Historia ecclesiastica
- Authority group
- Philostorgius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22), ed. Winkelmann, op. cit., 8–10, 12–17, 20–24, 26.
- CTS identifier
urn:cts:greekLit:tlg2058.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
9a
οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας
εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀνα-
θεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.‹
Τοῦτο τοίνυν τὸ βιβλίον ἐκείνων εἰς τὸ κοινὸν ἐνηνοχότων καὶ
πάντας ἀξιούντων ἐπιψηφίζειν τῇ γνώμῃ, καὶ κυροῦν ἕκαστον δι'
ὑπογραφῆς οἰκείας ἐβεβαιώσαντο. οἱ δὲ περὶ τὸν Ἄρειον παρῆσαν
μὲν αὐτόθι καὶ αὐτοὶ ξύμπαντες. οὐ μὴν δὲ τὴν εὐσεβῆ προσεδέ-
ξαντο πίστιν. ὅθεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε·
ὡς ἅπαντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ,
εἴτε πρεσβύτεροί τινες εἶεν, εἴτε διάκονοι, εἴτε καὶ εἴ τινες ἄλλοι τοῦ
κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ ἦν ὁ ταῦτα πρὸς
ἔργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως ἔχων ἣν καλεῖν εἰώθασι
Ῥωμαῖοι μάγιστρον. οὗτος οὖν τῷ Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βι-
βλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, εἴτε ὑπο-
γράψαντες ἄδειαν ἔχειν, εἴτε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν
ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ὥσπερ ἦν αὐτοῖς ἄξιον,
καταδύεσθαι.
2
1a
[zu S. 12—13] Vita Constantini Cod. Angelic. A f. 22r [Franchi
de' Can. 94]: Εὐσέβιος δὲ ὁ τῆς Νικομηδείας ἐπίσκοπος, τῇ τῶν
ἑτεροουσιαστῶν αἱρέσει πάνυ κατισχυμένος, εἰς Χαλκηδόνα παραγενό-
μενος μετὰ καὶ Θεόγνιδος κοινῇ συνῆλθον περὶ τῶν πρακτέων βου-
λεύσασθαι· οἳ καὶ συγγίνονται τῷ Μάριδι. καὶ οἱ τρεῖς ἤδη σὺν
ἀλλήλοις ἔν τινι τῆς ἐκκλησίας παστάδι συγκαθεζόμενοι λόγους
ἐποιοῦντο περὶ τῶν προκειμένων, καὶ τὰ περὶ τῆς αὐτῶν κατε-
φληνάφουν αἱρέσεως. τῆς οὖν γνώμης αὐτῶν μεριζομένης, ἐξαπιναίως
σεισμός τε γίνεται μέγας περὶ αὐτοὺς καὶ μόνον· καὶ ζόφος ἐπέσχε
βαθὺς περὶ τρίτην που τῆς ἡμέρας ὥραν· καὶ ἔκπληξις ἀμήχανος ἦν.
[Ἀλλ' οὐδὲ οὕτως συναίσθησιν οἱ τρισαλιτήριοι λαβεῖν ἠθέλησαν, οὐδὲ διαν-
έστησαν, ὡς ἄρα τὸ θεῖον, ἐφ' οἷς κακῶς καὶ ἀθέως μετεβουλεύοντο χαλεπαῖνον
καὶ ἀπαρεσκόμενον, τὴν ἄψυχον ἐμάστιζε γῆν, τῇ περὶ ταύτην πληγῇ τὴν ἐκείνων,
εἰ καὶ μηδὲ οὕτως ᾑρετίσαντο σωφρονεῖν, διελέγχων καὶ καταστρέφων τόλμαν τε
καὶ ἀπόνοιαν. τὸ γὰρ περὶ μηδένα μὲν τῶν ἄλλων τὸ πάθος γενέσθαι, αὐτοὺς δὲ
μόνους οὓς εἶχεν ἡ τῆς δυσφημίας μελέτη περιλαβεῖν, πῶς οὐ φανερὸν τὸν ἔλεγχον
οὐ παρέχεται τῆς κατ' αὐτῶν ἀνακινηθείσης θείας ὀργῆς; βαβαὶ τῆς τοῦ Σατανᾶ
πωρώσεως ᾗ συνεσχέθη τὸ τῶν αἱρετικῶν ἅπαν ἄθροισμα.]
