The Greek Library Catalogue

Anonymous

De musica

Edition reference
De musica, ed. R. P. Winnington-Ingram, Aristidis Quintiliani de musica libri tres, Leipzig: Teubner, 1963: 1–134.
CTS identifier
urn:cts:greekLit:tlg2054.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

t

{ΑΡΙΣΤΕΙΔΟΥ ΚΟΙΝΤΙΛΙΑΝΟΥ

ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ ΠΡΩΤΟΝ}

1

Ἀεὶ μὲν ἐμοὶ θαυμάζειν ἔπεισιν, ὦ τιμιώτατοί μοι

ἑταῖροι Εὐσέβιε καὶ Φλωρέντιε, τὴν τῶν παλαιῶν φιλοσό-

φων περὶ ἅπαν μάθημα σπουδήν, καὶ ὡς τὰ μὲν αὐτοὶ παρ'

αὑτοῖς ἀνευρίσκοντες, τὰ δὲ ἄλλοις τισὶν εὑρημένα παρει-

ληφότες εἰς τέλος τε τὸ προσῆκον ἐξεπόνησαν καὶ τοῖς

λοιποῖς ἀφθόνως τὴν ἀπ' αὐτῶν ὠφέλειαν ἔδειξάν τε καὶ

παρέδωκαν· πολὺ δὲ μάλιστα τῶν ἀνδρῶν ἄγαμαι τὴν με-

γαλόνοιαν, ἡνίκ' ἂν συνήθως τοὺς περὶ μουσικῆς λόγους

πρὸς ἀλλήλους ποιώμεθα. οὐ γὰρ τῶν ἐπιτυχόντων ἦν

παρὰ σφίσι τὸ ἐπιτήδευμα, ὡς πολλοὶ τῶν τοῦ πράγματος

ἀπείρως ἐχόντων καὶ μάλιστα τῶν νῦν ὑπενόησαν, ἀλλὰ

καὶ καθ' αὑτὴν ὑπῆρχε τιμία καὶ ὡς πρὸς τὰς λοιπὰς

ἐπιστήμας χρήσιμος, ἀρχῆς καὶ σχεδὸν εἰπεῖν τέλους

ἐπέχουσα λόγον, ὑπερφυῶς ἐθαυμάζετο. ἐμοὶ δὲ μάλιστα

κἀκεῖνο τῆς τέχνης ἴδιον ἀγαθὸν συνορᾶται· οὐ γὰρ

ὥσπερ αἱ λοιπαὶ περὶ μίαν ὕλην πραγμάτων ἢ περὶ

χρόνου διάστημα μικρὸν χρησιμεύουσα θεωρεῖται, ἀλλὰ

πᾶσα μὲν ἡλικία καὶ σύμπας βίος, ἅπασα δὲ πρᾶξις μου-

σικῇ μόνῃ τελέως ἂν κατακοσμηθείη. γραφικὴ μὲν γὰρ

καὶ αἱ τοιαῦται πᾶσαι τὸ πρὸς ὄψιν μετιοῦσαι καλὸν σμι-

κρὸν μέρος ὠφελείας εἰσφέρονται, καὶ πᾶσιν εὐκατάληπτοι

γενόμεναι οὐδεμίαν εἰς τὸν ἑξῆς χρόνον γνώσεως ποικίλης

ἐπίδοσιν ἐμφαίνουσιν· ἰατρικὴ δὲ καὶ γυμναστικὴ τὴν

μὲν ὠφέλειαν περὶ σῶμα εἰσηνέγκαντο, τοῖς δὲ ἐκ μαθή-

σεως ἀγαθοῖς ἀδυνατοῦσιν ἐκ παίδων ὠφελῆσαι τοὺς

πλησιάζοντας. διαλεκτικὴ δὲ καὶ ἡ ταύτης ἀντίστροφος

ψυχὴν μὲν ὤνησε πρὸς φρόνησιν, εἰ μουσικῇ παραλάβοι

κεκαθαρμένην, ἄνευ δὲ ταύτης οὐ μόνον οὐκ ὤνησεν, ἔσθ'

ὅπη δὲ καὶ διέφθειρε· μόνη δὲ ἡ προειρημένη διὰ πάσης

ὡς εἰπεῖν ὕλης παρατέταται καὶ διὰ παντὸς διήκει χρόνου,

ψυχήν τε κοσμοῦσα κάλλεσιν ἁρμονίας καὶ σῶμα καθιστᾶσα

ῥυθμοῖς εὐπρεπέσι, παισί τε πρόσφορος τοῖς ἐκ μελῳδίας

ἀγαθοῖς καὶ προβαίνουσι τά τε τῆς ἐμμέτρου λέξεως καὶ

ἁπλῶς λόγου σύμπαντος παραδιδοῦσα κάλλη, προϊοῦσι

δὲ τήν τε τῶν ἀριθμῶν ἐξηγουμένη φύσιν καὶ ἀναλογιῶν

ποικιλίαν, ἁρμονίας δὲ τὰς διὰ τούτων ἐν πᾶσι σώμασιν

ὑποφαίνουσα, τὸ μέγιστον 〈δὲ〉 δὴ καὶ τελεώτατον καὶ

περὶ τοῦ δυσκαταλήπτου πᾶσιν ἀνθρώποις ψυχῆς τῆς τε

καθ' ἕκαστον, ἤδη δὲ καὶ τῆς τοῦ παντὸς λόγους ἔχουσα

παρασχέσθαι. μαρτυρεῖ δέ μοι καὶ θεῖος λόγος ἀνδρὸς

σοφοῦ Πανάκεω τοῦ Πυθαγορείου, ὅς φησιν ἔργον εἶναι

μουσικῆς οὐ τὰ φωνῆς μέρη μόνον συνιστᾶν πρὸς ἄλληλα,

ἀλλὰ πάνθ' ὅσα φύσιν ἔχει συνάγειν τε καὶ συναρμόττειν.

τούτων μὲν οὖν καὶ ὕστερον ἀπόδειξις ἔσται συμπροϊόντι

τῷ λόγῳ.

2

Ἐμὲ δὲ ἐπῆρεν ἐπιχειρῆσαι τῷ συγγράμματι μάλιστα

μὲν ἡ τῶν πλείστων περὶ τὸ πρᾶγμα ὀλιγωρία, ἐπιδεῖξαι

προῃρημένον οἷον μάθημα οὐ προσηκόντως δι' ἀτιμίας

ἄγουσι· τῶν γὰρ ἄλλων ἤτοι διὰ τὸ δυσχερές, ὡς ἰατρι-

κῆς, ἢ διὰ τὸ τοῖς πολλοῖς ἀτερπές, ὡς γεωμετρίας,

ἠμελημένων κατ' οὐδέτερον τούτων τῆς μουσικῆς ἀφε-

κτέον· οὔτε γὰρ πολλὴν ἐπιφαίνει τὴν δυσκολίαν οὔτ' ἄνευ

συμμέτρου τέρψεως τοῖς μετιοῦσι πλησιάζει, ἀλλ' ἔνεστι

καὶ διὰ τάχους ὠφεληθῆναι τοῖς φιλοπόνοις καὶ ἡδονὴν

ἔνδοξον καὶ οὐ μετρίαν καρπώσασθαι. καίτοι γε ἐν μὲν ταῖς

ἄλλαις τέχναις εἰ πονοίη τις, ἀλλοιοτέρας αὐτῷ διαγωγῆς

χρεία πρὸς παραμυθίαν· τοῖς δὲ κατὰ μουσικὴν ἀσκου-

μένοις ἐν αὐτῷ τῷ πόνῳ καὶ τὰ τῆς ῥᾳστώνης παραπέπηγεν

οὐκ ἐλάττω τῆς κατὰ τὴν γνῶσιν ὠφελείας τὴν θυμηδίαν

ἐπιφέροντι. οἱ δὲ πολλοὶ καὶ ταῦτα παρ' οὐδὲν τίθενται τὴν

ἐξ ἀργίας καὶ ἀπαιδευσίας ἡδονὴν τῆς μετὰ λόγου καὶ

ὠφελείας προτιμήσαντες. ἀλλὰ μὴν καὶ δι' ἐκείνους, οἳ

περὶ μὲν τὴν τέχνην οὐ μικρὸν ἔρωτα εἰσηνέγκαντο, τῷ

δὲ μὴ σύμπαν αὐτῆς μέρος μετεληλυθέναι οὔτε σεμνόν τι

μετέδωκαν τοῖς πλησιάζουσιν αὐτοί τε οὐδενὸς ἐπαίνου

παρ' αὐτῶν διὰ μουσικὴν ἠξιώθησαν. ἔτι γε μὴν καὶ διὰ τὸ

μηδένα σχεδὸν εἰπεῖν τῶν παλαιῶν ἐντελῶς τοὺς περὶ

αὐτῆς λόγους μιᾷ καταβαλέσθαι πραγματείᾳ, ἀλλὰ κατὰ

μέρος ἕκαστον καὶ διεσπαρμένως περί τινων ἐξηγήσασθαι,

καὶ τὰς μὲν πλείστας ἀρχὰς αὐτῆς καὶ φυσικὰς αἰτίας

σεσιωπηκέναι, αὐτοῦ δέ που περὶ τὴν τεχνολογίαν καὶ

τὴν τῶν μελῶν χρῆσιν τὴν σπουδὴν κατατεθεῖσθαι. ἀλλὰ

προοιμίων μὲν ἅλις.

