The Greek Library Author

John Chrysostom

In epistulam ad Colossenses homiliae 1-12

Author namesJean Chrysostome · Jean Bouche d’Or · Jean Bouche d Or · John Chrysostom · Joannes Chrysostomus

Edition reference
Patrologia graeca 62 Migne Jean-Paul Paris 299-392 1860
CTS identifier
urn:cts:greekLit:tlg2062.tlg161.local001
Corpus release
2.2.0 · 2026-08-29

ΟΜΙΛΙΑ Α.

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

α. Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήμονα, οἵα ἡ πρὸς Τιμόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παροῦσα· καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς γράφων ἔλεγε· Διὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι. Ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι. Ἐκείνην μὲν γὰρ οὐδέπω ἰδὼν Ῥωμαίους ἔγραφε, ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήμονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, καὶ ὑπὲρ Ὀνησίμου ἀξιῶν· ἐν ταύτῃ δὲ αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθώς φησι, Σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητόν, καὶ ἀδελφὸν αὐτὸν καλῶν. Διὸ καὶ θαῤῥούντως λέγει ἐν ταύτῃ τῇ ἐπιστολῇ· Ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. Ταύτης οὖν ὑστέραν οἶμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γάρ φησιν, Ἐγὼ γὰρ ἤδη σπένδομαι. Τῆς μὲν οὖν πρὸς Φιλιππησίους ἥδε πρεσβυτέρα· ἐν ἐκείνῃ γὰρ φαίνεται ἀρχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν τῇ Ῥώμῃ. Τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς ἐπιστολάς; Κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν αὐτὰς γράφει· ὡς ἂν εἰ ἀριστεὺς σφαγὰς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν· οὕτω δὲ ἐποίει καὶ αὐτός. Οἶδε γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησίν, Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινά, ἀλλὰ καὶ χαίρωμεν. Ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησί, Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν· καὶ ἐνταῦθα, Εἴπατε Ἀρχίππῳ. Δοκεῖ μοι οὗτος ἐγκεχειρίσθαι τινὰ τῆς ἐκκλησίας. Οὐκ εἶδε δὲ οὔτε τούτους, οὔτε Ῥωμαίους, οὔτε Ἑβραίους, ἡνίκα ἔγραφε πρὸς αὐτούς. Καὶ περὶ μὲν ἐκείνων πολλαχοῦ δηλοῖ, περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος, Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί· καὶ πάλιν, Εἰ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. Οὕτως ᾔδει μέγα ὂν τὴν παρουσίαν αὐτοῦ πανταχοῦ, καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησι· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ. Ἐγὼ μὲν γὰρ, φησίν, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών· καὶ πάλιν, Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· καὶ πάλιν, Μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ἀπεῖναί με.

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ. Ἄξιον δὲ καὶ τὴν ὑπόθεσιν εἰπεῖν, ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν. Τίς οὖν ἐστιν αὕτη; Δι’ ἀγγέλων προσήγοντο τῷ θεῷ, παρατηρήσεις εἶχον πολλὰς καὶ Ἰουδαϊκὰς καὶ Ἑλληνικάς. Ταῦτ’ οὖν διωρθοῦται. Διὰ τοῦτο καὶ ἀρχόμενός φησι, Διὰ θελήματος θεοῦ. Ἰδοὺ πάλιν τό, Διά, τέθεικε. Καὶ Τιμόθεος ὁ ἀδελφός, φησίν. Οὐκοῦν καὶ αὐτὸς ἀπόστολος. Εἰκὸς δὲ καὶ τοῦτον αὐτοῖς γνωρίζεσθαι. Τοῖς ἐν Κολοσσαῖς ἁγίοις. Ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι· Καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Πόθεν, φησίν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης τοῦ Χριστοῦ; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; Πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ, οὐδὲ ἐν λόγῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης. Πόθεν τοσαῦτα ἐπιστεύθης, εἰπέ μοι, μυστήρια; οὐ διὰ Χριστόν; Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. Πόθεν ἡ χάρις ὑμῖν; πόθεν ἡ εἰρήνη; Ἀπὸ θεοῦ, φησί, πατρὸς ἡμῶν. Καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. Πρὸς τοὺς τὸ πνεῦμα διαβάλλοντας ἐρῶ, πόθεν ὁ θεὸς πατὴρ τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἱὸν τοῦ θεοῦ; Ὁ ποιήσας σε ἀξιόπιστον, αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος.

β. Πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ θεοῦ μυστήρια, ἅπερ οὐδὲ ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν. Ἀλλ’ ἀδιάφορον τῷ Παύλῳ οὕτω ταῦτα τιθέναι. Εὐχαριστοῦμεν τῷ θεῷ τῷ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐμοὶ δοκεῖ πάντα ἐπὶ τὸν πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον. Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ διὰ τῆς εὐχαριστίας μόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ ἑώρα, τούτους εἶχε διὰ παντὸς ἐν ἑαυτῷ. Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀνωτέρω, Τοῦ Κυρίου ἡμῶν, εἰπών, ἐνταῦθα, Ἰησοῦ Χριστοῦ λέγει. Αὐτός ἐστι κύριος, φησίν· οὐχ, οἱ δοῦλοι Ἰησοῦ Χριστοῦ. Καὶ ταῦτα σύμβολα τῆς εὐεργεσίας· Αὐτὸς γάρ, φησί, σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. Ἤδη οἰκειοῦται αὐτούς. Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. Πέμπει δὲ τὴν ἐπιστολὴν διὰ Τυχικοῦ, ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. Καὶ τὴν ἀγάπην, φησί, τὴν εἰς πάντας τοὺς ἁγίους. Οὐκ εἰς τόνδε καὶ τόνδε· οὐκοῦν καὶ εἰς ἡμᾶς. Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς. Τὰ μέλλοντα, φησίν, ἀγαθά. Τοῦτο πρὸς τοὺς πειρασμοὺς, ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. Ἵνα γὰρ μή τις εἴπῃ, καὶ τί τὸ κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησίν, ὅτι μεγάλα ἑαυτοῖς προξενεῖτε ἐν τοῖς οὐρανοῖς. Διὰ τὴν ἐλπίδα, φησί, τὴν ἀποκειμένην. Τὸ ἀσφαλὲς ἔδειξεν. Ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας. Ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. Ἣν προηκούσατε, φησίν, ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου. Καὶ ἀλήθειαν μαρτυρεῖ τῷ λόγῳ· εἰκότως· οὐδὲν γὰρ ψεῦδος ἐν αὐτῷ. Τοῦ Εὐαγγελίου. Οὐ λέγει, τοῦ κηρύγματος, ἀλλ’ εὐαγγέλιον καλεῖ, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ θεοῦ· καὶ πρῶτον ἐπαινέσας αὐτοὺς, οὕτω τούτων ἀναμιμνήσκει. Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Ἤδη χαρίζεται αὐτοῖς. Παρόντος δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησί, καὶ ἀπέστη, ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. Εἶτα, ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται, διὰ τοῦτο ἐπήγαγε, Καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Πανταχοῦ, φησί, πάρεστι, πανταχοῦ κρατεῖ, πανταχοῦ ἕστηκε. Καὶ ἔστι καρποφορούμενον, καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν. Καρποφορούμενον διὰ τὰ ἔργα, αὐξανόμενον τῷ πολλοὺς παραλαμβάνειν, τῷ μᾶλλον στηρίζεσθαι. Καὶ γὰρ ἐν τοῖς φυτοῖς τότε πυκνὰ γίνεται, ὅταν στηριχθῇ τὸ φυτόν. Καθὼς καὶ ἐν ὑμῖν. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις, ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. Ἀφ’ ἧς ἡμέρας ἠκούσατε. Τὸ θαυμαστόν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε, καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε τοὺς καρπούς. Ἀφ’ ἧς ἡμέρας ἠκούσατε, καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ. Οὐκ ἐν λόγῳ, φησίν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις, Τοῦτο τοίνυν λέγει, Καρποφορούμενον· ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα ὅτι ἅμα ἐδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ θεοῦ. Τὸ τοίνυν εὐθέως ἐπιδειξάμενον τὴν οἰκείαν δύναμιν πῶς οὐ χαλεπὸν νῦν ἀπιστεῖσθαι; Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι· ἐμάθετε τὸ Εὐαγγέλιον. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρός, φησί, Τοῦ συνδούλου ἡμῶν. Ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Μὴ ἀμφιβάλλετε, φησί, περὶ τῆς μελλούσης ἐλπίδος· ὁρᾶτε τὴν οἰκουμένην ἐπιστρέφουσαν. Καὶ τί δεῖ λέγειν τὰ ἐν τοῖς ἄλλοις; τὰ ἐν ὑμῖν αὐτοῖς καὶ χωρὶς τούτων πιστά. Ἐπέγνωτε γὰρ τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· τουτέστιν, ἐν τοῖς ἔργοις. Ὥστε δύο ταῦτα τὰ μέλλοντα βεβαιοῦται, τό τε πάντας πιστεῦσαι, τό τε καὶ ὑμᾶς· καὶ οὐκ ἄλλα μὲν ἐγένετο, ἄλλα δὲ εἶπεν Ἐπαφρᾶς. Ὅς ἐστι, φησί, πιστός· τουτέστιν, ἀληθής. Πῶς δέ, Ὑπὲρ ὑμῶν διάκονος; Τῷ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ δηλῶσαι ἡμῖν, φησί, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι· τουτέστι, τὴν πνευματικήν· τὴν εἰς ἡμᾶς. Εἰ δὲ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ ἀγγέλων λέγετε προσάγεσθαι; Ὁ καὶ δηλώσας ἡμῖν, φησί, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Αὕτη γὰρ θαυμαστὴ καὶ βεβαία ἡ ἀγάπη· ὡς αἵ γε ἄλλαι ὄνομα ἀγάπης ἔχουσι μόνον. Εἰσὶ δέ τινες οὐ τοιαῦται· ἀλλ’ οὐ φιλία τοῦτο· διὸ καὶ εὐδιάλυτος γίνεται.