2a
[ebd. Folge] Ὁ δὲ Ἄρειος ἐξεληλυθὼς τοῦ εὐσεβεστάτου συλ-
λόγου καὶ πανταχόθεν παρὰ τῶν ὀρθοδόξων ἀποκλειόμενος καὶ οὐκ
ἔχων ὅπως ἔτι τοῖς πλήθεσιν ὁμιλοίη καὶ διδάσκοι περὶ τῶν προκει-
μένων, ἐπὶ τὸ γράφειν ἐχώρει ψαλμούς τέ τινας ὅπως ἠδύνατο συντι-
θεὶς καὶ ᾄσματα ναυτικά τε καὶ ἐπιμύλια καὶ οἵοις οἱ ἐν ταῖς ὁδοι-
πορίαις οἱ τοὺς ὄνους ἐλαύνοντες εἰώθασιν χρῆσθαι.
[Ἀλλὰ χάριν μὲν οὗτος τῶν βλασφημιῶν ἐν καιρῷ τῷ προσήκοντι τιμωρίαν
τὴν πρέπουσαν ἐπισπάσεται· Κρίσπος δὲ usw. = unt. 4a]
4a
Vita Constantini Cod. Angelic. A f. 23 [Franchi de' Cav. 95;
6s. ob. S. 13, 31]: Κρίσπος δὲ ὁ πρεσβύτατος τῶν Κωνσταντίνου υἱῶν
ἐκ τῆς Μαξεντίου γενόμενος αὐτῷ θυγατρός, ὑποβασιλεύων τε τῷ
πατρὶ (τὴν γὰρ τοῦ Καίσαρος εἶχε τιμὴν) καὶ λαμπρὰ κατὰ τοὺς
πολεμίους ἔργα ἀποδεικνύμενος, ὑπ' αὐτῷ τῷ τῆς ὥρας ἄνθει, τῷ
ἑξῆς ἐνιαυτῷ μετὰ τὴν γενομένην ἐν τῇ Νικαίᾳ σύνοδον ἀθρόως
εἰπεῖν ἐτελεύτησεν. οἱ δὲ τῆς αἱρέσεως καὶ δυσσεβείας ἀνάμεστοι
παρὰ τοῦ πατρὸς αὐτὸν τὸ τοῦ βίου τέλος εὑρεῖν 〈φασιν〉, ὧν καὶ
τοὺς λόγους, ὡς λίαν ὄντας ψευδεῖς, δίκαιον ἦν τῷ ὄντι παραλιπεῖν·
ἀλλ' ἐπεὶ πάσας τὰς τῶν πάλαι φημιζομένας δόξας ἀναγράφειν διὰ
πάσης ἐθέμην σπουδῆς, καλὸν καὶ ταύτην τῷ μετὰ χεῖρας λόγῳ
συνθεῖναι, οὐχὶ πρὸς πίστωσιν μᾶλλον ὅσον πρὸς ἔλεγχον τῶν τὰ
ψευδῆ λέγειν προαιρουμένων. φασὶν γὰρ τῷ Κρίσπῳ τὴν μητρυιὰν
Φαῦσταν τὴν αἰτίαν τοῦ φόνου διὰ μανίας ἐρωτικῆς παρασχεῖν. εἰς
ἔρωτα γὰρ αὕτη τοῦ νέου πεσοῦσα καὶ ἤδη νικωμένη τῷ πάθει, πρῶτα
μὲν ποικίλοις αὐτὸν ἐξεκώτιλλε λόγοις εἰς τὴν ὁμιλίαν ὑπαγομένη·
ἐπεὶ δ' ἐκεῖνος ἀποστρόφως τε παντάπασιν εἶχεν μηδὲ πρὸς μόνην
καρτερῶν τὴν μνήμην, καὶ δῆλος ἦν οὐδαμῶς πεισθησόμενος, ἐν-
