The Greek Library Catalogue

Anonymous

Homiliae 1

Edition reference
Homiliae 1–14, ed. C. Datema, Asterius of Amasea. Homilies i–xiv, Leiden: Brill, 1970: 7–15, 17–24, 27–37, 39–43, 45–52, 59–64, 71–78, 85–106, 115, 117, 119, 121, 123, 125, 127, 135–146, 153–155, 165–173, 183–194, 205–219.
CTS identifier
urn:cts:greekLit:tlg2060.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

t

1

{Τοῦ ἐν ἁγίοις πάτρος ἡμῶν Ἀστερίου ἐπισκόπου Ἀμασείας ὁμιλία

ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον}

1

1

Οὐ τοῖς ἀποφατικοῖς καὶ δογματικοῖς μόνον θεσπίσμασιν ὁ Θεὸς

ἡμῶν καὶ σωτὴρ παιδεύει τοὺς ἀνθρώπους, ὥστε μισεῖν κακίαν καὶ

ἀγαπᾶν ἀρετήν, ἀλλὰ καὶ τοῖς ἐναργέσι τῶν ὑποδειγμάτων σαφῆ παρα-

δίδωσι τὰ τῆς ἀγαθῆς πολιτείας μαθήματα, ἔργοις ὅμου καὶ λόγοις

προσβιβάζων ἡμᾶς τῇ καταλήψει τῆς ἀγαθῆς καὶ φιλοθέου ζωῆς.

2

Οὕτω

τοι καὶ νῦν πολλαχοῦ προειρηκὼς ἡμῖν διά τε προφητικῶν καὶ εὐαγγελικῶν

στομάτων, οὐ μὴν ἀλλὰ καὶ διὰ οἰκείας φωνῆς, ἀποστρέφεσθαι μὲν τὸν

ὑπερήφανον καὶ ὑψαύχενα πλοῦτον, ἀγαπᾶν δὲ γνώμην φιλάνθρωπον καὶ

τὴν μετὰ δικαιοσύνης πενίαν, ἵνα τὴν τοῦ καλοῦ συμβουλὴν βεβαιοτέραν

ἐργάσηται, τεκμηριοῖ τὸν λόγον πρακτικοῖς ὑποδείγμασι καὶ γράφει

τῇ διηγήσει τὸν πλούσιον καὶ τὸν πένητα,

3

καὶ τοῦ μὲν τὴν φιλότιμον

ἀπόλαυσιν, τοῦ δὲ τὴν τεθλιμμένην ζωὴν ὑποδείκνυσι καὶ τὸ τέλος

ἀμφοτέρων τοῦ βίου εἰς ὅ τι κατέληξεν, ἵνα τοῖς ἀλλοτρίοις ἐπιτηδεύ-

μασι σκεψάμενοι τὴν ἀλήθειαν σώφρονες γενώμεθα τῶν ἰδίων κριταί.

2

1

<Ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύ-

ραν καὶ βύσσον.> Διὰ δύο συντόμων ὀνομάτων ὁ λόγος σκώπτει καὶ

κωμῳδεῖ τὴν πλαδῶσαν καὶ ἄμετρον τῶν κακῶς πλουτούντων διάχυσιν.

Τῆς μὲν γὰρ πορφύρας τὸ χρῶμα πολυδάπανον καὶ περίεργον· τῆς δὲ

βύσσου οὐκ ἀναγκαία ἡ χρῆσις. Τῶν δὲ τὴν εὐπολίτευτον ζωὴν αἱρουμένων

καὶ ἀπερίεργον οἰκεῖον καὶ φίλον τὸ τῇ χρείᾳ τῶν ἀναγκαίων τὴν χρῆσιν

μετρεῖν, φεύγειν δὲ τῆς ματαίου κενοδοξίας τὸν συρφετὸν καὶ τὴν πολύπλα-

δον διαγωγὴν ὡς κακίας μητέρα.

2

Καὶ ἵνα σαφέστερον αὐτοῦ τούτου τοῦ

λεγομένου τὴν δύναμιν καταμάθωμεν, ἡ τῶν ἐνδυμάτων πρώτη διαγνω-

σθήτω χρῆσις, μέχρι πόσου καὶ τίνος παραληφθήσεται ὅροις καὶ κανόσι

περιλαμβανομένη σώφροσιν. Τί τοίνυν ὁ τοῦ δικαίου νόμος φησίν;

Πρόβατον ὁ Θεὸς ἔκτισεν εὔκομον τὴν δορὰν καὶ τοῖς μαλλοῖς εὐθηνού-

μενον· τοῦτο λαβὼν ἀπόκειρον καὶ δὸς ὑφαντικῇ τέχνῃ τὴν ὕλην, χιτῶνα

σαυτῷ καὶ ἱμάτιον κατασκεύασον, ὅπως ἂν διαφεύγῃς χειμῶνος ταλαι-

πωρίαν καὶ τῆς ζεούσης ἀκτῖνος τὴν βλάβην.

3

Εἰ δέ σοι καὶ κουφοτέρας

ἐσθῆτος χρεία κατὰ τὴν ὥραν τοῦ θέρους, ἔδωκεν ὁ Θεὸς τοῦ λίνου τὴν

χρῆσιν εἰς πλατυτέραν ἀπόλαυσιν· καί σοι ῥᾷστον ἐκεῖθεν κτήσασθαι

σκέπην εὐσχήμονα ἀμφιεννῦσαν ὁμοῦ καὶ ἀναψύχουσαν τῇ κουφότητι.

Καὶ τούτων ἀπολαύων ὁμολόγει τῷ κτίστῃ τὴν χάριν ὑπὲρ ὧν οὐκ

ἐποίησεν μόνον ἡμᾶς, ἀλλὰ καὶ τῆς πρὸς τὸ ζῆν ἀσφαλείας ἐφρόντισεν.

4

Ἂν δὲ καταλιμπάνων τὸ πρόβατον καὶ τὸ ἔριον καὶ τὴν ἀναγκαίαν τοῦ

δημιουργοῦ τῶν ὅλων παρασκευὴν ταῖς ματαίαις ἐπινοίαις καὶ ταῖς

ἐμπλήκτοις ἐπιθυμίαις ἐκδιαιτώμενος τὴν βύσσον ἐπιζητῇς καὶ συνάγῃς

τὰ τῶν περσικῶν σκωλήκων νήματα, ἱστὸν δὲ ἀράχνης ἀνεμιαῖον ὑφαίνῃς,

καὶ πρὸς τὸν ἀνθόβαφον ἐρχόμενος μισθοὺς τελῇς δαψιλεῖς, ἵνα τὸν

κόχλον ἐκ θαλάσσης θηρεύσας τῷ αἵματι τοῦ ζῴου χρίσῃ τὸ ἔνδυμα,

τοῦτο ὑπερμαζῶντος ἐστιν ἀνθρώπου παραχρωμένου τῇ κτήσει, οὐκ

ἔχοντος ὅπου τὸ περιττεῦον ἐκχέῃ. Καὶ διὰ τοῦτο εἰκότως ὁ τοιοῦτος

μαστίζεται παρὰ τοῦ εὐαγγελίου κατηγορούμενος ὡς βλὰξ καὶ θηλυδρίας,

κόσμοις ἀθλίων κορασίων καλλωπιζόμενος.

3

1

Ἄλλοι πάλιν κατὰ τὴν γνώμην τῆς ὁμοίας ματαιότητος ἐρασταί·

μᾶλλον δὲ πρὸς τὸ πλέον τὴν κακίαν ἀσκήσαντες οὐδὲ μέχρι τῶν εἰρημένων

ἔστησαν τῆς μωρᾶς ἐπινοίας τοὺς ὅρους, ἀλλά τινα κενὴν ὑφαντικὴν

ἐξευρόντες 〈καὶ〉 περίεργον, ἥτις τῇ πλοκῇ τοῦ στήμονος πρὸς τὴν κρόκην

τῆς γραφικῆς μιμεῖται τὴν δύναμιν καὶ πάντων ζῴων τοῖς πέπλοις τὰς

μορφὰς ἐνσημαίνεται, τὴν ἀνθίνην καὶ μυρίοις εἰδώλοις πεποικιλμένην

φιλοτεχνοῦσιν ἐσθῆτα ἑαυτοῖς τε καὶ γυναιξὶ καὶ παισίν· παίζοντες

λοιπόν, οὐ σπουδάζοντες· κατὰ τῆς ἀμετρίας τοῦ πλούτου παραχρώμενοι

τῷ βίῳ, οὐ χρώμενοι, ἀντινομοθετοῦντες τῷ Παύλῳ καὶ μαχόμενοι ταῖς

θεοπνεύστοις φωναῖς, οὐ γράμμασιν ἀλλὰ πράγμασιν.

2

Ἃ γὰρ ἐκεῖνος

ἀπεκήρυξε λόγῳ, ταῦθ' οὗτοι κρατοῦσι καὶ κυροῦσι τοῖς ἔργοις. Ὅταν

οὖν ἐνδυσάμενοι φανῶσιν, ὡς τοῖχοι γεγραμμένοι παρὰ τῶν συντυγχα-

νόντων ὁρῶνται. Καί που καὶ τὰ παιδία αὐτοὺς περιίστανται μειδιῶντα

πρὸς ἄλληλα καὶ δακτυλοδεικτοῦντα τὴν ἐν τοῖς ἱματίοις γραφήν·

βαδίζουσι δὲ παρεπόμενα, οὐκ ἀναχωροῦντα μέχρι πολλοῦ.

3

Ἐκεῖ

λέοντες καὶ παρδάλεις, ἄρκτοι καὶ ταῦροι καὶ κύνες· ὕλαι καὶ πέτραι,

καὶ ἄνδρες θηροκτόνοι καὶ πᾶσα ἡ τῆς γραφικῆς ἐπιτήδευσις μιμουμένη

τὴν φύσιν. Ἔδει γὰρ μὴ τοὺς τοίχους αὐτῶν μόνον, ὡς ἔοικεν, καὶ τὰς

οἰκίας κοσμεῖσθαι, ἀλλ' ἤδη καὶ τοὺς χιτῶνας καὶ τὰ ἐπ' ἐκείνοις ἱμάτια.

