The Greek Library Author

Socrates, Scholasticus

Historia Ecclesiastica

Scientific editors
Robert Hussey, William Bright
Edition reference
Socrates' Ecclesiastical history · Oxford · Oxford at the Clarendon Press · 1893
CTS identifier
urn:cts:greekLit:tlg2057.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Chapter 1

Τὸ τοῦ βιβλίου προοίμιον.

Εὐσέβιος ὁ Παμφίλου ἐν ὅλοις δέκα βιβλίοις τὴν ἐκκλησιαστικὴν ἱστορίαν ἐκθέμενος, κατέπαυσεν εἰς τοὺς χρόνους τοῦ βασιλέως Κωνσταντίνου, ἐν οἷς καὶ ὁ παρὰ τοῦ Διοκλητιανοῦ κατὰ Χριστιανῶν γενόμενος διωγμὸς ἀπεπαύσατο. Γράφων δὲ ὁ αὐτὸς εἰς τὸν βίον Κωνσταντίνου, τῶν κατ̓ Ἄρειον μερικῶς μνήμην πεποίηται, τῶν ἐπαίνων τοῦ βασιλέως, καὶ τῆς πανηγυρικῆς ὑψηγορίας Cp. c. 16. τῶν λόγων μᾶλλον, ὡς ἐν ἐγκωμίῳ φροντίσας, ἢ περὶ τοῦ ἀκριβῶς περιλαβεῖν τὰ γενόμενα. Ἡμεῖς δὲ προθέμενοι συγγράψαι τὰ ἐξ ἐκείνου μέχρι τῶν τῇδε περὶ τὰς ἐκκλησίας γενόμενα, τῆς ὑποθέσεως ἀρχὴν, ἐξ ὧν ἐκεῖνος ἀπέλιπε, ποιησόμεθα: οὐ φράσεως ὄγκου φροντίζοντες, ἀλλ̓ ὅσα ἢ ἐγγράφως εὕρομεν, ἢ παρὰ τῶν ἱστορησάντων ἠκούσαμεν διηγουμένων. Καὶ ἐπειδὴ πρὸς τὸ προκείμενον συλλαμβάνεται ἡμῖν μνημονεῦσαι, τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθε, μικρὰ περὶ τούτου ὡς οἷόν τε μνημονεύσωμεν, ἐνθένδε πόθεν τὴν ἀρχὴν ποιησάμενοι.

Chapter 2

Τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθεν.

Ἡνίκα Διοκλητιανὸς, καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Ἡρκούλιος, A.D. 305. ἐκ συνθέματος τὴν βασιλείαν ἀποθέμενοι, τὸν ἰδιωτικὸν ἐπανείλοντο βίον: καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Γαλέριος, ὁ συμβασιλεύσας αὐτοῖς, ἐπιβὰς τῆς Ἰταλίας, δύο κατέστησε Καίσαρας, Μαξιμῖνον μὲν ἐν τοῖς κατὰ τὴν ἑῴαν, Σεβῆρον δὲ ἐν τοῖς κατὰ τὴν Ἰταλίαν: κατὰ δὲ τὰς Βρεττανίας Κωνσταντῖνος ἀνηγορεύθη βασιλεὺς, Euseb. *wit. Con. i. 21. εἰς τόπον Κωνστανίου τοῦ πατρὸς αὐτοῦ, τεθνηκότος τῷ πρώτῳ A.D. 306. ἐνιαυτῷ τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πρώτης Ὀλυμπιάδος, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ Ἰουλίου μηνός: ἐν Ῥώμῃ δὲ ὑπὸ τῶν στρατιωτῶν τῶν πραιτωρίων, Μαξέντιος ὁ υἱὸς Μαξιμιανοῦ τοῦ Ἡρκουλίου, ᾔρθη τύραννος μᾶλλον ἢ βασιλεύς: ἐκ τούτων ὁ Ἡρκούλιος εἰς ἐπιθυμίαν πάλιν βασιλείας ἀρθεὶς, ἐπεχείρησεν ἀπολέσαι τὸν υἱὸν Μαξέντιον: ἀλλὰ τοῦτο μὲν ποιῆσαι ὑπὸ τῶν στρατιωτῶν διεκωλύθη: ὕστερον δὲ ἐν Ταρσῷ τῆς Κιλικίας ἐτελεύτα τὸν βίον: Σεβῆρος δὲ ὁ Καῖσαρ ὑπὸ τοῦ Γαλερίου Μαξιμίνου A.D. 307. πεμφθεὶς εἰς τὴν Ῥώμην ἐπὶ τὴν Μαξεντίου σύλληψιν, ἀνῃρέθη, τῶν στρατιωτῶν προδεδωκότων αὐτόν: καὶ τὰ τελευταῖα πάντα Μαξιμιανὸς A.D. 310. ὁ Γαλέριος περιέπων τελευτᾷ, Λικίννιον πρότερον βασιλέα καταστήσας: ὃς ἦν ἐκ παλαιῶν τῶν χρόνων συστρατιώτης αὐτῷ καὶ φίλος, ἀπὸ Δακίας ὁρμώμενος. Μαξέντιος δὲ κακῶς τοὺς Ῥωμαίους ἐπέτριβε, τυραννικῷ μᾶλλον ἢ βασιλικῷ τρόπῳ χρώμενος κατ̓ αὐτῶν: μοιχεύων ἀνέδην τὰς τῶν ἐλευθέρων γυναῖκας, καὶ πολλοὺς ἀναιρῶν, καὶ ποιῶν τὰ τούτοις ἀκόλουθα. Τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνος, ῥύσασθαι Ῥωμαίους τῆς ὑπ’ αὐτὸν δουλείας ἐσπούδαζεν: εὐθύς τε φροντίδας ἐτίθη, τίνα τρόπον καθέλοι τὸν τύραννον: καὶ ὡς ἦν ἐν τηλικαύτῃ φροντίδι, ἐπενόει τίνα Θεὸν ἐπίκουρον πρὸς τὴν μάχην καλέσειε: κατὰ νοῦν τε ἐλάμβανεν, ὡς οὐδὲν ὤναντο οἱ περὶ Διοκλητιανὸν, περὶ τοὺς Ἑλλήνων θεοὺς διακείμενοι: ηὕρισκέν τε ὡς ὁ αὐτοῦ πατὴρ Κωνστάντιος, ἀποστραφεὶς τὰς Ἑλλήνων θρησκείας, εὐδαιμονέστερον τὸν βίον διήγαγεν. Ἐν τοιαύτῃ τοίνυν ἀμφισβητήσει τυγχάνοντι, καί που ἅμα τοῖς στρατιώταις ὁδεύοντι, συνέβη θαυμάσιόν τι καὶ λόγου κρεῖττον θεάσασθαι. Περὶ γὰρ μεσημβρινὰς ἡλίου ὥρας, ἤδη τῆς ἡμέρας ἀποκλινούσης, εἶδεν ἐν τῷ οὐρανῷ στύλον φωτὸς Eus. *w. C. i. 28. σταυροειδῆ, ἐν ᾧ γράμματα ἦν λέγοντα, Ἐν τούτῳ νίκα. Τοῦτο φανὲν τὸ σημεῖον τὸν βασιλέα ἐξέπληττεν: αὐτός τε τοῖς οἰκείοις σχεδὸν ἀπιστῶν ὀφθαλμοῖς, ἠρώτα καὶ τοὺς παρόντας, εἰ καὶ αὐτοὶ τῆς αὐτῆς ἀπολαύουσιν ὄψεως. Τῶν δὲ συμφωνησάντων, ἀνερρώννυτο μὲν ὁ βασιλεὺς ἐπὶ τῇ θείᾳ καὶ θαυμαστῇ φαντασίᾳ. Νυκτὸς δὲ ἐπιλαβούσης, κατὰ τοὺς ὕπνους ὁρᾷ τὸν Χριστὸν λέγοντα αὐτῷ, κατασκεύασαι κατὰ τὸν τύπον τοῦ ὀφθέντος σημείου, καὶ τούτῳ κατὰ τῶν πολεμίων, ὡς ἑτοίμῳ κεχρῆσθαι τροπαίῳ. Τούτῳ πεισθεὶς τῷ χρησμῷ, κατασκευάζει μὲν τὸ σταυροειδὲς τρόπαιον, ὃ μέχρι νῦν τοῖς βασιλείοις φυλάττεται: σὺν προθυμίᾳ δὲ μείζονι πρὸς τὰς πράξεις ἐχώρει, συμβαλών τε αὐτῷ πρὸ τῆς Ῥώμης περὶ τὴν καλουμένην Μουλβίαν γέφυραν νικᾷ, Μαξεντίου εἰς τὸν Eus. *w. C. i. 38. ποταμὸν ἀποπνιγέντος: ἦν δὲ τοῦτο ἕβδομον ἔτος τῆς βασιλείας A.D. 312. αὐτοῦ, ἡνίκα τὴν κατὰ Μαξεντίου ᾔρατο νίκην. Μετὰ ταῦτα Λικιννίου τοῦ συμβασιλεύοντος αὐτῷ, τοῦ καὶ γαμβροῦ αὐτοῦ τυγχάνοντος ἐπὶ τῇ ἀδελφῇ αὐτοῦ Κωνσταντίᾳ, κατὰ τὴν ἑῴαν διάγοντος, αὐτὸς ἀπολαύσας τῶν τηλικούτων εὐεργεσιῶν τοῦ Θεοῦ, χαριστήρια τῷ εὐεργέτῃ προσέφερε. Ταῦτα δὲ ἦν, ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ διώκεσθαι, καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακαλεῖσθαι, τοὺς δὲ ἐν δεσμωτηρίῳ ἀφίεσθαι, καὶ τοῖς δημευθεῖσιν αὐτῶν τὰς οὐσίας ἀποκαθίστασθαι: τάς τε ἐκκλησίας ἀνώρθου, καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ. Ἐν τούτῳ δὲ καὶ Διοκλητιανὸς, ὁ τὴν βασιλείαν ἀποθέμενος, ἐν Σαλῶνι τῆς Δαλματίας A.D. 313. ἐτελεύτα.