ταῦθα ἤδη πυρπολουμένη τοῖς πόθοις ἡ γυνὴ καὶ οὐκ ἔχουσα ἥτις
γένηται, πρὸς ἐπιβουλὴν ἐχώρει τοῦ ποθουμένου, τρέψασα τὸ φίλτρον
εἰς μῖσος. τῷ γὰρ ἀνεκπράκτῳ τῆς ἐπιθυμίας ὀργιζομένη, θεραπείαν
ἐποιεῖτο τοῦ πάθους τὴν τοῦ [μὴ] ποθουμένου σφαγήν, φόνῳ προθυ-
μουμένη κορέσαι τὸν πόθον. καὶ πείθει δὲ τὸν ἑαυτῆς ἄνδρα κτεῖ-
ναι τὸν ἑαυτοῦ παῖδα, τὴν ἑαυτῆς νόσον ἐκείνου ποιησαμένη, καὶ
παντοδαποὺς αὐτοῦ καὶ ψευδεῖς καταφορήσασα λόγους. ὁ δ' ἐφ'
οἷς ἤκουσεν τῆς ἑαυτοῦ γυναικὸς φθασθεὶς τὸν λογισμὸν τῇ ὀργῇ
καὶ μηδὲν εἰς ἐξέτασιν ἀναβαλέσθαι τοῦ πράγματος ἐθελήσας, Θησεὺς
γίνεται τῷ παιδί, καὶ ὅνπερ ἐκεῖνος τρόπον τῇ διαβολῇ τῆς Φαίδρας
ἀνεῖλε τὸν Ἱππόλυτον τὸν ἐξ Ἱππολύτης αὐτῷ τῆς Ἀμαζόνος γενό-
μενον, τοῦτον καὶ οὗτος τὸν τρόπον ἀπέσφαξεν τὸν Κρίσπον τῇ
συκοφαντίᾳ τῆς ἑαυτοῦ γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς
ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς.
Ἀλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν
μητρυιὰν τιμωρία προσήκουσα. ἡ μὲν γὰρ εἰς ἐπιθυμίαν αὖθίς τινος
τῶν τοῦ βασιλέως προδρόμων, οὓς κούρσωρας εἰώθασιν οἱ Ῥωμαῖοι
καλεῖν, ἀφικομένη καὶ ἁλοῦσα τῇ πράξει, διαφθείρεται πρὸς τοῦ
αὐτῆς ἀνδρός, ἐντειλαμένου τοῖς αὐτῆς εὐνούχοις ἐκ τἀφανοῦς, ἐπει-
δὰν εἰς βαλανεῖον ἀφίκηται, περὶ δὴ τὴν θεραπείαν αὐτῆς καὶ ἀναινο-
μένης ἔνδον πλείω διελκύσαι χρόνον, κατὰ διαδοχὴν ἀλλήλους διανα-
παύοντας, ἔστ' ἂν ὑπὸ τοῦ πνίγους λιποθυμήσειεν ἡ γυνή· κἄπειτ'
ἐξαγαγεῖν αὐτὴν ἤδη τὰς ἐσχάτας ἕλκουσαν ἀναπνοάς, κοπτομένους
δῆθεν ὡς οὐ κατ' ἐπιβουλὴν μᾶλλον ἢ κατὰ τὴν τοῦ λουτροῦ περι-
πέτειαν ἐκλίποι τὸ ζῆν· ἵνα τό τε ἔργον ἐκπραχθείη τῆς τιμωρίας
καὶ τὴν ἐπὶ τῇ αἰτίᾳ δύσκλειαν ἀφανίσειεν ὁ τρόπος.
