ̅· ἡ δὲ Σελήνη κατὰ τὸν προκεί-

μενον τρόπον, ἐὰν εἰς τὸν περὶ ζωῆς λόγον χρηματίσασα

εὑρεθῇ, δίδωσι τὰ τέλεια τῆς ζωῆς ἔτη ρ̅η̅.

14

<► 〈συνο〉χαὶ ζῳδίων ποσότης ὁρίων ποσότης ὁρίων ποσότης ὁρίων ποσότης ὁρίων ποσότης ὁρίων

ὁμοῦ τ̅ξ̅ ὅρια ταῦτα Κρόνου· παρέχει ζωῆς ἔτη ν̅ξ̅ ὅρια ταῦτα Δίος· παρέχει ζωῆς ἔτη ο̅θ̅ ὅρια ταῦτα Ἄρεως·παρέχει ζωῆς ἔτη ξ̅Ϛ̅ ὅρια ταῦτα Ἀφροδίτης· παρέχει ζωῆς ἔτη π̅β̅ ὅρια ταῦτα Ἑρμοῦ· παρέχει ζωῆς ἔτη ι̅Ϛ̅

Τούτων δὲ τῶν ἐτῶν δοτῆρες γίνονται, ὅταν ἐπὶ γενέσεως καλῶς καὶ οἰκείως κεχρηματικότες τὸν περὶ οἰκο-

δεσποτείας λόγον κληρώσωνται.◄>

15

{〈δ〉 Περὶ ὧν ἐπέχουσι κατὰ δεκανῶν

προσώπων ἐν τοῖς δώδεκα ζῳδίοις

οἱ ἑπτὰ ἀστέρες}

Τὰ δὲ κατὰ ζῴδιον ἐκ τῆς δεκανικῆς διαμορφώσεως

τῶν ἑπτὰ ἀστέρων πρόσωπα, ἐν οἷς χαίρουσιν ὥσπερ ἐπὶ

τῶν ἰδίων οἰκητηρίων, πραγματεύεσθαι δεήσει τάξει τῇ

κατὰ τὴν ἑπτάζωνον, δι' ἧς ὁ πολεύων καὶ διέπων κατα-

λαμβάνεται, τὴν ἀρχὴν ἀπὸ τοῦ Κριοῦ ποιουμένους καὶ

συγκαταριθμοῦντας ἑκάστῳ μοίρας ι̅, ἕως τοῦ ζητουμέ-

νου ἀστέρος· λέγω δὴ Ἄρει τὸν πρῶτον δεκανὸν πάντοτε

διδόντας, τῷ δὲ Ἡλίῳ κατὰ τὴν τάξιν τοῦ πολεύοντος

καὶ διέποντος τὸν δεύτερον, Ἀφροδίτῃ δὲ τὸν τρίτον· εἶτα

ἑξῆς ἐπὶ τοῦ Ταύρου τῷ τοῦ Ἑρμοῦ ἀστέρι δοτέον τὸν

πρῶτον, εἶτα Σελήνῃ εἶτα Κρόνῳ. ἐπὶ δὲ τῶν Διδύμων

τὸν πρῶτον τῷ Διί, τὸν δὲ δεύτερον τῷ Ἄρει, τὸν δὲ

τρίτον τῷ Ἡλίῳ καὶ ἑξῆς ὡς ἔχει τὰ λοιπὰ ἀκολούθως

τῷ τῆς ἑπταζώνου ἀριθμῷ. πρὸς δὲ τὸ συντόμως εὑρεῖν

τοῦ ζητουμένου ἀστέρος τὸ πρόσωπον ἐποιησάμεθα καὶ

τούτων κανονικὴν ἔκθεσιν ὡς ὑπογέγραπται.

16

►{Τὰ πρόσωπα τῶν ζῳδίων}

♈ Κριοῦ ♉ Ταύρου ♊ Διδύμων ♋ Καρκίνου ♌ Λέοντος ♏ Παρθένου

πρόσωπον μοῖ. πρόσωπον μοῖ. πρόσωπον μοῖ. πρόσωπον μοῖ. πρόσωπον μοῖ. πρόσωπον μοῖ.

Ἄρεως ι̅ Ἑρμοῦ ι̅ Διὸς ι̅ Ἀφροδίτης ι̅ Κρόνου ι̅ Ἡλίου ι̅

Ἡλίου κ̅ Σελήνης κ̅ Ἄρεως κ̅ Ἑρμοῦ κ̅ Διὸς κ̅ Ἀφροδίτης κ̅

Ἀφροδίτης λ̅ Κρόνου λ̅ Ἡλίου λ̅ Σελήνης λ̅ Ἄρεως λ̅ Ἑρμοῦ λ̅

♎ Ζυγοῦ ♏ Σκορπίου ♐ Τοξότου ♑ Αἰγοκέρωτος ♒ Ὑδροχόου ♓ Ἰχθύων

πρόσωπον μοῖ. πρόσωπον μοῖ. πρόσωπον μοῖ. πρόσωπον μοῖ. πρόσωπον μοῖ. πρόσωπον μοῖ.

Σελήνης ι̅ Ἄρεως ι̅ Ἑρμοῦ ι̅ Διὸς ι̅ Ἀφροδίτης ι̅ Κρόνου ι̅

κρόνου κ̅ Ἡλίου κ̅ Σελήνης κ̅ κ̅ Ἄρεως κ̅ Ἑρμοῦ κ̅ Διὸς κ̅

Διὸς λ̅ Ἀφροδίτης λ̅ Κρόνου λ̅ Ἡλίου λ̅ Σελήνης λ̅ Ἄρεως λ̅◄

17

►{Κανόνιον τῆς μονομοιρίας}

Μοῖρ. ♈ ♏ ♉ ♎ ♊ ♍ ♋ ♌ ♐ ♓ ♑ ♒◄

18

{〈εʹ〉 Περὶ ἧς δεσπόζουσιν οἱ ἑπτὰ

ἀστέρες μονομοιρίας κατὰ ζῴδιον}

Τὴν δὲ τῶν ἀστέρων μονομοιρίαν πραγματευτέον ἑπο-

μένους τῷ κατὰ τὴν ἑπτάζωνον λόγῳ τὴν πρώτην μοῖραν

ἐκείνου τοῦ ἀστέρος λογιζομένους, οὗ καὶ τὸ ζῴδιόν ἐστι,

τὴν δὲ δευτέραν τῷ μετ' αὐτὸν τῇ τάξει τῆς ἑπταζώνου

καὶ οὕτως ἐφεξῆς, ἕως ἂν καταντήσῃς εἰς τὴν μοῖραν,

ἧν ἐπέχει ὁ ἀστήρ, συμπεριλαμβάνοντί σοι καὶ τὰ λεπτὰ

ὡς μοῖραν μίαν.

Διάγραμμα δὲ κανονικὸν καὶ τούτων ὑπετάξαμεν.