4

1

Ὅσοι δὲ καὶ ὅσαι τῶν πλουτούντων εὐλαβέστεροι, ἀναλεξάμενοι

τὴν εὐαγγελικὴν ἱστορίαν τοῖς ὑφανταῖς παρέδωκαν· αὐτὸν λέγω τὸν

Χριστὸν ἡμῶν μετὰ τῶν μαθητῶν ἁπάντων, καὶ τῶν θαυμασίων ἕκαστον

ὡς ἡ διήγησις ἔχει. Ὄψει τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰς ὑδρίας· τὸν

παραλυτικὸν τὴν κλίνην ἐπὶ τῶν ὤμων φέροντα· τὸν τυφλὸν τῷ πηλῷ

θεραπευόμενον· τὴν αἱμορροοῦσαν τοῦ κρασπέδου λαμβανομένην· τὴν

ἁμαρτωλὸν τοῖς ποσὶν τοῦ Ἰησοῦ προσπίπτουσαν· τὸν Λάζαρον ἐκ

τοῦ τάφου πρὸς τὴν ζωὴν ὑποστρέφοντα.

2

Καὶ ταῦτα ποιοῦντες

εὐσεβεῖν νομίζουσι καὶ ἱμάτια κεχαρισμένα τῷ Θεῷ ἀμφιέννυσθαι.

Ἐμὴν δὲ εἰ δέχονται συμβουλήν, ἐκεῖνα πωλήσαντες τὰς ζώσας εἰκόνας

τοῦ Θεοῦ τιμησάτωσαν. Μὴ γράφε τὸν Χριστόν—ἀρκεῖ γὰρ αὐτῷ ἡ

μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι' ἡμᾶς κατε-

δέξατο—, ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον Λόγον

περίφερε. Μὴ τοῖς ἱματίοις ἔχε τὸν παραλυτικόν, ἀλλὰ τὸν κείμενον

ἄρρωστον ἐπιζήτησον. Μὴ ἱστόρει συνεχῶς τὴν αἱμορροοῦσαν, ἀλλὰ χήραν

θλιβομένην ἐλέησον.

3

Μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπιμελῶς ὅρα

γονυπετοῦσαν τὸν Κύριον, ἀλλ' ἐπὶ τοῖς αὑτοῦ πλημμελήμασι συντρι-

βόμενος πυκνὸν ἔκχει τὸ δάκρυον. Μὴ τὸν Λάζαρον ἐγειρόμενον ἐκ

νεκρῶν σκιαγράφει, ἀλλὰ τῆς σῆς ἀναστάσεως ἀγαθὴν τὴν ἀπολογίαν

εὐτρέπιζε. Μὴ τὸν τυφλὸν ἐπὶ τῆς ἐσθῆτος περίφερε, ἀλλὰ τὸν ζῶντα καὶ

τῶν ὄψεων ἀφῃρημένον ταῖς εὐποιΐαις παραμυθοῦ. Μὴ τοὺς κοφίνους

ζωγράφει τῶν λειψάνων, ἀλλὰ τρέφε τοὺς πεινῶντας. Μὴ τὰς ὑδρίας

ἐπὶ τῶν ἱματίων βάσταζε, ἃς ἐν Κανᾷ τῆς Γαλιλαίας ἐπλήρωσεν, ἀλλὰ

πότιζε τὸν διψῶντα.

4

Ἐπὶ ταῦτα ἡμᾶς ὠφέλησε τὸ ὑπερήφανον

ἔνδυμα τοῦ πλουσίου, οὐ μὴν οὐδὲ τὰ ἑξῆς παροπτέον. Προσέθηκε γὰρ

τῇ πορφύρᾳ καὶ τῇ βύσσῳ τὸ τρυφᾶν καθ' ἡμέραν λαμπρῶς· πάντως

δὲ τῆς μιᾶς γνώμης ἀμφότερα, τὸ καὶ τῇ ἀχρήστῳ φιλοτιμίᾳ τῶν ἐσθη-

μάτων ἐγκαλλωπίζεσθαι καὶ τῇ γαστρὶ καὶ τῇ φάρυγγι δουλεύειν ἡδυ-

παθῶς.

5

1

Τρυφὴ τοίνυν ἐστὶν πρᾶγμα πολέμιον φιλαρέτου ζωῆς, βλακείας

δὲ καὶ διαχύσεως δηλούσης, ἀπολαύσεως ἀμέτρου καὶ ἀνδραποδώδους

συνηθείας. Καὶ λεγόμενον μὲν τὸ πρᾶγμα ἕν τι φαίνεται· ἐξεταζόμενον

δὲ κατὰ μέρος καὶ κατηγορούμενον, ἐκ ποικίλης καὶ πλείονος καὶ πολυ-

κεφάλου κακίας ἔχει τὴν σύστασιν. Τρυφὴ γὰρ οὐκ ἂν γένοιτο μὴ πολλαῖς

αὐξηθεῖσα ταῖς ὕλαις. Ὕλας δὲ πλούτου σωρεῦσαι ἀναμαρτήτως ἀμή-

χανον, πλὴν εἰ μή τινι κατὰ τὸ σπάνιον, ὡς τῷ Ἰώβ, συμβαίη καὶ πλουτεῖν

δαψιλῶς καὶ ζῆν κατὰ τὸ δίκαιον ἀκριβῶς.

2

Δεῖ τοίνυν τῷ τρυφῶντι

πρῶτον μὲν οἰκίας πολυτελοῦς, ψήφῳ καὶ λίθοις καὶ χρυσῷ κατὰ τὰς

νύμφας κεκοσμημένης· πρὸς δὲ τὰς ἐξαλλαγὰς τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ

ἐπιτηδείως ἐχούσης. Ζητεῖται γὰρ [θερμή,] ἀλεεινὴ μὲν ἡ τοῦ χειμῶνος

καὶ τετραμμένη πρὸς τὴν ἀκτῖνα τῆς μεσημβρίας, ἀναπεπταμένη δὲ πρὸς

τὴν ἄρκτον θερινή, ἵνα λεπταῖς ὁμοῦ καὶ ψυχραῖς ταῖς αὔραις ταῖς βορει-

ναῖς καταπνέηται. Μετὰ ταύτην χρεία πολυτελοῦς ἐσθῆτος τῆς μελλούσης

ἀμφιέννυσθαι τὰ βάθρα, τὰς κλίνας, τὰς στιβάδας, τὰς θύρας. Πάντα

γὰρ παρ' ἐκείνοις ἐπιμελῶς ἐνδύεται καὶ τὰ ἄψυχα, ἐλεεινῶς τῶν πενήτων

ἐκδυομένων.

3

Πρόσθες ἑξῆς τούτοις καὶ λόγισαι τὸν ἐν τοῖς σκεύεσιν

ἄργυρον, τὸν χρυσόν, τὴν πολυδάπανον ἀγορασίαν τῶν ἐκ Φάσιδος

ὀρνίθων, οἴνου τοῦ Φοίνικος, ὃν αἱ ἄμπελοι Τύρου πολὺν τοῖς πλουσίοις

καὶ τίμιον ἀπορρέουσι· πᾶσαν τὴν ἄλλην τῆς ἀπολαύσεως τὴν παρα-

σκευήν, ἣν αὐτῶν τῶν χρωμένων ἐστὶν ἐπιμελῶς ὀνομάσαι. Αὔξουσα γὰρ

καθ' ἡμέραν ἐπὶ τὸ περιεργότερον ἡ τρυφὴ ἤδη καὶ τῶν ἐξ Ἰνδικῆς

ἀρωμάτων παρεγχέει τοῖς ὄψοις, καὶ μᾶλλον τῶν ἰατρῶν οἱ μυροπῶλαι

τοῖς μαγείροις ὑπηρετοῦσιν.

4

Ἐντεῦθεν ἐννόησον τὸ δορυφορικὸν τῆς

τραπέζης πλῆθος, τραπεζοποιούς, οἰνοχόους, ταμιείας καὶ τοὺς τούτων

ἀφηγουμένους μουσικούς, μουσικάς, ὀρχηστρίδας, αὐλητάς, γελωτο-

ποιούς, κόλακας, παρασίτους, τὸν ἀκόλουθον τῆς ματαιότητος συρφετόν.

Ταῦτα ἵνα κτηθῇ, πόσοι πένητες ἀδικοῦνται! πόσοι δὲ ὀρφανοὶ κονδυ-

λίζονται! πόσαι χῆραι δακρύουσιν! πόσοι σφοδρῶς σπαραττόμενοι

σπεύδουσιν πρὸς ἀγχόνην!

5

Ἡ δὲ τῶν τοιούτων ψυχὴ ὥσπερ Ληθαίου

τινος ὕδατος γευσαμένη ἑαυτῆς ἀμνημονεῖ καθάπαξ, τίς ἐστιν καὶ τίνι

συνέζευκται, καὶ ὅτι ποτὲ τῆς συζυγίας ταύτης λυθήσεται καὶ πάλιν

ἀνακτισθέντι συνοικήσει τῷ σώματι. Ἐλθόντος δὲ καιροῦ τοῦ καθήκοντος

καὶ τοῦ ἀπαραιτήτου προστάγματος τῆς πρὸς τὸ σῶμα κοινωνίας ἀπο-

σπῶντος αὐτήν, ἀναλογισμὸς εἰσέρχεται τῶν βεβιωμένων καὶ ἀνωφελὴς

μετάνοια, κατόπιν γινομένη τῆς χρείας. Τότε γὰρ ὀνίνησι μεταμέλεια,

ὅταν ὁ μεταβουλευόμενος ἐξουσίαν ἔχῃ τῆς διορθώσεως· ἀναιρεθείσης

δὲ τῆς ἐνεργείας τοῦ κατορθοῦν ἀχρεῖος ἡ λύπη καὶ μάταιος ἡ μετάγνωσις.