Ἡ μὲν οὖν τοῦτο τῆς περὶ τὸν νέον ἀδικίας ἐξήνεγκε τέλος·
οὐκ οἶδα δὲ εἰ ἀληθῆ ταῦτα εἴρηκεν Φιλοστόργιος ὁ φιλοψευδέστα-
τος κατὰ Κωνσταντίνου τοῦ καλλινίκου καὶ εὐσεβοῦς [οὗπερ οὐκ ἔστιν
ῥᾳδίως εἰπεῖν ὁπόσαι τοῦ σώματός τε καὶ τῆς ψυχῆς διέλαμπον ἀρεταί· ὁ γὰρ ἀνὴρ
οὐ μόνον τὴν ἐκ τῶν πολεμικῶν ἔργων δόξαν εἶχεν, ἀλλὰ καὶ τῶν τῆς ψυχῆς
ἐκοσμεῖτο καλῶν. οὗτος ὁ Κ. usw. = unt. 9a S. 20, 19]
9a
Vita Constantini Cod. Angelic. A f. 25r [Franchi de' Cav. 97,
s. ob. S. 17, 33]: Οὗτος ὁ Κωνσταντῖνος ἤδη πέμπτου καὶ εἰκοστοῦ
τῆς αὐτοῦ βασιλείας ἐπιβὰς ἔτους, ὑπατευόντων ἐκεῖνον τὸν ἐνιαυτὸν
Γαλλικανοῦ καὶ Συμμάχου, πόλιν ἠβουλήθη κτίσασθαι μεγάλην,
μνημεῖον τῆς ἑαυτοῦ βασιλείας καὶ δόξης τοῖς ἐπιγινομένοις [folgt
Exc. Tripart. = Polyd. 268, 5—11. Theophan. 23, 22—27. Bios di
Costantino ed. Guidi Rendic. Accad. Lincei 1907 S. 336, 15—19]. Ebd.
f. 25v: Τὴν τοίνυν Θρᾴκην Κωνσταντῖνος καταλαβὼν ἐς τὰ μά-
λιστα δὴ τότε εὐθηνουμένην, καὶ τὸ Βυζάντιον καταμαθὼν ὡς ἄριστα
γῆς τε καὶ θαλάττης ἔχοι, ἱδρύθη δὴ ἐνταῦθα· καὶ τὸν αὐχένα τῆς
χερρονήσου διαλαβών (χερρόνησος γάρ ἐστι τὸ χωρίον), ἐτείχιζεν
ἐκ θαλάττης εἰς θάλατταν, ἐντὸς τά τε προάστεια καὶ τοὺς πλησίον
λόφους ποιούμενος, ὡς τῆς κτιζομένης πόλεως διὰ πλάτους περιβο-
λὴν μοῖραν εἶναι μικρὰν τὴν ἀρχαίαν πόλιν. ἔνθα γὰρ νῦν ὁ πορ-
φυροῦς καὶ μέγας ἐστὶ κίων ἑστὼς ὁ τὸν αὐτοῦ κολοττὸν φέρων,
ἐντεῦθεν τὴν ἀρχὴν ποιησάμενος, τὸ λοιπὸν ἅπαν ἐπί τε ἑκατέραν
θάλατταν καὶ τὴν μεσόγειον ἁπλούμενον τῆς ἑαυτοῦ παλάμης καὶ
δυνάμεως ἐξήνυσεν ἔργον.