Chapter 3

Πῶς Κωνσταντίνου τὰ Χριστιανῶν αὔξοντος, Λικίννιος ὁ συμβασιλεύων αὐτῷ Χριστιανοὺς ἐδίωκεν.

Ἀλλὰ Κωνσταντῖνος μὲν ὁ βασιλεὺς, τὰ τοῦ Χριστοῦ φρονῶν, πάντα ὡς Χριστιανὸς ἔπραττεν, ἀνεγείρων τὰς ἐκκλησίας, καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν: ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς κλείων καὶ καθαιρῶν, καὶ δημοσιεύων τὰ ἐν αὐτοῖς ἀγάλματα: Λικίννιος δὲ ὁ συμβασιλεύων αὐτῷ, τὰς Ἑλληνικὰς ἔχων δόξας, ἐμίσει Χριστιανούς. Καὶ διωγμὸν μὲν προφανῆ, φόβῳ τοῦ βασιλέως Κωνσταντίνου, κινεῖν ὑπεστέλλετο: λεληθότως δὲ πολλοὺς Eus. *w. C. i. 51. ἐσκευωρεῖτο: προϊὼν δὲ, καὶ φανερῶς αὐτοὺς βλάπτειν ἐπεχείρει. Καὶ γίνεται οὗτος ὁ διωγμὸς τοπικός: ἔνθα γὰρ ἦν Λικίννιος, ἐκεῖ μόνον ἐγένετο. Ἐπεὶ δὲ ταῦτά τε καὶ ἄλλα τυραννικῶς ποιῶν, οὐδαμῶς Κωνσταντῖνον ἐλάνθανεν, ἔγνω τε ἐπὶ τούτοις χαλεπαίνοντα, πρὸς ἀπολογίαν ἐτρέπετο. Καὶ θεραπεύων αὐτὸν, πλαστὴν φιλίαν ἐσπένδετο, πολλοὺς ὅρκους ὀμνὺς, μηδὲν τυραννικὸν φρονήσειν ποτέ: ἅμα τε ὀμνὺς, καὶ ἐπιορκῶν: οὐ γὰρ μετετίθετο τοῦ φρονεῖν τε τὰ τυραννικὰ, καὶ κατὰ Χριστιανῶν κινεῖν διωγμόν. Νόμῳ γὰρ ἐκέλευσε, τοὺς ἐπισκόπους μὴ φοιτᾷν παῤ Ἕλλησιν, ὡς ἂν μὴ ἔχῃ πρόφασιν αὔξεσθαι τὰ Χριστιανῶν. Ἦν δὲ ὁ διωγμὸς θρυλούμενος ἐν ταὐτῷ, καὶ ἀπόρρητος: ἐκρύπτετό τε τῷ λόγῳ, καὶ ἔργῳ ἦν φανερός: ἀνήκεστα γὰρ οἱ διωκόμενοι, εἴς τε τὸ σῶμα, καὶ εἰς τὰ χρήματα ἔπασχον.

Chapter 4

Ὅτι πόλεμος μεταξὺ Κωνσταντίνου καὶ Λικιννίου διὰ Χριστιανοὺς ἐγένετο.

Ἐκ δὲ τούτου, πρὸς ἀπέχθειαν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν: ἦσάν τε πολέμιοι, διακοπείσης αὐτοῖς τῆς ἐπιπλάστου φιλίας. Οὐκ εἰς μακράν τε εἰς τὸ πολεμεῖν ἀλλήλους ἐτράπησαν. Καὶ πολλῶν γενομένων συμβολῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, τέλος πρὸς Χρυσόπολιν τῆς Βιθυνίας, ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστὶν, ἡττηθεὶς ἐξέδωκεν ἑαυτόν. Ζῶντα οὖν συλλαβὼν φιλανθρωπεύεται: καὶ κτείνει μὲν οὐδαμῶς, οἰκεῖν δὲ τὴν Θεσσαλονικὴν προσέταξεν ἡσυχάζοντα. Ὁ δὲ πρὸς ὀλίγον ἡσυχάσας, ὕστερον βαρβάρους τινὰς συναγαγὼν, ἀναμαχέσασθαι τὴν ἧτταν ἐσπούδαζεν. Τοῦτο γνοὺς ὁ βασιλεὺς, ἀναιρεθῆναι αὐτὸν A.D. 324. Eus. *w. C. ii. 18. προσέταξε: καὶ κελεύσαντος αὐτοῦ ἀνῃρέθη. Κωνσταντῖνος τοίνυν πάντων γενόμενος ἐγκρατὴς, αὐτοκράτωρ τε βασιλεὺς ἀναδειχθεὶς, τὰ Χριστιανῶν αὖθις αὔξειν ἐσπούδαζεν: ἐποίει τε τοῦτο διαφόρως: καὶ ἦν ἐν βαθείᾳ εἰρήνῃ τὰ τοῦ Χριστιανισμοῦ δἰ αὐτόν. Ἀλλὰ δὴ τὴν τηλικαύτην εἰρήνην ἐμφύλιος τῶν Χριστιανῶν πόλεμος διαδέχεται: τίς δὲ ἦν οὗτος, καὶ ὅπως ἔλαβε τὴν ἀρχὴν, ὡς οἷόν τε διηγήσομαι.

Chapter 5

Περὶ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον φιλονεικίας.