{〈Ϛʹ〉 Περὶ τῆς τῶν δύο φωστήρων αἱρέσεως}

Ἐπειδὴ τὰ ὅλα διοικεῖται ἐξ Ἡλίου καὶ Σελήνης καὶ

οὐδὲν τῶν ἐν τῷ κόσμῳ ὄντων δίχα τῆς τῶν ἀστέρων

τούτων δεσποτείας γίνεται, ἀναγκαῖόν ἐστι διδάξαι τήν

τε ἡλιακὴν καὶ τὴν σεληνιακὴν αἵρεσιν, τί τε κεκλήρωται,

καὶ ὅτι διὰ τούτων πάντα συνέστηκεν. ὁ μὲν οὖν Ἥλιος

ἐκληρώσατο τὴν ἡμέραν καὶ τὴν ἑῴαν ἀνατολὴν καὶ τὰ

19

ἀρρενικὰ ζῴδια, δορυφόρους δὲ ἔχει τὸν τοῦ Κρόνου καὶ

τὸν τοῦ Διὸς ἀστέρα, ἡ δὲ Σελήνη τὴν νύκτα καὶ τὴν

ἑσπερίαν ἀνατολὴν καὶ τὰ θηλυκὰ ζῴδια, δορυφόρους

δὲ ἔχει τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα,

τοῦ Ἑρμοῦ κοινοῦ τὴν φύσιν ὑπάρχοντος καὶ μετὰ μὲν

Ἡλίου ἐπὶ τῆς ἑῴας ἀνατολῆς χαίροντος, μετὰ δὲ τῆς

Σελήνης ἐπὶ τῆς ἑσπερίας. καὶ γὰρ ὁ ἀστὴρ οὗτος κοι-

νὴν τὴν φύσιν κληρωσάμενος μετὰ μὲν ἀγαθοποιῶν

ἀστέρων ἀγαθὸς φαίνεται, μετὰ δὲ φθοροποιῶν φαῦλος·

ἀγαθοποιοὶ δὲ ἀστέρες εἰσὶ Ζεὺς καὶ Ἀφροδίτη,

κακοποιοὶ δὲ Κρόνος καὶ Ἄρης διὰ τὸ καθ' ὑπερβολὴν

τὸν μὲν τοῦ Κρόνου ἀστέρα ψυχροτέραν τὴν φύσιν ἔχειν,

τὸν δὲ τοῦ Ἄρεως σφόδρα πυρωδεστάτην, τοῦ Ἑρμοῦ τὴν

φύσιν κοινοῦ ὑπάρχοντος· χαίρουσι δὲ ἐπὶ μὲν τῶν ἡμερι-

νῶν γενέσεων Ἥλιος καὶ Κρόνος καὶ Ζεὺς ἐν ἀρσενικοῖς

ζῳδίοις ἐπὶ ἀγαθῶν τόπων κεχρηματικότες, μάλιστα δὲ

Κρόνου καὶ Διὸς ἑῴων ἀνατολικῶν ὑπαρχόντων, ἐπὶ δὲ

τῶν νυκτερινῶν Σελήνη, Ἄρης, Ἀφροδίτη ἑσπερίας ἀνα-

τολῆς ὄντες καὶ τὰ θηλυκὰ ζῴδια ἐπέχοντες τῆς Σελήνης

ἐπὶ δορυφορίας τεταγμένων τῶν δυοῖν τούτων ἀστέρων.

20

{〈ζʹ〉 Περὶ τεταρτημορίων}

Τὸ 〈πρῶτον〉 τεταρτημόριον ἀρσενικόν ἐστι τὸ ἀπὸ τῆς

ὡροσκοπούσης μοίρας ἕως τῆς μεσουρανούσης· ἔστι δὲ τὸ

αὐτὸ τεταρτημόριον καὶ ἀνατολικόν, καλεῖται δὲ καὶ

ἀπηλιωτικόν. τοῦτο δὲ σημαίνει τὴν πρώτην ἡλικίαν,

λέγω δὴ τὴν νεότητα. τὸ δὲ δεύτερον θηλυκὸν ἀπὸ τῆς

μεσουρανούσης μοίρας ἕως τῆς δυνούσης χρηματίζει.

ἔστι δὲ νότιον καὶ μεσημβρινόν. σημαίνει δὲ τὴν μετὰ τὴν

νεότητα ἡλικίαν, ἥτις ἐστὶ μέση. τὸ δὲ τρίτον τεταρτη-

μόριον ἀπὸ τῆς δυνούσης μοίρας ἕως τῆς ὑπογείου ἀρσε-

νικὸν τυγχάνει, νοούμενον λιβυκόν, καλούμενον ζεφύριον.

σημαίνει δὲ τὴν τοῦ γήρως ἡλικίαν. τὸ δὲ τέταρτον τεταρ-

τημόριον ἀπὸ τῆς ὑπογείου ἕως τῆς ὡροσκοπούσης μοίρας

θηλυκὸν καὶ βόρειόν ἐστι, σημαίνει δὲ τὴν πρεσβυτικὴν

ἡλικίαν ἕως τῆς τοῦ θανάτου τελευτῆς. πρὸς δὲ τὸ γνῶναι

τὸ λεγόμενον διὰ τῆς τῶν τεσσάρων κέντρων ἀκολουθίας

ἔχει οὕτως· ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ὑπο-

γείου ἐστὶ τὸ πρὸς Βορρᾶν τεταρτημόριον. ἀπὸ δὲ τῆς

ὑπογείου μοίρας ἕως τῆς δυνούσης ἐστὶ τὸ πρὸς Λίβα.

ἀπὸ δὲ τῆς δυνούσης μοίρας ἕως τῆς μεσουρανούσης

ἐστὶ τὸ πρὸς μεσημβρίαν τεταρτημόριον, ἥτις σημαίνει

21

τὰ πρὸς Νότον. ἀπὸ δὲ τῆς μεσουρανούσης μοίρας ἕως

τῆς ὡροσκοπούσης ἐστὶ τὸ πρὸς Ἀπηλιώτην τεταρτη-

μόριον, ὃ σημαίνει τὰ πρὸς ἀνατολήν.

{〈ηʹ〉 Περὶ τῶν βλεπόντων ἄλληλα ζῳδίων}

Τὰ μὲν βλέποντα ἄλληλα ζῴδια ἔχει οὕτως· οἱ Δίδυμοι

βλέπουσι τὸν Λέοντα, καὶ ὁ Λέων τοὺς Διδύμους ὁρᾷ·

ὁ Ταῦρος βλέπει τὴν Παρθένον, ὁ Κριὸς βλέπει τὸν Ζυγὸν

τῇ τῆς αἰτίας ἐπαγωγῇ, ὁ Σκορπίος βλέπει τοὺς Ἰχθύας

22

βλεπόμενος ὑπ' αὐτῶν, ὁ Ὑδροχόος τὸν Τοξότην ὁρᾷ,

βλέπει δὲ καὶ ὁ Τοξότης τὸν Ὑδροχόον. συμβάλλεται δὲ

τὰ [ἀκούοντα καὶ] βλέποντα ἄλληλα ζῴδια πρὸς συμπάθειαν

καὶ φιλίαν καὶ εὔνοιαν ἐπὶ ἀνδρὸς πρὸς γυναῖκα καὶ γυναι-

κὸς πρὸς ἄνδρα, πατρός τε πρὸς τέκνα καὶ τέκνων πρὸς

πατέρας, ἀδελφῶν τε πρὸς ἀδελφοὺς καὶ φίλων πρὸς

γειτνιότητα καὶ ἑταιροσύνην καὶ δούλων πρὸς δεσπότας.