Ἀκήκοα δὲ ἔγωγε καὶ τοῦτο τῶν πρεσβυτάτων καὶ ἀξιολόγων
διηγουμένων ὡς ὁ Κωνσταντῖνος, ὁπηνίκα τὰς πύλας ὁριούμενος
τοῦ τείχους ἡγεῖτο τῶν ἑπομένων ἀφ' οὗ μέτρου τὸν περίβολον
ἔδει τὴν ἐργασίαν λαβεῖν, ᾔει τὸ πρόσω βάδην τε χωρῶν καὶ τὸ
δόρυ τῇ χειρὶ φέρων. ὡς δὲ πρῶτον ὑπερβὰς λόφον ἐπὶ δεύ-
τερον ᾔει, καὶ τοῦτον ὑπερελθὼν ἔτι τὸ πρόσω προὔβαινε μείζον
μῆκος διαμετρούμενος ἢ τοῖς ἀκολουθοῦσιν ἐφαίνετο μετρίως ἔχειν,
προσελθών 〈τις〉 ἀπὸ τῶν παρρησίαν πρὸς αὐτὸν ἀγόντων
ἤρετο· «ἕως ποῦ, δέσποτα;» ὁ δὲ διαρρήδην ἀποκρινάμενος·
«ἕως ἄν, ἔφη, ὁ ἔμπροσθέν μου στῇ», ὡς γενέσθαι σαφὲς
ὅτι ἀγγέλων τις ἐῴκει προπορεύεσθαι τὰ μέτρα παραδώσαν, ὡς
πάνυ γε δὴ θεῷ κεχαρισμένως τῆς πόλεως ταύτης οἰκιζομένης, οὐκ
ἔλαττον ἢ τὸ πάλαι τῆς Ἱερουσαλήμ· καὶ γὰρ καὶ ἤμελλε κἀνταῦθα
κοινὸν συστήσασθαι πρυτανεῖον εὐσεβείας. ἕως γοῦν ὅποι τὸ φαινό-
μενον εἶδος χωροῦν ἔπειτα ἔστη καὶ διαλυθὲν ἦν ἀφανές, ἐκεῖ καὶ ὁ
Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπήξατο καὶ ἔφη διαρρή-
δην· «ἕως ἐνταῦθα», ἔνθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς
πόλεως.
Τὴν δὲ πόλιν κτίσας ἔνδοξον αὐτὴν ἐκάλεσε Ῥώμην, οὕτω κατὰ
τὴν τῶν Ἰταλῶν γλῶτταν «Ἄλμα Ῥώμα» τὴν προσηγορίαν αὐτῇ
θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου
δαπάνην πολυτελεστάτην τοῖς οἰκήτορσι κατένειμε, καὶ τὸν ἄλλον
ἐν αὐτῇ τῆς πολιτείας κατεστήσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον
κλέος τῇ προτέρᾳ Ῥώμῃ.
11a
[zu Z. 7—10] Vita Constantini Cod. Angelic. A f. 36v:
Τοῦ δὲ μεγάλου Ἀθανασίου χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα
δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ἥσθη τε καὶ γράφει τοῖς
Ἀλεξανδρεῦσι τὴν δύναμιν ταύτην· ›Ἐντυχὼν τῷ πεμφθέντι παρ' ὑμῶν
ψηφίσματι περὶ τῆς τοῦ ἐπισκόπου προαγωγῆς, καὶ μαθὼν ὡς καθ'
ἡδονὴν ὑμῖν ἅπασιν τὸ πρᾶγμα κεχώρηκε καὶ οὕτω πρὸς ἁπάντων
ὑμῶν συμφώνως ὁ ἀνήρ ἐστιν ἀγαπώμενος, ἥδομαί τε καὶ αὐτὸς (τί
γὰρ οὐ μέλλω;) καὶ κρίνω ταῦτα κύρια καὶ βέβαια μένειν, ἅπερ
αὐτοὶ κοινῶς εἵλεσθε ψηφισάμενοι.‹
12a
Vita Constantini Cod. Angelic. A f. 39v [Franchi de' Cav. 104]:
Πλείστης δὲ τὴν μητέρα ὁ Κωνσταντῖνος ἠξίου τιμῆς ὡς καὶ πόλιν
αὐτῇ κτίσαι ἐπώνυμον, ἥτις ἐστὶν ἐν δεξιᾷ 〈τοῦ τῆς〉 Νικομηδείας
κόλπου, αὐτῆς ἐκείνης τὸ χωρίον ἀσπασαμένης κατ' ἄλλο μὲν οὐδέν,
διὰ δὲ Λουκιανὸν τὸν τοῦ Χριστοῦ μεγαλώνυμον μάρτυρα.