Μετὰ Πέτρον τὸν γενόμενον ἐπίσκοπον Ἀλεξανδρείας, τὸν καὶ ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντα, διαδέχεται τὴν ἐπισκοπὴν Ἀχιλλᾶς: μετὰ δὲ Ἀχιλλᾶν, Ἀλέξανδρος ἐπὶ τῆς μνημονευθείσης εἰρήνης: καὶ ἀδεέστερον διάγων, τὴν ἐκκλησίαν συνεκρότει: καί ποτε παρόντων τῶν ὑπ’ αὐτῷ πρεσβυτέρων καὶ τῶν λοιπῶν κληρικῶν, φιλοτιμότερον περὶ τῆς ἁγίας Τριάδος, ἐν Τριάδι μονάδα εἶναι φιλοσοφῶν, ἐθεολόγει. Ἄρειος δέ τις πρεσβύτερος τῶν ὑπ’ αὐτῷ ταττομένων, ἀνὴρ οὐκ ἄμοιρος διαλεκτικῆς λέσχης, οἰόμενος τὸ Σαβελλίου τοῦ Cp. iv. 33. Λίβυος δόγμα εἰσηγεῖσθαι τὸν ἐπίσκοπον, ἐκ φιλονεικίας κατὰ διάμετρον εἰς τὸ ἐναντίον τῆς τοῦ Λίβυος δόξης ἀπέκλινε, καὶ ὡς ἐδόκει, γοργῶς ὑπαπήντησε πρὸς τὰ παρὰ τοῦ ἐπισκόπου λεχθέντα: καὶ φησὶν, εἰ ὁ Πατὴρ ἐγέννησε τὸν Υἱὸν, ἀρχὴν ὑπάρξεως ἔχει ὁ γεννηθείς: καὶ ἐκ τούτου δῆλον, ὅτι ἦν ὅτε οὐκ ἦν ὁ Υἱός: ἀκολουθεῖ τε ἐξ ἀνάγκης, ἐξ οὐκ ὄντων ἔχειν αὐτὸν τὴν ὑπόστασιν.

Chapter 6

Ὡς ἐκ τῆς φιλονεικίας ἀρχὴν διαιρέσεως ἡ ἐκκλησία ἔλαβε: καὶ ὡς Ἀλέξανδρος ὁ Ἀλεξανδρείας καθεῖλεν Ἄρειον, καὶ τοὺς περὶ αὐτόν.

Ταῦτα τῷ καινοπρεπεῖ: λόγῳ συλλογισάμενος, ἀναρριπίζει τοὺς πολλοὺς πρὸς τὸ ζήτημα. Καὶ ἀνάπτεται ἀπὸ σμικροῦ σπινθῆρος μέγα πῦρ. Ἀρξάμενόν τε τὸ κακὸν ἀπὸ τῆς Ἀλεξανδρέων ἐκκλησίας, διέτρεχε τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην, καὶ τὴν ἄνω Θηβαΐδα: ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο ἐπαρχίας τε καὶ πόλεις. Συνελαμβάνοντο τῇ Ἀρείου δόξῃ πολλοὶ μὲν καὶ ἄλλοι, μάλιστα δὲ Εὐσέβιος αὐτῆς ἀντείχετο, οὐχ ὁ Καισαρεὺς, ἀλλ̓ ὁ πρότερον μὲν τῆς Βηρυτίων ἐκκλησίας ἐπίσκοπος, τότε δὲ τῆς ἐν Βιθυνίᾳ Cp. Athan. Apol. c. Ari. 6. Νικομηδείας τὴν ἐπισκοπὴν ὑποδύς. Ταῦτα ἀκούων καὶ ὁρῶν τε γινόμενα ὁ Ἀλέξανδρος, πρὸς ὀργὴν ἐξάπτεται: καὶ συνέδριον πολλῶν ἐπισκόπων καθίσας, τὸν μὲν Ἄρειον, καὶ τοὺς ἀποδεχομένους τὴν δόξαν αὐτοῦ καθαιρεῖ: γράφει δὲ τοῖς κατὰ πόλιν τοιάδε. Ἐπιστολὴ Ἀλεξάδρου Ἀλεξανδρείας. Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας, Ἀλέξανδρος ἐν Κυρίῳ χαίρειν. Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας, ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις γραφαῖς, τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης, ἀκόλουθόν Eph. iv. 3. ἐστι γράφειν ἡμᾶς, καὶ σημαίνειν ἀλλήλοις τὰ παῤ ἑκάστοις γιγνόμενα, ἵνα εἴτε πάσχει, εἴτε χαίρει ἓν μέλος, ἢ συμπάσχωμεν, ἢ συγχαίρωμεν ἀλλήλοις. Ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ, ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ Χριστομάχοι, 1 Cor. xii. 26. διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ Ἀντιχρίστου νομίσειε καὶ καλέσειε. Καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ἵν̓ ἴσως ἐν τοῖς ἀποστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν, καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν, ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς: ἐπειδὴ δὲ Εὐσέβιος, ὁ νῦν ἐν τῇ Νικομηδείᾳ, νομίσας ἐπ’ αὐτῷ κεῖσθαι τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν, καὶ ἐποφθαλμίσας τῇ ἐκκλησίᾳ Νικομηδέων, οὐκ ἐκδεδίκηται κατ̓ αὐτοῦ, προΐσταται καὶ τούτων τῶν ἀποστατῶν, καὶ γράφειν ἐπεχείρησε πανταχοῦ, συνιστῶν αὐτοὺς, εἴπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν ἐσχάτην καὶ Χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον, εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον, μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους, καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥημάτια, καὶ ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε. Τὴν πάλαι γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν, νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος, σχηματίζεται μὲν ὡς ὑπὲρ τούτων γράφων: ἔργῳ δὲ δείκνυσιν, ὡς ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων, τοῦτο ποιεῖ. Οἱ μὲν οὖν ἀποστάται γενόμενοι εἰσὶν, Ἄρειος, Ἀχιλλὰς, Ἀειθαλὴς καὶ Καρπώνης, καὶ ἕτερος Ἄρειος, καὶ Σαρμάτης, καὶ Εὐζώϊος, καὶ Λούκιος, καὶ Ἰουλιανὸς, καὶ Μηνᾶς, καὶ Ἑλλάδιος, καὶ Γάϊος, καὶ σὺν αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς, οἱ ποτὲ λεχθέντες ἐπίσκοποι. Ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες Cp. Athan. ad Ep. Aeg. 12; de Decr. Nic. 6. λαλοῦσιν, ἐστὶ ταῦτα. Οὐκ ἀεὶ ὁ θεὸς Πατὴρ ἦν, ἀλλ̓ ἦν ὅτε ὁ Θεὸς Πατὴρ οὐκ ἦν: οὐκ ἀεὶ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ̓ ἐξ οὐκ ὄντων γέγονεν. Ὁ γὰρ ὢν Θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε: διὸ καὶ ἦν ποτὲ ὅτε οὐκ ἦν. Κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ Υἱός. Οὔτε δὲ ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί ἐστιν, οὔτε ἀληθινὸς καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστὶν, οὔτε ἀληθινὴ Σοφία αὐτοῦ ἐστί: ἀλλ̓ εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστί: καταχρηστικῶς δὲ λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς δὲ τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ, καὶ τῇ ἐν τῷ θεῷ Σοφίᾳ, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός: διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά: ξένος τε καὶ ἀλλότριος, καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς τοῦ Θεοῦ οὐσίας. Καὶ Cp. iv. 7. ἄρρητός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ: οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ Λόγος τὸν Πατέρα, οὔτε τελείως ὁρᾷν αὐτὸν δύναται. Καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ Υἱὸς ὡς ἔστι: δἰ ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δἰ αὐτοῦ ὡς δἰ ὀργάνου κτίσῃ ὁ Θεός: καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ Θεὸς ἤθελεν ποιῆσαι. Ἠρώτησε γοῦν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ Θεοῦ Λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη: καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, Ναὶ δύναται: τρεπτῆς γὰρ φύσεως ἐστὶ, γενητὸς καὶ τρεπτὸς ὑπάρχων. Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον, καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας, αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἡμεῖς μὲν μετὰ τῶν κατ̓ Αἴγυπτον ἐπισκόπων καὶ τὰς Λιβύας, ἐγγὺς ἑκατὸν ὄντων, συνελθόντες ἀνεθεματίσαμεν. Οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο, σπουδάζοντες συγκαταμίξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ, καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν. Ἀλλ̓ οὐκ ἰσχύσουσι, νικᾷ γὰρ ἡ ἀλήθεια: καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστῷ πρὸς 2 Cor. vi. 14. Βελίαρ. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται, Cp. Ath. Apol. c. Ari. 49. καὶ τὰς ἀκοὰς βύει, ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; Τίς ἀκούων Ἰωάννου λέγοντος, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ καταγινώσκει John i. 1-3. 18. τούτων λεγόντων, Ἠν ποτὲ ὅτε οὐκ ἦν; ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ, Ὁ μονογενὴς Υἱὸς, καὶ, Δἰ αὐτοῦ ἐγένετο τὰ πάντα, οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἶς ἐστὶ τῶν ποιημάτων ὁ Υἱός; Πῶς δὲ δύναται εἷς εἶναι τῶν δἰ αὐτοῦ γενομένων; ἢ πῶς μονογενὴς, ὁ τοῖς πᾶσι κατ̓ ἐκείνους συναριθμούμενος; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη, τοῦ Πατρὸς λέγοντος, Ἐξηρεύξατο ἡ καρδία Ps. xliv. (Lxx.) 1; cix. 3. μου λόγον ἀγαθόν: καὶ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σέ; ἢ πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ Πατρὸς, ὁ ὢν εἰκὼν τελεία καὶ ἀπαύγασμα τοῦ Πατρὸς, Heb. i. 3. John xiv. 9, 10. καὶ λέγων, Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα; Πῶς δὲ εἰ Λόγος καὶ Σοφία ἐστὶ τοῦ Θεοῦ ὁ Υἱὸς, ἦν ποτὲ ὅτε οὐκ ἦν; ἵσον γὰρ ἐστὶν αὐτοὺς λέγειν, ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν. Πῶς δὲ τρεπτὸς ἢ ἀλλοιωτὸς, ὁ λέγων δἰ ἑαυτοῦ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί: καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν: John x. 30. Mal. iii. 6. διὰ δὲ τοῦ προφήτου, Ἴδετέ με ὅτι ἐγὼ εἰμὶ, καὶ οὐκ ἠλλοίωμαι; Εἰ δὲ καὶ ἐπ’ αὐτόν τις τὸν Πατέρα τὸ ῥητὸν δύναται ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ Λόγου νῦν λεγόμενον, ὅτι καὶ γενομένος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ̓ ὡς ὁ Ἀπόστολος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ Heb. xiii. 8. εἰς τοὺς αἰῶνας. Τί δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δἰ ἡμᾶς γέγονε, καίτοι τοῦ Παύλου γράφοντος, Δἰ ὃν τὰ πάντα, καὶ δἰ οὗ τὰ πάντα; Περὶ Cp. Col. 1. 16; 1 Cor. viii. 6. μὲν οὖν τοῦ βλασφημεῖν αὐτοὺς, ὅτι οὐκ οἶδε τελείως ὁ Υἱὸς τὸν Πατέρα, οὐ δεῖ θαυμάζειν. Ἅπαξ γὰρ προθέμενοι Χριστομαχεῖν, παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ Κυρίου λέγοντος, Καθὼς γινώσκει με ὁ Πατὴρ, κᾀγὼ γινώσκω John x. 15. τὸν Πατέρα. Εἰ μὲν οὖν ἐκ μέρους γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καὶ ὁ Υἱὸς ἐκ μέρους γινώσκει τὸν Πατέρα. Εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδε, δὲ τελείως ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καθὼς γινώσκει ὁ Πατὴρ τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ὁ Λόγος γινώσκει τὸν ἑαυτοῦ Πατέρα, οὗ καὶ ἔστι Λόγος. Καὶ ταῦτα λέγοντες, καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς, πολλάκις ἀνετρέψαμεν αὐτούς. Καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλλοντο, φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον, Ὅτ̓ ἂν ἔλθῃ ὁ ἀσεβὴς εἰς βάθη Prov. xviii. 3. (Lxx.) κακῶν, καταφρονεῖ. Πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι, πεπτώκασιν εἰς ἀφροσύνην: οὗτοι δὲ διὰ πάντων αὐτῶν τῶν ῥημάτων, ἐπιχειρήσαντες ταῖς ἀναιρέσεσι τῆς τοῦ Λόγου θεότητος, ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας, ὡς ἐγγύτεροι τοῦ Ἀντιχρίστου γενόμενοι. Διὸ καὶ ἀπεκηρύχθησαν ἀπὸ τῆς ἐκκλησίας, καὶ ἀνεθεματίσθησαν. Λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων, καὶ μάλιστα ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας, νῦν ἀπεπήδησαν. Οὐ ξενιζόμεθα δέ: τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φιλητὸς πεπόνθασι: καὶ πρὸ αὐτῶν Ἰούδας. ἀκολουθήσας τῷ Σωτῆρι, ὕστερον δὲ προδότης καὶ ἀποστάτης γενόμενος. Καὶ περὶ τούτων δὲ αὐτῶν, οὐκ ἀδίδακτοι μεμενήκαμεν: ἀλλ̓ ὁ μὲν Κύριος Mat. xxiv. 5. Luke xxi. 8. προείρηκε, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ: πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγὼ εἰμὶ, καὶ ὁ καιρὸς ἤγγικε: καὶ πολλοὺς πλανήσουσι: Cf. 1 Tim. iv. 1; Tit. i. 14. μὴ πορευθῆτε ὀπίσω αὐτῶν. Ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, ἔγραψεν, Ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως τῆς ὑγιαινούσης, προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἀποστρεφομένων τὴν ἀλήθειαν. Τοῦ τοίνυν Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διά τε αὑτοῦ παραγγέλλοντος, καὶ διὰ τοῦ Ἀποστόλου σημαίνοντος περὶ τῶν τοιούτων, ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι, ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους, ἀποδείξαντες αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως. Ἐδηλώσαμεν δὲ καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοὶ, ἵνα μήτε τινας ἐξ αὐτῶν, εἰ προπετεύσαιντο καὶ πρὸς ὑμᾶς ἐλθεῖν, μὴ προσδέξησθε, μήτε Εὐσεβίῳ, ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. Πρέπει γὰρ ὑμᾶς ὡς Χριστιανοὺς ὄντας, πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας, ὡς Θεομάχους καὶ φθορέας τῶν ψυχῶν 2 John 10. ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μή ποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. Προσείπατε τοὺς παῤ ὑμῖν ἀδελφούς. Ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσι. Τοιαῦτα τοῖς ἁπανταχοῦ κατὰ πόλιν Ἀλεξάνδρου γράφοντος, χεῖρον ἐγένετο τὸ κακὸν, εἰς φιλονεικίαν ἐξαπτομένων, οἷς τὰ γραφέντα ἐγνωρίζετο. Καὶ οἱ μὲν τοῖς γραφεῖσι σύμψηφοι γινόμενοι, καὶ προσυπέγραφον: οἱ δὲ τοὐναντίον ἐποίουν. Μάλιστα δὲ πρὸς ἀντιπάθειαν ἐκεκίνητο ὁ τῆς Νικομηδείας Εὐσέβιος, ὅτι αὐτοῦ κακῶς Ἀλέξανδρος ἐν τοῖς γραφεῖσι μνήμην πεποίητο. Ἴσχυε δὲ κατ̓ ἐκεῖνο τοῦ καιροῦ μάλιστα ὁ Εὐσέβιος, ὅτι κατὰ τὴν Νικομήδειαν ὁ βασιλεὺς τότε διέτριβε: καὶ γὰρ ἐκεῖ τὰ βασίλεια μικρὸν ἔμπροσθεν οἱ περὶ Διοκλητιανὸν ἐπεποίηντο. Διατοῦτο οὖν πολλοὶ τῶν ἐπισκόπων τῷ Εὐσεβίῳ ὑπήκουον: κᾀκεῖνος συνεχῶς ἐπέστελλεν, Ἀλεξάνδρῳ μὲν, ἵνα καθυφεὶς τὸ κινούμενον ζήτημα, δέξηται τοὺς περὶ Ἄρειον: τοῖς δὲ κατὰ πόλιν, ὅπως ἂν μὴ γένοιντο σύμψηφοι Ἀλεξάνδρῳ. Ὅθεν τὰ πάντα ἦν ταραχῆς ἀνάμεστα: οὐ γὰρ μόνους ἦν ἰδεῖν τοὺς τῶν ἐκκλησιῶν προέδρους λόγοις διαπληκτιζομένους, ἀλλὰ καὶ πλήθη τεμνόμενα: τῶν μὲν, ὡς τούτοις: τῶν δὲ, θατέροις ἐπικλινομένων. Εἰς τοσοῦτον δὲ ἀτοπίας προέβη τὸ πρᾶγμα, ὥστε δημοσίᾳ καὶ ἐν αὐτοῖς θεάτροις τὸν Χριστιανισμὸν γελᾶσθαι. Οἱ μὲν οὖν περὶ αὐτὴν τὴν Ἀλεξάνδρειαν, νεανικῶς περὶ τῶν ἀνωτάτω δογμάτων διεπληκτίζοντο, διεπρεσβεύοντο δὲ πρὸς τοὺς κατ̓ ἐπαρχίαν ἐπισκόπους: οἱ δὲ, εἰς θάτερον τεμνόμενοι μέρος, τῆς ἐκείνων ὁμοίας στάσεως ἐγίνοντο. Συνανεμίγνυντο δὲ τοῖς Ἀρειανίζουσι Μελιτιανοὶ, οἱ μικρὸν ἔμπροσθεν τῆς ἐκκλησίας χωρισθέντες, τίνες δέ εἰσιν οὗτοι, λεκτέον. Ὑπὸ Πέτρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, τοῦ ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντος, Μελίτιός τις μιᾶς τῶν ἐν Αἰγύπτῳ πόλεων ἐπίσκοπος καθῃρέθη, δἰ ἄλλας τε πολλὰς αἰτίας, καὶ μάλιστα ὅτι ἐν Cp. Athan. Apol. c. Ari. 59: Routh, Rell. Sac. iv. 91. τῷ διωγμῷ, ἀρνησάμενος τὴν πίστιν, ἐπέθυσεν. Οὗτος καθαιρεθεὶς, πολλούς τε ἐσχηκὼς τοὺς ἑπομένους αὐτῷ, αἱρεσιάρχης κατέστη τῶν ἄχρι νῦν ἐξ αὐτοῦ κατὰ τὴν Αἴγυπτον Μελιτιανῶν καλουμένων. Ἀπολογίαν τε οὐδὲ μίαν εὔλογον ἔχων τοῦ κεχωρίσθαι τῆς ἐκκλησίας, ἠδικῆσθαι μὲν ἔλεγεν ἑαυτὸν ἁπλῶς: ἐκακηγόρει δὲ καὶ ἐλοιδόρει τὸν Πέτρον. Ἀλλὰ Πέτρος μὲν ἐν τῷ διωγμῷ μαρτυρήσας, ἐτελεύτησεν: ὁ δὲ μεταφέρει τὰς λοιδορίας ἐπὶ Ἀχιλλᾶν, ὃς μετὰ Πέτρον ἐπίσκοπος ἦν: καὶ αὖθις ἐπὶ τὸν μετὰ Ἀχιλλᾶν γεγενημένον Ἀλέξανδρον. Ἐν τούτοις δὴ καθεστώτων αὐτῶν, ἐπιγίνεται τὸ κατὰ Ἄρειον ζήτημα. Καὶ ὁ Μελίτιος ἅμα τοῖς αὐτοῦ, συνελαμβάνετο τῷ Ἀρείῳ, κατὰ τοῦ ἐπισκόπου συμφατριάζων αὐτῷ. Καὶ ὅσοις μὲν ἄτοπος ἦν ἡ Ἀρείου δόξα, ἀπεδέχοντο τοῦ Ἀλεξάνδρου τὴν ἐπὶ Ἀρείῳ κρίσιν, καὶ ὡς δικαία εἴη ἡ κατὰ τῶν οὕτω φρονούντων ψῆφος. Ἔγραφον δὲ καὶ οἱ περὶ τὸν Νικομηδέα Εὐσέβιον, καὶ ὅσοι τὴν Ἀρείου δόξαν ἠσμένιζον, ὥστε λύειν μὲν τὴν φθάσασαν ἀποκήρυξιν, ἐπανάγειν δὲ εἰς τὴν ἐκκλησίαν τοὺς ἀποκηρυχθέντας: μήτε γὰρ δοξάζειν κακῶς. Οὕτως ἐναντίων τῶν γραμμάτων πρὸς τὸν ἐπίσκοπον τὸν Ἀλεξανδρείας πεμπομένων, πεποίηνται τῶν ἐπιστολῶν τούτων συναγωγὰς, Ἄρειος μὲν τῶν ὑπὲρ αὐτοῦ, Ἀλέξανδρος δὲ τῶν ἐναντίων: καὶ τοῦτο πρόφασις γέγονεν ἀπολογίας ταῖς νῦν ἐπιπολαζούσαις αἱρέσεσιν Ἀρειανῶν, Εὐνομιανῶν, καὶ ὅσοι τὴν ἐπωνυμίαν ἀπὸ Μακεδονίου ἔχουσιν: ἕκαστοι γὰρ μάρτυσι ταῖς ἐπιστολαῖς ἐχρήσαντο τῆς οἰκείας αἱρέσεως.