ἁρμόζει δὲ καὶ πρὸς πᾶσαν κοινωνίαν καὶ τὰ τούτοις παρα-

πλήσια.

{〈θʹ〉 Περὶ προστασσόντων καὶ ὑπακουόντων}

Τὰ δὲ προστάσσοντα τάξιν ἔχει ταύτην· ὁ Ταῦρος προσ-

τάσσει τοῖς Ἰχθύσιν, ὑπακούουσι δὲ οἱ Ἰχθύες αὐτῷ,

οἱ Δίδυμοι τῷ Ὑδροχόῳ, ὁ Καρκίνος τῷ Αἰγοκέρωτι, ὁ

23

Λέων τῷ Τοξότῃ, ἡ Παρθένος τῷ Σκορπίῳ. εὐθετεῖ δὲ τὰ

〈ὑπ〉ακούοντα ἀλλήλων ζῴδια ἐπὶ φυγῆς δραπετῶν καὶ

ἀποδημιῶν, φάσεών τε ἅμα καὶ ἀγγελιῶν, τῆς Σελήνης

πρὸς τὸν τοῦ Ἑρμοῦ ἢ τοὺς ἀγαθοποιοὺς ἀστέρας κατὰ

πάροδον φερομένης εἴτε ἐπὶ γενέσεως εἴτε ἐφ' οἱασδήποτε

γενομένης καταρχῆς τῶν εἰς τοῦτο τὸ μέρος ἐξεταζομέ-

νων.

{〈ιʹ〉 Περὶ τῶν κατὰ σχῆμα τριγώνων καὶ

ἑξαγώνων καὶ τετραγώνων καὶ διαμέτρων}

Τῆς τοῦ ζῳδιακοῦ κύκλου συστάσεως ὑπαρχούσης μοι-

ρῶν τ̅ξ̅ συνέστηκεν ἡ τρίγωνος πλευρὰ ἐκ ζῳδίων μὲν ε̅,

μοιρῶν δὲ ρ̅κ̅, τριπλούμεναι γὰρ αἱ ρ̅κ̅ μοῖραι ἀπαρτίζουσι

τὰς τ̅ξ̅ μοίρας τοῦ ζῳδιακοῦ κύκλου.

24

Ἡ δὲ ἑξάγωνος πλευρὰ συνέστηκεν ἐκ ζῳδίων μὲν γ̅,

μοιρῶν δὲ ξ̅, καὶ γὰρ ἑξαπλούμεναι αἱ ξ̅ μοῖραι ἀπαρτί-

ζουσι τὰς τ̅ξ̅ μοίρας τοῦ ζῳδιακοῦ κύκλου. ἡ δὲ τετρά-

γωνος πλευρὰ συνέστηκεν ἐκ ζῳδίων δ̅, μοιρῶν δὲ Ϙ̅,

τετραπλούμεναι γὰρ αἱ Ϙ̅ μοῖραι ἀπαρτίζουσι τὰς τ̅ξ̅

μοίρας τοῦ ζῳδιακοῦ κύκλου, τῆς δὲ διαμέτρου πλευρᾶς

συνεστώσης ἐκ ζῳδίων μὲν ζ̅, μοιρῶν δὲ ρ̅π̅, αἵτινες

διπλούμεναι ἀπαρτίζουσι τὰς τ̅ξ̅ μοίρας τοῦ ζῳδιακοῦ

κύκλου. καὶ ἡ μὲν τρίγωνος πλευρὰ σύμφωνος καὶ ἀβλα-

βής ἐστιν, ἡ δὲ τετράγωνος ἀσύμφωνος καὶ ἀνώμαλος

πρὸς τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν γίνεται. ἡ δὲ ἑξά-

γωνος, ἐὰν μὲν ἐν τοῖς ἀκούουσιν ἀλλήλων ἢ βλέπουσιν εὑρε-

θῇ, ἔχει τὴν δύναμιν τῆς τριγώνου ἡ ἑξαγωνικὴ τριζῳδία,

25

ἐπὶ δὲ τῶν ἄλλων ζῳδίων τὴν ἡμίσειαν. τῆς διαμέτρου

πλευρᾶς ἐναντίας καὶ ἐπιδίκου καὶ ἀνωμάλου τετευχυίας

τῶν δὲ ὁμόσε κατὰ τὸ αὐτὸ ζῴδιον συσχηματιζομένων

ἀστέρων σύμφωνος ἡ συμπαρουσία νοείσθω καὶ ἐνεργὴς

πρὸς ἕκαστον τῶν ἀποτελεσμάτων, ὁμοδυναμοῦσα τῇ

τριγώνῳ πλευρᾷ· ὅσα δὲ παρὰ ταύτας τὰς διαστάσεις

κεχώρισται ζῴδια, ταῦτα ἀπόστροφα καὶ ἀσύνδετα καλεῖται.

{〈ιαʹ〉 Περὶ τῶν ἀσυνδέτων πρὸς ἄλληλα ζῳδίων}

Ἡ δὲ τῶν ἀσυνδέτων πρὸς ἄλληλα ζῳδίων θέσις ἔχει

τὴν διάστασιν ἀπὸ δύο καὶ ἓξ καὶ ὀκτὼ καὶ δεκαδύο τὸν

ἀριθμόν, λέγεται δὲ καὶ ἀπόστροφα πρὸς ἄλληλα τὰ πρὸς

τήνδε τὴν διάστασιν τὸν ἀριθμὸν εἰληφότα ζῴδια. ἐν

τούτοις οὖν τοῖς ζῳδίοις οἱ ἀστέρες εὑρισκόμενοι ἀσύμ-

φωνοι γίνονται. καὶ ὅτε μὲν ἔχθρας καὶ στάσεις ἀποτε-

λοῦσιν, ὅτε δὲ χωρισμοὺς καὶ ἀποξενώσεις τῆς τοιαύτης

στάσεως ἐπὶ πάντων παραλαμβανομένης εἴτ' ἐπὶ γονέων

πρὸς τέκνα, εἴτ' ἐπ' ἀδελφῶν, εἴτ' ἐπ' ἀνδρὸς καὶ γυναικός,

εἴτ' ἐπὶ κοινωνίας, εἴτ' ἐπὶ δούλων καὶ δεσποτῶν καὶ

ἐπὶ πάντων τῶν παραπλησίων.

26

{〈ιβʹ〉 Περὶ τῶν κατὰ ἀπόστροφον

καὶ συμπαθούντων ἀλλήλοις}

Τὰ δὲ κατὰ ἀπόστροφον δωδεκατημόρια καὶ ἀσυμπα-

θοῦντα ἀλλήλοις δι' ὁμοζωνίαν καὶ τὸ ἐν τοῖς αὐτοῖς χρό-

νοις ἀναφέρεσθαι συμπαθεῖ. ὁμόζωνα δέ ἐστιν, ὅταν τοῦ

αὐτοῦ ἀστέρος τυγχάνῃ τὰ ζῴδια, ἰσανάφορα δὲ τὰ ἐν

ἴσαις ὥραις ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ φανερὸν ἀναφερόμενα.