16b
[zu 16a Z. 15] Vita Constantini Cod. Angelic. f. 47v: Ὁ δὲ
Κωνσταντῖνος τῷ ὀγδόῳ καὶ εἰκοστῷ τῆς ἑαυτοῦ βασιλείας ἔτει τὸν
νεώτατον τῶν αὐτοῦ υἱέων Κώνσταν Καίσαρα ἀποδείξας ἐν μέσῳ
τοῖν δυοῖν ἀδελφοῖν τέθεικε τὰς Ἰταλίας αὐτῷ δούς. τὸν μὲν γὰρ πρε-
σβύτατον ἑαυτοῦ παῖδα Κωνσταντῖνον τῷ δωδεκάτῳ ἔτει τῆς αὐτοῦ
βασιλείας τῷ τοῦ Καίσαρος σχήματι κοσμήσας, ἐπὶ τῶν ἄνω Γαλα-
τιῶν ἔταξεν· τῷ δὲ Κωνσταντίῳ καὶ αὐτῷ κατὰ τὸ ἐννεακαιδέκατον
ἔτος τῆς αὐτοῦ βασιλείας τὴν τοῦ Καίσαρος τιμὴν περιθείς, τῆς
Ἑῴας ἐπέτρεψεν τὴν ἀρχὴν ἔχειν.
[zu Z. 1—7] Artemii Passio 45 [Artemius' Rede an Julian]:Ἀπέκλινε δὲ (ὁ Κωνσταντῖνος) πρὸς τὸν Χριστόν, οὐρανόθεν ἐκείνουκαλέσαντος, ὅτε τὴν πρὸς Μαξέντιον δριμεῖάν τε καὶ βαρυτάτην διη-γωνίσατο μάχην, δείξας αὐτῷ τὸ τοῦ σταυροῦ σημεῖον μεσούσης ἡμέ-ρας, ὑπὲρ τὸν ἥλιον ταῖς αὐγαῖς ἐξαστράπτον, καὶ γράμμασιν ἀστεροτύ-πως Ῥωμαϊκοῖς διασημήνας αὐτῷ τὴν τοῦ πολέμου νίκην· [ἡμεῖς τε γὰραὐτοὶ τὸ σημεῖον ἐθεασάμεθα τῷ πολέμῳ παρόντες, καὶ τὰ γράμματαὑπανέγνωμεν· ἀλλὰ καὶ τὸ στρατόπεδον ἅπαν τεθέατο, καὶ πολλοὶτούτου μάρτυρες ἐν τῷ σῷ στρατοπέδῳ τυγχάνουσιν, εἴ γε ἄρα ἐρω-τῆσαι θελήσειας. Dies aus Euseb. V. C. I 28 vom Hagiographen geschöft??] Artemii Passio 43 [Julians Rede]: Ὁ γὰρ Κωνσταντῖνος, ὡςκαὶ αὐτὸς ἐπίστασαι, εὐεξαπάτητος ἀνδρῶν ἀμαθής τε καὶ ἀνόητοςεὑρεθείς, περὶ τὴν θρησκείαν ἐνεωτέρισεν, καὶ τοὺς Ῥωμαίων νόμουςἐξαθετήσας, ἐπὶ τὸν Χριστιανισμὸν ἐξέκλινε, τὰς ἀνοσίους αὐτοῦπράξεις δεδιττόμενος, καὶ ὅτι οἱ θεοὶ αὐτὸν ἀπεβουκόλησαν ὡςἐξάγιστον καὶ τῆς αὐτῶν θρησκείας ἀνάξιον, αἵματος ὁμογνίου γενό-μενον ἔμπλεων· τούς τε γὰρ ἀδελφοὺς ἀπέκτεινε μηδὲν πράξανταςἄτοπον, καὶ τὴν γυναῖκα Φαῦσταν καὶ τὸν αὐτοῦ υἱὸν Πρίσκον τὸνχρηστόν τε καὶ ἀγαθὸν ἄνδρα τυγχάνοντα. ταῦτα τοίνυν τὰ ἀνοσι-ουργήματα μυσαχθέντες οἱ θεοὶ τοῦτον ἀπεβουκόλησαν καὶ τῆςἱερᾶς αὐτῶν καὶ παναγεστάτης θρησκείας πόρρω που καὶ μακρὰνἀπεπλάνησαν, καὶ σπέρμα τὸ ἐναγὲς αὐτοῦ καὶ παμμίαρον καὶ γένοςὅλον ἐξ ἀνθρώπων ἠφάνισαν. Ebd. 45 [Artemius' Antwort]: Ὅτι δὲτὸν μακάριον