3

Ἤδη δὲ καὶ ἡμῖν ἑκτέον τοῦ πρόσω θεὸν μουσηγέ-

την κατὰ νόμον καλεσαμένοις. τοῖς μὲν γὰρ ποιηταῖς, καὶ

ταῦτα μηδὲν μουσικῆς πέρι διαπονουμένοις, μικρῷ δέ τινι

ταύτης μορίῳ πράξεων παλαιῶν ἀφήγησιν ποιουμένοις,

Μοῦσαί τε καλοῦνται καὶ Ἀπόλλων Μουσῶν ἐπιστάτης·

ἡμῖν δὲ τοῖς οὐ διὰ μέρους μουσικῆς παλαιοὺς μύθους

διηγησομένοις ἀλλ' αὐτήν τε σύμπασαν ἥτις καὶ ὁποία

πότ' ἐστι παραστῆσαι πειρωμένοις καὶ πᾶσαν μὲν ἰδέαν

αὐτῆς τὴν ἐν φωνῇ, πᾶσαν δὲ τὴν ἐν σώμασιν ὑπόστασιν

δηλῶσαι πραγματευομένοις, ἔτι δὲ εἴ τινες πρὸς ἀριθμοὺς

σχέσεις καὶ τό γε τιμιώτατον τῶν ἐν ἡμῖν, τὴν ψυχήν,

λόγοι τυγχάνουσιν ὁμοιότητος, πρὸς δὲ τούτοις οἷά τις

ἀνόδῳ χρώμενος καὶ περὶ τοῦδ' ἔτι τοῦ παντὸς οὐκ ἀμού-

σως ἂν ἀποφήναιτο, τίνα πρῶτον συλλήπτορα τῶν τηλι-

κούτων προσήκει καλεῖν; ἢ οὐχὶ τὸν ἅπαν μὲν τόδε τὸ

ὁρώμενον ἀοράτοις τέχναις ἁρμοσάμενον, πᾶσαν δὲ ψυ-

χὴν ἁρμονίας λόγοις τελεώτατα τεχνησάμενον—εἴτε

δημιουργὸν ὀνομάζειν θέμις ἐξ ὧν εἴργασται καλῶς θε-

μένους τὴν προσηγορίαν, εἴτε εἶδος καλεῖν εὐαγὲς ἐξ οὗ

παρέσχε τοῖς μετ' αὐτὸν δυνάμεις ἀνθρώποις σημαίνοντας,

εἴτ' οὖν λόγον εἴθ' ἑνάδα 〈ἤ〉, ὡς ἄνδρες θεῖοι καὶ σοφοί,

λόγον ἑνιαῖον καλεῖν ἔστιν ἐπιτυγχάνοντας, τῷ μὲν ὡς

πάντα ἁρμόττει καὶ κατακοσμεῖ δηλοῦντας, τῷ δὲ ἐμφαί-

νοντας ὡς πολλὰ τὰ ὄντα καὶ διαφερόμενα παύσας δε-

σμοῖς ἀλύτοις ἐν ἑνὶ συλλαβὼν ἔχει; τοῦτον δὴ καλῶμεν

καὶ εὐχώμεθα πᾶσαν μὲν ἡμῖν βεβαίαν κατάληψιν ὑπουρ-

γεῖν, πᾶσαν δὲ τοῦ περὶ τῶν προκειμένων εἰπεῖν ἐπαξίως

ῥᾳστώνην προξενεῖν. καὶ ταυτὶ μὲν ἀρκούντως ηὔχθω·

ἤδη δὲ ἀρχώμεθα τοῦ λόγου περὶ πάσης μουσικῆς,

ὥσπερ ὑπεσχόμεθα, ποιούμενοι παράδοσιν.

4

Μουσική ἐστιν ἐπιστήμη μέλους καὶ τῶν περὶ μέ-

λος συμβαινόντων. ὁρίζονται δ' αὐτὴν καὶ ὡδί· τέχνη

θεωρητικὴ καὶ πρακτικὴ τελείου μέλους καὶ ὀργανικοῦ.

ἄλλοι δὲ οὕτως· τέχνη πρέποντος ἐν φωναῖς καὶ κινήσεσιν.

ἡμεῖς δὲ τελεώτερον ἀκολούθως τε τῇ προθέσει· γνῶσις

τοῦ πρέποντος ἐν 〈φωναῖς τε καὶ〉 σωματικαῖς κινήσεσιν.

ἐπιστήμη μὲν οὖν ἐστιν, ᾗ γνῶσις ἀσφαλὴς ὑπάρχει καὶ

ἀδιάπτωτος· τῶν γὰρ ἐν αὐτῇ λεγομένων ἢ ὡς προβλη-

μάτων ἢ ὡς ἀποτελεσμάτων οὐκ ἄν ποτε μεταβολὴν ἢ

ἀλλοίωσιν ἐπιδέξαιτο. καὶ μὴν καὶ τέχνην αὐτὴν εὐλόγως

ἂν ἀποκαλοῖμεν· σύστημά τε γάρ ἐστιν ἐκ καταλήψεων,

καὶ τούτων ἐπ' ἀκριβὲς ἠσκημένων, καὶ οὐκ ἄχρηστος τῷ

βίῳ, ὡς οἱ παλαιοὶ διέγνωσαν καὶ ὁ παρ' ἡμῶν ἐπιδείξει

λόγος. τελείου δὲ μέλους εἰκότως· χρὴ γὰρ καὶ μελῳδίαν

θεωρεῖσθαι καὶ ῥυθμὸν καὶ λέξιν, ὅπως ἂν τὸ τέλειον τῆς

ᾠδῆς ἀπεργάζηται· περὶ μὲν γὰρ μελῳδίαν ἁπλῶς ἡ

ποιὰ φωνή, περὶ δὲ ῥυθμὸν ἡ ταύτης κίνησις, περὶ δὲ τὴν

λέξιν τὸ μέτρον· τὰ δὲ περὶ μέλος τέλειον συμβαίνοντα

κίνησις φωνῆς τε καὶ σώματος, ἔτι δὲ χρόνοι καὶ οἱ ἐκ

τούτων ῥυθμοί. τὸ δὲ τοῦ πρέποντος εἶναι τέχνην οὐκ

ἀπεικότως· πᾶν γὰρ εὐκαταφρόνητον τὸ τοῦ πρέποντος

ἐστερημένον· πρέπον γάρ ἐστι καλῶν καὶ αἰνετῶν ἡ τοῖς

μὴ φαύλοις κόσμου μετάδοσις ἢ πρὸς ἄλληλα συμφωνίας.

θεωρητικὴν δ' αὐτὴν ἀποφαίνονται καὶ πρακτικὴν διὰ

τοιάσδε αἰτίας· ἡνίκα μὲν γὰρ τὰ μέρη τὰ ἑαυτῆς ἐπι-

σκοπεῖ καὶ περὶ τὴν διαίρεσιν καὶ τεχνολογίαν διαγίνεται,

θεωρεῖν αὐτὴν λέγουσιν· ἡνίκα δ' ἂν κατ' αὐτὰ ἐνεργῇ

μελοποιοῦσα χρησίμως καὶ πρεπόντως, πράττειν αὐτὴν

ἀποφαίνονται. ὕλη δὲ μουσικῆς φωνὴ καὶ κίνησις σώματος.

τὴν δὲ φωνὴν οἱ μὲν ἀέρα πεπληγμένον, οἱ δὲ ἀέρος πλη-

γὴν ἔφασαν, οἱ μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθὸς ἦχον, οἱ δ',

ὅπερ ἄμεινον, τὸ τούτου πάθος ὁρισάμενοι. ἡ δὲ δὴ κίνησις

ὑφέστηκεν ἐν διαφόροις χρόνοις· χρόνος γάρ ἐστι μέτρον

κινήσεως καὶ στάσεως. τῆς δὲ κινήσεως ἡ μὲν ἁπλῆ πέφυ-

κεν, ἡ δὲ οὐχ ἁπλῆ· καὶ ταύτης ἡ μὲν συνεχής, ἡ δὲ δια-

στηματική, ἡ δὲ μέση. συνεχὴς μὲν οὖν ἐστι φωνὴ ἡ τάς

τε ἀνέσεις καὶ τὰς ἐπιτάσεις λεληθότως διά τι τάχος ποιου-

μένη, διαστηματικὴ δὲ ἡ τὰς μὲν τάσεις φανερὰς ἔχουσα,

τὰ δὲ τούτων μεταξὺ λεληθότα, μέση δὲ ἡ ἐξ ἀμφοῖν συγ-

κειμένη. ἡ μὲν οὖν συνεχής ἐστιν ᾗ διαλεγόμεθα, μέση δὲ

ᾗ τὰς τῶν ποιημάτων ἀναγνώσεις ποιούμεθα, διαστη-

ματικὴ δὲ ἡ κατὰ μέσον τῶν ἁπλῶν φωνῶν ποσὰ ποιου-

μένη διαστήματα καὶ μονάς, ἥτις καὶ μελῳδικὴ καλεῖται.

5

Τῆς δὲ πάσης μουσικῆς τὸ μέν τι θεωρητικὸν καλεῖ-

ται, τὸ δὲ πρακτικόν· καὶ θεωρητικὸν μέν ἐστι τό τε τοὺς

τεχνικοὺς λόγους αὐτῆς καὶ τὰ κεφάλαια καὶ τὰ τούτων

μέρη διαγινῶσκον, καὶ ἔτι τὰς ἄνωθεν ἀρχὰς καὶ φυσι-

κὰς αἰτίας καὶ πρὸς τὰ ὄντα συμφωνίας ἐπισκεπτόμενον,

πρακτικὸν δὲ τὸ κατὰ τοὺς τεχνικοὺς ἐνεργοῦν λόγους καὶ

τὸν σκοπὸν μεταδιῶκον, ὃ δὴ καὶ παιδευτικὸν καλεῖται.

τὸ μὲν οὖν θεωρητικὸν εἴς τε τὸ φυσικὸν καὶ τεχνικὸν

διαιρεῖται· ὧν τοῦ μὲν φυσικοῦ τὸ μέν ἐστιν ἀριθμητικόν,

τὸ δὲ ὁμώνυμον τῷ γένει, ὃ καὶ περὶ τῶν ὄντων διαλέγεται,

τοῦ δὲ τεχνικοῦ μέρη τρία, ἁρμονικόν ῥυθμικόν μετρικόν.