αἱ δὲ τῶν ὁμοζωνούντων ζῳδίων κατὰ τὸν τῶν ἀσυνδέτων

λόγον διαστάσεις ἔχουσιν οὕτως· Κριὸς πρὸς Σκορπίον,

Σκορπίος πρὸς Κριόν· Ταῦρος πρὸς Ζυγὸν καὶ Ζυγὸς

πρὸς Ταῦρον· Αἰγόκερως πρὸς Ὑδροχόον καὶ Ὑδροχόος

πρὸς Αἰγοκέρωτα. τῶν δὲ ἰσαναφόρων ζῳδίων αἱ τάξεις

εἰσὶν αἵδε· Κριὸς πρὸς Ἰχθύας καὶ Δίδυμοι πρὸς Αἰγο-

κέρωτα καὶ Καρκίνος πρὸς Τοξότην καὶ Παρθένος πρὸς

Ζυγόν. διὰ β̅ μὲν γὰρ καὶ Ϛ̅ καὶ η̅ καὶ ι̅β̅ ζῴδια ἀπ' ἀλ-

λήλων ὑπάρχει. ἔχει δὲ συμπάθειαν πρὸς ἄλληλα καὶ τὰ

μὲν γειτνιῶντα ἑαυτοῖς καθάπερ ἐπὶ συνοικουρίας ἐπι-

27

τεταγμένα· τὰ δὲ διὰ Ϛ̅ ἢ η̅ ἢ ι̅β̅ ζῴδια καθάπερ ἐπὶ

διαμέτρου στάσεως τετευχότα τὴν δύναμιν ἔχει, πλείονος

δυνάμεως οὔσης ἐπὶ τῶν κατὰ ἀπόστροφον ὁμοζώνων

καὶ ἰσαναφόρων, †ἐνεργειῶν† τῶν κατ' ἐπιδεξιότητα γινο-

μένων τούτῳ τῷ τρόπῳ· οἷον ἐπὶ μὲν τῶν κατὰ ἀπόστρο-

φον ὁμοζώνων ὄντων πλείονα δύναμιν ἐφέξει ὁ Ταῦρος

πρὸς τὸν Ζυγὸν καὶ ὁ Κριὸς πρὸς τὸν Σκορπίον, τῷ δὲ

αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἰσαναφόρων ζῳδίων κριθήσεται

τὸ πλείονα δύναμιν ἐπέχειν τὸν Καρκίνον πρὸς τὸν Το-

ξότην καὶ τὸν Αἰγοκέρωτα πρὸς τοὺς Διδύμους· τὰ δὲ

κατὰ γειτνίασιν ἑαυτῶν ἰσανάφορα ζῴδια, ὁμοίως τὴν

ἴσην δύναμιν ἑαυτοῖς ἐφέξει καθάπερ εἴρηται, ὥσπερ ἐπὶ

συνομοζωνίας ἢ συσχηματισμοῦ τινος τεταγμένα.

28

{〈ιγʹ〉 Περὶ τῶν σχηματιζομένων καὶ ὁμοζωνούντων

καὶ ἰσαναφόρων δωδεκατημορίων}

Τὰ δὲ ὑπόλοιπα τῶν ὁμοζώνων ζῳδίων κατὰ τετρα-

γώνων ἑαυτοῖς ὑπάρχοντα θεωρίαν διπλασίονα ἐφέξει τὴν

δύναμιν τῶν κατὰ ἀπόστροφον τεταγμένων ἑαυτοῖς ὁμο-

ζώνων. ἔστι δὲ Τοξότης πρὸς Ἰχθύας καὶ Δίδυμοι πρὸς Παρ-

θένον καθάπερ 〈ἐπὶ〉 ἐπιδεξιότητος καὶ καθυπερτερήσεως

αὐτῶν τεταγμένων. ἐπὶ δὲ τῶν ἰσαναφόρων καὶ σχηματι-

ζομένων πλείονα δύναμιν ἐφέξει ὁ Λέων πρὸς τὸν Σκορ-

πίον καὶ ὁ Ὑδροχόος πρὸς τὸν Ταῦρον. τὰ γὰρ γειτνιῶντα

ἑαυτοῖς κατὰ τὴν ὁμοζωνίαν ζῴδια τὴν ἴσην ἐφέξει δύ-

ναμιν, καθάπερ ἐπὶ συσχηματισμοῦ τετευχότα.

{〈ιδʹ〉 Περὶ ὧν ποιοῦνται φάσεων

οἱ πέντε ἀστέρες πρὸς τὸν Ἥλιον}

Ποιοῦνται δὲ φάσεις πρὸς τὸν Ἥλιον οἱ περιπολοῦν-

τες ἀστέρες, ὁτὲ μὲν ἑῴας ἀνατολὰς καὶ ἑσπερίας δύ-

σεις, ὁτὲ δὲ ἑσπερίας ἀνατολὰς καὶ ἑῴας δύσεις τῆς

αὐτῶν πορείας ἐπὶ πρῶτον καὶ δεύτερον στηριγμὸν φερο-

μένης, ἀφ' ὧν καὶ τοῖς ἀριθμοῖς ὁτὲ μὲν ἀφαιρετικοὶ καὶ

ἀκρόνυκτοι γίνονται, ὁτὲ δὲ προσθετικοὶ καταλαμβάνον-

ται. καὶ ἐπὶ μὲν ἑῴας ἀνατολῆς οἱ ἀστέρες τυγχάνοντες

ἐνεργεῖς καὶ δραστικοὶ ἀπὸ νεότητος πρὸς τὰ ἴδια ἀπο-

29

τελέσματα νοείσθωσαν. ἐπὶ δὲ ἑσπερίας ἀνατολῆς καὶ

κατὰ τὴν τῶν χρόνων πρόβασιν ἐν τοῖς ἰδίοις ἀποτελέ-

σμασιν ἐνεργοῦσιν. ἑῴαν δὲ κρύψιν ἢ ἑσπερίαν ποιούμενοι

ἢ καὶ ὑποποδίζοντες ἢ ἀποκεκλικότες ἀδρανεῖς καὶ

ἀπράκτους καὶ ἀνεπιφάντους τὰς ἀποτελέσεις ἔχουσιν.

ἑῷοι δὲ ἀνατολικοὶ οἱ ἀστέρες γίνονται, ὅταν ἀποδια-

στῶσι τοῦ Ἡλίου μοίρας ι̅ε̅ ἐν ταῖς προηγουμέναις μοί-

ραις ἢ καὶ τοῖς προηγουμένοις ζῳδίοις, ἕως ἂν εἰς τὸ

δεξιὸν αὐτοῦ τρίγωνον τὴν κίνησιν ποιούμενοι εὑρεθῶσιν,

ἑσπέριοι δὲ, ὅταν ἐν ταῖς ἑπομέναις μοίραις ἢ καὶ ἐν τοῖς

ἑπομένοις ζῳδίοις τοῦ Ἡλίου ἀποδιαστῶσι τὰς προειρη-

μένας μοίρας ι̅ε̅, ἕως ἂν εἰς τὸ εὐώνυμον αὐτοῦ τρίγωνον

εὑρεθῶσιν, ἐντὸς δὲ τῶν προειρημένων μοιρῶν ι̅ε̅ τὴν

διάστασιν πρὸς τὸν Ἥλιον ἐσχηκότες ἐν μὲν ταῖς προ-

αναφερομέναις μοίραις τοῦ Ἡλίου παρόντες ἑῴαν δύσιν

ποιοῦνται, ἐν δὲ ταῖς ἐπαναφερομέναις ἑσπερίαν. συνοδι-

κοὶ δὲ γίνονται, ὅταν κατὰ τὸ αὐτὸ ζῴδιον ἰσόμοιροι τῷ

Ἡλίῳ τύχωσι μὴ ἀπέχοντες ἀπ' αὐτοῦ πλεῖον ἢ ἔλαττον

λεπτῶν ν̅θ̅. ἐπὶ πλεῖον δὲ ἀδρανεῖς καὶ ἄπρακτοι πρὸς

τὰ ἴδια ἀποτελέσματα οἱ ἀστέρες γίνονται, ὅταν τις αὐ-

τῶν θ̅ μοιρῶν ἐντὸς ἀποδιαστῇ τοῦ Ἡλίου, εἴτε ἐπὶ

ἑῴας δύσεως εἴτε ἐπὶ ἑσπερίας τυγχάνων.