Κωνσταντῖνον τὸν πάντων βασιλέων ὑπέρτερον καὶτὸ τούτου γένος ἐξεμυκτήρισας, ἐχθρὸν τοῖς σοῖς ἀποκαλέσας θεοῖςκαὶ μανιώδη καὶ φόνου μεστόν, τοῦ τε ὁμογνίου ἀνάπλεων αἵματος,ταῦτά σοι ὑπὲρ ἐκείνου ἀπολογήσομαι ὅτι μᾶλλον ὁ σὸς πατὴρ Κων-στάντιος καὶ οἱ τούτου ἀδελφοὶ προκατῆρξαν τοῦ ἀδικήματος, φάρ-μακον αὐτῷ δηλητήριον κερασάμενοι καὶ θάνατον ὀλέθριον προξενή-σαντες, μηδὲν πρὸς αὐτοῦ πεπονθότες ἄδικον. ἐκεῖνος δὲ τὴνγυναῖκα Φαῦσταν καὶ πάνυ δικαίως ἀπέκτεινεν, ὡς μιμησαμένην τὴνπάλαι Φαίδραν καὶ διαβαλοῦσαν τὸν τούτου υἱὸν Πρίσκον ὡς ἐρωτι-κῶς αὐτῇ διακείμενον καί τι πρὸς βίαν ἐπιχειροῦντα, καθάπερ κἀκείνητὸν τοῦ Θησέως Ἱππόλυτον· καὶ δὴ κατὰ τοὺς τῆς φύσεως νόμουςὡς πατὴρ τὸν υἱὸν ἠμύνατο. ὕστερον μέντοι μαθὼν τὴν ἀλήθειανκαὶ αὐτὴν προσαπέκτεινε, δίκην ἐπ' αὐτῇ δικάσας πασῶν δικαιο-τάτην. [zu Z. 1—S. 27] Artemii Passio 7: Ὁ γοῦν φιλόχριστος βασιλεὺςΚωνσταντῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν τῆςαὐτοῦ βασιλείας καὶ τοῦ δευτέρου ἐπιβάς, ἐπειδὴ ἐπύθετο τοὺς Πέρ-σας εἰς πόλεμον ἐπ' αὐτὸν παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦπόλεως ἄχρι τῆς Νικομηδείας ἔφθη τῶν Βιθυνῶν· ἔνθα καὶ τελευτᾷτὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑαυτοῦ ἀδελφῶν φάρμακον αὐτῷ δηλη-τήριον ἐκχεαμένων, ἀστέρος ὥς φασι κομήτου τὸν θάνατον αὐτοῦπρομηνύσαντος. ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοὶ πρὸς πατρὸςοἵδε· Δαλμάτιος, Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· αὐτὸς γὰρ ἐξἙλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι ἔτι ἰδιωτεύοντι, ἐκ δὲ τῆςθυγατρὸς Μαξιμιανοῦ τοῦ Ἐρκουλλίου ἐπονομαζομένου Θεοδώραςἕτεροι γεγόνασιν αὐτῷ παῖδες ὅ τε προρρηθεὶς Δαλμάτιος καὶ Ἀνα-βαλλιανὸς καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶνοβελλησίμους ἐτίμησε. τούτων ὁ Κωνστάντιος ἐκ τῆς συναφθείσηςαὐτῷ γαμετῆς γεννᾷ Γάλλον τε καὶ Ἰουλιανὸν τὸν παραβάτην ἐπι-κληθέντα διὰ τὸ τὸν Χριστὸν ἐξομόσασθαι καὶ πρὸς τὴν Ἑλληνικὴνἀποκλῖναι θρησκείαν. [Ebd. 41 Julians Rede] Οἶδας ... ὅτι τῇ ἡμετέρᾳ ἐστὶν γενεᾷ