τὸ δὲ πρακτικὸν εἴς τε τὸ χρηστικὸν τῶν προειρημένων

τέμνεται καὶ τὸ τούτων ἐξαγγελτικόν· καὶ τοῦ μὲν χρηστι-

κοῦ μέρη μελοποιία ῥυθμοποιία ποίησις, τοῦ δὲ ἐξαγγελ-

τικοῦ ὀργανικόν ᾠδικόν ὑποκριτικόν, ἐν ᾧ λοιπὸν καὶ

σωματικαὶ κινήσεις ὁμόλογοι τοῖς ὑποκειμένοις μέλεσι

παραλαμβάνονται. κίνησις μὲν οὖν ἐστι μεταβολὴ ποιο-

τήτων εἰς τὰ ὁμογενῆ· τῆς δὲ κατὰ τὴν φωνὴν κινήσεως

εἴδη δύο, πολυμερές τε καὶ ἀμερές. περὶ μὲν οὖν τοῦ

πολυμεροῦς εἴρηται· τὸ δὲ ἀμερὲς αὐτῆς καὶ ἁπλοῦν τάσις

προσαγορεύεται· τάσις δέ ἐστι μονὴ καὶ στάσις τῆς φωνῆς·

ταύτης δὲ εἴδη δύο, ἄνεσίς τε καὶ ἐπίτασις. ἄνεσις μὲν

οὖν ἐστιν ἡνίκα ἂν ἀπὸ ὀξυτέρου τόπου ἐπὶ βαρύτερον ἡ

φωνὴ χωρῇ, ἐπίτασις δ' ὅταν ἐκ βαρυτέρου μεταβαίνῃ

πρὸς ὀξύτερον. ἐκ δὴ τούτων τὰ γινόμενα τὸ μὲν βαρύ-

τητα, τὸ δὲ ὀξύτητα προσαγορεύομεν. γίνεται δ' ἡ μὲν

βαρύτης κάτωθεν ἀναφερομένου τοῦ πνεύματος, ἡ δ'

ὀξύτης ἐπιπολῆς προϊεμένου. πᾶσα μὲν οὖν ἁπλῆ κίνησις

φωνῆς τάσις, ἡ δὲ τῆς μελῳδικῆς φθόγγος ἰδίως καλεῖται.

περὶ οὗ λοιπὸν λέγωμεν, ταδὶ προειπόντες, ὅτι τῆς ἁπάσης

ἁρμονικῆς μέρη ἑπτά· διαλαμβάνει γὰρ πρῶτον περὶ φθόγ-

γων, δεύτερον περὶ διαστημάτων, τρίτον περὶ συστημάτων,

τέταρτον περὶ γενῶν, πέμπτον περὶ τόνων, ἕκτον περὶ

μεταβολῶν, ἕβδομον περὶ μελοποιίας. εἴπωμεν οὖν περὶ

φθόγγων πρῶτον. ἐὰν δέ τισιν ἀδιαγνώστοις ὀνόμασι

χρώμεθα, συγγνώμη· τεχνικῆς γὰρ ἀνάγκης τὸ ἰδίωμα.

6

Φθόγγος μὲν οὖν ἐστι φωνῆς ἐμμελοῦς μέρος ἐλά-

χιστον· φθόγγων δὲ δυνάμεις ἄπειροι μέν εἰσι τῇ φύσει, αἱ

δὲ παραδεδομέναι συλλήβδην καθ' ἕκαστον τῶν γενῶν

εἰκοσιοκτώ. τούτων δέ εἰσιν ὀνομασίαι αἵδε· προσλαμβανό-

μενος, ὑπάτη ὑπάτων, παρυπάτη ὑπάτων, ὑπάτων ἐναρμό-

νιος, ὑπάτων χρωματική, ὑπάτων διάτονος, ὑπάτη μέσων,

παρυπάτη μέσων, μέσων ἐναρμόνιος, μέσων χρωματική,

μέσων διάτονος, μέση, τρίτη συνημμένων, συνημμένων

ἐναρμόνιος, συνημμένων χρωματική, παρανήτη συνημμέ-

νων, νήτη συνημμένων, παράμεσος, τρίτη διεζευγμένων,

διεζευγμένων ἐναρμόνιος, διεζευγμένων χρωματική, πα-

ρανήτη διεζευγμένων, νήτη διεζευγμένων, τρίτη ὑπερβο-

λαίων, ὑπερβολαίων ἐναρμόνιος, ὑπερβολαίων χρωματική,

παρανήτη ὑπερβολαίων, νήτη ὑπερβολαίων.

Προσλαμβανόμενος μὲν οὖν εἴρηται, ὅτι τῶν ὀνομαζομέ-

νων τετραχόρδων οὐδενὶ κοινωνεῖ, ἀλλ' ἔξωθεν προσλαμ-

βάνεται διὰ τὴν ἐπὶ μέσην συμφωνίαν, τονικὸν ἐπέχων

λόγον πρὸς τὴν ὑπάτην τῶν ὑπάτων ὃν ἔχει μέση πρὸς

παράμεσον· ὑπάτη δὲ ὑπάτων, ὅτι τοῦ πρώτου τετρα-

χόρδου πρώτη τίθεται· τὸ γὰρ πρῶτον ὕπατον ἐκάλουν

οἱ παλαιοί· παρυπάτη δὲ ἡ παρ' αὐτὴν κειμένη. ὑπάτων

δὲ ἐναρμόνιος χρωματική τε καὶ διάτονος τῶν γενῶν τῆς

μελῳδίας εἰσὶ δηλωτικοὶ φθόγγοι· ποικίλη γὰρ καὶ ἡ τῶν

τετραχόρδων διάθεσις γίνεται. αὗται γενικῶς ὑπερυπάται

καλοῦνται. ὑπάτη δὲ μέσων ἡ πρώτη πάλιν τοῦ τῶν μέσων

τετραχόρδου. τοῦτο γὰρ μόνον μεταξὺ θεωρεῖται τοῦ τε

ὑπάτων καὶ τοῦ συνημμένων. παρυπάτη δὲ μέσων ἡ

μετὰ ταύτην, καὶ αἱ λοιπαί γε ὅμοιαι ταῖς ὑπατοειδέσιν,

αἳ καὶ τῷ γένει λιχανοὶ προσηγορεύθησαν, ὁμωνύμως

τῷ πλήττοντι δακτύλῳ τὴν ἠχοῦσαν αὐτὰς χορδὴν ἐπο-

νομασθεῖσαι. ἡ δὲ μετὰ ταύτας μέση καλεῖται· τῶν γὰρ

καθ' ἕκαστον τρόπον φθόγγων ἐκτιθεμένων μεσαιτάτη

κεῖται. μετὰ δὲ ταύτην ἡμιτόνιον μὲν ἐπιτείναντι τρίτη

συνημμένων ἐστίν, ἀπὸ τῆς τελευταίας τῶν μετὰ τὴν μέσην

τετραχόρδων τοὺς ἀριθμοὺς ἡμῶν ποιουμένων διὰ τὸ λοι-

πὸν ἡμᾶς ἐφῆφθαι τῶν ὀξυτέρων συστημάτων. αἱ δὲ

μετὰ ταύτην ἐναρμόνιος χρωματική τε καὶ διάτονος δι' ἃς

προείπομεν αἰτίας· αὗται δὲ καὶ παρανῆται καλοῦνται

διὰ τὸ πρὸ τῆς νήτης κεῖσθαι. ἐπὶ δὲ ταύταις ἡ νήτη, του-

τέστιν ἐσχάτη. νέατον γὰρ ἐκάλουν τὸ ἔσχατον οἱ παλαιοί.

συνημμένων δὲ ἐκλήθη τὸ ὅλον σύστημα, ὅτι τῷ προκει-

μένῳ τελείῳ τῷ μέχρι μέσης συνῆπται. πάλιν δὲ ἀπὸ τῆς

μέσης ἐπιτείναντι τόνον ἡ παρ' αὐτὴν κειμένη χορδὴ

παράμεσος καλεῖται. αἱ δὲ μετὰ ταύτην διὰ τὰς ὁμοίας

αἰτίας κατὰ ταὐτὰ ταῖς ἐπὶ τῶν συνημμένων ἔχουσι τὰς

ὀνομασίας. τὸ δὲ σύστημα τοῦτο καλεῖται διεζευγμένων·

ἐφ' ἕτερα γὰρ μέρη καὶ οὐκ ἐξ ἴσου τοῖς πρὸ αὐτοῦ κεῖται

συστήμασιν. εἶτ' ἔνεστι τρίτη ὑπερβολαίων καὶ αἱ ταύτης

ἐφεξῆς, κατὰ ταὐτὰ καὶ διὰ ταὐτὰ ταῖς προκειμέναις

τὰς εἰδικὰς ἔχουσαι προσηγορίας. ἡ δὲ γενικὴ τούτων

ὑπερβολαίων εἴρηται, ὅτι πέρας ἐν ταύταις ποιησαμένη

ἡ φωνῆς ἀνθρωπίνης δύναμις ἵσταται.

Τούτων δὴ τῶν φθόγγων οἱ μέν εἰσιν ἑστῶτες, οἱ δὲ

φερόμενοι, καὶ οἱ μὲν βαρύπυκνοι, οἱ δὲ μεσόπυκνοι, οἱ

δὲ ὀξύπυκνοι, οἱ δὲ ἄπυκνοι. πυκνὸν μὲν οὖν ἐστι ποιὰ

τριῶν φθόγγων διάθεσις· καὶ βαρύπυκνοι μέν εἰσιν οἱ τὰς

πρώτας χώρας τοῦ πυκνοῦ κατέχοντες, μεσόπυκνοι δὲ

οἱ τὰς μέσας, ὀξύπυκνοι δὲ οἱ τὰς ἐσχάτας, ἄπυκνοι δὲ οἱ

τῆς κατὰ τὸ πυκνὸν τετραχόρδου διαθέσεως κατὰ μηδένα

κοινωνοῦντες τόπον. τούτων ἑστῶτες μέν εἰσιν οἵ τε ἄπυ-

κνοι καὶ οἱ βαρύπυκνοι, οἳ καὶ ὑπατοειδεῖς καλοῦνται, διὰ

τὸ μὴ δέχεσθαι ποικίλας τάσεις, φερόμενοι δὲ οἱ λοιποὶ

τούτων, διὰ τὸ ποτὲ μὲν ἐλάττω, ποτὲ δὲ μείζω δηλοῦν

διαστήματα κατὰ τὰς ποιὰς τῶν τετραχόρδων συνθέσεις.