Πρὸς δὲ τὸ τὰ προειρημένα εὐχερῶς νοηθῆναι ὑπο-

δείγματι χρησόμεθα· ἔστω εἶναι τὸν Ἥλιον ἐν Ἰχθύων

30

μοίρᾳ ιζʹ, τὸν δὲ τοῦ Διὸς ἀστέρα κατὰ τὸ αὐτὸ ζῴδιον

μοίρᾳ βʹ, Κρόνον δὲ ἐπὶ τῶν Ἰχθύων μοίρᾳ κϚʹ. λέγομεν

τὸν μὲν τοῦ Διὸς ἀστέρα ἑῷον ἀνατολικὸν εἶναι, ὅτι ἐν

ταῖς προηγουμέναις ι̅ε̅ μοίραις τοῦ Ἡλίου ἐχρημάτισε,

τὸν δὲ τοῦ Κρόνου ἑσπέριον δυτικόν, ὅτι ἐν ταῖς ἑπομέ-

ναις μοίραις οὐκ ἀπέστη τοῦ Ἡλίου τὰς προειρημένας

μοίρας ι̅ε̅. πρὸς δὲ τὸ διασαφηνίσαι τὸ λεγόμενον αἱ

προηγούμεναι μοῖραι καὶ τὰ προηγούμενα ζῴδια τοῦ

Ἡλίου ἕως τῆς τοῦ τριγώνου πλευρᾶς ἐν ταῖς προανα-

φερομέναις μοίραις καὶ ἐν τῷ δεξιῷ μέρει τοῦ Ἡλίου

ἑῷαι χρηματίζουσιν, αἱ δὲ ἑπόμεναι μοῖραι καὶ τὰ ἑπόμενα

ζῴδια ἕως τῆς τριγώνου πλευρᾶς τοῦ Ἡλίου ἐν ταῖς

ἐπαναφερομέναις μοίραις καὶ τῷ εὐωνύμῳ μέρει τοῦ Ἡλίου

ἑσπερίαν τὴν θεωρίαν ἴσχουσι. καὶ αἱ μὲν πρὸς τὸν Ἥλιον

τῶν ἀστέρων γινόμεναι δορυφορίαι ἐν ταῖς προηγουμέ-

ναις μοίραις καὶ τοῖς προηγουμένοις ζῳδίοις τοῦ Ἡλίου

εἰσίν, ἕως τῆς τριγώνου πλευρᾶς. αἱ δὲ πρὸς τὴν Σελήνην

ἐν ταῖς ἑπομέναις αὐτῆς μοίραις, ἕως τοῦ ἑξῆς ζῳδίου

τετεύχασι.

Τότε δὲ αἱ πρὸς τὸν Ἥλιον γινόμεναι τῶν ἀστέρων

δορυφορίαι ἐνεργεῖς καὶ ἰσχυρότεραι ὑπάρχουσιν, ὅταν

ἐν τῷ αὐτῷ ζῳδίῳ ἑῷοι ἀνατολικοὶ σὺν Ἡλίῳ ἐν τοῖς

ἐπικαίροις τόποις τῆς γενέσεως χρηματίσαντες εὑρεθῶ-

σι, τῆς αἱρέσεως ὄντες ἢ οἰκοδέκτορες τοῦ Ἡλίου ὑπ-

άρχοντες· ὁ δὲ αὐτὸς τρόπος καὶ ἐπὶ τῆς Σελήνης δραστι-

κώτερος καὶ ἐνεργέστερος νοείσθω.

31

{〈ιεʹ〉 Περὶ στηριγμῶν}

Διάφοροι δὲ οἱ στηριγμοὶ τῶν ἀστέρων καὶ οὐχ οἱ

αὐτοὶ γίνονται. ὁ μὲν τοῦ Κρόνου καὶ τοῦ Διὸς καὶ τοῦ

Ἄρεως ἀποδιαστάντες τοῦ Ἡλίου πλέον ἢ ἔλαττον μοι-

ρῶν ρ̅κ̅ καὶ κατὰ τὸ δεξιὸν αὐτοῦ τρίγωνον φανέντες τὸν

πρῶτον στηριγμὸν ποιοῦνται, καὶ βραδυτέρως κινούμενοι

κατὰ τὴν αὐτὴν μοῖραν εἱλοῦνται, ἕως ἂν ὑποποδίσαντες

τοῖς ἀριθμοῖς ἀφαιρετικοὶ γένωνται τοῦ πρώτου αὐτῶν

στηριγμοῦ ἐπὶ τὴν τῶν ἀριθμῶν ἀφαίρεσιν τρεπομένου,

τοῦ δὲ δευτέρου ἐπὶ πρόσθεσιν. καὶ καθολικῶς δὲ ἀφαι-

ρετικοὶ τοῖς ἀριθμοῖς οἱ προειρημένοι τρεῖς ἀστέρες γί-

νονται, ὅταν Ϛ̅ ἢ ζ̅ ἢ η̅ ζῴδια τοῦ Ἡλίου ἀποδιαστῶσι·

καὶ κατὰ διάμετρον αὐτοῦ φανέντες εἴσω μοιρῶν ρ̅π̅,

ὅπερ ἐστὶ ζῴδια ζ̅, ἀπὸ τῆς ἡλιακῆς ἀκτῖνος ἀκρόνυκτον

τὴν φάσιν ἔχουσι καὶ ἀναποδίσαντες ἐπὶ πλεῖον τοῖς

ἀριθμοῖς ἀφαιροῦσι καὶ τῇ αὐτῶν περιφερείᾳ μείζους

φαίνονται ἀπὸ τῆς τοῦ Ἡλίου ἀκτῖνος τὸ διαυγὲς φῶς

λαμβάνοντες. στηριγμὸς δὲ γίνεται δεύτερος τῶν προ-

ειρημένων ἀστέρων, ὅταν εἰς τὸ ἑπόμενον μέρος τῆς τοῦ

Ἡλίου ἀκτῖνος ἀποδιαστῶσι πλεῖον ἢ ἔλαττον μοιρῶν

ρ̅κ̅ ἐν τῷ εὐωνύμῳ τριγώνῳ τοῦ Ἡλίου τετευχότες οἱ

ἀστέρες καὶ ἀρξάμενοι προποδίζειν ἐπὶ τούτου τοῦ σχή-

ματος ταχυτέραν τὴν κίνησιν ποιοῦνται προσθετικοὶ τοῖς

ἀριθμοῖς γινόμενοι, ὅθεν οἰκείως ἐκλήθησαν στηριγμοί.