6

1

<Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος.> Οὐ πένητα ἁπλῶς

ὑπογράφει ὁ λόγος τῆς δαπάνης καὶ τῆς χρείας τῶν ἀναγκαίων ἐστερη-

μένον, ἀλλὰ γὰρ καὶ ἀρρωστίᾳ ὀδυνηρᾷ συνεχόμενον καὶ διερρυηκότα τὸ

σῶμα, ἄοικον, ἀνέστιον, ἀθεράπευτον, τῇ πύλῃ τοῦ πλουσίου προσερριμ-

μένον. Καὶ λίαν ἐπιμελῶς τῇ διηγήσει τὰς συμφορὰς ἐπὶ τέλει ἐκτραγῳδεῖ

τοῦ πτωχοῦ, ἵνα τὴν τοῦ μὴ ἐλεοῦντος στηλιτεύσῃ σκληρότητα.

2

Ὁ γὰρ

πρὸς λιμὸν καὶ νόσον μηδὲν πάσχων ἐλεεινὸν ἢ συμπαθὲς θηρίον ἐστὶν

ἄλογον, κακῶς εἰς ἀνθρώπου μορφωθὲν σχῆμα, ψευδόμενον τῇ προαιρέσει

τὴν φύσιν· μᾶλλον δὲ καὶ αὐτῶν τῶν θηρίων ἀσυμπαθέστερον, εἴ γε

χοίρου μὲν σφαζομένου ἕλκονται πρός τινα λυπηρὰν αἴσθησιν οἱ χοῖροι

καὶ τῷ νεορρύτῳ αἵματι ἀνιαρὰ ἐπιτρύζουσι· περιίστανται δὲ τοῦ ταύρου

τὸν φόνον οἱ βόες ἐμπαθεῖ μυκηθμῷ τὴν ἄλγιδα σημαίνοντες. Ἀγέλαι

δὲ γεράνων, μιᾶς τῶν συννόμων περιπεσούσης θηράτροις, περιίπτανται

τὴν κρατουμένην καί τινος ὀδυρτικῆς κλαγγῆς τὸν ἀέρα πληροῦσιν, τὴν

ὁμόφυλον ζητοῦσαι καὶ σύννομον.

3

Ἄνθρωπον δέ, τὸ λογικὸν ζῷον

καὶ ἥμερον καὶ καθ' ὁμοίωσιν Θεοῦ τὴν ἀγαθότητα παιδευόμενον, μικρὸν

οὕτω φροντίζειν τῶν συγγενῶν ἐν ταῖς ὀδυνηραῖς τῶν συμφορῶν περι-

στάσεσιν!

7

1

Ἔκειτο τοίνυν ὁ πολυώδυνος καὶ εὐχάριστος πένης πόδας οὐκ

ἔχων, —ἦ γὰρ ἂν τὸν ἀλάστορα καὶ ὑπερήφανον ἔφυγεν, ἕτερον τόπον

ἀλλαξάμενος ἀντὶ τῆς ξενοκτόνου πύλης τῆς κεκλεισμένης τοῖς πένησιν—

χειρῶν ἀφῃρημένος καὶ οὐδὲ παλάμην ἔχων προτείνειν εἰς αἴτησιν,

ἐμφραχθεὶς αὐτὰ τὰ ὄργανα τῆς φωνῆς καί τινα βραγχῶσαν καὶ τραχεῖαν

τῶν στέρνων ἠχὴν προϊέμενος, πᾶσιν ἁπλῶς ἠκρωτηριασμένος τοῖς

μέλεσιν, νόσου πονηρᾶς λείψανον, ἐλεεινὸν ὑπόδειγμα τῆς ἀνθρωπίνης

ἀσθενείας.

2

Ἀλλ' ὅμως οὐδὲ τοσοῦτος κατάλογος συμφορῶν ἔκλινεν

πρὸς ἐπίσκεψιν τὸν ὑψαύχενα· παρῄει δὲ ὡς λίθον τὸν ἄνθρωπον

ἀπροφάσιστον τὴν ἁμαρτίαν ἐπιτελῶν. Οὐ γὰρ εἶχεν ἐγκαλούμενος λέγειν

ταῦτα τὰ κοινὰ καὶ εὐπρόσωπα· Οὐκ ἔγνων, οὐκ ᾔδειν· ἔλαθεν με

ποτνιῶν ὁ πτωχός· ὃς ἔκειτο πρὸ τῆς πύλης εἰσιόντος καὶ ἐξιόντος

θέαμα, ἵνα ἀπαραίτητον ἐργάσηται τοῦ ὑπερηφάνου τὴν καταδίκην.

Ἐπεθύμει καὶ τῶν ψιχίων τῆς τραπέζης καὶ οὐδὲ τούτων ἐτύγχανεν·

ἀλλ' ὁ μὲν τῇ πλησμονῇ διερρήγνυτο, ὁ δὲ ὑπὸ τῆς ἐνδείας ἐτήκετο.

3

Καλὸν οὖν ἦν καὶ δίκαιον τὴν Χαναναίαν ἐκείνην τὴν Φοίνισσαν

διδάσκαλον ἐπιστῆσαι τῷ μισανθρώπῳ πλουσίῳ, λέγουσαν ἐκεῖνα τὰ

γεγραμμένα ὅτι <Ὦ ἀλάστορ καὶ ὑπερήφανε, καὶ τὰ κυνάρια

ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης

τῶν κυρίων αὐτῶν·> σὺ δὲ τὸν ἀδελφόν σου, τὸν ὁμόφυλον, ταύτης

τῆς δωρεᾶς οὐκ ἠξίωσας;

4

Ἀλλ' οἱ μὲν κύνες ἐπιμελῶς ἐτρέφοντο,

κατ' ἰδίαν οἱ φύλακες, χωρὶς οἱ θηρευτικοί· καὶ στέγης ἠξιοῦντο καὶ

κλίνης καὶ θεραπευτὰς εἶχον ἀποκεκληρωμένους κατὰ σπουδήν, ἔρριπτο

δὲ χαμαὶ ἡ τοῦ Θεοῦ εἰκὼν ἀμελουμένη καὶ πατουμένη, ἣν ἰδίᾳ χειρὶ ὁ

τῶν ὅλων ἀριστοτέχνης καὶ δημιουργὸς διεπλάσατο, εἰ τῷ Μωϋσῆς

ἀξιόπιστος τεκμηριῶσαι τῶν ἀνθρώπων τὴν γένεσιν.

8

1

Εἰ μὲν οὖν ἐτελεύτησεν μέχρι τούτου τὸ τοῦ Λαζάρου διήγημα

καὶ οὕτως εἶχε τῶν πραγμάτων ἡ φύσις, ὡς τῇ ἀνωμαλίᾳ τοῦ βίου τούτου

τὴν ζωὴν ἡμῶν περιγράφεσθαι, μεγάλας ἂν ἀφῆκα σχετλιάζων φωνάς,

ἐφ' οἷς οἱ κτισθέντες ὁμοτίμως οὕτως ἀνίσως μετὰ τῶν ὁμοφύλων

διάγομεν.

2

Ἐπειδὴ δὲ καλὰ τὰ λειπόμενα πρὸς ἀκρόασιν, ἐν τοῖς

παρελθοῦσι στενάξας, ὁ πένης, ἐν τοῖς ἀκολούθοις εὐθύμησον μαθὼν

τοῦ συμπτώχου σου τὴν μακαρίαν ἀπόλαυσιν. Εὑρήσεις γὰρ δικαίου

κριτοῦ ἀκριβὲς δικαστήριον, ἐν ᾧ στενάζει ὁ ἡδυπαθήσας καὶ τρυφᾷ ὁ

μοχθήσας· ἑκάτερος δὲ κομίζεται τὰ πρὸς ἀξίαν ἐπίχειρα.

9

1

<Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι

ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ.> Ὁρᾷς τοὺς δια-

κονιστὰς τοῦ δικαίου καὶ πένητος καὶ τοὺς ὑπηρέτας τῆς μεταστάσεως;

Ἄγγελοι γὰρ ἐδορυφόρουν, γαληνόν τε καὶ πρᾶον εἰς αὐτὸν βλέποντες

καὶ τῷ σχήματι προδηλοῦντες τὴν ἀναμένουσαν αὐτὸν θεραπείαν καὶ

ἄνεσιν. Ἐνετέθη δὲ κομισθεὶς τοῖς κόλποις τοῦ πατριάρχου, ὃ καὶ

διαπορήσεως ἀφορμὴν παρέχει τοῖς ἡδέως τὰ βάθη τῶν Γραφῶν βασα-

νίζουσιν.

2

Εἰ γὰρ πᾶς τελευτῶν δίκαιος πρὸς τὸν αὐτὸν κομίζοιτο

τόπον, πολύς τις ἂν εἴη καὶ ἐπ' ἄπειρον ἀνηπλωμένος ὁ κόλπος, εἴ γε

μέλλοι χωρητικὸς ἔσεσθαι τοῦ πλήθους τῶν ὁσίων παντός. Εἰ δὲ τοῦτο

παντελῶς ἀμήχανον—κόλπος γὰρ κοιλανθεὶς ἄνδρα μὲν καὶ ἕνα δυσχε-

ρῶς, μόλις δὲ δύο περιστέλλει βρέφη—θεωρία τις ἡμᾶς ἐκδέχεται τῇ

εἰκόνι τοῦ αἰσθητοῦ κόλπου πρὸς νοητήν τινα πραγματείαν χειραγω-

γοῦσα.