γ. Πολλαὶ προφάσεις εἰσὶν αἱ φιλίας ποιοῦσαι· καὶ τέως τὰς μὲν αἰσχρὰς παρήσομεν· οὐδεὶς γὰρ ἡμῖν ὑπὲρ ἐκείνων ἀντερεῖ, ὡς πονηρῶν οὐσῶν· ἀλλ’, εἰ βούλεσθε, τὰς φυσικὰς καὶ τὰς βιωτικὰς εἰς μέσον παραγάγωμεν. Βιωτικαὶ μὲν οὖν εἰσιν αὗται· οἷον εὖ ἔπαθέ τις, ἀπὸ προγόνων ἐκτήσατο φίλον, ἐκοινώνησε τραπέζης ἢ ἀποδημίας, ἢ γείτων ἐστί· καλαὶ καὶ αὗται· ἢ ὁμότεχνος γέγονεν· αὕτη μὲν οὖν οὐκ ἔστιν εἰλικρινής· ἔχει γάρ τινα καὶ ζῆλον καὶ βασκανίαν. Αἱ δὲ φυσικαί, οἷον πατρὸς πρὸς υἱόν, υἱοῦ πρὸς πατέρα, ἀδελφοῦ πρὸς ἀδελφόν, πρὸς ἔγγονον πάππου, μητρὸς πρὸς τέκνα· εἰ δὲ βούλεσθε, προσθῶμεν καὶ τὴν τῆς γυναικὸς πρὸς ἄνδρα· καὶ γὰρ πᾶσαι αἱ γαμικαί εἰσι βιωτικαὶ καὶ γήϊναι. Αὗται μὲν οὖν ἐκείνων εἶναι δοκοῦσι σφοδρότεραι· δοκοῦσι δέ, εἶπον, διὰ τὸ πολλάκις ὑπ’ ἐκείνων ἡττηθῆναι. Καὶ γὰρ φίλοι ἀλλαχοῦ γνησιώτερον ἐφάνησαν ἀδελφῶν διακείμενοι, καὶ υἱῶν πρὸς πατέρας· καὶ ὁ μὲν γεννηθεὶς οὐκ ἐβοήθησεν, ὁ δὲ μὴ γνοὺς αὐτόν, παρέστη καὶ ἐβοήθησεν. Ἡ δὲ πνευματικὴ ἀγάπη πασῶν ἐστιν ἀνωτέρα, καθάπερ τις βασίλισσα τῶν ἰδίων κρατοῦσα, καὶ λαμπρὸν ἔχει τὸ σχῆμα· οὐδὲν γὰρ γήϊον αὐτὴν τίκτει, καθάπερ ἐκείνην, οὐ συνήθεια, οὐκ εὐεργεσία, οὐ φύσις, οὐ χρόνος, ἀλλ’ ἄνωθεν κάτεισιν ἐκ τοῦ οὐρανοῦ. Καὶ τί θαυμάζεις, εἰ εὐεργεσίας οὐ δεῖται πρὸς τὸ συνεστάναι, ὅπου γε οὐδὲ τῷ κακῶς παθεῖν ἀνατρέπεται; Ὅτι δὲ αὕτη μείζων ἐκείνης ἐστίν, ἄκουσον Παύλου λέγοντος· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου. Τίς ἂν τοῦτο ηὔξατο πατήρ, ὥστε ἐν κακοῖς εἶναι; Καὶ πάλιν, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. Ποία μήτηρ ταῦτα ἂν ἕλοιτο εἰπεῖν, ὥστε τὰ αὐτῆς παριδεῖν; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Ἀπορφανισθέντες γὰρ ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ. Καὶ ἐνταῦθα μὲν ὁ πατὴρ ὑβρισθεὶς ἔλυσε τὴν φιλίαν, ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ πρὸς τοὺς λιθάζοντας ἀπῄει εὐεργετήσων αὐτούς. Οὐδὲν γάρ, οὐδὲν οὕτως ἰσχυρόν, ὡς ὁ τοῦ πνεύματος δεσμός. Ὁ μὲν γὰρ διὰ τὸ παθεῖν εὖ φίλος γενόμενος, ἂν μὴ διηνεκῶς τοῦτο γίνηται, ἔσται ἐχθρός· ὁ ἀπὸ συνηθείας ἀδιάσπαστος ὢν, πάλιν τῆς συνηθείας διακοπείσης, ἔσβεσε τὴν φιλίαν. Ἡ γυνὴ πάλιν, ἂν μάχη γένηται, ἀφῆκε τὸν ἄνδρα, καὶ τὸν πόθον ἔλυσεν· ὁ υἱός, ἂν ἐπιπολὺ ζῶντα τὸν πατέρα ἴδοι, καὶ βαρύνεται. Ἐπὶ δὲ τοῦ πνεύματος τούτων οὐκ ἔστιν οὐδέν· οὐδενὶ γὰρ τούτων λύεται, ἐπεὶ μηδὲ ἐκ τούτων συνέστη· οὔτε χρόνος, οὔτε μῆκος ὁδοῦ, οὔτε τὸ κακῶς παθεῖν, οὔτε τὸ κακῶς ἀκοῦσαι, οὐ θυμός, οὐχ ὕβρις, οὐκ ἄλλο οὐδὲν ἐπεισέρχεται, οὐδὲ δύναται αὐτὴν διαλῦσαι. Καὶ ἵνα μάθῃς, ἐλιθάζετο ὁ Μωϋσῆς, καὶ ὑπὲρ αὐτῶν ἠξίου. Τίς ἂν τοῦτο εἰργάσατο πατὴρ ὑπὲρ τοῦ λιθάσαντος, ἀλλ’ οὐχὶ καὶ αὐτὸν ἂν κατέλευσε; Ταύτας δὴ μεταδιώκωμεν τὰς φιλίας τὰς ἀπὸ τοῦ πνεύματος· ἰσχυραὶ γάρ εἰσι καὶ δυσδιάλυτοι· μὴ τὰς ἀπὸ τῶν τραπεζῶν· ἐκεῖ γὰρ καὶ κωλυόμεθα ταύτας εἰσάγειν. Ἄκουσον γὰρ τοῦ Χριστοῦ λέγοντος ἐν τῷ Εὐαγγελίῳ· Μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς γείτονάς σου, ἐὰν ποιήσῃς δοχήν, ἀλλὰ τοὺς χωλοὺς, τοὺς ἀναπήρους· εἰκότως· πολὺς γὰρ ὁ ὑπὲρ τούτων μισθός. Ἀλλ’ οὐ δύνασαι, οὐδὲ ἀνέχῃ μετὰ χωλῶν καὶ τυφλῶν ἑστιᾶσθαι, ἀλλὰ βαρὺ καὶ φορτικὸν ἡγῇ τοῦτο, καὶ παραιτῇ; Μάλιστα μὲν οὖν οὐκ ἔδει, πλὴν ἀλλ’ οὐκ ἔστιν ἀνάγκη· κἂν μὴ συγκαθίσῃς αὐτοὺς μετὰ σοῦ, τὰ ἐδέσματα αὐτοῖς ἀπόστειλον τὰ ἀπὸ τῆς τραπέζης. Καὶ γὰρ ὁ φίλους καλῶν, οὐδὲν μέγα ἐποίησεν· ἀπέλαβε γὰρ ἐνταῦθα τὸν μισθόν· ὁ δὲ ἀνάπηρον καλῶν καὶ πένητα, ἔχει τὸν θεὸν ὀφειλέτην. Μὴ τοίνυν ἀσχάλλωμεν, ὅταν μὴ ἐνταῦθα ἀπολάβωμεν, ἀλλ’ ὅταν ἐνταῦθα ἀπολάβωμεν· ἐκεῖ γὰρ οὐκέτι ἀποληψόμεθα. Ὁμοίως, ἂν ἄνθρωπος ἀποδῷ, θεὸς οὐκ ἀποδίδωσιν· ἂν οὗτος μὴ ἀποδῷ, τότε ἀποδώσει θεός. Μὴ τοίνυν ἐκείνους ζητῶμεν εὐεργετεῖν τοὺς ἀνταποδοῦναι ἡμῖν δυναμένους, μηδὲ ἐπὶ τοιαύταις αὐτοὺς ἐλπίσιν εὐεργετῶμεν· ψυχρὰ αὕτη ἡ διάνοια. Τὸν φίλον ἂν καλέσῃς, μέχρι τῆς ἑσπέρας ἡ χάρις· διὰ τοῦτο τῶν καταβαλλομένων ταχύτερον ἢ τῶν καιρῶν δαπανᾶται φιλία· τὸν μέντοι πένητα καὶ ἀνάπηρον ἂν καλέσῃς, οὐδέποτε ἀπολεῖται ἡ χάρις· τὸν γὰρ πάντοτε μνημονεύοντα θεόν, καὶ οὐδέποτε ἐπιλανθανόμενον, ἔχεις αὐτὸν ὀφειλέτην. Πόσης δὲ καὶ βλακείας, εἰπέ μοι, τὸ μὴ δύνασθαι πένησι συγκαθέζεσθαι; Τί λέγεις; Ἀκάθαρτός ἐστι, φησί, καὶ ῥυπαρός. Καὶ λοῦσον αὐτόν, καὶ ἀνάγαγε ἐπὶ τράπεζαν τὴν σήν. Ἀλλ’ ἱμάτια ἔχει ἐῤῥυπωμένα; Καὶ ἄμειψον, καὶ δὸς καθαρὰν στολήν.

δ. Οὐχ ὁρᾷς τὸ κέρδος ὅσον; ὁ Χριστὸς δι’ αὐτοῦ παραγίνεται, καὶ σὺ ὑπὲρ τούτου μικρολογῇ; τὸν βασιλέα καλῶν ἐπὶ τὴν τράπεζαν, ὑπὲρ τούτων δέδοικας; Ὑποκείσθωσαν τράπεζαι δύο, καὶ ἡ μὲν ἐκ τούτων πεπληρώσθω, καὶ ἐχέτω τυφλοὺς, χωλοὺς, κυλλοὺς τὴν χεῖρα, τὸ σκέλος πεπηρωμένους, ἀνυποδέτους, ἕνα περικειμένους χιτωνίσκον, καὶ τοῦτον ἐκτετριμμένον· ἡ δὲ ἑτέρα ἐχέτω δυνάστας, στρατηγοὺς, τοπάρχας, ἄρχοντας μεγάλους, ἐνδεδυμένους ἱμάτια πολυτελῆ καὶ ὀθόνας λεπτάς, ἐζωσμένους χρυσᾶς ζώνας. Πάλιν ἐνταῦθα ἐν τῇ τῶν πενήτων τραπέζῃ μήτε ἄργυρος ἔστω, μήτε οἶνος πολὺς, ἀλλ’ ὁ ἀρκῶν καὶ εὐφρᾶναι δυνάμενος· τὰ δὲ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη ἀπὸ ὑέλου κατεσκευάσθω μόνης· ἐκεῖ δὲ ἐν τῇ τῶν πλουσίων τραπέζῃ ἔστω μὲν σκεύη τὰ πάντα ἐξ ἀργύρου καὶ χρυσοῦ, καὶ μηδὲ εἷς φερέτω τὸ ἡμικύκλιον, ἀλλὰ δύο νεανίαι μόλις αὐτὸ κινείτωσαν· ἔστω δὲ καὶ φιάλη ὑπόχρυσος σταθμὸν ἡμιτάλαντον ἕλκουσα, ὡς δύο νεανίας μόλις αὐτὴν κινεῖν, καὶ οἱ ἀμφορεῖς κείσθωσαν ἐφεξῆς πολλῷ ἄμεινον τοῦ ἀργύρου ἀπολάμποντες τῷ χρυσῷ· ἔστω δὲ καὶ τὸ ἡμικύκλιον ἁπαλῇ στρωμνῇ πάντοθεν ἐστορεσμένον. Πάλιν ἐνταῦθα μὲν ἔστωσαν διάκονοι πολλοί, τῶν ἀνακειμένων οὐχ ἧττον κεκοσμημένοι τοῖς ἱματίοις, καὶ ἐνδεδυμένοι λαμπρῶς, καὶ ἀναξυρίδας ἔχοντες, καλοὶ μὲν ἰδεῖν, αὐτὸ ἄγοντες τῆς ἡλικίας τὸ ἄνθος, σφριγῶντες καὶ εὐσωματοῦντες· ἐκεῖ δὲ δύο μόνοι ἔστωσαν διάκονοι, πάντα τὸν τῦφον τοῦτον πεπατηκότες· καὶ ἔστω τοῖς μὲν τὰ ἐδέσματα πολυτελῆ, τοῖς δὲ τοσαῦτα ὅσα σβέσαι τὸν λιμόν, καὶ εὐφροσύνης ἐμπλῆσαι. Ἆρα εἶπον ἀρκούντως; καὶ μετὰ ἀκριβείας κατεσκευασμέναι ἀμφότεραί εἰσιν αἱ τράπεζαι; μή τι ἐνδεῖ; Ἐγὼ μὲν οὐκ οἶμαι· καὶ γὰρ τοὺς κεκλημένους ἐπῆλθον, καὶ τὴν πολυτέλειαν καὶ τῶν σκευῶν καὶ τῶν στρωμάτων καὶ τῶν ἐδεσμάτων. Πλὴν ἀλλά, καὶ εἴ τι παρελίπομεν, ἐπεξαγαγόντες τὸν λόγον εὑρήσομεν. Φέρε οὖν, ἐπειδὴ τὸ πρόσφορον καλῶς ἡμῖν ἀπέλαβε σχῆμα ἑκάστη τράπεζα, ἴδωμεν ποῦ ὑμεῖς κατακλιθήσεσθε. Ἐγὼ μὲν γὰρ ἐπ’ ἐκείνην ἄπειμι τὴν τῶν τυφλῶν, τὴν τῶν χωλῶν· ὑμῶν δὲ τάχα οἱ πλείους ταύτην αἱρήσονται, τὴν τῶν στρατηγῶν, τὴν φαιδρὰν καὶ λαμπράν. Ἴδωμεν οὖν ποία πλείονος γέμει τῆς ἡδονῆς· μήπω γὰρ τὰ μέλλοντα ἐξετάσωμεν· ἐν ἐκείνοις μὲν γὰρ αὕτη κρατεῖ ἡ ἐμή. Διὰ τί; Ὅτι αὕτη μὲν ἔχει τὸν Χριστὸν ἀνακείμενον, ἐκείνη δὲ ἀνθρώπους· αὕτη τὸν Δεσπότην, ἐκείνη τοὺς δούλους. Ἀλλὰ μήπω ταῦτα, ἀλλ’ ἴδωμεν ποία πλείονα ἔχει τὴν ἡδονὴν τὴν ἐν τῷ παρόντι. Καὶ κατὰ τοῦτο μὲν οὖν πλείων αὕτη ἡ ἡδονή· τὸ γὰρ μετὰ βασιλέως ἀναπεσεῖν, πλείονα φέρει τὴν ἡδονὴν τοῦ μετὰ τῶν οἰκετῶν. Ἀλλὰ καὶ τοῦτο ὑπεξέλωμεν, αὐτὸ καθ’ ἑαυτὸ τὸ πρᾶγμα ἐξετάσωμεν. Οὐκοῦν ἐγώ, καὶ οἱ σὺν ἐμοὶ ταύτην ἑλόμενοι τὴν τράπεζαν, μετὰ πολλῆς τῆς ἐλευθερίας καὶ τῆς θυμηδίας καὶ ἐροῦμεν ἅπαντα, καὶ ἀκουσόμεθα· ὑμεῖς δὲ τρέμοντες καὶ δεδοικότες, καὶ τοὺς ἀνακειμένους αἰδούμενοι, οὐδὲ ἐκτεῖναι χεῖρα τολμήσετε, καθάπερ εἰς παιδαγωγεῖον, ἀλλ’ οὐκ εἰς ἄριστον εἰσελθόντες, καθάπερ δεσπότας δεινοὺς τρέμοντες. Ἀλλ’ οὐκ ἐκεῖνοι οὕτως. Ἀλλὰ τὰ τῆς τιμῆς, φησί, μεγάλα. Καὶ μὴν ἐγὼ ἐν πλείονί εἰμι τιμῇ· ὑμῶν μὲν γὰρ ἡ εὐτέλεια μείζων φαίνεται, ὅταν καὶ τῆς αὐτῆς τραπέζης κοινωνοῦντες, δούλων προβάλλησθε ῥήματα. Καὶ γὰρ ὁ δοῦλος τότε μάλιστα φαίνεται, ὅταν μετὰ τοῦ δεσπότου κατακείμενος ᾖ. Ἐκεῖνος μὲν γάρ, ἔνθα μὴ προσῆκεν αὐτῷ, γίνεται, οὐ τοσαύτην ἀπὸ τῆς οἰκειώσεως ἔχων σεμνότητα, ὅσην τὴν ταπείνωσιν· σφόδρα γὰρ τότε ταπεινοῦται. Καὶ τὸν δοῦλον ἴδοι τις ἂν λαμπρὸν ὄντα καθ’ ἑαυτόν, καὶ τὸν πένητα λαμπρὸν ὄντα καθ’ ἑαυτόν, μὴ ὅταν μετὰ πλουσίου βαδίζῃ· τὸ γὰρ ταπεινόν, ὅταν ἐγγὺς ᾖ τοῦ ὑψηλοῦ, τότε φαίνεται ταπεινόν, καὶ ἡ παράθεσις τὸ ταπεινὸν ταπεινότερον δείκνυσιν, οὐχ ὑψηλότερον. Οὕτω καὶ ὑμᾶς εὐτελεστέρους δείκνυσι τὸ μετ’ ἐκείνων ἀνακεῖσθαι, ἀλλ’ οὐχ ἡμᾶς. Δύο μὲν οὖν τούτοις πλεονεκτοῦμεν, τῇ τε ἐλευθερίᾳ, καὶ τῇ τιμῇ, ὧν οὐδὲν ἴσον εἰς ἡδονῆς λόγον ἐστί. Βουλήσομαι γὰρ ἂν ἔγωγε ἄρτου μεταλαβεῖν μετ’ ἐλευθερίας, ἢ μυρίων ἐδεσμάτων μετὰ δουλείας. Κρεῖσσον γάρ, φησί, ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ βοῦς ἀπὸ φάτνης μετ’ ἔχθρας. Ὃ γὰρ ἂν εἴπωσιν ἐκεῖνοι, ἀνάγκη τοὺς παρόντας ἐπαινεῖν, ἢ προσκρούειν, παρασίτων τάξιν ἀναδεδεγμένους, μᾶλλον δὲ ἐκείνων χείρους ὄντας. Τοῖς μὲν γὰρ εἰ καὶ μετ’ αἰσχύνης καὶ τοῦ ὑβρίζεσθαι, ὅμως μέτεστι παῤῥησίας· ὑμῖν δὲ οὐδὲ τούτου. Ἀλλ’ ἡ μὲν εὐτέλεια τοσαύτη· δεδοίκατε γὰρ καὶ κατεπτήχατε· ἡ δὲ τιμὴ οὐκέτι. Οὐκοῦν πάσης μὲν ἡδονῆς ἀπεστέρηται ἡ τράπεζα ἐκείνη, πάσης δὲ αὕτη γέμει θυμηδίας.