ὁ μὲν οὖν πρῶτος ἀπὸ τοῦ ἑστάναι τοὺς ἀστέρας καὶ

ἀναποδίζειν αὐτοὺς ἀφαιροῦντας τοῖς ἀριθμοῖς ἐκλήθη

στηριγμὸς ἀφαιρετικός. ὁ δὲ δεύτερος ἀπὸ τοῦ ἑστάναι

καὶ προστιθέναι εἰς κίνησιν ταχυτέραν τοῖς ἀριθμοῖς

ἐκλήθη στηριγμὸς προσθετικός. ἀκρόνυκτοι δὲ λέγονται,

ἐπειδὴ κατὰ διάμετρον τοῦ Ἡλίου τυχόντες μετὰ δύσιν

αὐτοῦ ἀνατέλλουσι. μόνος δὲ ὁ τοῦ Ἄρεως ἀστὴρ ἀνω-

32

μάλως κινεῖται, ὅταν στηρίζειν μέλλῃ. καὶ τὴν μὲν πρώ-

την ἀνωμαλίαν ποιεῖται, ὅτε ἑῷος ἀνατολικὸς ὢν διίστα-

ται τοῦ Ἡλίου μοίρας π̅β̅ ἐπὶ τὸν πρῶτον στηριγμὸν φερό-

μενος, τὴν δὲ δευτέραν, ὅταν ἑσπέριος ἀνατολικὸς φαίνη-

ται τὰς αὐτὰς π̅β̅ μοίρας διεστηκὼς τοῦ Ἡλίου ἀπὸ τοῦ

δευτέρου στηριγμοῦ φερόμενος καὶ τοῖς ἀριθμοῖς προστι-

θείς. ἐκλήθησαν δὲ ἀνώμαλοι, ὅτι ἀνωμάλως τὴν κί-

νησιν ποιεῖται ὁ ἀστὴρ ἐπὶ τούτων τῶν σχημάτων καθε-

στώς· πάντοτε δὲ ὁ ἀστὴρ οὗτος εἴτε τὴν πρώτην ἀνω-

μαλίαν ποιεῖται εἴτε τὴν δευτέραν, ἐπὰν τὸν Ἥλιον

κατοπτεύσῃ, τὴν πατρικὴν περιουσίαν ἐρημοῖ καὶ αὐτῷ

τῷ πατρὶ ὀλέθριος γίνεται. πρὸς τούτοις δὲ καὶ σινῶν ἢ

παθῶν αἴτιος γίνεται, μάλιστα δὲ περὶ ὀφθαλμούς, ἢ

φρενοβλαβείας. τὰ δὲ πάθη καὶ περὶ τὸν πατέρα ἐστὶ ἢ

περὶ αὐτὴν τὴν γένεσιν. εἰ μὲν γὰρ βοηθῆται ὁ Ἥλιος

ὑπ' ἀγαθοποιῶν, οἷον Διὸς ἢ Σελήνης, σχηματιζόμενος

ὑπ' αὐτῶν ἢ ἐπίκεντρος 〈ᾖ〉 ἢ ἐν ἀγαθοποιοῖς, τότε μὲν

ὁ πατὴρ ἀβλαβής ἐστι, περὶ τὴν γένεσιν τὴν βλάβην

ἀποσκέψει, περὶ τὴν ὄψιν καὶ τὸ ἡγεμονικόν, τούτων γὰρ

κύριος ὁ Ἥλιος. εἰ δὲ ὁ Ἥλιος μὲν κακωθῇ, ὁ δὲ ὡροσ-

κόπος βοηθῆται, ὁ πατὴρ ἀναιρεῖται, καὶ γὰρ ἀναλογεῖ

ὁ μὲν Ἥλιος τῷ πατρί, ὁ ὡροσκόπος τῷ γενομένῳ· τὸ δ'

αὐτὸ καὶ ἡ Σελήνη παθοῦσα περὶ τὴν μητέρα ποιεῖ. ὁ δὲ τῆς

Ἀφροδίτης καὶ τοῦ Ἑρμοῦ ἐπὶ τῆς τῶν στηριγμῶν κινή-

σεως διάφορον τὴν παραλλαγὴν ἔχουσι. στηριγμὸς γὰρ

γίνεται πρῶτος ἐπὶ τῶν δύο τούτων ἀστέρων ἐν διαφό-

ροις μοίραις. καὶ ὁ μὲν στηρίζει, ὅταν εἰς τὸ ἑπόμενον

μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας μ̅η̅. τότε γὰρ ἄρχεται

ἀναποδίζειν καὶ ἀφαιρεῖν τοῖς ἀριθμοῖς, βραδυτέραν τὴν

κίνησιν ποιούμενος, ἄχρις ἂν τῷ Ἡλίῳ συνοδεύσας εἰς

33

ἑῴαν ἀνατολὴν καταντήσῃ καὶ τὰς αὐτὰς μ̅η̅ μοίρας ἀπο-

διαστῇ τοῦ Ἡλίου καὶ τὸν δεύτερον στηριγμὸν ποιήσηται.

Ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ ποιεῖται τὸν πρῶτον στηριγμόν,

ὅταν ἐν τῷ ἑπομένῳ ζῳδίῳ τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας

κ̅β̅. καὶ τότε ἄρξηται ὁμοίως ἀναποδίζειν, βραδυτέραν τὴν

κίνησιν ποιούμενος, ἄχρις ἂν τῷ Ἡλίῳ συνοδεύσας ἐπὶ

τὴν ἑῴαν ἀνατολὴν καταντήσῃ καὶ τὰς αὐτὰς κ̅β̅ μοίρας

ἀποδιαστῇ τοῦ Ἡλίου καὶ τὸν δεύτερον στηριγμὸν ποιή-

σηται. ὁ μὲν τῆς Ἀφροδίτης οὐκ ἀφίσταται τοῦ Ἡλίου

πλεῖον ζῳδίων δύο, ὁ δὲ τοῦ Ἑρμοῦ μέχρις ἑνὸς ζῳδίου.

Τὴν δὲ ἀκρίβειαν τούτων ὁ <Πρόχειρος Κανὼν

Κλαυδίου Πτολεμαίου> παραστήσει.