Chapter 7

Ὡς ὁ βασιλεὺς Κωνσταντῖνος λυπηθεὶς ἐπὶ τῇ ταραχῇ τῶν ἐκκλησίων, ἔπεμψεν Ὅσιον τὸν Ἱσπανὸν εἰς Ἀλεξάνδρειαν, εἰς ὁμόνοιαν παρακαλῶν τὸν ἐπίσκοπον καὶ τὸν Ἄρειον.

Ταῦτα δὲ πυθόμενος ὁ βασιλεὺς, καὶ τὴν ψυχὴν ὑπεραλγήσας, συμφοράν τε οἰκείαν εἶναι τὸ πρᾶγμα ἡγησάμενος, παραχρῆμα τὸ ἀναφθὲν κακὸν κατασβέσαι σπουδάζων, γράμματα πρὸς Ἀλέξανδρον καὶ Ἄρειον πέμπει, δἰ ἀνδρὸς ἀξιοπίστου, ᾧ ὄνομα μὲν ἦν Ὅσιος, μιᾶς δὲ τῶν ἐν τῇ Ἱσπανίᾳ πόλεων, ὄνομα Κουδρούβης, ὑπῆρχεν ἐπίσκοπος: πάνυ τε αὐτὸν ἠγάπα καὶ διὰ τιμῆς ἦγεν ὁ βασιλεύς. Ὧν γραμμάτων μέρος ἐνταῦθα κεῖσθαι οὐκ ἄκαιρον ἡγοῦμαι. Ἡ Eus. *w. C. ii. 64-, 2. γὰρ ὅλη ἐπιστολὴ ἐν τοῖς Εὐσεβίου εἰς τὸν Κωνσταντίνου βίον κεῖται βιβλίοις. Νικητὴς Κωνσταντῖνος, Μέγιστος, Σεβαστὸς, Ἀλεξάνδρῳ καὶ Ἀρείῳ. Μανθάνω ἐκεῖθεν ὑπῆρχθαι τοῦ παρόντος ζητήματος τὴν καταβολήν: ὅτε γὰρ σὺ, ὦ Ἀλέξανδρε, ἐζήτεις παρὰ τῶν πρεσβυτέρων, τί δήποτε ἕκαστος αὐτῶν ὑπέρ τινος τόπου τῶν ἐν τῷ νόμῳ γεγραμμένων, μᾶλλον δὲ ὑπέρ τινος ματαίου ζητήματος μέρους, πυνθάνοιτο: σύ τε, ὦ Ἄρειε, ὅπερ ἢ μήτε τὴν ἀρχὴν ἐνθυμηθῆναι, ἢ ἐνθυμηθέντα, σιωπῇ παραδοῦναι προσῆκον ἦν, ἀπροόπτως ἀντέθηκας: ὅθεν τῆς ἐν ὑμῖν διχονοίας ἐγερθείσης, ἡ μὲν σύνοδος ἠρνήθη: ὁ δὲ ἁγιώτατος λαὸς εἰς ἀμφοτέρους σχισθεὶς, ἐκ τῆς τοῦ κοινοῦ σώματος ἁρμονίας ἐχωρίσθη. Οὐκοῦν ἑκάτερος ὑμῶν ἐξίσου τὴν γνώμην παρασχὼν, ὅπερ ἂν ὁ συνθεράπων ὑμῶν δικαίως παραινεῖ, δέξασθε. Τί δὲ τοῦτο ἐστίν; οὔτε ἐρωτᾷν ὑπὲρ τῶν τοιούτων ἐξ ἀρχῆς προσῆκον ἦν, οὔτε ἐρωτώμενον ἀποκρίνασθαι. Τὰς γὰρ τοιαύτας ζητήσεις, ὁπόσας οὐ νόμου τινὸς ἀνάγκη προστάττει, ἀλλὰ ἀνωφελοῦς ἀργίας ἐρεσχελία προστίθησιν, εἰ καὶ φυσικῆς τινος γυμνασίας ἕνεκα γίνοιτο, ὅμως ὀφείλομεν εἴσω τῆς διανοίας ἐγκλείειν, καὶ μὴ προχείρως εἰς δημοσίας συνόδους ἐκφέρειν, μηδὲ ταῖς πάντων ἀκοαῖς ἀπρονοήτως πιστεύειν: πόσος γάρ ἐστιν ἕκαστος, ὥς τε πραγμάτων οὕτω μεγάλων, καὶ λίαν δυσχερῶν δύναμιν, ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν, ἢ κατ̓ ἀξίαν ἑρμηνεύσαι; εἰ δὲ καὶ τοῦτο ποιεῖν τις εὐχερῶς νομισθείη, πόσον μέρος τοῦ δήμου πείσει; ἢ τίς ταῖς τῶν τοιούτων ζητημάτων ἀκριβείαις, ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως, ἀντισταίη; Οὐκοῦν ἐφεκτέον ἐν τοῖς τοιούτοις Eus. a)sqenei/a| . . . sune/sei. τὴν πολυλογίαν, ἵνα μήπως ἡ ἡμῶν ἀσθένεια τῆς φύσεως, τὸ προτεθὲν ἑρμηνεύσαι μὴ δυνηθέντων, ἢ ἡ τῶν διδασκομένων ἀκροατῶν βραδυτέρα σύνεσις, πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μὴ χωρησάντων, αὖθις ἐξ ἑκατέρου τούτων ἢ βλασφημίας, ἢ σχίσματος εἰς ἀνάγκην ὁ δῆμος περισταίη. Διόπερ καὶ ἐρώτησις ἀπροφύλακτος, καὶ ἀπόκρισις ἀπρονόητος, τὴν ἴσην ἀλλήλαις ἐπιδιδότωσαν ἐφ̓ ἑκατέρῳ συγγνώμην: οὐδὲ γὰρ ὑπὲρ τοῦ κορυφαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ὑμῖν ἐξήφθη πρόφασις, οὐδὲ καινή τις ὑμῖν ὑπὲρ τῆς τοῦ θεοῦ θρησκείας αἵρεσις ἀντεισήχθη: ἀλλ̓ ἕνα καὶ τὸν αὐτὸν ἔχετε λογισμὸν, ὥσπερ τὸ τῆς κοινωνίας σύνθημα. Ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων, τοσοῦτον τὸν τοῦ Θεοῦ λαὸν ταῖς ὑμετέραις ἰθύνεσθαι φρεσὶν οὐ προσήκει, διὰ τὸ διχονοεῖν: ἀλλ̓ οὔτε πρέπον, οὔτε ὅλως θεμιτὸν εἶναι πιστεύεται: ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσω, λέξω. Ἴστε δὴ καὶ τοὺς φιλοσόφους αὐτοὺς, ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται. Πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν, εἰ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρίζονται, τῇ μέντοι τοῦ σώματος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. Εἰ δὲ τοῦτο ἐστὶ, πῶς οὐ πολλῷ δικαιότερον ὑμᾶς, τοὺς τοῦ μεγάλου Θεοῦ θεράποντας