3

Τί γάρ ἐστι τὸ λεγόμενον; Ὁ Ἀβραάμ, φησίν, ἀποδέχεται

τοὺς τὸν εὐπολίτευτον ζήσαντας βίον. Εἰπὲ τοίνυν, ὦ θεσπέσιε Λουκᾶ—

ὡς πρὸς παρόντα γάρ σε καὶ ὁρώμενον διαλέξομαι—διὰ τί πολλῶν

ὄντων δικαίων καὶ πρεσβυτέρων τοῦ Ἀβραὰμ ταύτην τῷ μεθηλικεστέρῳ

τὴν τιμὴν ἀπεκλήρωσας, σιωπήσας τὸν Ἑνώχ, τὸν Νῶε καὶ εἴ τις ἄλλος

κατὰ τὸν βίον τούτοις ἀκόλουθος; Ἀλλά σου τάχα συνίημι καὶ οὐκ ἔξω

βάλλει τοῦ σκοποῦ ἃ λογίζομαι.

4

Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ θεράπων

Χριστοῦ καὶ διαφερόντως οὗτος ἀνθρώπων τὰς τοῦ Χριστοῦ ἐπιφανείας

ἐδέξατο, καὶ τὸ τῆς Τριάδος μυστήριον ἱκανῶς ἡμῖν ἐν τῇ σκηνῇ τοῦ

γέροντος τούτου διετυπώθη, ἡνίκα τοὺς τρεῖς ἀγγέλους ὡς ἄνδρας

ὁδοιπόρους ἐξένισε, καὶ ἁπλῶς ἐκ πολλῶν τῶν μυστικῶν αἰνιγμάτων

οἰκεῖος ἄνθρωπος οὗτος γεγένηται τοῦ Θεοῦ, τοῦ χρόνοις ὕστερον ἀμφιε-

σαμένου τὴν σάρκα καὶ διὰ μέσου τοῦ ἀνθρωπικοῦ τούτου παραπε-

τάσματος ἐναργῶς ὁμιλήσαντος τοῖς ἀνθρώποις, διὰ τοῦτο τὸν κόλπον

αὐτοῦ οἷον εὔδιόν τινα λιμένα καὶ ἄκλυστον ἀναπαυτήριον εἶναι τῶν

δικαίων φησίν.

5

Ἐν Χριστῷ γὰρ πάντων ἡμῶν ἡ σωτηρία καὶ ἡ

ἐλπὶς καὶ ἡ ἀπεκδοχὴ τοῦ μέλλοντος αἰῶνος, τῷ ἐκ τῆς σαρκὸς τοῦ

Ἀβραὰμ κατὰ τὴν ἀνθρωπικὴν ἀκολουθίαν βλαστήσαντι. Καί μοι δοκεῖ

ἡ περὶ τὸν γέροντα τοῦ λόγου τιμὴ εἰς τὸν Σωτῆρα τὴν ἀναφορὰν ἔχειν,

τὸν καὶ κριτὴν ὄντα καὶ μισθαποδότην τῆς ἀρετῆς καὶ τῇ θεραπευτικῇ

φωνῇ προσκαλούμενον τοὺς δικαίους καὶ λέγοντα· <Δεῦτε, οἱ εὐλο-

γημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην

ὑμῖν βασιλείαν.>

10

1

<Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν.> Διπλῆ τις ἐστὶν ἡ περὶ

τὸν πτωχὸν σημασία· ἡ μὲν δηλοῦσα τῶν ἀναγκαίων τὴν ἔνδειαν, ἡ δὲ

τὴν μετριοφροσύνην καὶ τοῦ ἤθους τὴν ταπεινότητα. Μὴ τοίνυν ὁ τῶν

ὑλῶν ἀπόρως ἔχων καὶ πενόμενος ἀργυρίου, ἠμφιεσμένος δὲ τὴν ἐλεεινὴν

ἐφεστρίδα, οἰκειούσθω τῆς ἀρετῆς τὸν ἔπαινον, μηδὲ νομιζέτω ἀρκέσειν

αὐτῷ τὴν ἔνδειαν πρὸς σωτηρίαν.

2

Οὐ γὰρ ὁ κατ' ἀνάγκην πενόμενος

ἐπαινεῖται, ἀλλ' ὁ τὴν γνώμην αὐθαιρέτως μετριάζων θαυμάζεται.

Ἐπεὶ τοῖς ἀπορουμένοις ἁπλῶς, ἔχουσι δὲ τὸν τρόπον ἀπαιδαγώγητον ἢ

ἀκατόρθωτον, ἐφόδιον γίνεται πολλῶν καὶ πονηρῶν τολμημάτων ἡ πρὸς

ἀνάγκην ἀκτημοσύνη. Καὶ πάντας ἐγὼ τοὺς τοιχωρύχους καὶ ἀνδρα-

ποδιστάς, ἔτι μὴν λωποδύτας καὶ κλέπτας καὶ τοὺς ἀνδροφόνους αὐτούς,

εἴ ποτε παρέβαλον ἀρχοντικῷ κριτηρίῳ, πένητας ἐθεασάμην, ἀγνώστους,

ἀοίκους, ἀνεστίους.

3

Ὡς ἐκ τούτου πρόδηλον εἶναι, ὅτι μακαρίζει νῦν

ἡ Γραφὴ τὸν πτωχὸν ἐκεῖνον τὸν φιλοσόφῳ ψυχῇ τοὺς μόχθους βαστά-

ζοντα, καρτεροῦντα δὲ γενναίως πρὸς τὰς περιστάσεις τοῦ βίου καὶ οὐδὲν

κακουργοῦντα πονηρόν, ἵνα τῇ σαρκὶ χαρίσηται τῆς τρυφῆς τὴν ἀπό-

λαυσιν. Ὃν καὶ σαφέστερον διαγράφει ἐν τῷ πρώτῳ τῶν μακαρισμῶν

ὁ Κύριος λέγων· <Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι.> Οὔτε οὖν

πᾶς πτωχὸς δίκαιος, ἀλλ' ἐκεῖνος οἷος ὁ Λάζαρος, οὔτε πᾶς πλούσιος

ἀπεγνωσμένος, ἀλλ' ὁ μετὰ τοιαύτης ζῶν προαιρέσεως, οἵαν εἶχεν ὁ

τοῦ Λαζάρου σύγχρονος· καὶ τούτου οἱ διὰ τῆς πείρας τοῦ βίου μάρτυρες

πρόδηλοι.

4

Τί γὰρ τοῦ θείου Ἰὼβ πλουσιώτερον; Ἀλλ' ὅμως ἡ εἰς

ἄγαν εὐπορία τὸν ἄνδρα οὔτε τῆς δικαιοσύνης ἠλλοτρίωσεν, οὔτε συλ-

λήβδην εἰπεῖν, τῆς ἀρετῆς ἐξώρισεν. Τί τοῦ Ἰσκαριώτου πενέστερον;

Καὶ οὐδὲν ἀπώνατο τῆς ἐνδείας εἰς σωτηρίαν, ἀλλὰ τοῖς ἕνδεκα πένησι

καὶ φιλοσόφοις συνδιαιτώμενος καὶ αὐτῷ γε τῷ Κυρίῳ, τῷ δι' ἡμᾶς

αὐθαιρέτως πτωχεύσαντι, κακίᾳ προαιρέσεως εἰς φιλαργυρίαν παρενεχθεὶς

ἐκεῖθεν καὶ τὴν προδοσίαν ἐρᾳδιούργησεν.

11

1

Ἄξιον δὲ καὶ τὴν ἐκφορὰν ἑκατέρου τῶν τεθνηκότων συνετῶς

δοκιμάσαι. Ὁ μὲν γὰρ πτωχὸς κοιμηθεὶς ἀγγέλους εἶχεν δορυφόρους

καὶ θεραπευτάς, ἄγοντας αὐτὸν μετὰ καλῆς τῆς ἐλπίδος εἰς τὸν τόπον

τῆς ἀναπαύσεως· ὁ δὲ 〈πλούσιος〉 ἀποθανών, φησίν, ἐτάφη. Οὐδὲν

γὰρ οἷον αὐτῇ χρήσασθαι τῇ λέξει τῇ γραφικῇ, ἱκανῶς διὰ μιᾶς λέξεως

ἑρμηνευούσῃ τὴν ἄτιμον τοῦ πλουσίου κατάλυσιν.

2

Ὁ γὰρ ἁμαρτωλὸς

τελευτῶν ὄντως θάπτεται, χθόνιος ὢν τὸ σῶμα, γήινος δὲ καὶ τὴν ψυχήν,

καὶ τὸ φυσικὸν ἐκείνης ἀξίωμα τῇ συμπαθείᾳ τῆς σαρκὸς πρὸς τὴν ὕλην

καταγαγών, οὐδὲν χρηστὸν τῆς ἑαυτοῦ ζωῆς καταλιμπάνων ὑπόμνημα,

λήθῃ δὲ ἀτίμῳ καλυπτόμενος καὶ τὸν τῶν βοσκημάτων θάνατον τελευτῶν.

Τάφος μὲν γὰρ ἔχει τὸ σῶμα, ᾅδης δὲ τὴν ψυχήν· δύο σκοτεινὰ δεσμω-

τήρια μεριζόμενα τοῦ πονηροῦ ζῴου τὴν τιμωρίαν.

