Anacephalaeosis
- Edition reference
- Anacephalaeosis, ed. Boer, op. cit., xxi–xxiv.
- CTS identifier
urn:cts:greekLit:tlg2053.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
xxii
σχηματισμῶν· καὶ ὅτι ι̅α̅ σχήματα τῆς Σελήνης, ἃ καὶ
φάσεις καλεῖται, καὶ ὡς ἡ πανσέληνος καὶ πανσεληνιακὸς
xxiii
σύνδεσμος καλεῖται· τί τε λέγεται ἀπόκρουσις καὶ διὰ τί
τούτων ἕκαστον τῶν τῆς Σελήνης σχημάτων τὴν ἐπικει-
μένην αὐτῷ ὀνομασίαν ἔλαχε τοιαύτην· τί τέ ἐστιν ἀπόρ-
ροια καὶ συναφή, καὶ ὅτι ἐξ αὐτῶν ἡ τῶν ἀνέμων θη-
ρεύεται πρόγνωσις· καὶ τὸ πολυχρόνιον δὲ καὶ ὀλιγοχρό-
νιον τῶν ἀνθρωπείων παθῶν καὶ τοῦ βίου ἐκ τοῦ περὶ
ἀπορροίας καὶ συναφῆς θηρεύεται λόγου. ἔτι δὲ κατ' ἄλ-
λην ἔννοιαν τί λέγεται πολεύειν τὸν αὐτὸν καὶ διέπειν καὶ
τί λέγεται ἄλλον μὲν πολεύειν, ἄλλον δὲ τῶν ἀστέρων διέπειν·
καὶ τίνων ἐστὶν δηλωτικά, καὶ ὅτι ὁ πολεύων καὶ διέπων
αὐτὸς καὶ κύριος λέγεται τῆς ἡμέρας· καὶ ὅτι τῆς ἑπτα-
ζώνου τὴν αʹ ζώνην Κρόνος ἐκληρώθη κατάψυχρον οὖσαν
καὶ κειμένην ἐν τῷ πάγῳ· ὁ δὲ τοῦ Διὸς τὴν βʹ εὔκρατον
καὶ θρεπτικὴν οὖσαν καὶ ζῳογόνον· ὁ δὲ τοῦ Ἄρεως τὴν
γʹ διάπυρον καὶ φθαρτικήν. ὁ δὲ τοῦ Ἡλίου τὴν δʹ καὶ
μεσοτάτην διάπυρον καὶ ζῳογόνον οὖσαν· ἡ Ἀφροδίτη
τὴν εʹ εὔδιον, ἣ καὶ σπορᾶς καὶ γονῆς ἐστιν αἰτία· ὁ
Ἑρμῆς τὴν Ϛʹ ὑγρὰν οὖσαν· ἡ Σελήνη τὴν ἑβδόμην
καὶ αὐτὴν ὑγρὰν οὖσαν. ὅπως τε δεῖ λαβεῖν τῶν
ζ̅ ἀστέρων τὸ δωδεκατημόριον καὶ ἕκαστον τῶν δ̅ κέντρων
καὶ τοῦ κλήρου, ἃς ἔχει μοίρας, καὶ τί τούτων ἕκαστον
δηλοῖ. καὶ τίς μὲν ὁ τῆς Τύχης κλῆρος καὶ πῶς θηρεύεται,
τίς δὲ ὁ τοῦ Δαίμονος καὶ τοῦ Ἔρωτος, τῆς τε Τόλμης καὶ
τῆς Ἀνάγκης καὶ Νίκης καὶ Νεμέσεως· καὶ τίς ἡ βάσις
καὶ τίνας ἐνεργείας ἐμφαίνει ἕκαστον τούτων. ἀλλὰ μὴν
καὶ τίς κλῆρος πατρός, τίς δὲ μητρὸς καὶ ἀδελφῶν καὶ
τέκνων καὶ γάμου καὶ πῶς καὶ τούτων καταλαμβάνεται
ἕκαστος. περὶ τῆς τῶν δώδεκα τόπων πινακικῆς διασκέ-
ψεως καὶ ὡς ἀρχὴ μὲν τούτων ὁ ὡροσκόπος, ὃς καὶ οἴαξ
καὶ βάσις καλεῖται. δευτερεύει δὲ ὁ λεγόμενος βίος, ὃς
καὶ Ἅιδου πύλη καὶ ἀναφορὰ τοῦ ὡροσκόπου λέγεται·
καὶ κατὰ τρίτην τάξιν ὁ λεγόμενος θεός, Σελήνης τε ὢν
xxiv
τόπος καὶ ἀγαθὸν καλούμενον ἀπόκλιμα. καὶ οἱ λοιποὶ
ἐφεξῆς μέχρι τοῦ ιβʹ. τίνα δὲ τάξιν ἔλαχον καὶ τί δηλοῦσιν
ἕκαστος τούτων τοὺς ἀγαθοποιοὺς τῶν πλανήτων ἢ τοὺς
κακοποιοὺς ὑποδεχόμενος. περί τε τέκνων εὑρίσκεται ἐπι-
θεωρία, ἐκ τίνων τε ἀστέρων ὁ περὶ πράξεως θηρεύεται
λόγος καὶ τίνων τόπων περὶ τῶν ἀποκλιμάτων λεπτο-
μερὴς ἐπιτήρησις· πότε καὶ ταῦτα χρηματιστικὰ γίνεται,
καὶ ποῖα περί τε τοῦ λαβεῖν ἀπὸ χειρὸς ἐποχὴν Ἡλίου·
καὶ περὶ τοῦ κατὰ τὴν γένεσιν λαμβανομένου ἐνιαυτοῦ καὶ
μηνὸς καὶ ἡμέρας, ὅπως ἐκ τῆς ἐπιδιαιρέσεως αὐτῶν
τῶν εἰς τὰ δωδεκατημόρια τὸν ζητούμενον ἐνιαυτὸν ἐν
ποίῳ ζῳδίῳ ἐστὶν ῥᾴδιον εὑρεῖν καὶ μὴν καὶ τὸν μῆνα
ὁμοίως καὶ τὴν ἡμέραν· ὅπως τε δεῖ ὡροσκόπον ψηφίζειν,
καὶ ὅπως μεσημβρία καὶ ὅπως ἡ κατὰ τρίγωνον μονο-
μοιρία λαμβάνεται καὶ ὅτι ταύτην οἱ Αἰγύπτιοι ὡς χρη-
σιμεύουσαν πρὸς τὴν ὡροσκόπου μερικὴν κατάληψιν ὑπ-
εστήσαντο. καὶ ὡς ε̅ δόξαι γεγόνασιν περὶ αὐτῆς. καὶ ὅτι
ἐκτροπὴ λέγεται ἡ τῆς ἀποκυητικῆς ἡμέρας ὡροσκοποῦσα
μοῖρα, καὶ μὴν καὶ περὶ κλιμακτήρων ποῖοι τούτων τὸ
ἀπαράβατον ἔχουσιν καὶ ποῖοι ἐν τῷ μετρίῳ, ποῖοι δὲ
καὶ διαλύονται· —Ταῦτα πάντα ὁ Παῦλος διέξεισιν οὐ-
δενὸς τῶν ἄλλων χείρων, καὶ μὴν καὶ περὶ τοῦ τῆς
Σελήνης συνδέσμου.