καθεστῶτας, ἐν τοιαύτῃ προαιρέσει θρησκείας ὁμοψύχους ἀλλήλοις εἶναι; Ἐπισκεψώμεθα δὲ λογισμῷ μείζονι, καὶ πλείονι συνέσει τὸ ῥηθὲν ἐνθυμηθῶμεν, εἴπερ ὀρθῶς ἔχει δἰ ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλονεικίας, ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι, καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δἰ ἡμῶν, οἳ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικοῦμεν; δημώδη ταῦτ̓ ἐστὶ, καὶ παιδικαῖς ἀνοίαις ἁρμόττοντα μᾶλλον, ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων ἀνδρῶν συνέσει προσήκοντα. Ἀποστῶμεν ἑκόντες τῶν διαβολικῶν πειρασμῶν. Ὁ μέγας ἡμῶν Θεὸς ὁ Σωτὴρ πάντων κοινὸν ἅπασι τὸ φῶς ἐξέτεινεν: ἐφ̓ οὗ τῇ προνοίᾳ, ταύτην ἐμοὶ τῷ θεραπευτῇ τοῦ κρείττονος τὴν σπουδὴν εἰς τέλος ἐνεγκεῖν συγχωρήσατε, ὅπως ὑμᾶς τοὺς ἐκείνου δήμους ἐμῇ προσφωνήσει καὶ ὑπηρεσίᾳ καὶ νουθεσίας ἐνστάσει πρὸς τὴν τῆς συνόδου κοινωνίαν ἐπανάγοιμι. Ἐπειδὴ γὰρ, ὡς ἔφην, μία τίς ἐστι πίστις ἐν ὑμῖν, καὶ μία τῆς καθ̓ ὑμᾶς αἱρέσεως σύνεσις, τό τε τοῦ νόμου παράγγελμα, τοῖς δἰ ἑαυτοῦ μέρεσιν εἰς μίαν ψυχῆς πρόθεσιν, τὸ ὅλον συγκλείει, τοῦτο ὅπερ ὑμῖν ἐν ἀλλήλοις φιλονεικίαν ἤγειρεν, ἐπειδὴ μὴ πρὸς τὴν τοῦ παντὸς νόμου δύναμιν ἀνήκει, χωρισμόν τινα καὶ στάσιν ἐν ὑμῖν μηδαμῶς ἐμποιείτω. Καὶ λέγω ταῦτα, οὐχ ὡς ἀναγκάζων ὑμᾶς ἐξάπαντος τῇ λίαν εὐήθει, καὶ οἵα δήποτε ἐστὶν ἐκείνη, ζητήσει συντίθεσθαι: δύναται γὰρ καὶ τὸ τῆς συνόδου τιμίον ὑμῖν ἀκέραιον φυλάττεσθαι, καὶ ἡ αὐτὴ κατὰ πάντων κοινωνία τηρεῖσθαι, κ̔??ʼν τὰ μάλιστά τις ἐν μέρει πρὸς ἀλλήλους ὑπὲρ ἐλαχίστου διαφωνία γένηται: ἐπεὶ μηδὲ πάντες ἐν πᾶσι ταὐτὸ βουλόμεθα, μηδὲ μία τις ἐν ἡμῖν φύσις ἢ γνώμη πολιτεύεται. Περὶ μὲν οὖν τῆς θείας προνοίας, μία τις ἐν ὑμῖν ἔστω πίστις, μία σύνεσις, μία συνθήκη τοῦ κρείττονος: ʽ??ʼ δὲ ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κἂν μὴ πρὸς μίαν γνώμην συμφέρητε, μένειν εἴσω λογισμῶν προσήκει, τῷ τῆς διανοίας ἀπορρήτῳ τηρούμενα. Τὸ μέντοι τῆς κοινῆς φιλίας ἀπόρρητόν τε καὶ ἐξαίρετον, καὶ ἡ τῆς ἀληθείας πίστις, ἥτε περὶ τὸν Θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμὴ, μενέτω παῤ ὑμῖν ἀσάλευτος: ἐπανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν. Ἀπόδοτε τῷ σύμπαντι λαῷ τὰς οἰκείας περιπλοκάς: ὑμεῖς τε αὐτοὶ, καθάπερ τὰς ἑαυτῶν ψυχὰς ἐκκαθάραντες, αὖθις ἀλλήλους ἐπίγνωτε. Ἡδίων γὰρ πολλάκις γίνεται φιλία μετὰ τὴν τῆς ἔχθρας ὑπόθεσιν αὖθις εἰς καταλλαγὴν ἐπανελθοῦσα. Ἀπόδοτε οὖν μοι γαληνὰς μὲν ἡμέρας, νύκτας δὲ ἀμερίμνους, ἵνα κᾀμοί τις ἡδονὴ καθαροῦ φωτὸς, καὶ βίου λοιπὸν ἥσυχος εὐφροσύνη σώζηται: εἰ δὲ μὴ, στένειν ἀνάγκη, καὶ δακρύοις δἰ ὅλου συνέχεσθαι, καὶ μηδὲ τὸν τοῦ ζῆν αἰῶνα πραέως ὑφίστασθαι. Τῶν γάρ τοι τοῦ Θεοῦ λαῶν, τῶν συνθεραπόντων λέγω τῶν ἐμῶν, οὕτως ἀδίκῳ καὶ βλαβερᾷ πρὸς ἀλλήλους φιλονεικίᾳ κεχωρισμένων, ἐμὲ πῶς ἐγχωρεῖ τῷ λογισμῷ συνεστάναι λοιπόν; ἵνα δὲ τῆς ἐπὶ τούτῳ λύπης τὴν ὑπερβολὴν αἴσθησθε, ἀκούσατε. Πρώην ἐπιστὰς τῇ Νικομηδέων πόλει, παραχρῆμα εἰς τὴν ἑῴαν ἠπειγόμην τῇ γνώμῃ: σπεύδοντι δέ μοι πρὸς ὑμᾶς ἤδη, καὶ τῷ πλείονι μέρει σὺν ὑμῖν ὄντι, ἡ τοῦδε τοῦ πράγματος ἀγγελία πρὸς τὸ ἔμπαλιν τὸν λογισμὸν ἀνεχαίτισεν: ἵνα μὴ τοῖς ὀφθαλμοῖς ὁρᾷν ἀναγκασθείην, ἃ μηδὲ ταῖς ἀκοαῖς προσέσθαι δυνατὸν ἡγούμην. Ἀνοίξατε δή μοι λοιπὸν ἐν τῇ καθ̓ ὑμᾶς ὁμονοίᾳ τῆς ἑῴας τὴν ὁδὸν, ἣν ταῖς πρὸς ἀλλήλους φιλονεικίαις ἀπεκλείσατε. Καὶ συγχωρήσατε θᾶττον ὑμᾶς τε ὁμοῦ καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἐπιδεῖν χαίροντας, καὶ τὴν ὑπὲρ τῆς κοινῆς ἁπάντων ὁμονοίας τε καὶ ἐλευθερίας ὀφειλομένην χάριν, ἐπ’ εὐφήμοις λόγων συνθήμασιν, ὁμολογῆσαι τῷ κρείττονι.