3

Καὶ τίς οὐκ ἂν τῆς

ἀβουλίας τὸν ἄθλιον καταμέμψαιτο; ἡνίκα μὲν ὑπὲρ γῆς ἦν γαυριῶντα,

μεγαλαυχούμενον, πάντων ὑπερφρονοῦντα τῶν συζώντων καὶ ὁμοφύλων

καὶ μονονουχὶ μύρμηκας καὶ σκώληκας ἀποκαλοῦντα τοὺς ἐντυγχά-

νοντας, κενῷ δὲ φρονήματι τῆς ὀλιγοχρονίου δόξης διαρρηγνύμενον·

ἡνίκα δὲ ἀπεσπάσθη τοῦ βίου καὶ ὡς μαστιγίας δοῦλος ἀφῃρέθη τῶν

ἀλλοτρίων, ὧν ἐξ ἀνοίας ἐνόμιζεν εἶναι δεσπότης, εἰς ἀντίρροπον τῆς

ὑπερηφανίας καταφέρεται ταπεινότητα, καὶ γραὸς θρηνούσης ὀδυρμοὺς

προβαλλόμενος μακρὰ καὶ ἀνόνητα τὸν πατριάρχην ἐπικαλεῖται λέγων·

4

<«Πάτερ Ἀβραάμ, ἐλέησον με καὶ πέμψον Λάζαρον, ἵνα

βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ

τὴν γλῶσσαν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ»,>

ζητῶν ἔλεον, ὃν οὐκ ἔδωκεν ἡνίκα τοῦ εὐεργετεῖν πρόχειρον εἶχεν τὴν

ἐξουσίαν· ἀξιῶν δὲ αὐτῷ βοηθὸν κατὰ τοῦ πυρὸς ἀφικέσθαι τὸν Λάζαρον·

εὐχόμενος ἀπομυζῆσαι τοῦ λεπροῦ τὸν δάκτυλον ὀλίγον νενοτισμένον

ὕδατι. Τοιαῦται τῶν φιλοσωμάτων αἱ ἀβουλίαι, τοῦτο τῶν φιλοπλούτων

καὶ φιληδόνων τὸ τέλος.

12

1

Καὶ προσήκει τὸν συνετὸν καὶ προμηθῆ τοῦ μέλλοντος, οἷον

φάρμακόν τι προφυλακτικὸν νοσήματος τὴν παραβολὴν ἡγησάμενον,

φυγεῖν τῶν ὁμοίων κακῶν τὴν πεῖραν, τὸ συμπαθὲς καὶ φιλάνθρωπον

ὡς αἰτίαν τῆς ζωῆς τῆς μελλούσης ἀσκήσαντα. Δραματικῶς γὰρ ἡμῖν

ὁ λόγος τὴν νουθεσίαν ἐπὶ προσώπων ὡρισμένων ἐξέθετο, ἵνα ἐμψύχως

καὶ δεικτικῶς παιδευθέντες τῆς ἀγαθῆς πολιτείας τὸν νόμον, μηδέποτε

καταφρονήσωμεν τῶν τῆς Γραφῆς παραγγελμάτων ὡς ἄχρι λόγου μόνον

φοβούντων, οὐ μὴν τὴν ἀπειλὴν προαγόντων εἰς τιμωρίαν.

2

Οἶδα γάρ,

ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς τοιαύταις ὑπονοίαις δελεαζόμενοι

ἀκώλυτον ἑαυτοῖς τοῦ ἁμαρτάνειν τὴν ἐξουσίαν χαρίζονται. Πᾶν δὲ

τοὐναντίον παρὰ τῆς προκειμένης Γραφῆς διδασκόμεθα ὡς οὐδὲ συγγνώμη

τις τῆς ἐκεῖ κρίσεως ἐπελαφρύνει τὴν κόλασιν, οὐδ' ἐλαττοῖ τὴν ὡρισμένην

τιμωρίαν φιλανθρωπία, εἴ γε δεῖ ταῖς φωναῖς τοῦ πατριάρχου τεκμηριῶσαι

τὸν λόγον.

3

Πολλὰ γὰρ ἱκετευθεὶς παρὰ τοῦ πλουσίου καὶ μυρίων

ἐλεεινῶν ἐπακούσας φωνῶν οὔτε τοῖς ὀδυρμοῖς ἐπεκλάσθη οὔτε τῆς

ὀδύνης ἐξείλετο τὸν πικρῶς μαστιζόμενον, ἀλλ' αὐστηρῷ δὲ τῷ φρονή-

ματι τὴν δικαίαν κρίσιν ἐκύρωσεν εἰπών, ὅτι πρὸς ἀξίαν ἑκάστῳ διε-

κλήρωσεν ὁ Θεός· καὶ σοὶ μὲν ἐπὶ τοῦ βίου τρυφήσαντι κατὰ τῶν ἀλλο-

τρίων συμφορῶν δίκη τοῦ πλημμελήματος ἐπετέθη ἃ πάσχεις· τῷ δ' ἐκεῖ

μοχθήσαντι καὶ πατηθέντι καὶ πικρᾶς ἀνασχομένῳ τῆς ἐνσάρκου ζωῆς

γλυκεῖα τις καὶ εὐφραίνουσα ἡ ἐνθάδε ἀπενεμήθη κατάστασις.

4

Πρὸς

δὲ τούτοις καὶ χάσμα μέγα εἶναι φησιν, τὸ κωλύον αὐτοὺς τὴν πρὸς

ἀλλήλους ἐπιμιξίαν καὶ διεῖργον τοὺς τιμωρουμένους ἀπὸ τῶν τιμωμένων,

ἵνα εὐκρινῶς διάγωσιν ἀπ' ἀλλήλων ἀμφότεροι ἀσύγχυτον ἔχοντες τῶν

ἀγαθῶν καὶ τῶν κακῶν τὴν ἀπόλαυσιν. Οἶμαι δὲ τὴν αἰσθητὴν παρα-

βολὴν νοητῆς εἶναι θεωρίας αἴνιγμα. Οὐ γὰρ δὴ τάφρον ὄντως ἐννοήσωμεν

ἐκεῖ πρὸς τῶν ἀγγέλων διορυχθεῖσαν, οἷάπερ ἐν τοῖς στρατοπέδοις

γίνεται τὰ τῶν πολεμίων μεταίχμια, ἀλλὰ τὸν χωρισμὸν ἡμῖν ὁ Λουκᾶς

ὑπογράφων ὃν ἀπ' ἀλλήλων εἰσὶ κεχωρισμένοι, οἵ τε κατ' ἀρετὴν καὶ

οἱ ἑτέρως ζήσαντες, ὑπέθετο τὴν εἰκόνα τοῦ χάσματος.

5

Ἐπισφραγί-

ζεται δὲ τὴν διάνοιαν ἡμῶν ταύτην καὶ Ἡσαΐας οὕτω πως λέγων·

<Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι ἢ ἐβάρυνε τὸ οὖς

αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶ-

σιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ.>

2

t

1

{Τοῦ αὐτοῦ ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς

τὸν οἰκονόμον τῆς ἀδικίας}

1

1

Πολλάκις ὑμῖν εἶπον διαλεγόμενος, ὅτι πεπλασμένη τις καὶ ψευδὴς

ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα πληθύνει τὰ ἁμαρτήματα καὶ ἐλαττοῖ

τὰ ἀγαθά, ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας ἀσκεῖν.

Αὕτη δέ ἐστιν τὸ νομίζειν, ὅτι πάντα ὅσα ἔχομεν ἐν τῇ χρήσει τοῦ βίου

ὡς κύριοι κεκτήμεθα καὶ δεσπόται. Καὶ ταύτης ἕνεκεν τῆς ὑπολήψεως

σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχόμεθα καὶ πολεμοῦμεν καὶ δικαζόμεθα καὶ

εἰς ἄκρον αὐτῶν περιεχόμεθα ὡς ἐξαιρέτων κτημάτων.

2

Ἡ δὲ ἀλήθεια

οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα ἐναντίως. Πάντα γὰρ ὧν ἀπελάβομεν,

οὐχ ἡμέτερα· οὔτε μὴν ἡμεῖς ὡς αὐθένται καὶ κύριοι τῷ βίῳ τούτῳ ὡς

ἡμετέρᾳ οἰκίᾳ ἐνῳκίσθημεν, ἀλλ' ὡς πάροικοι καὶ ἐπήλυδες καὶ μετα-

νάσται ἀγόμεθα ὅπου οὐ θέλομεν καὶ ἡνίκα οὐ προσεδοκῶμεν. Ἀφαιρού-

μεθα δὲ τῶν ὄντων, ὅταν δόξῃ τῷ Κυρίῳ, τῆς κτήσεως.

3

Διὸ καὶ

εὐμετάβολον χρῆμα ἐστιν τὸ τῆς ἐπικήρου ταύτης ζωῆς· καὶ ὁ σήμερον

ἔνδοξος αὔριον ἐλεεινὸς, οἴκτου καὶ βοηθείας ἄξιος· ὁ νῦν εὔπορος καὶ

εὐθηνούμενος ταῖς ὕλαις τοῦ πλούτου πένης μετὰ μικρόν, οὐδὲ τὸν ἄρτον

οἴκοθεν ἔχων, ὃν προσφέρηται εἰς ζωήν. Καὶ τούτῳ μάλιστα ὁ Θεὸς ἡμῶν

τῶν θνήτων ὑπερέχει, τῷ ἀεὶ ὁ αὐτὸς εἶναι καὶ ὡσαύτως ἔχειν καὶ

ἀναφαίρετον κεκτῆσθαι ζωὴν καὶ δόξαν καὶ δύναμιν.

2

1

Πόθεν οὖν εἰς ταύτην ἦλθον τὴν ἀρχὴν τοῦ λόγου, ἦ τάχα γνώριμον

ἤδη τυγχάνει τοῖς νοῦν ἔχουσι καὶ φιλολόγοις. Ὁ Λουκᾶς ἡμῖν παραβολὴν

ἀναπλάσας ὑπανέγνω ἀρτίως, ἐν ᾗ τὸν οἰκονόμον τῶν ἀλλοτρίων ὑπογρά-

φει στενούμενον καὶ θλιβόμενον, ἐπειδὴ ὡς σπαθητὴς καὶ πολυδάπανος

ἤκουσεν παρὰ τοῦ κυρίου τῶν χρημάτων καὶ τῶν κτημάτων, ὅτι Δὸς τὸν

λόγον τῆς διοικήσεως καὶ μετάστηθι· οὐ γάρ σε τοῖς ἐμοῖς ὡς ἰδίοις

ἐντρυφᾶν ἀνέξομαι.