τούτων δὲ τῶν φερομένων οἱ μὲν παρυπατοειδεῖς, οἱ δὲ

λιχανοειδεῖς καλοῦνται. πάλιν τῶν φθόγγων οἱ μέν εἰσι

πρὸς ἀλλήλους σύμφωνοι, οἱ δὲ διάφωνοι, οἱ δὲ ὁμόφωνοι,

σύμφωνοι μὲν ὧν ἅμα κρουομένων οὐδὲν μᾶλλον τῷ ὀξυ-

τέρῳ ἢ τῷ βαρυτέρῳ τὸ μέλος ἐμπρέπει, διάφωνοι δὲ

ὧν ἅμα κρουομένων ἡ τοῦ μέλους ἰδιότης θατέρου γίνε-

ται, ὁμόφωνοι δὲ οἵτινες δύναμιν μὲν ἀλλοίαν φωνῆς,

τάσιν δὲ ἴσην ἐπέχουσιν. διαφοραὶ δὲ φθόγγων πλείους,

πρώτη μὲν ἡ κατὰ τὴν τάσιν ἐν ὀξύτητι καὶ βαρύτητι,

δευτέρα δὲ ἡ κατὰ διαστήματος μετοχήν, ὅταν ὁ μὲν ἑνὶ

κοινωνῶν, ὁ δὲ πλείοσι θεωρῆται, τρίτη 〈ἡ〉 κατὰ συστή-

ματος, ὅταν ὁ μὲν ἑνός, ὁ δὲ δυεῖν μετέχῃ συστημάτων,

τετάρτη ἡ κατὰ τὸν τῆς φωνῆς τόπον, ὅταν ὁ μὲν μείζονος,

ὁ δὲ ἐλάττονος ᾖ τόπου (τίς δ' ὁ τῆς φωνῆς τόπος, ὕστερον

λέξομεν), πέμπτη δὲ ἡ κατὰ τὸ ἦθος· ἕτερα γὰρ ἤθη

τοῖς ὀξυτέροις, ἕτερα τοῖς βαρυτέροις ἐπιτρέχει, καὶ ἕτερα

μὲν παρυπατοειδέσιν, ἕτερα δὲ λιχανοειδέσιν.

7

Διάστημα δὲ λέγεται διχῶς, κοινῶς καὶ ἰδίως, καὶ

κοινῶς μὲν πᾶν μέγεθος τὸ ὑπό τινων περάτων ὁριζόμενον·

ἰδίως δὲ κατὰ μουσικὴν γίνεται διάστημα μέγεθος φωνῆς

ὑπὸ δυεῖν φθόγγων περιγεγραμμένον. τῶν δὲ διαστημά-

των τὰ μέν ἐστι σύνθετα, τὰ δὲ ἀσύνθετα, ἀσύνθετα μὲν

τὰ ὑπὸ τῶν ἑξῆς περιεχόμενα φθόγγων, σύνθετα δὲ τὰ

ὑπὸ τῶν μὴ ἑξῆς, καὶ ὅσα δυνατόν ἐστι μελῳδοῦντας

ἀναλύειν εἰς πλείονα. τούτων δὲ τῶν διαστημάτων ἐλά-

χιστον μέν ἐστιν ὡς ἐν μελῳδίᾳ δίεσις ἐναρμόνιος, εἶθ'

ὡς παχύτερον εἰπεῖν τὸ ταύτης διπλάσιον ἡμιτόνιον, εἶθ'

ὁ τούτου διπλασίων τόνος καὶ ἔτι τούτου τὸ διπλάσιον

δίτονον. πάλιν τούτων ἃ μέν ἐστιν ἐλάττω, ἃ δὲ μείζω,

καὶ ἃ μὲν σύμφωνα, ἃ δὲ διάφωνα, καὶ ἃ μὲν ἐναρμόνια, ἃ

δὲ χρωματικά, ἃ δὲ διατονικά, καὶ ἃ μὲν ῥητά, ἃ δὲ ἄλογα,

ῥητὰ μὲν ὧν καὶ λόγον ἔστιν εἰπεῖν ποιόν (λόγον δέ φημι

τὴν πρὸς ἄλληλα κατ' ἀριθμὸν σχέσιν), ἄλογα δὲ ὧν

οὐδεὶς πρὸς ἄλληλα λόγος εὑρίσκεται. τοῦ μὲν οὖν διὰ

τεσσάρων λόγος ἐστὶν ἐπίτριτος, τοῦ δὲ διὰ πέντε ἡμιό-

λιος, τοῦ δὲ διὰ πασῶν ὁ διπλασίων, τόνου δὲ ὁ ἐπόγδοος.

σύμφωνα δὲ καὶ διάφωνα, καθὼς κἀπὶ τῶν φθόγγων εἴπο-

μεν. περὶ δὲ ἐναρμονίων καὶ τῶν λοιπῶν ἐν καιρῷ λέξομεν.

ἔτι τινὰ μὲν αὐτῶν ἐστιν ἀσύνθετα, ὡς ἡ δίεσις, τινὰ δὲ

σύνθετα, ὡς τὸ διὰ τεσσάρων, τινὰ δὲ καὶ σύνθετα καὶ

ἀσύνθετα, ὡς τὸ ἡμιτόνιον καὶ ὁ τόνος. ἔτι δ' αὐτῶν ἃ μέν

ἐστιν ἄρτια, ἃ δὲ περισσά, ἄρτια μὲν τὰ εἰς ἴσα διαιρούμενα,

ὡς ἡμιτόνιον καὶ τόνος, περισσὰ δὲ τὰ εἰς ἄνισα, ὡς αἱ

γ̅ διέσεις καὶ ε̅ καὶ ζ̅. γίνεται δὲ ἡ σύνθεσις αὕτη τοιαύτη·

δύο διέσεις ἐφεξῆς τίθενται, πλείους δὲ οὐκέτι· δύο

ἡμιτόνια ἐφεξῆς τίθεται, πλείω δὲ οὐκέτι. δύο τόνοι τί-

θενται καθ' ἕνα, πλείους δ' οὐκέτι· περιίσταται γὰρ τὸ

ὅλον εἰς ἀσυμφωνίαν. ἔτι τῶν διαστημάτων ἃ μέν ἐστιν

ἀραιά, ἃ δὲ πυκνά, πυκνὰ μὲν τὰ ἐλάχιστα, ὡς αἱ διέσεις,

ἀραιὰ δὲ τὰ μέγιστα, ὡς τὸ διὰ τεσσάρων. εἰσὶ δὲ ποικίλαι

τοῦ διτόνου διαιρέσεις· πρώτη μὲν ἡ εἰς 〈κ̅δ̅ δωδεκατη-

μόρια, δευτέρα δὲ ἡ εἰς〉 διέσεις ἢ τόνου τεταρτημόρια η̅,

[δευτέρα, δ' ἡ εἰς ἡμιτόνιον, τουτέστιν ἥμισυ τόνου,] τρίτη

δ' ἡ εἰς τριτημόρια Ϛ̅, τετάρτη δ' ἡ εἰς δ̅ ἡμιτόνια, τουτέστι

διέσεις ὀκτώ· οὕτω δὲ καὶ οἱ ἀρχαῖοι συνετίθεσαν τὰ

συστήματα ἑκάστην χορδὴν ἐν διέσει περιορίζοντες. δίεσις

μὲν οὖν ἐκαλεῖτο τὸ μικρότατον τῆς φωνῆς διάστημα, οἷον

διάλυσις τῆς φωνῆς οὖσα, τόνος δὲ τὸ διὰ μέγεθος πρῶ-

τον διατεῖνον τὴν φωνήν, ἡμιτόνιον δὲ ἤτοι τὸ ἥμισυ τοῦ

τόνου ἢ τὸ ἁπλῶς τόνῳ παραπλήσιον· οὐ γάρ φασιν εἰς

ἴσα τέμνεσθαι τοῦτον, ὥσπερ ἴσως καὶ τἀληθὲς ἔχει.

ὑπόκειται δὲ καὶ ἡ παρὰ τοῖς ἀρχαίοις κατὰ διέσεις

ἁρμονία, ἕως κ̅δ̅ διέσεων τὸ πρότερον διάγουσα διὰ πασῶν,

τὸ δὲ δεύτερον διὰ τῶν ἡμιτονίων αὐξήσασα.

SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA

►α ※ β γ δ ε Ϛ ζ η θ ι ια ιβ

⊸ 𝈶 6 𝈈 9 𝈪 ⌋ Δ 𝈔 Ε 𝈨

Ι Γ # 𝈷 9 Π 6 ⌋ 𝈪 𝈔 Δ 𝈨 Ε

ιγ ιδ ιε ιϚ ιζ ιη ιθ κ κα κβ κγ κδ

𝈦 # # # # # # # 𝈷 𝈶 # 𝉀

# 𝈦 # # # # # # 𝈶 𝈷 𝉀 #

β̅ κϚ κη λ λβ λδ λϚ λη μ μβ μδ μϚ μα

𝈩 𝈰 𝈞 Ω Ϲ Ϲ # # 𝈞 𝈁 #

𝈅 𝈓 𝈁 # # # # ⊸ 𝈁 # #◄

[Αὕτη ἐστὶν ἡ παρὰ τοῖς ἀρχαίοις κατὰ διέσεις ἁρμονία,

ἕως κ̅δ̅ διέσεων τὸ πρότερον διάγουσα διὰ πασῶν, τὸ δὲ

δεύτερον διὰ τῶν ἡμιτονίων αὐξήσασα.]

8

Σύστημα δέ ἐστι τὸ ὑπὸ πλειόνων ἢ δυεῖν διαστη-

μάτων περιεχόμενον. τῶν δὲ συστημάτων διαφοραὶ αἱ μὲν

ὅμοιαι ταῖς ἐπὶ τῶν διαστημάτων εἰρημέναις, αἱ δὲ πλείους,

ὡς αἵδε· τὰ μὲν αὐτῶν ἐστι συνεχῆ, ὡς τὰ διὰ τῶν ἑξῆς

φθόγγων, τὰ δ' ὑπερβατά, ὡς τὰ διὰ τῶν μὴ ἐφεξῆς

μελῳδούμενα· καὶ τὰ μὲν ἁπλᾶ, 〈ἃ〉 καθ' ἕνα τρόπον

ἔκκειται, τὰ δὲ οὐχ ἁπλᾶ, ἃ κατὰ πλειόνων τρόπων πλο-

κὴν γίνεται· ἢ τῷ τὰ μὲν εἶναι συνημμένα, τὰ δὲ διε-

ζευγμένα, τὰ δὲ κοινά· καὶ συνημμένα μέν ἐστιν ὧν εἷς

φθόγγος γίνεται κοινός, ἃ καὶ κατάλληλα λέγεται, διε-

ζευγμένα δὲ ὧν εἷς φθόγγος μέσος ἐμπίπτει χωρίζων

ἑκάτερον, ἃ καὶ παράλληλα καλεῖται, κοινὰ δὲ τὰ ποτὲ μὲν

κατὰ συναφήν, ποτὲ δὲ κατὰ διάζευξιν κείμενα. ἔτι τῶν

συστημάτων ἃ μέν ἐστι τετράχορδα, ἃ ὑπὸ τεσσάρων

φθόγγων κατὰ φύσιν κειμένων περιέχεται, ἃ δὲ πεντά-

χορδα, ἃ δὲ ὀκτάχορδα· τὸν δ' αὐτὸν ὅρον κἀπὶ τούτων

νοητέον. τούτων δ' ἃ μέν ἐστι σύμφωνα, ἃ δὲ διάφωνα·

σύμφωνα μὲν οὖν ἐστι [τετράχορδα] τὰ ὑπὸ συμφώνων

φθόγγων περιεχόμενα [πεντάχορδά τε καὶ ὀκτάχορδα],

ἀσύμφωνα δὲ τὰ μὴ οὕτως ἔχοντα. τίς δὲ ἡ φθόγγων συμ-

φωνία, προειρήκαμεν. γίνεται δὲ αὐτῶν ἡ ἔκθεσις ἐξ ἀνο-

μοίων διαστημάτων, οἷον διέσεως, ἡμιτονίου, τόνου. ἔστι

δὲ αὐτῶν καὶ ἡ κατ' εἶδος διαφορά· τὰ μὲν 〈γὰρ〉 ὑπὸ

ἑστώτων, τὰ δὲ ὑπὸ φερομένων φθόγγων περιέχεται. καὶ

ἃ μὲν αὐτῶν ἐστι τέλεια, ἃ δὲ οὔ, ἀτελῆ μὲν τετράχορδον

πεντάχορδον, τέλειον δὲ ὀκτάχορδον, ἐπεὶ πᾶς ὁ μετ'