ε. Ἀλλὰ καὶ αὐτῶν τῶν ἐδεσμάτων τὴν φύσιν ἐξετάσωμεν. Ἐκεῖ μὲν γὰρ ἀνάγκη καὶ μὴ βουλομένῳ διαῤῥήγνυσθαι τῷ πολλῷ οἴνῳ, ἐνταῦθα δὲ οὐκ ἔνι μὴ βουλόμενον ἐσθίειν καὶ πίνειν. Ὥστε ἐκεῖ μὲν τὴν ἐκ τῆς τῶν σιτίων ποιότητος ἡδονὴν ἥ τε προλαβοῦσα ἀτιμία ἀφαιρεῖται, καὶ ἡ ἐκ τῆς πλησμονῆς ἀηδία. Οὐ γὰρ ἧττον λιμοῦ τὰ σώματα ἡμῖν ἡ πλησμονὴ διαφθείρει καὶ ὀδυνᾷ, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον· καὶ ὃν ἂν θέλῃς μοι δοῦναι, εὐκολώτερον αὐτὸν διαῤῥηγνύω τῇ πλησμονῇ, τοῦ λιμοῦ. Ὄντως γὰρ τοῦτο ἐκείνου φορητότερον· ὅτι λιμὸν μὲν ἄν τις καὶ εἴκοσιν ἡμέρας ἐνέγκοι, πλησμονὴν δὲ οὐδὲ δύο μόνας· καὶ τούτῳ μὲν προσπαλαίοντες διηνεκῶς οἱ ἐν τοῖς ἀγροῖς, ἐν ὑγείᾳ εἰσὶ καὶ οὐ δέονται ἰατρῶν· ταύτην δέ, τὴν πλησμονὴν λέγω, οὐκ ἂν ἐνέγκοιεν μὴ συνεχῶς καλοῦντες ἰατρούς· μᾶλλον δὲ καὶ τὴν ἐκείνων βοήθειαν ἤλεγξε πολλάκις ἡ ταύτης τυραννίς. Καὶ ἡδονῆς μὲν οὖν ἕνεκεν αὕτη τὰ πρῶτα ἔχει. Εἰ γὰρ ἡ τιμὴ τοῦ ἀτιμάζεσθαι ἡδίων, καὶ τὸ ἐν ἐξουσίᾳ εἶναι τοῦ ὑποτάσσεσθαι, καὶ τὸ θαῤῥεῖν τοῦ τρέμειν καὶ δεδοικέναι, καὶ τὸ τῶν ἀρκούντων ἀπολαύειν τοῦ πέρα τοῦ μέτρου εἰς τὸ τῆς τρυφῆς καταποντίζεσθαι κλυδώνιον, βελτίων ἄρα ἐκείνης αὕτη ἡ τράπεζα καὶ ἡδονῆς ἕνεκεν. Καὶ τὰ τῆς δαπάνης δὲ ἐνταῦθα βελτίονα· ἐκείνη μὲν γὰρ δαπανηρά, αὕτη δὲ οὐκέτι. Ἀλλὰ τί; ἆρα τοῖς ἀνακειμένοις μόνον ἡδίων αὕτη ἡ τράπεζα, ἢ καὶ τῷ καλοῦντι πλείονα αὕτη φέρει τὴν ἡδονὴν ἐκείνης; Τοῦτο γάρ ἐστι τὸ μᾶλλον ζητούμενον ἡμῖν. Οὐκοῦν ὁ μὲν ἐκείνους καλῶν, πρὸ πλειόνων ἡμερῶν παρασκευάζεται, καὶ πράγματα ἔχειν ἀναγκάζεται καὶ φροντίδας καὶ μερίμνας, οὔτε τὰς νύκτας καθεύδων, οὔτε τὰς ἡμέρας ἡσυχάζων· ἀλλὰ ἀναπλάττων ἐν ἑαυτῷ πολλά, μαγείροις διαλεγόμενος, ὀψοποιοῖς, τραπεζοποιοῖς. Εἶτα αὐτῆς τῆς ἡμέρας ἐπιστάσης ἴδοι τις ἂν αὐτὸν μᾶλλον δεδοικότα, ἢ τοὺς μέλλοντας πυκτεύειν, μή τις παρὰ λόγον γένηται, μὴ βασκανίᾳ βληθῇ, μὴ κατηγόρους ἐκεῖθεν λάβῃ πολλούς. Οὗτος δὲ πάσης ταύτης ἀπήλλακται τῆς φροντίδος καὶ τῶν πραγμάτων, αὐτοσχεδιάζων τὴν τράπεζαν, καὶ οὐ πρὸ πολλῶν ἡμερῶν μεριμνῶν. Καὶ μετὰ δὴ ταῦτα οὗτος μὲν εὐθέως τὴν χάριν ἀπώλεσεν· ἐκεῖνος δὲ ἔχει τὸν θεὸν ὀφειλέτην, καὶ χρησταῖς τρέφεται ταῖς ἐλπίσι, καθ’ ἑκάστην ἡμέραν εὐωχούμενος ἀπ’ ἐκείνης τῆς τραπέζης. Τὰ μὲν γὰρ σιτία ἀναλίσκεται, ἡ δὲ χάρις οὐκ ἀναλίσκεται, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν μᾶλλον χαίρει καὶ γάννυται ἐκείνων τῶν τὸν πολὺν οἶνον ἐμφορηθέντων. Οὐδὲν γὰρ οὕτω τρέφει τὴν ψυχήν, ὡς ἐλπὶς ἀγαθὴ καὶ τὸ χρηστὰ προσδοκᾷν. Ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἴδωμεν. Ἐκεῖ μὲν αὐλοὶ καὶ κιθάραι καὶ σύριγγες, ἐνταῦθα δὲ οὐδὲν ἀπηχὲς μέλος· ἀλλὰ τί; ὕμνοι, ψαλμῳδίαι. Ἐκεῖ μὲν οἱ δαίμονες ἀνυμνοῦνται, ἐνταῦθα δὲ ὁ πάντων Δεσπότης θεός. Ὁρᾷς πόσης μὲν αὕτη χάριτος, πόσης δὲ ἀγνωμοσύνης ἐκείνη καὶ ἀναισθησίας γέμει; Εἰπὲ γάρ μοι· ὁ θεός σε ἔθρεψεν ἐκ τῶν ἀγαθῶν αὐτοῦ, καὶ δέον αὐτῷ εὐχαριστεῖν μετὰ τὸ τραφῆναι, σὺ δὲ τοὺς δαίμονας ἐπεισάγεις; τὰ γὰρ διὰ τῶν πηκτίδων οὐδὲν ἄλλο, ἢ δαιμόνων ᾄσματα. Δέον εἰπεῖν, Εὐλογητὸς εἶ, κύριε, ὅτι ἔθρεψάς με ἐκ τῶν ἀγαθῶν σου, σὺ δέ, καθάπερ τις κύων ἄτιμος, οὐδὲ μέμνησαι, ἀλλὰ τοὺς δαίμονας ἐπεισάγεις; Μᾶλλον δὲ οἱ μὲν κύνες λαβόντες καὶ μὴ λαβόντες σαίνουσι τοὺς οἰκείους, σὺ δὲ οὐδὲ τοῦτο. Ὁ κύων καὶ μὴ λαμβάνων σαίνει τὸν δεσπότην, σὺ δὲ καὶ λαβὼν ὑλακτεῖς κατ’ αὐτοῦ. Πάλιν ὁ κύων καὶ εὐεργετούμενος παρὰ τοῦ ἀλλοτρίου, οὐδὲ οὕτω καταλύει τὴν ἔχθραν τὴν πρὸς αὐτόν, οὐδὲ ἐπισπᾶται πρὸς φιλίαν· σὺ δὲ καὶ μυρία πάσχων κακὰ παρὰ τῶν δαιμόνων, ἐπ’ ἄριστα αὐτοὺς εἰσάγεις· ὥστε διπλῇ τοῦ κυνὸς εἶ χείρων. Καλῶς δὲ ἀνεμνήσθην νῦν τῶν κυνῶν πρὸς τοὺς τότε μόνον εὐχαριστοῦντας, ὅταν εὖ πάσχωσιν. Αἰδέσθητε, παρακαλῶ, τοὺς κύνας, οἳ καὶ λιμώττοντες σαίνουσι τοὺς δεσπότας· σὺ δὲ ἂν ἀκούσῃς, ὅτι ὁ δαίμων τινὰ ἐθεράπευσεν, ἀφίης εὐθέως τὸν Δεσπότην, ὦ κυνῶν ἀλογώτερε. Ἀλλ’ αἱ πόρναι, φησίν, ἡδονὴν ἔχουσιν ὁρώμεναι. Ποίαν ἡδονήν; ποίαν δὲ οὐκ ἀτιμίαν; Πορνεῖον γέγονέ σου ἡ οἰκία, μανία καὶ οἶστρος· καὶ οὐκ αἰσχύνῃ ταῦτα ἡδονὴν καλῶν; Ἂν μὲν οὖν ἐξῇ χρήσασθαι πάσῃ ἡδονῇ, μείζων ἡ αἰσχύνη καὶ ἡ ἐκ ταύτης ἀηδία. Πῶς δαί; Οὐ χαλεπὸν τὸ τὴν οἰκίαν πορνεῖον ποιεῖν, καὶ ἥδεσθαι καθάπερ χοίρους ἐγκαλινδουμένους βορβόρῳ; Ἂν δὲ μέχρι τοῦ φανῆναι μόνον, ἰδοὺ πάλιν ὀδύνη μείζων· ἡ γὰρ ὄψις οὐχ ἡδονή, ὅταν ἡ χρῆσις μὴ ᾖ, ἀλλὰ καὶ μείζων ἡ ἐπιθυμία, καὶ σφοδροτέρα ἡ φλόξ. Ἀλλὰ τὸ τέλος βούλει μαθεῖν; Οἱ μὲν τοῖς μαινομένοις καὶ τοῖς παραπλῆξιν ἐοίκασιν ἀπὸ τῆς τραπέζης ἀνιστάμενοι, θρασεῖς, ὀργίλοι, καταγέλαστοι καὶ τοῖς ἀνδραπόδοις· καὶ οἱ μὲν οἰκέται ἀναχωροῦσι νήφοντες, οὗτοι δὲ μεθύοντες. Ὢ τῆς αἰσχύνης. Ἐκεῖ δὲ τοιοῦτον οὐδέν, ἀλλ’ εὐχαριστίᾳ τὴν τράπεζαν κατακλείσαντες, οὕτως ἀναχωροῦσιν οἴκαδε, ἡδόμενοι καθεύδοντες, ἡδόμενοι ἐγειρόμενοι, πάσης αἰσχύνης ἀπηλλαγμένοι καὶ κατηγορίας.