2

Τοῦτο δέ ἐστιν οὐ γενομένου πράγματος ἐξήγησις,

ἀλλὰ πλάσις παραβολῆς τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἠθικὴν ἀρετὴν

ἐκπαιδεύουσα. Γνῶθι τοίνυν ἕκαστος, ὡς ἀλλοτρίων εἶ διοικητής, καὶ

ῥίψας ἀπὸ τῆς ψυχῆς σου τῆς αὐθεντίας τὴν ὑπερηφανίαν τὸ τοῦ ὑπευθύνου

καὶ οἰκονόμου ἀνάλαβε ταπεινὸν καὶ εὐλαβές, ἀεὶ τὸν κύριον σου ἀναμένων

καὶ μετὰ δειλίας συγγράφων τῆς ἀπολογίας τὸ λογοθέσιον.

3

Πάροικος

γὰρ εἶ, ὀλιγοχρονίου χρήσεως καὶ παροδικῆς λαβὼν συγχώρησιν. Εἰ δὲ

ἀμφιβάλλεις ἐπὶ τοῖς γνωρίμοις, κατάμαθε τὰ γινόμενα καὶ τῇ ἀψευδεῖ

διδασκάλῳ, τῇ πείρᾳ, παιδεύθητι.

3

1

Κέκτησαι χωρίον, ἢ παρὰ πατέρων λαβὼν ἢ ἀπό τινος συναλλάγ-

ματος κύριος γεγονώς. Ἀναλόγισαι οὖν τῇ μνήμῃ καὶ ἀπαρίθμησαι

πάντας, εἰ δύνασαι, τοὺς πρὸ σοῦ κατεσχηκότας αὐτό· ἐπίβαλλε δὲ καὶ

τῷ μέλλοντι χρόνῳ τὸν νοῦν καὶ πόσοι αὐτοῦ κυριεύσουσι μετὰ σὲ

κατανόησον. Φράσον δέ μοι τίνος ἡ δεσποτεία καὶ τίσι κατ' ἐξαίρετον

διαφέρουσα, τοῖς ἐσχηκόσι, τοῖς ἔχουσιν ἢ τοῖς μέλλουσιν; Εἰ γάρ

τις ἐκ μηχανῆς πάντας ἀθροίσειεν, εὑρεθήσονται πλείους τῶν βώλων οἱ

κεκτημένοι.

2

Μᾶλλον δέ, εἴπερ ἀκριβῶς βούλει κατιδεῖν τίνι παρόμοιος

ὁ βίος ἡμῶν, μνημόνευσον εἴποτε ὥρᾳ θέρους ὁδοιπορῶν ἐθεάσω δένδρον

ἀμφιλαφές, ἐπὶ πολὺ τοῦ πλάτους καὶ τοῦ μήκους διῆκον, ἱκανὸν τῇ σκιᾷ

οἰκίας πληρῶσαι χρείαν. Τούτῳ τερφθεὶς ὑπῆλθες καί, ἐφ' ὅσον ἐξῆν,

ἐκεῖσε κατέμεινες.

3

Ἐπεὶ δὲ ἔδει πάλιν ἀπᾶραι καὶ σοῦ βουλευομένου

τὴν ἄφιξιν, ἕτερος ὁδοιπόρος ἐπέστη. Καὶ σὺ μὲν ἐφόρτους τὴν ἀποσκεύην,

ὁ δὲ τὴν ἰδίαν καθῄρει καὶ πάντα τὰ σὰ ἀθρόον διεδέξατο, τὴν στιβάδα,

τὸ πῦρ, τὴν τοῦ δένδρου σκίαν, τὸ παραρρέον ὕδωρ. Καὶ ὁ μὲν εἴχετο

τῆς ἀνακλίσεως, σὺ δὲ τοῦ περιπάτου, Ἐτέρφθη κἀκεῖνος, εἶτα ἀφῆκεν·

καὶ τὸ ἓν δένδρον ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τυχὸν δέκα ξένων ὀλιγοχρόνιον

καταγώγιον· καὶ τὸ πάντων γενόμενον ἑνὸς ἦν τοῦ ὄντως κυρίου.

4

Οὑτωσὶ δὲ καὶ αἱ περιουσίαι τῆς ἐνταῦθα διαγωγῆς τέρπουσι μὲν πολλοὺς

καὶ τρέφουσι, τῆς δεσποτείας μόνῳ τῷ Θεῷ προσηκούσης τῷ ἄφθαρτον

καὶ ἀνώλεθρον ἔχοντι τὴν ζωήν. Ἐθεάσω καὶ πανδοχεῖον, ἐφ' οὗ πάντως

ὁδεύων κατέλυσας· ἔλαβες δὲ ἐκεῖθεν πολλὰ βαστάζων μηδέν, κλίνην,

τράπεζαν, ἐκπώματα, πίνακα, ἄλλα σκεύη παντοδαπά. Οὐδέπω δέ που

πρὸς αὐτάρκειαν χρησαμένου ἧκεν ἄλλος πνευστιῶν, κεκονιμένος,

κατεπείγων σε καὶ ἐξείργων τοῦ πανδοχείου καὶ ζητῶν τὰ ἀλλότρια

ὡς ἐξαίρετα.

4

1

Τοιοῦτος ἡμῶν ὁ βίος, ἀδελφοί, καὶ εἴ τι τῶν λεχθέντων παροδικώ-

τερον. Ἐγὼ δὲ θαυμάζω τοὺς λέγοντας· τὸ χωρίον μου· καί, ἡ οἰκία μου·

ὅπως ματαίῳ συλλαβῇ ἐξοικειοῦνται τὰ μὴ προσήκοντα καὶ τρισὶ στοι-

χείοις ἀπατηλοῖς ἐναγκαλίζονται τὰ ἀλλότρια. Ὡς γὰρ τὰ τῶν θαυμα-

τοποιῶν προσωπεῖα ἔχει μὲν οὐδεὶς κατ' ἐξαίρετον, πάντες δὲ ἐπίθενται

οἱ τῶν δραμάτων ὑποκριταί, οὕτως τὴν γῆν καὶ τὰς ἀπ' ἐκείνης ὕλας

ἄλλοι ἐξ ἄλλων ὡς ἱμάτια μετενδύονται.

2

Μή τι βασιλείας, εἰπέ μοι,

δυνατώτερον; ἀλλ' ὅμως ἐρεύνησον τὰ βασίλεια· ζήτησον χλανίδας

βασιλικάς· εὑρήσεις δὲ ταύτας ἱκανάς, αἳ πολλῶν βασιλέων ἐνέδυσαν

σώματα. Ὁμοίως δὲ καὶ τοὺς στεφάνους καὶ τὰς πόρπας καὶ τὰς ζώνας,

πάντα κληρονομίαν ἄστατον, χρῆσιν κοινὴν ἀπὸ τῶν ὁδευόντων εἰς τοὺς

μένοντας ἀποβαίνουσαν.

3

Τί δὲ τῆς τῶν ὑπάρχων ἀξίας ἡ σκηνή,

τὸ ἀργυροῦν ὄχημα, ἡ καλαμὶς ἡ χρυσῆ; οὐκ ἀεὶ ταῦτα ἔχει τὸν ὕπαρχον

καὶ οὐδέποτε τὸν αὐτόν, εἰ μὴ πρὸς ὀλίγον ἕκαστον; Ὡς γὰρ ἡ κλίνη τῆς

ἐκφορᾶς ἄλλοτε ἄλλα δέχεται σώματα, οὕτως καὶ τῶν ἀρχῶν τὰ σύμβολα

τοὺς χρωμένους ἀμείβει.

4

Ἐντεῦθεν καὶ ὁ ἀπόστολος ἡμῖν ἐβόα

πλείστας φωνὰς ταύτης τῆς διανοίας παιδευτικάς· <Παράγει γὰρ τὸ

σχῆμα τοῦ κόσμου τούτου·> καὶ τό, <Ὡς μηδὲν ἔχοντες καὶ

πάντα κατέχοντες· καὶ τό, Οἱ χρώμενοι ὡς μὴ παραχρώ-

μενοι.> Πάντα γὰρ ταῦτα πρὸς ἕνα τείνει σκοπόν, ὅτι προσῆκεν ὡς

ἐφημέρους ἡμᾶς διαζῆν ἀναμένοντας τῆς ἐξόδου τὸ σύνθημα.

5

1

Καὶ ἵνα καταμάθῃς ἀκριβῶς, ὅτι νόμοις ὑπόκεισαι καὶ κανόσι

δεσποτικοῖς, καθ' οὕς σε προσῆκεν ζῆν ἀκριβῶς, ἀπὸ σαυτοῦ πρῶτον

κατανόησον, ὅτι καὶ τὸ σῶμα σου καὶ ἡ ψυχὴ πανταχόθεν τοῖς τῆς

ἀρετῆς ὑπόκειται παραγγέλμασι καὶ οὐδὲ σαυτοῦ κύριος εἶ· ἀλλὰ προσ-

ῆκεν σε οἰκονομεῖν καὶ λόγον καὶ πρᾶξιν καὶ πᾶν τῆς ζωῆς σου κίνημα.

2

Ἔλαβες σῶμα παρὰ τοῦ κτίσαντος, ἐκ πολλῶν μορίων συγκείμενον καὶ

πέντε αἰσθήσεσιν εἰς τὰς τῆς ζωῆς χρείας οἰκονούμενον. Εἰσὶ δὲ οὐδὲ

αὗται ἐλεύθεροι καὶ αὐτόνομοι, ἀλλ' ἑκάστη δούλη νόμων ἐστίν. Καὶ

πρῶτος ἀκούει ὀφθαλμός· βλέπε φύσιν καὶ θεώρει ἃ βλέπειν καλόν· ἥλιον,

πᾶσαν τὴν οἰκουμένην φωτίζοντα· σελήνην, τὸ σκυθρωπὸν καὶ ζοφῶδες

τῆς νυκτὸς καταυγάζουσαν· τοὺς ἄλλους ἀστέρας, οὐ πολὺ μέν, οὐδὲ

αὔταρκες ἡμῖν τὸ παρ' ἑαυτῶν φῶς χορηγοῦντας, πλὴν τὸ κάλλος ὃ

ἔλαχον ἀποστίλβοντας.