αὐτὸ φθόγγος ὅμοιός ἐστι πάντως ἑνὶ τῶν προηγησαμέ-

νων. τὸ μὲν οὖν τετράχορδον καλεῖται διὰ τεσσάρων,

συνέστηκε δ' ἐκ τόνων δύο καὶ ἡμιτονίου, ἡμιτονίων ε̅,

διέσεων ι̅· τὸ δὲ πεντάχορδον καλεῖται μὲν διὰ πέντε,

σύγκειται δ' ἐκ τόνων γ̅ ἡμίσεος, ἡμιτονίων ζ̅, διέσεων

ι̅δ̅· τὸ δὲ δι' ὀκτὼ καλεῖται μὲν διὰ πασῶν, διατίθεται δὲ

ἐκ τόνων Ϛ̅, ἡμιτονίων ι̅β̅, διέσεων κ̅δ̅. ἔτι τῶν ὅλων συστη-

μάτων ἃ μέν ἐστι πυκνά, ἃ δὲ ἀραιά, καὶ τὰ μὲν ἀμετάβολα,

τὰ μίαν ἔχοντα μέσην, τὰ δὲ μεταβαλλόμενα, τὰ πλείους

ἔχοντα μέσας. καὶ τὰ μὲν διὰ τῶν ἑξῆς φθόγγων, τὰ δὲ

δι' ὑπερβατῶν μελῳδεῖται. σχήματα δ' αὐτῶν ποικίλα

ἀπὸ τῆς τῶν διαστημάτων ἡγεμονίας ἢ ποιᾶς τάξεως

θεωρούμενα· ἢ γὰρ α̅ ἐστὶν ἡμιτόνιον ἢ β̅ ἢ γ̅ ἢ ὁποστον-

οῦν. τετράχορδα μὲν οὖν ἐν ἑκάστῳ τόνῳ τυγχάνει κατὰ

διαίρεσιν θεωρούμενα πέντε, ὑπάτων μέσων συνημμέ-

νων διεζευγμένων ὑπερβολαίων, πεντάχορδα δὲ σύμ-

φωνα τρία, μέσων συνημμένων διεζευγμένων, ὀκτάχορδα

δὲ δύο, συνημμένων τε καὶ διεζευγμένων. εἴδη δὲ αὐτῶν

πλείονα, καθ' ἑκάστου φθόγγου παραύξησιν λαμβανό-

μενα. παρὰ μέντοι τοῖς παλαιοῖς τὸ μὲν διὰ τεσσάρων

ἐκαλεῖτο συλλαβή, τὸ δὲ διὰ πέντε δι' ὀξειῶν, τὸ δὲ διὰ

πασῶν ἁρμονία, ὃ καὶ ποικίλων κατ' εἶδος ὀνομασιῶν

τετυχήκει· τὸ μὲν γὰρ ἀπὸ ὑπάτης ὑπάτων ἐκαλεῖτο

μιξολύδιον, τὸ δὲ ἀπὸ παρυπάτης λύδιον, τὸ δ' ἀπὸ δια-

τόνου φρύγιον, τὸ δ' ἀπὸ μέσων ὑπάτης δώριον, τὸ δ' ἀπὸ

παρυπάτης ὑπολύδιον, τὸ δ' ἀπὸ διατόνου ὑποφρύγιον,

τὸ δ' ἀπὸ μέσης ὑποδώριον. ἐκ δὴ τούτου φανερὸν ὡς καὶ

ταὐτὸν ὑποθεμένοις σημεῖον πρῶτον, ἄλλοτε ἄλλῃ δυνάμει

φθόγγου κατονομαζόμενον, ἐκ τῆς τῶν ἐφεξῆς φθόγγων

ἀκολουθίας τὴν τῆς ἁρμονίας ποιότητα φανερὰν γενέσθαι

συμβαίνει. περὶ μὲν οὖν συστημάτων, ἃ καὶ ἀρχὰς οἱ

παλαιοὶ τῶν ἠθῶν ἐκάλουν, ἀρκείτω ταῦτα.

9

Γένος δέ ἐστι ποιὰ τετραχόρδου διαίρεσις. γένη δὲ

μελῳδίας γ̅· ἁρμονία χρῶμα διάτονον, ἐκ τῆς τῶν διαστη-

μάτων ἐγγύτητος ἢ μακρότητος λαμβάνοντα τὰς δια-

φοράς. ἁρμονία μὲν οὖν καλεῖται τὸ τοῖς μικροτάτοις

πλεονάσαν διαστήμασιν ἀπὸ τοῦ συνηρμόσθαι, διάτονον

δὲ τὸ τοῖς τόνοις πλεονάζον, ἐπειδὴ σφοδρότερον ἡ φωνὴ

κατ' αὐτὸ διατείνεται, χρῶμα δὲ τὸ δι' ἡμιτονίων συν-

τεινόμενον. ὡς γὰρ τὸ μεταξὺ λευκοῦ καὶ μέλανος χρῶμα

καλεῖται, οὕτω καὶ τὸ διὰ μέσων ἀμφοῖν θεωρούμενον

χρῶμα προσείρηται. τούτων δὲ ἕκαστον μελῳδεῖται, τὸ

μὲν ἐναρμόνιον κατὰ δίεσιν καὶ δίεσιν καὶ δίτονον ἀσύν-

θετον ἐπὶ τὸ ὀξύ, ἐπὶ δὲ τὸ βαρὺ ἐναντίως, τὸ δὲ χρῶμα

ἐπὶ μὲν τὸ ὀξὺ κατὰ ἡμιτόνιον καὶ ἡμιτόνιον καὶ τριημι-

τόνιον, ἐναντίως δὲ ἐπὶ τὸ βαρύ, τὸ δὲ διάτονον καθ'