{〈ιϚʹ〉 Περὶ ὧν ποιεῖται σχημάτων

ἡ Σελήνη πρὸς τὸν Ἥλιον}

Τὰ δὲ τῆς Σελήνης σχήματα, ἅπερ καλεῖται φάσεις,

εἰσὶν δέκα· σύνοδος, γέννα, ἀνατολή, μηνοειδής, διχότο-

μος, ἀμφίκυρτος, πανσέληνος, ἀμφίκυρτος πάλιν καὶ δι-

χότομος δευτέρα, καὶ μηνοειδής. τινὲς δὲ καὶ ιαʹ φάσιν

αὐτῆς λέγουσιν, καλοῦντες αὐτὴν πλησιφαῆ ἢ πλησισέλη-

νον. καὶ σύνοδος μέν ἐστιν, ὅταν ἡ Σελήνη ἰσόμοιρος τῷ

Ἡλίῳ κατὰ τὸ αὐτὸ ζῴδιον τύχῃ, γέννα δέ, ὅταν τὸν

Ἥλιον παρέλθῃ μοῖραν μίαν, ἀνατολὴ δέ, ὅταν μοίρας

ι̅ε̅ παραλλάξῃ, μηνοειδὴς φαίνεται πρώτη, ὅταν ἡ Σε-

λήνη εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας

ξ̅, ἐπὶ τῆς ἑξαγώνου πλευρᾶς ὑπάρχουσα, διχότομος δέ

34

ἐστι πρώτη, ὅταν ἡ Σελήνη εἰς τὸ ἑπόμενον μέρος τοῦ

Ἡλίου ἀποδιαστῇ μοίρας Ϙ̅ ἐπὶ τετραγώνου πλευρᾶς

ὑπάρχουσα. ἀμφίκυρτος δέ ἐστι πρώτη, ὅταν ἡ Σελήνη

εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ρ̅κ̅,

ἐπὶ τριγώνου πλευρᾶς καθεστῶσα, πλησισέληνος δέ,

ὅταν ἀπὸ Ϛ̅ ζῳδίων, μοίρας δὲ ρ̅ν̅, ἐν τοῖς ἑπομένοις τοῦ

Ἡλίου τυγχάνῃ μήπω τὴν διάμετρον ποιησαμένη· παν-

σέληνος δέ ἐστιν, ὅταν εἰς τὰ ἑπόμενα τοῦ Ἡλίου ἀπο-

διαστῇ ἡ Σελήνη μοίρας ρ̅π̅ ἐπὶ διαμέτρου στάσεως

καθεστῶσα, ὃ καλεῖται πανσεληνιακὸς σύνδεσμος. ἀπό-

κρουσις δέ ἐστιν, ὅταν ἡ Σελήνη παραλλάξῃ τὴν κατὰ

διάμετρον ἡλιακὴν μοῖραν μίαν, καλεῖται δὲ μείωσις ἕως

μοιρῶν ξ̅. ἀμφίκυρτος δέ ἐστι δευτέρα, ὅταν ἐκ τοῦ

ὄπισθεν μέρους τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ρ̅κ̅, ἐπὶ

τριγώνου πλευρᾶς καθεστῶσα. διχότομος δέ ἐστι δευτέρα,

ὅταν πάλιν ἡ Σελήνη ἐκ τοῦ αὐτοῦ μέρους τοῦ Ἡλίου

ἀποδιαστῇ μοίρας Ϙ̅ ἐπὶ τετραγώνου πλευρᾶς ὑπάρχουσα.

μηνοειδὴς δέ ἐστι δευτέρα, ὅταν ἐκ τοῦ ὄπισθεν μέ-

ρους τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ξ̅ ἐπὶ ἑξαγώνου σχή-

ματος, ὅθεν οἰκείως κατὰ τὴν τῶν σχημάτων ἐναλλαγὴν

καὶ τὰς ὀνοματοποιίας ἔσχε. σύνοδος γὰρ ἐκλήθη ἀπὸ

τοῦ συνιέναι τῷ Ἡλίῳ τὴν Σελήνην καὶ τὴν αὐτὴν αὐτῷ

ὁδὸν τροχάζειν. γέννα δὲ ἐκλήθη ἀπὸ τοῦ ἐξιέναι τοῦ

Ἡλίου τὴν Σελήνην, ἐπεὶ παραλλάξασα αὐτὸν μοῖραν

35

μίαν ἄρχεται φαίνεσθαι τῷ κόσμῳ, οὐχ ὡς πρὸς ἡμᾶς.

ἀνατολὴ δέ, ὅταν παρελθοῦσα μοίρας ι̅ε̅ γραμμοειδὲς φῶς

ἀναλαβοῦσα φαίνηται. μηνοειδὴς δὲ ἐκλήθη, ἐπειδὴ τὴν

ὁμοίαν αὐτῆς ἰδέαν ἀναλαβοῦσα φαίνεται· αὐτὴ γὰρ ἡ

Σελήνη μήνη ἐστίν, ἐπειδὴ καὶ μηνιαίαν τὴν ἀνατολὴν

ποιεῖται. διχότομος δὲ ἐκλήθη, ἐπειδὴ καθ' ἡμίσειαν τοῦ

τελείου φωτὸς γενομένη διχοτομιαία φαίνεται. ἀμφί-

κυρτος δὲ ἐκλήθη, ἐπειδὴ ἐξ ἀμφοτέρων τῶν μερῶν κυρ-

τοειδὴς ἡ θεωρία τοῦ φωτὸς αὐτῆς φαίνεται· πλησισέλη-

νος δὲ ἐκλήθη ἀπὸ Ϛʹ ζῳδίου φανεῖσα, πανσέληνος δέ,

ὅτι πεπλήρωται τῷ φωτὶ ἀπὸ τῶν τοῦ Ἡλίου αὐγῶν,

κατὰ διάμετρον στάσιν αὐτοῦ φανεῖσα, ἅπαν τὸ σέλας τοῦ

φωτὸς πεπληρωμένον ἔχουσα, ὅθεν καὶ αὐτὴ ὁμοία αὐτῷ

κυκλοειδὴς φαίνεται, πανσέληνος γενομένη. ἀποκρουστικὴ

δὲ ἐκλήθη, ἐπειδὴ παραλλάξασα τὰς κατὰ διάμετρον ἀκτῖνας

ἀπὸ τότε ἐκκρουσμὸν καὶ μείωσιν τῶν φώτων αὐτῆς ἔχει.

36

{〈ιζʹ〉 Περὶ ἧς ποιεῖται ἀπορροίας καὶ συναφῆς

ἡ Σελήνη πρὸς τοὺς περιπολοῦντας ἀστέρας}

Τοῦ περὶ συναφῆς καὶ ἀπορροίας λόγου πολυτρόπου

τετευχότος ἀναγκαῖόν ἐστι παραστῆσαι τὴν τούτου δι-

δασκαλίαν. ἔχει δὲ οὕτως· μεθ' οὗ δ' ἂν ἀστέρος ἡ Σε-

λήνη τύχῃ πλειονομοιροῦσα κατὰ τὸ αὐτὸ ζῴδιον, ἀπὸ

τούτου τὴν ἀπόρροιαν πεποίηται, ὥσπερ δ' ἂν καὶ ὃς τῶν

ἀστέρων σὺν τῇ Σελήνῃ ἐπὶ τοῦ αὐτοῦ ζῳδίου ὑπάρχων

πλείονας αὐτῆς μοίρας ἔχων χρηματίσῃ, αὐτὸς τὴν συν-

αφὴν αὐτῆς ἐπιδέχεται. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐὰν ἐπὶ

τοῦ ἑπομένου ζῳδίου ἢ τοῦ προηγουμένου τῆς Σελήνης

εὑρεθῶσιν οἱ ἀστέρες εἴσω τῆς τριακονταμοιρίας ὑπ-

άρχοντες τὸν τῆς ἀπορροίας καὶ συναφῆς λόγον ἴσχουσιν.