3

Θεώρει γῆν, φυτοῖς παντοδαπέσι καὶ βοτάνοις

κομῶσαν· θάλασσαν ἡπλωμένην ὡς πεδίον ὁμαλές, ὅταν εἰς καθαρὰν

γαλήνην παγῇ. Εἰς ταῦτα καὶ τὰ τοιαῦτα κατακέχρησο τῷ ὁρᾶν· τὰς δὲ

ἄλλας θέας, ὅσαι διὰ τῆς ὄψεως τὴν βλάβην ἐπεισάγουσι τῇ ψυχῇ, φεῦγε

καὶ παράτρεχε καὶ ἐπιτίθει σαυτῷ κάλυμμα, ἵνα μὴ βλέπῃς. Βέλτιον γὰρ

σκοτίσαι τὴν αἴσθησιν, ὅταν τῶν <ἔργων τοῦ σκότους> τὴν αἰτίαν παρ-

έχῃ. Διὰ τοῦτο χθὲς ἔλεγεν ἡμῖν ὁ Κύριος διὰ Ματθαίου· <Πᾶς ὁ βλέπων

γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν

τῇ καρδίᾳ·> καὶ βέλτιον ἐκκόπτειν αὐτόν, ὅταν ἄτακτα βλέπῃ καὶ ἐπι-

ζήμια.

4

Ἔχει καὶ ἡ ἀκοὴ παραγγέλματα κωλυτικὰ κακῆς ἀκροάσεως.

Χρὴ γὰρ αὐτήν, ὅταν μὲν ἀγαθῶν τινων ἀκούῃ, ἀναπεπταμένην εἶναι καὶ

δι' ἑαυτῆς τῇ ψυχῇ παραπέμπειν τῶν συμφερόντων λόγων τὴν αἴσθησιν.

Εἰ δέ τις κακίας ἑταῖρος καὶ λοιμὸς καὶ φθόρος πλησιάσας αὐτῇ ἐπαντλεῖν

μέλλει τῆς ἁμαρτίας τὸν βόρβορον, δεῖ φεύγειν αὐτὸν ὡς ἰοβόλον θηρίον.

5

Σωφρονείτω καὶ ἡ γλῶσσα μετὰ τοῦ στόματος· λαλείτω τὰ δίκαια·

τῶν δὲ ἀπηγορευμένων ἀπεχέσθω, λοιδοριῶν, συκοφαντιῶν, κατηγορίας

ἀδίκου, καταλαλιᾶς τῆς κατὰ τῶν ἀδελφῶν, βλασφημίας τῆς πρὸς Θεόν·

φθεγγέσθω δὲ <ὅσα εὔφημα,> ὅσα εὐσεβῆ, ὅσα πράξεων ἀγαθῶν ἔχει

τὴν συμβουλήν· καὶ λεγέτω πᾶς ἄνθρωπος τὰ τοῦ ἱεροψάλτου· <Εἶπα·

Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ

μου·> καὶ τό, <Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·> καὶ τό, <Τί

ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς ἀνομίαν; Ὅλην τὴν ἡμέραν

ἀδικίαν ἐλογίσατο ἡ γλῶσσα σου· ὡσεὶ ξυρὸν ἠκονημένον

ἐποίησας δόλον.>

6

Γευέσθω τῶν ὠφελούντων τὸ στόμα. Σωφρω-

νείτω καὶ ἡ ῥὶς μὴ τρυφὴν ἀεὶ ὀσφραινομένη, μήδε μύρων πολυτελῶν

ἀτμοὺς εὐωδίας ἐπὶ τὴν κεφαλὴν ἀνέλκουσα. Τῶν γὰρ τοιούτων καὶ ὁ

Ἡσαΐας σφοδρῶς ἐστιν κατήγορος. Μεμνήσθω καὶ ἡ χεὶρ τῶν ἐντολῶν,

ἵνα μὴ πάντων ἀκωλύτως ἅπτηται. Ἐκτεινέσθω πρὸς ἐλεημοσύνην, μὴ

πρὸς ἁρπαγήν· τηρείτω τὰ ἴδια, μὴ συναγέτω τὰ ἀλλότρια· ἁπτέσθω

σωμάτων νωθρῶν καὶ κεκακωμένων δι' ἀγαθῆς ἐπισκέψεως, μὴ τῶν

σφριγώντων καὶ ταῖς πορνείαις ἐσχολακότων.

6

1

Ἔδειξεν ἡμῖν ὁ λόγος, ὡς καὶ αὐτοὶ ἑαυτῶν οὐ δεσπόται ἐσμέν,

ἀλλ' οἰκονόμοι. Πᾶν γὰρ τὸ νόμοις ὑποκείμενον καὶ προστάγμασιν

δοῦλον τοῦ νομοθέτου ἐστὶν καὶ ὑπήκοον. Εἰ δὲ τὰ μόρια τοῦ σώματος

ἡμῶν οὐκ ἐλεύθερα ἐξουσίαν, ἀλλὰ δεσποτικῷ βουλήματι πρὸς τὰς

ἐνεργείας κανονιζόμενα, τί ἂν εἴποι τις πρὸς τοὺς οἰομένους χρυσοῦ καὶ

ἀργύρου καὶ γῆς καὶ τῶν ἄλλων ἀνεύθυνον ἔχειν τὴν κτῆσιν;

2

Οὐδὲν σόν,

ἄνθρωπε. Σὺ δοῦλος καὶ τὰ σὰ τοῦ Κυρίου. Δοῦλος γὰρ ἐλεύθερον

πεκούλιον οὐκ ἔχει. Γυμνὸς γὰρ ἤχθης εἰς τοῦτο τὸ φῶς· ἔλαβες ἃ ἔχεις

κατὰ νόμον τοῦ Κυρίου σου· ἢ κληρονομήσας πατέρα, ἐπειδὴ οὕτως ὁ

Θεὸς διετάξατο—<Γονεῖς γὰρ τέκνοις,> φησί, <μεριοῦσι σκύλα>—,

ἢ ἀπὸ γάμου τὴν εὐπορίαν κτησάμενος—γάμος δὲ καὶ τὰ ἐπ' ἐκείνῳ

παρὰ Θεοῦ διατέτακται—, ἢ ἀπὸ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων

προφάσεων Θεοῦ πρὸς ἐκεῖνα συμπράξαντος.

7

1

Ἰδοὺ τοίνυν, ἐδείχθη ὅτι ἔλαβες τὰ μὴ σά. Ἴδωμεν τοίνυν λοιπὸν

τί σοι ἐπετάχθη καὶ οἵα ἐπ' ἐκείνοις διοίκησις. Δὸς τῷ πεινῶντι, ἔνδυσον

τὸν γυμνόν, θεράπευσον τὸν κεκακωμένον, μὴ περιίδῃς τὸν ἄπορον, τὸν

ἐρριμμένον ἐν ταῖς τριόδοις. Σὺ περὶ σαυτοῦ μὴ μεριμνήσῃς, μηδὲ

φροντίσῃς πῶς διάξεις ἐπὶ τῆς ὑστεραίας. Κἂν ταῦτα, φησίν, ἐργάσῃ,

τιμηθήσῃ παρὰ τοῦ νομοθέτου· ἂν δὲ παρακούσῃς τῆς ἐντολῆς, κολα-

σθήσῃ πικρῶς.

2

Ταῦτα ἐγὼ οὐ βλέπω τοῦ αὐτεξουσίου οὐδὲ τοῦ ζῶντος

μετ' αὐθεντείας, ἀλλὰ τοὐναντίον, τὰ πολλὰ καὶ συνεχῆ προστάγματα

ὑποδείκνυσί μοι ἄνθρωπον βασιλευόμενον ἰσχυρῶς καὶ νόμοις δεσποτικοῖς

ὑπεύθυνον καὶ τὴν κεκανονισμένην πολιτείαν ἀπαιτούμενον ὡς χρέος.

3

Ἡμεῖς δὲ πῶς ὡς ἀλογίστευτον ἔχοντες τὸν βίον τοὺς μὲν ἀθλίους

καὶ πενομένους περιορῶμεν ἐντελευτῶντας ταῖς συμφοραῖς, δαπανώμεθα

δὲ φιλοτίμως ταῖς ματαιότησιν, κολάκων πλῆθος ἀσώτων τρέφοντες καὶ

φρατρίας κακοδαιμόνων παρασίτων ἐπισυρόμενοι· καὶ αὖθις θηριομάχοις

καὶ θηρίοις σκορπίζοντες τὸν πλοῦτον κἀν ταῖς ἱπποτροφίαις οὐδενὸς

τῶν ὄντων φειδόμενοι καὶ πάλιν θαυματοποιοῖς καὶ μίμοις καὶ τοῖς ἑξῆς

ὀλεθρίοις δαπανῶντες τὴν εὐπορίαν!

4

Καὶ πρᾶγμα πάσχομεν κενὸν καὶ

μανίας ἐγγύς. Ἔνθα μὲν γὰρ ἡ δαπάνη φέρει τὸ κέρδος ἀνάριθμον καὶ

σωτηρίαν ἀθάνατον, συνέχομεν σφοδρῶς τὸ ἀργύριον, ὡς μηδὲ ὀλίγους

ὀβολοὺς τῆς χειρὸς ἐκπεσεῖν· ὅπου δὲ ἁμαρτωλῶν γίνεται τὸ ἀνάλωμα

καὶ μυρίων κολάσεων αἴτιον καὶ αὐτῆς γε τῆς διὰ πυρὸς τιμωρίας,

αὐτοκέλευστοι ῥέομεν. Καὶ ἡ φιλοτιμία προλαμβάνει τὴν αἴτησιν· καὶ

πάσας θύρας ἀνοίξαντες ἀφίεμεν τὸν πλοῦτον πρὸς τοὺς ἔξω χωρεῖν.

Τοῦτο δὲ τὸ φρόνημα οὐκ ἔστι δούλων ἀναμενόντων τὸν κύριον, ἀλλὰ

νέων ἀσώτων, κωμαστῶν, ἀκολάστων.