ἡμιτόνιον καὶ τόνον καὶ τόνον ἐπὶ τὸ ὀξύ, ἐπὶ δὲ τὴν

βαρύτητα ἐναντίως. τούτων δὲ φυσικώτερον μέν ἐστι τὸ

διάτονον (πᾶσι γὰρ καὶ τοῖς ἀπαιδεύτοις παντάπασι μελῳ-

δητόν ἐστι), τεχνικώτερον δὲ τὸ χρῶμα (παρὰ γὰρ μόνοις

μελῳδεῖται τοῖς πεπαιδευμένοις), ἀκριβέστερον δὲ τὸ ἐναρ-

μόνιον· παρὰ γὰρ τοῖς ἐπιφανεστάτοις ἐν μουσικῇ τετύχηκε

παραδοχῆς, τοῖς δὲ πολλοῖς ἐστιν ἀδύνατον· ὅθεν ἀπέγνω-

σάν τινες τὴν κατὰ δίεσιν μελῳδίαν, διὰ τὴν αὑτῶν ἀσθέ-

νειαν καὶ παντελῶς ἀμελῴδητον εἶναι τὸ διάστημα ὑπο-

λαβόντες. τούτων δὲ τῶν γενῶν ἕκαστον μελῳδοῦμεν ἔν

τε ἀγωγῇ καὶ πλοκῇ. καὶ ἀγωγὴ μέν ἐστιν, ὅτε διὰ τῶν

ἑξῆς φθόγγων ποιούμεθα τὴν μελῳδίαν, πλοκὴ δέ, ὅτε

διὰ τῶν καθ' ὑπέρβασιν λαμβανομένων. ἔτι τῆς μελῳδίας

ἡ μὲν εὐθεῖα καλεῖται, ἡ δὲ ἀνακάμπτουσα, ἡ δὲ περιφερής,

εὐθεῖα μὲν ἡ ἀπὸ βαρύτητος εἰς ὀξύτητα, ἀνακάμπτουσα

δὲ ἡ ἐναντία, περιφερὴς δὲ ἡ ἐμμετάβολος, οἷον εἴ τις κατὰ

συναφὴν τετράχορδον ἐπιτείνας ταὐτὸν ἀνείη κατὰ διά-

ζευξιν. πάλιν τῶν γενικῶν συστημάτων ἃ μὲν εἰς εἰδικὰ

διαιρεῖται, ἃ δὲ οὔ. τὸ μὲν οὖν ἐναρμόνιον ἅτε δὴ ἐξ ἐλα-

χίστων διέσεων συγκείμενον ἀδιαίρετόν ἐστι· τὸ δὲ χρῶμα

διαιρεθήσεται εἰς διαστήματα ὅσα ἂν ῥητὰ μεταξὺ τοῦ τε

ἡμιτονίου καὶ τῆς ἐναρμονίου διέσεως εὑρίσκηται, καὶ τὸ

διάτονον δηλαδὴ εἰς τοσαῦτα ὅσα ἂν μεταξὺ τοῦ τε ἡμι-

τονίου καὶ τόνου ῥητὰ διαστήματα θεωρῆται. γίνεται τοί-

νυν τοῦ μὲν χρώματος εἴδη γ̅, τοῦ δὲ διατόνου β̅, ὡς εἶναι

τὰ πάντα τῷ ἐναρμονίῳ προστιθέμενα μελῳδιῶν εἴδη

ἕξ. τὸ μὲν οὖν πρῶτον [τὸ ἐναρμόνιον] χαρακτηρίζε-

ται ἐκ τῶν τεταρτημοριαίων διέσεων τοῦ τόνου καὶ κα-

λεῖται ἐναρμόνιον, τὸ δὲ δεύτερον τριτημοριαίᾳ διέσει

καὶ καλεῖται μαλακὸν χρῶμα· τὸ δὲ τρίτον χαρακτηρί-

ζεται μὲν ἐκ διέσεων ἡμιολίων τῆς ἐναρμονίου διέσεως, κα-

λεῖται δὲ ἡμιολίου χρώματος· τὸ δὲ τέταρτον ἴδιον μὲν ἔχει

τὴν ἐκ δυεῖν ἡμιτονίων ἀσυνθέτων 〈τόνου〉 σύστασιν, κα-

λεῖται δὲ τονιαίου χρώματος· τὸ δὲ πέμπτον σύγκειται

μὲν ἐξ ἡμιτονίου καὶ γ̅ διέσεων καὶ λοιπῶν ε̅, καλεῖται δὲ

μαλακοῦ διατόνου· τὸ δὲ ἕκτον ἔχει μὲν ἡμιτόνιον καὶ

τόνον καὶ τόνον, λέγεται δὲ συντόνου διατόνου. ἵνα δὲ

δῆλον ᾖ τὸ λεγόμενον, ἐπ' ἀριθμῶν ποιησόμεθα τὴν διαί-

ρεσιν, ὑποθέμενοι τὸ τετράχορδον μονάδων ξ̅. ἐναρμονίου

διαίρεσις Ϛ̅ Ϛ̅ μ̅η̅ [ἐναρμόνιον, κατὰ δίεσιν καὶ δίεσιν καὶ

δίτονον]. 〈μαλακοῦ〉 χρώματος διαίρεσις η̅ η̅ μ̅δ̅ [μαλα-

κοῦ χρώματος, κατὰ δίεσιν καὶ δίεσιν καὶ τριημι-

τόνιον καὶ δίεσιν]. ἡμιολίου χρώματος θ̅ θ̅ μ̅β̅ [κατὰ

δίεσιν καὶ δίεσιν ἡμιόλιον καὶ τριημιτόνιον καὶ δίεσιν]·

τονιαίου χρώματος ι̅β̅ ι̅β̅ λ̅Ϛ̅· μαλακοῦ διατόνου ι̅β̅ ι̅η̅ λ̅·

συντόνου διατόνου ι̅β̅ κ̅δ̅ κ̅δ̅ [ἢ κ̅δ̅ κ̅δ̅ ι̅β̅ ἄλλως η̅ κ̅δ̅ κ̅η̅].

γίνονται δὲ καὶ ἄλλαι τετραχορδικαὶ διαιρέσεις, αἷς καὶ

οἱ πάνυ παλαιότατοι πρὸς τὰς ἁρμονίας κέχρηνται. ἐνίοτε

μὲν οὖν αὗται τέλειον ὀκτάχορδον ἐπλήρουν, ἔσθ' ὅπη δὲ

καὶ μεῖζον ἑξατόνου σύστημα, πολλάκις δὲ καὶ ἔλαττον·

οὐδὲ γὰρ πάντας παρελάμβανον ἀεὶ τοὺς φθόγγους· τὴν

δὲ αἰτίαν ὕστερον λέξομεν. τὸ μὲν οὖν λύδιον σύστημα

συνετίθεσαν ἐκ διέσεως καὶ διτόνου καὶ τόνου καὶ διέ-

σεως καὶ διέσεως καὶ διτόνου καὶ διέσεως (καὶ τοῦτο μὲν

ἦν τέλειον σύστημα), τὸ δὲ δώριον ἐκ τόνου καὶ διέσεως

καὶ διέσεως καὶ διτόνου καὶ τόνου καὶ διέσεως καὶ διέσεως

καὶ διτόνου (ἦν δὲ τοῦτο τόνῳ τοῦ διὰ πασῶν ὑπερέχον),

τὸ δὲ φρύγιον ἐκ τόνου καὶ διέσεως καὶ διέσεως καὶ δι-

τόνου καὶ τόνου καὶ διέσεως καὶ διέσεως καὶ τόνου (ἦν δὲ

καὶ τοῦτο τέλειον διὰ πασῶν)· τὸ δὲ ἰάστιον συνετίθεσαν

ἐκ διέσεως καὶ διέσεως καὶ διτόνου καὶ τριημιτονίου καὶ

τόνου (ἦν δὲ τοῦτο τοῦ διὰ πασῶν ἐλλεῖπον τόνῳ), τὸ δὲ

μιξολύδιον ἐκ δύο διέσεων κατὰ τὸ ἑξῆς κειμένων καὶ

τόνου καὶ τόνου καὶ διέσεως 〈καὶ διέσεως〉 καὶ τριῶν

τόνων (ἦν δὲ καὶ τοῦτο τέλειον σύστημα)· τὸ δὲ λεγό-

μενον σύντονον λύδιον ἦν δίεσις καὶ δίεσις καὶ δίτονον

καὶ τριημιτόνιον. δίεσιν δὲ νῦν ἐπὶ πάντων ἀκουστέον

τὴν ἐναρμόνιον. σαφηνείας δὲ ἕνεκεν καὶ διάγραμμα

τῶν συστημάτων ὑπογεγράφθω. τούτων δὴ καὶ ὁ θεῖος

Πλάτων ἐν τῇ Πολιτείᾳ μνημονεύει λέγων θρηνώδεις

μὲν εἶναι τήν τε μιξολυδιστὶ καὶ τὴν συντονολυδιστί, συμ-

ποτικὰς δὲ καὶ λίαν ἀνειμένας τήν τε ἰαστὶ καὶ λυδιστί. καὶ

μετὰ ταῦτα ἐπιφέρει λέγων [Resp. 399 a]· κινδυνεύει

σοι δωριστὶ λελεῖφθαι καὶ φρυγιστί. τοιαύτας γὰρ ἐποι-

οῦντο τῶν ἁρμονιῶν τὰς ἐκθέσεις πρὸς τὰ προκείμενα τῶν

ἠθῶν τὰς τῶν φθόγγων ποιότητας ἁρμοττόμενοι. περὶ μὲν

οὖν τούτων ὕστερον ἀκριβῶς ἐροῦμεν.

SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA

►α̅ λυδιστί β̅ δωριστί

𝈖 𝈗 Ϲ Ο Ξ Ν Ζ Ε Φ Ϲ Ρ Π Ι Ζ Ε Δ 𝈚

𝈪 𝈕 Ϲ Ι 𝈎 〈𝈲〉 𝈹 𝈈 [𝈓] 〈𝈓〉 Ϲ 𝈱 # 𝈶 𝈹 𝈈 𝈹 𝈿

γ̅ φρυγιστί δ̅ ἰαστί

Φ Ϲ Ρ Π Ι # Ε Δ ℧ 𝈕 𝈖 𝈗 Ϲ Μ Ι

𝈓 Ϲ 𝈱 〈#〉 𝈶 𝈹 𝈈 〈𝈹〉 Ζ [Γ] 〈Γ〉 𝈪 𝈕 Ϲ Π 𝈶

ε̅ μιξολυδιστί Ϛ̅ συντονολυδιστί

𝈕 𝈖 𝈗 Φ Ϲ Ρ Π Ζ 𝈕 𝈖 𝈗 Ϲ Μ

Γ 𝈪 𝈕 𝈓 Ϲ 𝈱 # 𝈹 Γ 𝈪 𝈕 Ϲ Π◄

10

Τανῦν δὲ περὶ τόνων λέγωμεν. τόνον δὴ κατὰ μουσικὴν

καλοῦμεν τριχῶς· ἢ γὰρ ὅπερ τὴν τάσιν, ἢ μέγεθος ποιὸν

φωνῆς, οἷον ᾧ τὸ διὰ ε̅ τοῦ διὰ δ̅ ὑπερέχει, ἢ τρόπον συ-

στηματικόν, οἷον λύδιον ἢ φρύγιον· περὶ οὗ νῦν πρόκειται

λέγειν. τόνοι δὲ εἰσὶ κατὰ μὲν Ἀριστόξενον τρεισκαίδε-

κα, ὧν οἱ προσλαμβανόμενοι περιέχονται τῷ διὰ πασῶν,

κατὰ δὲ τοὺς νεωτέρους πεντεκαίδεκα, ὧν οἱ μὲν προσ-

λαμβανόμενοι περιέχονται τῷ διὰ πασῶν καὶ τόνῳ τοῦ

κατὰ διάζευξιν ἐφαπτόμενοι. ὀνομάζει δ' αὐτοὺς οὕτως

Ἀριστόξενος· ὑποδώριος· ὑποφρύγιοι δύο, ὁ μὲν βαρύς,

ὃς καὶ ὑποιάστιος καλεῖται, ὁ δὲ ὀξύς· ὑπολύδιοι δύο, ὁ

μὲν βαρύς, ὃς καὶ ὑποαιόλιος, ὁ δὲ ὀξύς· δώριος εἷς· φρύ-

γιοι δύο, ὁ μὲν βαρύς, ὃς καὶ ἰάστιος, ὁ δὲ ὀξύς· λύδιοι

δύο, ὁ μὲν βαρύς, ὃς νῦν αἰόλιος, ὁ δὲ ὀξύς. μιξολύδιοι δύο,

ὁ μὲν βαρύς, ὃς νῦν ὑπερδώριος, ὁ δὲ ὀξύς, ὃς νῦν ὑπερ-

ιάστιος· ὑπερμιξολύδιος εἷς, ὃς καὶ ὑπερφρύγιος. τούτοις

ὑπὸ τῶν νεωτέρων προστέθεινται ὅ τε ὑπεραιόλιος καὶ ὁ

ὑπερλύδιος, ὅπως γ' ἂν ἕκαστος βαρύτητά τε ἔχοι καὶ με-

σότητα καὶ ὀξύτητα. ἕκαστος δ' ἂν αὐτῶν ἡμιτονίῳ μὲν

ὑπερέξει τοῦ προτέρου ἀπὸ τοῦ βαρυτάτου βουλομένων ἄρ-

χεσθαι, ἡμιτονίῳ δὲ ἐλάττων ἔσται, εἴ γε τὴν ἀρχὴν ἀπὸ

τοῦ ὀξυτάτου ποιησόμεθα. περιέχονται μὲν οὖν αὐτῶν, ὡς

ἔφην, οἱ προσλαμβανόμενοι τῷ διὰ πασῶν καὶ τόνῳ. λαμ-

βάνοιντο δ' ἂν διὰ τοῦτο καὶ διὰ συμφωνιῶν· ἀρξάμενος

γὰρ ἀπὸ τοῦ βαρυτάτου καὶ βουλόμενος ἐπιτείνειν καὶ πάλιν

ἀνιέναι κατὰ ποικίλα διαστήματα πάντως ἑνός τινος αὐτῶν

ἐφάψομαι προσλαμβανομένου. τούτων δὲ οἱ μὲν μελῳδοῦν-

ται διόλου, οἱ δὲ οὐχί. ὁ μὲν οὖν δώριος σύμπας μελῳδεῖ-

ται διὰ τὸ μέχρι τῶν ι̅β̅ τόνων τὴν φωνὴν ἡμῖν ὑπηρετεῖσθαι

καὶ διὰ τὸ μέσον αὐτοῦ τὸν προσλαμβανόμενον τοῦ διὰ

πασῶν εἶναι ὑποδωρίου· τῶν δὲ λοιπῶν οἱ μὲν βαρύτεροι

τοῦ δωρίου μέχρι τοῦ συμφωνοῦντος φθόγγου * * * τῇ

νήτῃ τῶν ὑπερβολαίων. οὕτως οὖν καὶ τὰς ᾠδὰς ἢ τὰ

κῶλα τοῖς τρόποις συστησόμεθα, εἰ τὸν κοιλότατον τῶν

φθόγγων τοῦ συστήματος ἑνὶ τῶν προσλαμβανομένων

ὑποβάλλοιμεν καὶ τὰ ἀπὸ τούτου μελῳδοίημεν ἐπὶ τὸ

βάρος. εἰ μὲν γὰρ μὴ δυνηθείημεν ἀνιέναι περαιτέρω,

δώριος ἔσται διὰ τὸ τὸν πρῶτον ἀκουστὸν φθόγγον δω-

ρίου προσλαμβανομένῳ ὡρίσθαι· εἰ δὲ ἐξακούοιτο, θεω-

ρῆσαι πειρασόμεθα πόσῳ τοῦ δωρίου προσλαμβανομένου,

τουτέστι τοῦ τῇ φύσει βαρυτάτου, τὴν ὑπεροχὴν ἔχει,

κἀκεῖνος ἡμῖν ὁ τρόπος ὁρισθήσεται ὃς ὑπερέχει τοῦ δω-

ρίου προσλαμβανομένου τοσούτῳ ὅσῳ καὶ τοῦ μέλους

ὁ κοιλότατος φθόγγος τοῦ τῇ φύσει κοιλοτάτου μείζων

ἐθεωρήθη. εἰ δ' ὁ βαρύτατος τῆς ᾠδῆς φθόγγος ὑπερεκ-

πίπτει τοῦ δωρίου [τὸ] διὰ πασῶν ὀξὺς ὑπάρχων, ληψό-

μεθα μὲν αὐτοῦ τὸ διὰ πασῶν ἐπὶ τὸ βάρος, τῇ δὲ προ-

ειρημένῃ χρησάμενοι μεθόδῳ τὴν ἁρμονίαν αὐτὴν οὐ δυσ-

χερῶς ἐκληψόμεθα.

11

Μεταβολὴ δέ ἐστιν ἀλλοίωσις τοῦ ὑποκειμένου συ-

στήματος καὶ τοῦ τῆς φωνῆς χαρακτῆρος· εἰ γὰρ ἑκάστῳ

συστήματι καὶ ποιός τις ἐπακολουθεῖ τῆς φωνῆς τύπος,

δῆλον ὡς ἅμα ταῖς ἁρμονίαις καὶ τὸ τοῦ μέλους εἶδος

ἀλλοιωθήσεται. μεταβολαὶ δὲ ἐν τοῖς τόνοις γίνονται ποι-

κίλαι καθ' ἕκαστον τῶν διαστημάτων τῶν τε συνθέτων καὶ

ἀσυνθέτων, ἀλλ' αἱ μὲν ἐκ συμφώνων λαμβανόμεναι δια-

στημάτων χαριέστεραι, αἱ δὲ λοιπαὶ τούτων οὐ πάνυ·

ὧν καὶ τὰ σχήματα καὶ τὰς πλοκὰς δυνατὸν θεωρεῖν κατὰ

τόνον ἢ ἡμιτόνιον ἀπὸ φθόγγου μεταβάλλοντα καὶ ὅλως

κατὰ πᾶν ἤτοι περισσὸν ἢ ἄρτιον διάστημα καὶ ἢ ἀνιέντα

ἢ ἐπιτείνοντα. γίνονται δ' αὐτῶν καὶ κατὰ τετράχορδα

κοινωνίαι· οἱ μὲν γὰρ ἡμιτονίῳ ἀλλήλων ὑπερέχουσιν,

οἱ δὲ τόνῳ, οἱ δὲ τοῖς τούτων μείζοσι διαστήμασιν, ὥστε

συμβαίνειν τὰς τοῦ κοιλοτέρου μέσας ὑπάτας γίνεσθαι

τοῦ ὀξυτέρου ἢ ἀνάπαλιν, καὶ κατὰ τὸ ἑξῆς ὁμοίως.

Εἰσὶ δὲ τῷ γένει τόνοι γ̅· δώριος φρύγιος λύδιος. τούτων

ὁ μὲν δώριος πρὸς τὰ βαρύτερα τῆς φωνῆς ἐνεργήματα

χρήσιμος, ὁ δὲ λύδιος πρὸς τὰ ὀξύτερα, ὁ δὲ φρύγιος πρὸς

τὰ μέσα. οἱ δὲ λοιποὶ μᾶλλον ἐν ταῖς ὀργανικαῖς θεω-

ροῦνται συνθέσεσιν· ἐκεῖνα γὰρ ἐν μηκίστοις ἐξείργασται

συστήμασιν. τῶν δὲ τόνων πάντων ἐκ τῆς τῶν κ̅δ̅ γραμμάτων

τάξεως ἀνάπαλιν συγκειμένων τοῦ μὲν βαρυτάτου πάντων

ὑποδωρίου τόνον ἐπὶ τὸ βάρος ἀνέντες τὸ 𝈀 λαμβάνομεν

ἀρχὴν τῶν σημείων, ἔπειτα τὸ μετὰ τοῦτο, ἐν μὲν ἁρμονίᾳ

διέσεως ἐπέχον λόγον, ἐν δὲ χρώματι καὶ διατόνῳ ἡμι-

τονίου, εἶτα τὸ μετὰ τοῦτο· εἶτα τὸ τέταρτον τόνον ἐπ-

έχειν ὁριζόμεθα· καὶ τοῦτο ἀρχὴν τοῦ κοιλοτάτου τῶν

τρόπων ποιησάμενοι, πάλιν ἡμιτόνιον ἐπιτείναντες τοῦ

μετ' αὐτὸν τάττομεν τὸν προσλαμβανόμενον, καὶ τοὺς ἑξῆς

ταῖς αὐταῖς ὑπεροχαῖς συντιθέντες τὸν τῶν ι̅ε̅ τρόπων

πληροῦμεν ἀριθμόν. ὑπόκειται δὲ ἡ καθ' ἡμιτόνιον τῶν

στοιχείων ἔκθεσις καὶ ἡ κατὰ τόνον καὶ λοιπὸν οἱ ἐκ

τούτων τρόποι· διπλῆ δὲ ἡ ἔκθεσις τῶν σημείων γέγονεν

ἡμῖν, 〈ἵν'〉 ἐκ τῆς τῶν κάτω γραφομένων ὁμοιότητος τὴν

τῶν ἄνω θεωρῶμεν ἀκολουθίαν, καὶ ὅπως τοῖς μὲν κάτω

τὰ κῶλα καὶ τὰ ἐν ταῖς ᾠδαῖς μεσαυλικὰ ἢ ψιλὰ κρούματα,

τοῖς δὲ ἄνω τὰς ᾠδὰς χαρακτηρίζωμεν, καὶ ὅπως τὰ

κατὰ μουσικὴν ἀπόρρητα συγκρύπτωμεν εὐκόλως, ἀντὶ

τῶν ἐν χρήσει γραμμάτων 〈τὰ〉 κατὰ τὴν τονικὴν ἔκ-

θεσιν ὑπογεγραμμένα κατατάττοντες. πτέρυγι δὲ τὸ διά-

γραμμα τῶν τρόπων γίνεται παραπλήσιον, τὰς ὑπεροχὰς

ἃς ἔχουσιν οἱ τόνοι πρὸς ἀλλήλους ἀναδιδάσκον· ἐκτέ-

θεινται δὲ οὗτοι κατὰ τὰ γ̅ γένη καὶ τὰς συμφωνίας περι-

έχοντες· συμφωνία δέ ἐστιν ὅταν δύο στοιχείων κατὰ τὸ

ἐναρμόνιον δύο διαστήματα περιεχόντων θάτερον τούτων

ἐν ἄλλῳ γένει μόνον τὰ δύο συναφθέντα σημαίνῃ.

SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA

►ἔκθεσις τῶν κατὰ τόνον

𝈀 𝈃 𝈇 𝈉 𝈌 𝈑 𝈔 Ω Φ Ϲ Ο Ι Η Γ ℧ 𝈚 Οʹ Ιʹ Ηʹ Γʹ ℧ʹ

𝈝 𝈟 𝈡 Η 𝈥 𝈨 𝈅 𝈬 𝈓 Ϲ Ι 𝈵 𝈷 Ν Ζ 𝈿 Ιʹ 𝈵ʹ 𝈷ʹ Νʹ Ζʹ

𝈅 [Η] 𝈈 𝈋 𝈏 𝈒 𝈕 Χ Τ Ρ Μ Ι Ζ Α 𝈙 [Οʹ] 〈𝈜 Μʹ Ιʹ Ζʹ Αʹ〉

𝈂 Τ [𝈎] 𝈇 𝈤 Ε 𝈩 Γ 𝈮 𝈰 # 𝈳 𝈶 𝈹 [𝈏 𝈾 [Ιʹ] 〈𝉁 𝈳ʹ 𝈶ʹ 𝈹ʹ 𝈏ʹ〉

[Α Β Γ Δ Ε Ζ Η Θ Ι Ι Λ Μ Ν Ξ Ο Ρ Π Ϲ Τ Υ Φ Χ Ψ Ω

𝈏 𝈺 Ν 𝈹 𝈈 𝈹 𝈷 ∨ 𝈶 𝈵 𝈴 𝈳 𝈲 𝈎 Ι # 𝈱 Ϲ 𝈰 𝈯 𝈓 𝈮 𝈭 𝈬

𝈗 𝈖 𝈕 𝈔 𝈓 𝈒 𝈑 𝈐 𝈏 𝈎 ∨ 𝈌 𝈋 𝈊 𝈉 𝈈 𝈇 𝈇 𝈜 𝈛 〈𝈚〉〉 𝈙 𝈘 ℧

𝈕 𝈪 Γ 𝈅 𝈜 𝈩 𝈨 𝉄 Ε 𝈑 # 𝈥 𝈤 𝈣 Η 𝈇 𝈢 𝈡 𝉁 𝉀 # 𝈾 𝈽 Ζ]

[τῶν δεκαπέντε τρόπων αἱ μετα-

πτώσεις καὶ τίς πρὸς τίνα διὰ τεσσάρων

καὶ διὰ πέντε καὶ διὰ πασῶν]

[ταῦτα διαγράμματά ἐστι τῶν στοιχείων·

ἐπεὶ καὶ τῶν γενῶν ἕτερά ἐστι καὶ τῶν

τρόπων ὁμοίως· καὶ ἐξ

ἔκθεσις τῶν κατὰ ἡμιτόνιον

𝈀 𝈂 𝈃 𝈅 𝈇 𝈈 𝈉 𝈋 𝈌 𝈏 𝈑 𝈒 𝈔 〈𝈕〉 Ω Χ Φ Τ Ϲ Ρ Ο Μ Ι Η [μ λ 𝈲]

𝈝 𝈂 𝈟 Τ 𝈡 𝈇 Η 𝈤 〈𝈥〉 Ε 𝈨 𝈩 𝈅 Γ 𝈬 𝈮 𝈓 𝈰 Ϲ # Ι 𝈳 𝈵 𝈶 𝈷 〈𝈳 𝈶 Η]

𝈁 𝈠 〈𝈇〉 𝈊 ∨ 〈𝈐〉 𝈓 𝈖 Ψ Υ Π Ξ Λ 〈Θ〉

𝈞 𝈄 〈𝈢〉 𝈣 # 〈𝉄〉 𝈜 𝈪 𝈭 𝈯 𝈱 𝈎 𝈴 〈∨〉

〈𝈎 𝈗 Ν〉

〈𝈑 𝈕 𝈲〉

Ζ Γ Α ℧ 𝈙 𝈚 𝈜 Οʹ Μʹ Ιʹ Ιʹ Ηʹ Ζʹ Γʹ Αʹ ℧ʹ

𝈹 Ν 𝈏 Ζ 𝈾 𝈿 𝉁 Ιʹ 𝈳ʹ 𝈵ʹ 𝈶ʹ 𝈷ʹ 𝈹ʹ Νʹ 𝈏ʹ Ζʹ

Ε Β 𝈘 𝈛 Ξʹ Λʹ Θʹ Εʹ Βʹ

𝈈 𝈺 𝈽 𝉀 𝈎ʹ 𝈴ʹ ∨ʹ 𝈈ʹ 𝈺ʹ

Δ 〈Νʹ〉 Δʹ

𝈹 〈𝈲ʹ〉 𝈹ʹ

[πάντα τὰ γράμματα δι' ὧν ἡ πᾶσα

μελῳδία γράφεται τῆς λέξεως καὶ

τῆς κρούσεως· τουτέστι τῶν ι̅ε̅ τρόπων

αὕτη τῆς τριγενείας γάρ ἐστι κανόνιον]

[Πυθαγόρου τῶν στοιχείων ὅλων

ἐκθέσεις τῶν ι̅ε̅ τρόπων κατὰ τὰ

τρία γένη· πόσοις γὰρ σχήμασι

σημαίνεται ἕκαστον ἐκ τούτου δῆλον]

[Α Β Γ Δ Ε Ζ Η Θ Ι Ι Λ Μ Ν Ξ Ο Ρ Π Ϲ Τ Υ Φ Χ Ψ Ω

𝈗 𝈖 𝈪 𝈔 𝉄 𝈒 𝈿 𝈐 𝈺 𝈎 ∨ 𝈌 𝈋 𝈊 𝈉 𝈳 𝈇 𝈱 𝈜 𝈛 𝈚 𝈙 𝈘 ℧

𝈾 𝈕 𝈴 𝈨 𝈑 𝈏 𝈲 𝈶 𝈮 # 𝈈 # 𝈩 𝈠 𝈟 𝈂 〈𝈞 𝈀〉

𝈽 𝈓 λ # # # 𝈷 𝈬 ⊸ 𝈹 𝈡 𝈅 𝈄 𝈃 ✳ 〈𝈁 𝈝

𝉀 𝈯 # # # 𝈭 𝈹 𝈇

𝉁 𝈰 𝈥 Ϟ 𝈤

𝈿 # 𝈣

#

#]◄

Ῥητέον λοιπὸν περὶ ἐκλύσεως σπονδειασμοῦ τε καὶ

ἐκβολῆς· καὶ γὰρ τούτων τῶν διαστημάτων ἡ χρεία πρὸς

τὰς διαφορὰς τῶν ἁρμονιῶν παρείληπτο τοῖς παλαιοῖς.

ἔκλυσις μὲν οὖν ἐκαλεῖτο τριῶν διέσεων ἀσυνθέτων ἄνεσις,

σπονδειασμὸς δὲ ἡ ταὐτοῦ διαστήματος ἐπίτασις, ἐκβολὴ

δὲ ε̅ διέσεων ἐπίτασις· ταῦτα δὲ καὶ πάθη τῶν διαστη-

μάτων διὰ τὸ σπάνιον τῆς χρήσεως προσηγορεύετο.

12

Μέλος δέ ἐστι τέλειον μὲν τὸ ἔκ τε ἁρμονίας καὶ

ῥυθμοῦ καὶ λέξεως συνεστηκός, ἰδιαίτερον δέ, ὡς ἐν ἁρμονι-

κῇ, πλοκὴ φθόγγων ἀνομοίων ὀξύτητι καὶ βαρύτητι. μελο-

ποιία δὲ δύναμις κατασκευαστικὴ μέλους· ταύτης δὲ ἡ

μὲν ὑπατοειδής ἐστιν, ἡ δὲ μεσοειδής, ἡ δὲ νητοειδὴς

κατὰ τὰς προειρημένας ἡμῖν περὶ φωνῆς ἰδιότητας·

μέρη δὲ αὐτῆς λῆψις μίξις χρῆσις· λῆψις μέν, δι' ἧς εὑρί-

σκειν τῷ μουσικῷ περιγίνεται ἀπὸ ποίου τόπου τῆς φωνῆς

τὸ σύστημα ποιητέον, πότερον ὑπατοειδοῦς ἢ τῶν λοιπῶν

τινος· μίξις δέ, δι' ἧς ἤτοι τοὺς φθόγγους ἀλλήλοις ἢ τοὺς

τόπους τῆς φωνῆς ἁρμόζομεν ἢ γένη μελῳδίας ἢ τρόπων

συστήματα· χρῆσις δὲ ἡ ποιὰ τῆς μελῳδίας ἀπεργασία.

ταύτης δὲ πάλιν εἴδη γ̅, ἀγωγή πεττεία πλοκή. ἀγωγῆς

μὲν οὖν εἴδη γ̅, εὐθεῖα ἀνακάμπτουσα περιφερής· εὐθεῖα

μὲν οὖν ἐστιν ἡ διὰ τῶν ἑξῆς φθόγγων τὴν ἐπίτασιν ποιου-

μένη, ἀνακάμπτουσα δὲ ἡ διὰ τῶν ἑπομένων ἀποτελοῦσα

τὴν βαρύτητα, περιφερὴς δὲ ἡ κατὰ συνημμένων μὲν ἐπι-

τείνουσα, κατὰ διεζευγμένων δ' ἀνιεῖσα, ἢ ἐναντίως· αὕτη

δὲ κἀν ταῖς μεταβολαῖς θεωρεῖται. πλοκὴ δέ ἐστιν ἡ διὰ

τῶν ὑπερβατῶν διαστημάτων ἢ φθόγγων δύο ἢ καὶ

πλειόνων ἕνα προϊεμένη τόνον, ἤτοι τὰ βαρέα τούτων ἢ

τὰ ὀξύτερα προτάττουσα καὶ τὸ μέλος ἀπεργαζομένη.

πεττεία δέ, ᾗ γινώσκομεν τίνας μὲν τῶν φθόγγων ἀφε-

τέον, τίνας δὲ παραληπτέον καὶ ὁσάκις ἕκαστον αὐτῶν,

ἀπὸ τίνος τε ἀρκτέον καὶ εἰς ὃν καταληκτέον· αὕτη δὲ

καὶ τοῦ ἤθους γίνεται παραστατική. διαφέρει δὲ μελοποιία

μελῳδίας· ἡ μὲν γὰρ ἀπαγγελία μέλους ἐστίν, ἡ δὲ ἕξις

ποιητική. τρόποι δὲ μελοποιίας γένει μὲν γ̅· διθυραμ-

βικὸς νομικὸς τραγικός. ὁ μὲν οὖν νομικὸς τρόπος ἐστὶ

νητοειδής, ὁ δὲ διθυραμβικὸς μεσοειδής, ὁ δὲ τραγικὸς

ὑπατοειδής· εἴδει δὲ εὑρίσκονται πλείους, οὓς δυνατὸν

δι' ὁμοιότητα τοῖς γενικοῖς ὑποβάλλειν· ἐρωτικοί τε γὰρ

καλοῦνταί τινες, ὧν ἴδιοι ἐπιθαλάμιοι, καὶ κωμικοὶ καὶ

ἐγκωμιαστικοί. τρόποι δὲ λέγονται διὰ τὸ συνεμφαίνειν

πως τὸ ἦθος κατὰ τὰ μέλη τῆς διανοίας. διαφέρουσι δ'

ἀλλήλων αἱ μελοποιίαι· γένει, ὡς ἐναρμόνιος χρωματικὴ

διάτονος· συστήματι, ὡς ὑπατοειδὴς μεσοειδὴς νητοειδής·

τόνῳ, ὡς δώριος…

ἤθει,…

κ…

The complete text is available when the reading interface loads.