Chapter 8

Περὶ τῆς γεγενημένης Συνόδου ἐν Νικαίᾳ τῆς Βιθυνίας, καὶ περὶ τῆς ἐκεῖ ἐκτεθείσης πίστεως.

Τοιαῦτα μὲν οὖν θαυμαστὰ καὶ σοφίας μεστὰ παρῄνει ἡ τοῦ βασιλέως ἐπιστολή: τὸ δὲ κακὸν ἐπικρατέστερον ἦν καὶ τῆς τοῦ βασιλέως σπουδῆς, καὶ ἀξιοπιστίας τοῦ διακονησαμένου τοῖς γράμμασιν: οὔτε γὰρ Ἀλέξανδρος, οὔτε Ἄρειος ὑπὸ τῶν γραφέντων ἐμαλάσσοντο. Ἀλλά τις ἦν ἄκριτος καὶ παρὰ τοῖς λαοῖς ἔρις καὶ ταραχή: προϋπῆρχε δὲ καὶ ἄλλη τις προτέρα νόσος τοπικὴ, τὰς ἐκκλησίας ταράττουσα, ἡ διαφωνία τῆς τοῦ Πάσχα ἑορτῆς, ἥτις περὶ τὰ τῆς ἑῴας μέρη μόνον ἐγένετο: τῶν μὲν Ἰουδαϊκώτερον ἑορτὴν ποιεῖν ἐσπουδακότων, τῶν δὲ μιμουμένων σύμπαντας τοὺς κατὰ τὴν οἰκουμένην Χριστιανούς. Διαφωνοῦντες δὲ οὕτω περὶ τῆς ἑορτῆς, τῆς κοινωνίας μὲν οὐδαμῶς ἐχωρίζοντο: στυγνοτέραν δὲ τὴν ἑορτὴν τῇ διαφωνίᾳ εἰργάζοντο. Δἰ ἀμφότερα τοίνυν ὁρῶν ὁ βασιλεὺς ταραττομένην τὴν ἐκκλησίαν, σύνοδον οἰκουμενικὴν συνεκρότει, τοὺς πανταχόθεν ἐπισκόπους διὰ γραμμάτων εἰς Νίκαιαν τῆς Βιθυνίας ἀπαντῆσαι παρακαλῶν. Παρῆσάν τε ἐκ πολλῶν ἐπαρχιῶν καὶ πόλεων οἱ ἐπίσκοποι: περὶ ὧν ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν Κωνσταντίνου βίον, τάδε κατὰ λέξιν φησίν. Τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν Eus. *w. C. iii. 7, 8, 9. Ἀσίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ Θεοῦ λειτουργῶν τὰ ἀκροθίνια: εἶς τε οἶκος εὐκτήριος, ὥσπερ ἐκ Θεοῦ πλατυνόμενος, ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους τε καὶ Κίλικας, Φοίνικάς τε καὶ Ἀραβίους, καὶ Παλαιστινοὺς, καὶ ἐπὶ τούτοις Αἰγυπτίους, Θηβαίους, Λίβυας, τούς τε ἐκ μέσης τῶν ποταμῶν ὁρμωμένους: ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν: οὔτε Σκύθης ἀπελιμπάνετο τῆς χορείας: Πόντος τε καὶ Ἀσία, Φρυγία τε καὶ Παμφυλία, τοὺς παῤ αὐτοῖς παρεῖχον ἐκκρίτους. Ἀλλὰ καὶ Θρᾶκες καὶ Μακεδόνες, Ἀχαιοί τε καὶ Ἠπειρῶται, τούτων τε οἱ ἔτι προσωτάτω οἰκοῦντες ἀπήντων, αὐτός τε Ἱσπανῶν ὁ πάνυ βοώμενος εἷς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων: τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστὼς διὰ γῆρας ὑστέρει: πρεσβύτεροι δὲ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. Τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ Σωτῆρι τῆς κατ̓ ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθη χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ̓ ἡμᾶς συστησάμενος. Ἐπεὶ κατ̓ ἐκείνους συνῆχθαι λόγος ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς, ἐν Acts ii. 5 ff. οἶς ἐτύγχανον Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον τε καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον, καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τε ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ Προσήλυτοι, Κρῆτες καὶ Ἄραβες. Πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει, τὸ μὴ ἐκ Θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας: ἐπὶ δὲ τῆς παρούσης χορείας, ἐπισκόπων μὲν πληθὺς τριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα ἦν: ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων, ἀκολούθων τε πλείστων ὅσων ἑτέρων, οὐδὲ ἦν ἀριθμός. Τῶν δὲ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι καὶ καρτερίας ὑπομονῇ, οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. Ἦσαν δὲ τούτων οἱ μὲν χρόνου μήκει τετιμημένοι, οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες, οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον. οἷς δὴ πᾶσι βασιλεὺς ἐφ̓ ἑκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι διετάξατο. Καὶ τοιαῦτα μὲν περὶ τῶν ἐκεῖ συνελθόντων Εὐσέβιος. Ἐπιτελέσας δὲ ὁ βασιλεὺς ἐπινίκιον κατὰ Λικιννίου ἑορτὴν, ἀπήντα καὶ αὐτὸς εἰς τὴν Νίκαιαν. Διέπρεπον δὲ ἐν τοῖς ἐπισκόποις Παφνούτιός τε ὁ ἐκ τῆς ἄνω Θηβαΐδος, καὶ Σπυρίδων ὁ ἐκ Κύπρου. Ὅτου χάριν δὲ τούτων ἐμνημονεύσαμεν, μετὰ ταῦτα ἐρῶ. Συμπαρῆσαν δὲ λαϊκοὶ πολλοὶ διαλεκτικῆς ἔμπειροι, ἐν ἑκατέρῳ μέρει συνηγορεῖν προθυμούμενοι: ἀλλὰ τὴν μὲν Ἀρείου δόξαν συνεκρότουν Εὐσέβιός τε Νικομηδεὺς, ὥς μοι καὶ πρότερον εἴρηται, καὶ Θέογνις, καὶ Μάρις: ὧν ὁ μὲν Νικαίας ἐπίσκοπος ἦν, Μάρις δὲ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος: τούτοις δὲ γενναίως ἀντηγωνίζετο Ἀθανάσιος, διάκονος μὲν τῆς Ἀλεξανδρέων ἐκκλησίας: σφόδρα δὲ αὐτὸν διὰ τιμῆς ἦγεν Ἀλέξανδρος ὁ ἐπίσκοπος: διὸ καὶ φθόνος ὡπλίσατο κατ̓ αὐτοῦ, ὡς ὕστερον λέξομεν. Μικρὸν οὖν πρὸ τῆς εἰς ἕνα τόπον συνελεύσεως τῶν ἐπισκόπων, οἱ διαλεκτικοὶ πρὸς τοὺς πολλοὺς προαγῶνας ἐποιοῦντο τῶν λόγων. Ἑλκομένων δὲ πολλῶν πρὸς τὸ τοῦ λόγου τερπνὸν, εἷς τις τῶν ὁμολογητῶν λαϊκὸς, ἀκέραιον ἔχων τὸ φρόνημα, ἀντιπίπτει τοῖς διαλεκτικοῖς, καὶ φησὶ πρὸς αὐτούς: ὡς ἄρα ὁ Χριστὸς, καὶ οἱ Ἀπόστολοι, οὐ διαλεκτικὴν ἡμῖν παρέδοσαν τέχνην, οὐδὲ κενὴν ἀπάτην, ἀλλὰ γυμνὴν γνώμην, πίστει καὶ καλοῖς ἔργοις φυλαττομένην. Ταῦτα εἰπόντος, οἱ μὲν παρόντες πάντες ἐθαύμασαν καὶ ἀπεδέξαντο: οἱ δὲ διαλεκτικοὶ εὐγνωμονέστερον ποιοῦντες ἡσύχασαν, τὸν ἁπλοῦν λόγον τῆς ἀληθείας ἀκούσαντες. Τότε μὲν οὖν οὕτως ὁ ἐκ τῆς διαλεκτικῆς γινόμενος θόρυβος κατεστάλη, τῇ δὲ ἑξῆς, πάντες ἅμα οἱ ἐπίσκοποι εἰς ἕνα τόπον συνήρχοντο. Παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ̓ αὐτούς: καὶ ἐπεὶ παρῆλθεν, εἰς μέσους ἔστη: καὶ οὐ πρότερον καθίζειν ᾑρεῖτο, πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν. Τοσαύτη τις εὐλάβεια καὶ αἰδῶς τῶν ἀνδρῶν τὸν βασιλέα κατεῖχεν. Ἐπεὶ δὲ καὶ ἡ πρέπουσα τῷ καιρῷ ἡσυχία ἐγένετο, ἤρξατο ὁ βασιλεὺς αὐτόθεν ἐκ τῆς καθέδρας παραινετικοῖς πρὸς αὐτοὺς χρῆσθαι λόγοις, πρὸς συμφωνίαν καὶ ὁμόνοιαν προτρέπων αὐτούς: καὶ τὴν μὲν ἑκάστου ἰδιάζουσαν λύπην πρὸς τὸν πλησίον, παραχωρεῖν συνεβούλευε: καὶ γὰρ ἀντεγκαλοῦντες ἦσαν ἀλλήλοις οἱ πλείονες: πολλοί τε ἐξ αὐτῶν βιβλία δεήσεων τῷ βασιλεῖ τῇ προτεραίᾳ ἦσαν ὀρέξαντες. Ἐπὶ δὲ τὸ προκείμενον, διὸ καὶ συνεληλύθεισαν, χωρεῖν παρακαλέσας, τὰ βιβλία καυθῆναι ἐκέλευσεν, ἐπειπὼν μόνον: Κελεύει Χριστὸς ἀφιέναι τῷ ἀδελφῷ τὸν ἀφέσεως τυχεῖν ἐπειγόμενον. Τότε οὖν τοὺς περὶ ὁμονοίας καὶ εἰρήνης λόγους εἰς πλάτος διεξελθὼν, αὖθις περὶ τῶν δογμάτων ἐπιμελέστερον ἐπισκέψασθαι τῇ αὐτῶν γνώμῃ ἐπέτρεψεν. Οἷα δὲ καὶ περὶ τούτων ἐν τῷ αὐτῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν βίον Κωνσταντίνου ὁ αὐτός φησιν Εὐσέβιος, ἐπακοῦσαι καλόν: ἔστι δὲ ταῦτα. Πλείστων δὴ τῶν ὑφ̓ ἑκατέρῳ τάγματι προτεινομένων, πολλῆς τε ἀμφιλογίας Eus. *w. C. iii. 13. τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων, σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο. Ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παῤ ἑκατέρου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πρᾳέως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας: ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκύτερός τις ἦν καὶ ἡδὺς, τοὺς μὲν συμπείθων, τοὺς δὲ καὶ δυσωπῶν τῷ λόγῳ: τοὺς δὲ εὖ λέγοντας ἐπαινῶν. Πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ὁμογνώμονάς τε καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασιν ἐπὶ τὸ αὐτὸ κατεστήσατο: ὡς ὁμοφώνως μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. Ἐκυροῦτό τε ἤδη καὶ ἐγγράφως δἰ ὑποσημειώσεως ἑκάστου τὰ κοινῆ δεδογμένα. Τοιαῦτα καὶ περὶ τούτων ταῖς ἑαυτοῦ φωναῖς ὁ Εὐσέβιος ἐγγραφως κατέλιπεν. Ἡμεῖς δὲ οὐκ ἀκαίρως αὐτοῖς ἐχρησάμεθα: ἀλλὰ μάρτυσι χρώμενοι τοῖς ὑπ’ αὐτοῦ λεχθεῖσι, τῇδε αὐτὰ κατετάξαμεν τῇ γραφῇ: ἵν̓ ὅταν τινες τῆς ἐν Νικαίᾳ συνόδου ὡς περὶ τὴν πίστιν σφαλείσης καταγινώσκωσι, μὴ αὐτῶν ἀνεχώμεθα, μηδὲ πιστεύσωμεν Σαβίνῳ τῷ Μακεδονιανῷ, ἰδιώτας αὐτοὺς καὶ ἀφελεῖς καλοῦντι τοὺς ἐκεῖ συνελθόντας. Σαβῖνος γὰρ, ὁ τῶν ἐν Ἡρακλείᾳ τῆς Cp. ii. 15, 17: iii. 10; iv. 22. Θρᾴκης Μακεδονιανῶν ἐπίσκοπος, συναγωγὴν ὧν διάφοροι ἐπισκόπῶν σύνοδοι ἐγγράφως ἐξέδωκαν ποιησάμενος, τοὺς μὲν ἐν Νικαίᾳ ὡς ἀφελεῖς καὶ ἰδιώτας διέσυρε, μὴ αἰσθανόμενος, ὅτι καὶ αὐτὸν Εὐσέβιον, τὸν μετὰ πολλῆς δοκιμασίας τὴν πίστιν ὁμολογήσαντα, ὡς ἰδιώτην διαβάλλει. Καὶ τινὰ μὲν ἑκὼν παρέλιπεν, τινὰ δὲ παρέτρεψεν: πάντα δὲ πρὸς τὸν οἰκεῖον σκοπὸν μᾶλλον ἐξείληφεν. Καὶ ἐπαινεῖ μὲν τὸν Παμφίλου Εὐσέβιον, ὡς ἀξιόπιστον μάρτυρα: ἐπαινεῖ δὲ καὶ τὸν βασιλέα, ὡς τὰ Χριστιανῶν δογματίζειν δυνάμενον: μέμφεταί τε τῇ ἐκτεθείσῃ ἐν Νικαίᾳ…

Chapter 9

Ἐπιστο…

The complete text is available when the reading interface loads.