8

1

Εἰ δὲ θέλεις, ὁ ἀκροατής, ἰδεῖν οἰκονόμου φόβον μετὰ τῆς σώφρονος

εὐλαβείας διοικοῦντος τὰ πιστευθέντα, ἀνάπτυξον τὴν βίβλον τοῦ Δαβίδ·

ζήτησον ἐκείνους τοὺς λόγους ἔνθα φησὶν πρὸς τὸν Θεὸν ὁ ἀνὴρ πολυ-

πραγμονῶν τοῦ ἰδίου τέλους τὴν προθεσμίαν· <Γνώρισόν μοι, Κύριε,

τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμέρων μου τίς ἐστιν,

ἵνα γνῶ τί ὑστερῶ ἐγώ.>

2

Ὁρᾷς ὅπως ὡς ἐν εἰκόνι θεωρεῖται τῷ

λόγῳ ἡ τοῦ εὐξαμένου διάθεσις, ὅτι περιδεής ἐστι καὶ προορᾷ τὸ μέλλον

καὶ ἀναμένει τὴν κρίσιν καὶ τὴν προθεσμίαν περιεργάζεται, ἵνα μὴ τὸ

ἀπαράσκευον αὐτὸν καταλάβῃ τῆς ἐξόδου τὸ σύνθημα· καὶ ζητεῖ λογι-

σάμενος κατιδεῖν τί τὸ τῆς παροικίας ὑστέρημα, ἵνα σπεύσας ἀναπλη-

ρώσῃ πρὶν ἐλθεῖν τὸν ἐξάγοντα.

3

Ἀληθῶς γάρ ἐστιν εἰκὼν οἰκονόμου ἡ

ἑκάστου ἡμῶν τελευτή, ἂν τὰ καθ' ἕκαστον ἀλλήλοις ἀντεξετάσωμεν,

τί μὲν πάσχει ὁ ἀποθνήσκων, τί δὲ ὑπομένει ὁ τῆς οἰκονομίας ἐκβαλλό-

μενος.

9

1

Ὁμοίως γὰρ καὶ ὁ τελευτῶν ἄλλοις μεταπαραδίδωσι τὴν διοίκησιν,

ὡς ὁ οἰκονόμος τὰς κλεῖδας· ἐκεῖνος ἐκβάλλεται ἀγροῦ, οὗτος τοῦ

κόσμου παντὸς ὡς ἑνὸς χωρίου. Περιπαθῶν ἀναχωρεῖ ὁ οἰκόνομος τῶν

ἰδίων πόνων οἷον ἀμπέλων, κήπων, οἰκιῶν· τί οὖν δοκεῖ σοι καὶ ὁ τελευτῶν

πάσχειν;

2

Οὐκ ὀδύρεται τὰ κτήματα; οὐκ ἐλεεινὸν περιβλέπει τὴν

οὐσίαν, μετὰ τοσαύτην προσπάθειαν ἀπροαιρέτως αὐτῆς ἀποσπώμενος,

πόρρω θησαυρῶν, ταμιείων; καὶ ὅταν ἀφίκηται πρὸς τὸν κληρωθέντα

τόπον ἀκούων· <Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου,> δεῖξον

ὅπως ἤκουσας τῶν ἐντολῶν, ὅπως διετέθης πρὸς τοὺς ὁμοδούλους, ἢ

χρηστῶς καὶ φιλανθρώπως ἢ τοὐναντίον ἐπαχθῶς καὶ τυραννικῶς,

παίων, κονδυλίζων, ἀποστερῶν τὸ τῆς ἐλεημοσύνης σιτηρέσιον.

3

Κἂν

μὲν δυνηθῇ ἵλεω καταστῆσαι τὸν δεσπότην ἀγαθὸν δοῦλον ἑαυτὸν

ἀποδείξας, εὖ ἂν ἔχοι· εἰ δὲ τοὐναντίον, οὐκ ἔτι μάστιγες ἐκεῖ διὰ ῥάβδων,

οὐδὲ μύλων σκοτεινὸς καὶ πέδαι σιδηραῖ, ἀλλὰ πῦρ ἄσβεστον καὶ σκότος

αἰώνιον οὔποτε φωτὶ καταυγαζόμενον, καὶ <ὁ βρυγμὸς τῶν ὀδόντων,>

ὃν σαφῶς ἡμῖν τὸ εὐαγγέλιον προεδήλωσεν.

4

Εἰ μὲν οὖν οὐδέποτε τῶν

ἐνταῦθα ὡς ἀλλοτρίων ἐκβάλλει, κατατρύφησον τοῦ κόσμου καὶ κατὰ

πάσης αἰσθήσεως ἀκώλυτον ἄφες τὴν ἡδονήν. Εἰ δὲ συντελεσθήσεται

ταῦτα κἂν 〈οὐκ〉 ἐπὶ μακρὸν αὐτῶν ἀπολαύσωμεν, φοβηθῶμεν, ἀδελφοί,

τὴν ἐνθένδε μετάστασιν καὶ ζήσωμεν ἐν τῷ καίρῳ τῆς παροικίας ὡς ὁ

Κύριος ἐνετείλατο· μὴ ἀπαχθῶμεν δεσμῶται μετὰ χρεῶν, ἀλλ' ὁδεύσωμεν

ἐλεύθεροι καὶ εὐπαρρησίαστον τὸ συνειδὸς ἐπαγόμενοι, ἀκατάγνωστα

φέροντες τὰ τῆς τοῦ βίου πολιτείας βιβλία.

10

1

Κακὸς ἦν οἰκονόμος τῆς ἐνθάδε ζωῆς ὁ πλούσιος ἐκεῖνος, οὗ ἡ

χώρα ηὐφόρησεν, ἐπειδὴ τῇ εὐθηνίᾳ τῶν καρπῶν οὐδὲν ὁ ἄνθρωπος

χρηστὸν ἐβουλεύσατο, ἀλλ' ἀνοίξας γαστρὸς ἐπιθυμίαν καὶ τοὺς πλατεῖς

καὶ ἀχωρήτους τῆς πλεονεξίας κόλπους πάντα ἀπεκλήρου τῇ ἑαυτοῦ

ἀπολαύσει λέγων·

2

<Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας

οἰκοδομήσω καὶ ἐρῶ τῇ ψυχῇ μου· Ἔχεις πολλὰ ἀγαθὰ

κείμενα, ἀναπαύου, φάγε, πίε, εὐφραίνου·> καὶ μεταξὺ λαλοῦντος

ὁ ἀπάγων ἐπέστη. Ἦλθε φοβερὸς σύνδουλος ἀνάσπαστον ἐκ τῆς οἰκονο-

μίας ἀπάξων· καὶ τί τὸ ὄφελος τῆς φιληδόνου βουλῆς; Καὶ ταῦτα μὲν

ἐμψύχως ἐγράφη εἰς νουθεσίαν ἡμῶν·

3

Ἡ δὲ πεῖρα τοῦ βίου ποταπή;

Οὐ καθ' ἑκάστην ἡμέραν ταῦτα διὰ τῶν ἔργων βοᾷ, δείκνυσα ἡμῖν τὸν

ἐν μέσῃ τῇ ἡμέρᾳ ὑγιαίνοντα πρὸ τῆς ἐπιτολῆς τοῦ ἑσπέρου νεκρόν· καὶ

τὸν ἐρρωμένον ἐν τῇ ἑσπέρᾳ τὴν ἀκτῖνα τὴν ἐωθινὴν οὐ καταλαμβάνοντα·

καὶ ἄλλον μεταξὺ τοῦ ἐσθίειν τοῦ ζῆν ἀπολήγοντα;

4

Τίς δὲ οὕτως

ἠλίθιος, ὡς μὴ συνορᾶν ὅπως καθ' ἡμέραν ἄλλος ἄλλοτε τῆς ἐνθάδε

οἰκονομίας ἀποκινούμεθα; Ἀλλ' ὁ μὲν ἀγαθὸς καὶ πιστὸς οἰκέτης καὶ

πεποιθὼς τῇ ἑαυτοῦ διοικήσει οὕτως ἔχει γνώμης ὡς εἶχε Παῦλος.

Ἐκεῖνος γὰρ τοῦ Κυρίου μὴ κατεπείγοντος ἔσπευδε πρὸς αὐτὸν καὶ τὴν

ἀνάλυσιν ἐπόθει καὶ παρῃτεῖτο ἑκὼν τὴν οἰκονομίαν, πῇ μὲν λέγων·

5

<Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώ-

ματος τοῦ θανάτου τούτου,> καὶ πάλιν· <Ἐμοὶ δὲ καλὸν ἀνα-

λῦσαι καὶ σὺν Χριστῷ εἶναι.> Ὁ δὲ γήινος τὸ φρόνημα καὶ τῶν

βώλων ἀληθῶς συγγενὴς τοιαῦτα ὀδύρεται ἀμηχανῶν ἐπὶ τῇ μεταστάσει,

οἷα οὗτος ὁ τῆς παραβολῆς ἄνθρωπος· <Τί ποιήσω, ὅτι ὁ κύριος μου

ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ' ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω,

ἐπαιτεῖν αἰσχύνομαι.>

6

Ἀργοῦ καὶ φιληδόνου ἡ λύπη. Τὸ μὲν γὰρ

ἐπὶ τῇ ἀναχωρήσει θρηνεῖν ἔλεγχός ἐστιν τοῦ προστετηκέναι τῷ χωρίῳ

καὶ τὰς ἐμπαθεῖς τῆς σαρκὸς ἀπολαύσεις ὀδύρεσθαι, τὸ δὲ ἀδυνατεῖν πρὸς

ἔργον ἀργοῦ βίου καὶ ἀναπεπτωκότος ἐστὶ κατηγόρημα. Εἰ γὰρ εἶχεν

πρὸς…

11

1

Εἰ δὲ…

με…

The complete text is available when the reading interface loads.