Εἰκόνος χάριν· τῆς Σελήνης οὔσης ἐν Τοξότου μοίρᾳ κʹ,

τοῦ δ' Ἄρεως ἐν Σκορπίου μοίρᾳ κʹ καὶ τοῦ τῆς Ἀφρο-

δίτης 〈ἐν〉 Αἰγοκέρωτος μοίρᾳ κʹ, λέγομεν τὴν μὲν ἀπόρ-

ροιαν τῆς Σελήνης γεγενῆσθαι ἀπὸ τοῦ Ἄρεως, τὴν δὲ

37

συναφὴν πρὸς τὸν τῆς Ἀφροδίτης ἀστέρα πεποιῆσθαι,

οὕτως δὲ καὶ ἐπὶ τῆς κατὰ τὸ αὐτὸ ζῴδιον τῶν ἀστέρων

σὺν τῇ Σελήνῃ γινομένης κατὰ συμπαρουσίαν εἴτε ἀπορ-

ροίας εἴτε συναφῆς πραγματευτέον. φέρε εἰπεῖν· Σελήνη

ἐστὶ Ταύρου μοίρᾳ ιʹ, ὁ δὲ τοῦ Ἑρμοῦ μοίρᾳ θʹ, ὁ δὲ

τοῦ Διὸς μοίρᾳ ιαʹ. λέγομεν δὴ τὴν Σελήνην ἀπόρροιαν

πεποιῆσθαι ἀπὸ τοῦ Ἑρμοῦ καὶ συνάπτειν τῷ τοῦ Διὸς

ἀστέρι.

Ἀεὶ δὲ ὁ περὶ ἀπορροίας καὶ συναφῆς λόγος ἕως τῆς

τριμοιρίας ἀπὸ πρώτης πραγματευόμενος ὑπεράγαν ἐν-

εργεῖ πρὸς τὸ τῶν ἀποτελεσμάτων εἶδος, δευτέρα δὲ ἡ

〈διάστασις〉 ἀπὸ πρώτης μοίρας τὸν ἀριθμὸν ἔχουσα

ἕως τῆς ἑπταμοιρίας τῆς προειρημένης μοιρογραφίας,

τρίτη δὲ κατ' ἐνέργειαν ἡ ἀπὸ πρώτης μοίρας ἕως τῆς ιεʹ,

〈ἡ〉 τετάρτη δὲ πραγματεύεται πρὸς τὸν περὶ ἀπορροίας

καὶ συναφῆς λόγον ἀπὸ πρώτης μοίρας ἕως τῆς λʹ. 〈ἐκ

τούτων δὲ τῶν〉 διαστάσεων λαμβανομένη εἴτε ἀπόρροια

εἴτε συναφὴ ὀψὲ τῶν χρόνων καὶ οὐκ ἀπὸ νεότητος τὴν

ἐνέργειαν ἴσχει, λέγω δὲ ἀπὸ μέσης ἡλικίας ἢ καὶ ἐπὶ

τὸ γῆρας τὴν τῶν ἐσομένων εἴτε ἀγαθῶν εἴτε φαύλων

ποιοῦσα τελευτήν.

38

Χρησόμεθα δὲ καὶ ἑτέρῳ παραδείγματι πρὸς ἐπίγνω-

σιν τοῦ περὶ ἀπορροίας καὶ συναφῆς λόγου. φέρε εἰπεῖν·

Σελήνη ἐπὶ Ζυγοῦ μοίρᾳ ιγʹ, ὁ δὲ τοῦ Ἄρεως μοίρᾳ Ϛʹ,

τοῦ Διὸς ὄντος ἐπὶ τοῦ αὐτοῦ ζῳδίου μοίρᾳ κʹ, ἀπέρ-

ρευσεν ἡ Σελήνη τοῦ Ἄρεως καὶ συνῆψε τῷ τοῦ Διὸς

εἴσω τοῦ τῆς ἑπταμοιρίας λόγου.

Τοῦ τῆς ἀπορροίας καὶ συναφῆς εἴδους καὶ κατὰ

σχήματα καὶ κατὰ ἄνεμον πραγματευουμένου, πῇ μὲν

κατὰ τρίγωνον, πῇ δὲ κατὰ ἑξάγωνον, πῇ δὲ κατὰ τετρά-

γωνον καὶ διάμετρον πρὸς τοὺς ἀστέρας λαμβανομένου,

χρηματίζει δὲ ἡ μὲν κατὰ τρίγωνον πλευρὰν συναφὴ εἴσω

μοιρῶν ρ̅κ̅ ἢ καὶ ρ̅ι̅ζ̅, ἡ δὲ κατὰ ἑξάγωνον εἴσω μοιρῶν ξ̅

ἢ καὶ ν̅ζ̅, ἡ δὲ κατὰ τετράγωνον εἴσω μοιρῶν Ϙ̅ καὶ π̅ζ̅,

ἡ δὲ κατὰ διάμετρον εἴσω μοιρῶν ρ̅π̅ ἢ καὶ ρ̅ο̅ζ̅ εἴτε κατὰ

δεξιὸν εἴτε κατὰ εὐώνυμον σχῆμα τῶν ἀστέρων πρὸς τὴν

Σελήνην ὑπαρχόντων.

Ὑποδείγματος χάριν· ὡς ἐπὶ τῆς τριγώνου πλευρᾶς

δεδόσθω τὴν Σελήνην μοίρᾳ ιεʹ εἶναι Κριοῦ, τὸν δὲ Δία

Τοξότου μοίρᾳ ιηʹ ἢ καὶ ιεʹ, λέγομεν τὴν συναφὴν τῆς

Σελήνης κατὰ δεξιὸν τρίγωνον πρὸς τὸν τοῦ Διὸς γεγο-

νέναι. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν πλευρῶν τῆς

Σελήνης πρὸς τοὺς ἀστέρας μοιρικῶς σχηματιζομένης

νοητέον, ἥδε κατὰ τὴν τοῦ ἀνέμου φορὰν γινομένη πρὸς

τοὺς ἀστέρας τῆς Σελήνης εἴτε ἀπόρροια εἴτε συναφὴ

ἰδίαν ἔχει τὴν πραγματείαν τῆς Σελήνης ὁτὲ μὲν τὸν

αὐτὸν ἄνεμον ἀνερχομένης καὶ συγκατερχομένης τῇ τῶν

περιπολούντων ἀστέρων πορείᾳ, ὁτὲ δὲ ἕτερον.

39

Δίχα δὲ τοῦ περὶ ἀπορροίας καὶ συναφῆς λόγου οὐ

πολυχρονιότης οὐκ ὀλιγοχρονιότης, οὐ πάθος, οὐ σίνος,

οὐ πλοῦτος, οὐ δυστυχία, οὐ δόξα, οὐκ ἀδοξία, οὐκ ἀνδρεία

οὐκ ἀσθένεια ἐπὶ γενέσεως καθέστηκεν.

{〈ιηʹ〉 Περὶ ἀνέμων προγνώσεως}

Δυνατὸν ἐκ τῶν ἀπορροιῶν καὶ συναφῶν τῆς Σελήνης

τῶν τριγώνων γινώσκειν τοὺς πνεῖν μέλλοντας ἀνέμους· εἰ

μὲν γὰρ συναφὴν τὴν τριγωνικὴν ἢ τὴν ἀπόρροιαν τὴν

τριγωνικὴν ἔχει ἡ Σελήνη πρός τινα ἀστέρα ἐν μὲν τῷ

τριγώνῳ αʹ Κριοῦ, Λέοντος, Τοξότου, Ἀπηλιώτης ἔσται,

ἐν δὲ τῷ…

Νό…

The complete text is available when the reading interface loads.