ϛ. Εἰ βούλει καὶ αὐτοὺς τοὺς κεκλημένους ἰδεῖν, ὄψει τούτους μὲν τοιούτους ὄντας· ἔνδον, ὅπερ οὗτοι ἔξω, τυφλοὺς, ἀναπήρους, χωλούς· καὶ οἷα τούτων τὰ σώματα, τοιαῦται ἐκείνων αἱ ψυχαί, ὑδέρῳ καὶ φλεγμονῇ κατεχόμεναι. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· μετὰ γὰρ τὴν τρυφὴν πήρωσις γίνεται· τοιοῦτον γὰρ ἡ πλησμονὴ καὶ ἡ μέθη, χωλοὺς καὶ κυλλοὺς ποιοῦσα. Καὶ ὄψει καὶ τούτους τοιαύτας ἔχοντας ψυχάς, οἷα οὗτοι τὰ σώματα, λαμπράς, κεκοσμημένας. Οἱ γὰρ ἐν εὐχαριστίᾳ ζῶντες, οἱ τῆς αὐταρκείας μηδὲν πλέον ἐπιζητοῦντες, οἱ φιλοσοφοῦντες οὕτως εἰσὶν ἐν πάσῃ φαιδρότητι. Ἴδωμεν δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ τὸ τέλος. Ἐκεῖ μὲν ἡδονὴ ἀκόλαστος, γέλως κεχυμένος, μέθη, εὐτραπελία, αἰσχρολογία· ἐπειδὴ γὰρ αὐτοὶ αἰδοῦνται αἰσχρὰ φθέγγεσθαι, διὰ τῶν πορνῶν τοῦτο γίνεται. Ἐνταῦθα δὲ φιλανθρωπία, ἡμερότης. Τῷ μὲν οὖν ἐκείνους καλοῦντι παρέστηκε κενοδοξία ὁπλίζουσα αὐτόν· τῷ δὲ ἐνταῦθα φιλανθρωπία καὶ ἡμερότης. Ἐκείνην μὲν γὰρ τὴν τράπεζαν φιλανθρωπία συνίστησι, ταύτην δὲ κενοδοξία καὶ ὠμότης ἐξ ἀδικίας καὶ πλεονεξίας. Κἀκείνη μὲν καταλήγει εἰς ἅπερ εἶπον, εἰς ἀπόνοιαν, εἰς ἔκστασιν, εἰς μανίαν· τοιαύτη γὰρ ἡ τῆς κενοδοξίας βλάστη· αὕτη δὲ εἰς εὐχαριστίαν καὶ δόξαν θεοῦ. Καὶ ὁ ἔπαινος δὲ ὁ παρὰ ἀνθρώπων ταύτῃ πλείων· ἐκείνῳ μὲν γὰρ καὶ βασκαίνουσι, τοῦτον δὲ ὡς κοινὸν πατέρα πάντες ἔχουσι καὶ οἱ μὴ παθόντες εὖ. Καὶ καθάπερ ἐπὶ τῶν ἠδικημένων καὶ οἱ μηδὲν ἠδικημένοι συναλγοῦσι, καὶ κοινῇ γίνονται πάντες ἐχθροί· οὕτω καὶ ἐπὶ τῶν πασχόντων εὖ καὶ οἱ μὴ παθόντες εὖ, καθάπερ οἱ παθόντες, ἐπαινοῦσι καὶ θαυμάζουσι τὸν πεποιηκότα. Κἀκεῖ μὲν πολὺς ὁ φθόνος, ἐνταῦθα δὲ πολλὴ ἡ κηδεμονία, πολλαὶ παρὰ πάντων εὐχαί. Καὶ ἐνταῦθα μὲν ταῦτα· ἐκεῖ δέ, ὅταν ὁ Χριστὸς παραγένηται, οὗτος μὲν στήσεται μετὰ πολλῆς τῆς παῤῥησίας, καὶ ἀκούσεται ἐπὶ πάσης τῆς οἰκουμένης, Πεινῶντά με εἶδες, καὶ ἔθρεψας· γυμνόν, καὶ ἐνέδυσας· ξένον, καὶ συνήγαγες, καὶ ὅσα τοιαῦτα· ἐκεῖνος δὲ τὰ ἐναντία ἀκούσεται, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ· καὶ πάλιν, Οὐαὶ οἱ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε μεταθεῖναι ὑμῶν τὴν γνώμην, καὶ μηδὲν ὑμᾶς ἀκερδὲς ποιεῖν. Τί οὖν, φησί, κἂν ταῦτα κἀκεῖνα ποιῶ; Πολὺς οὗτος ὁ λόγος παρὰ πᾶσι. Καὶ ποία ἀνάγκη, εἰπέ μοι, ἐξὸν πάντα χρησίμως ποιεῖν, διαιρεῖν, καὶ τὰ μὲν μὴ μόνον εἰς οὐδὲν δέον, ἀλλὰ καὶ εἰκῆ ἀναλίσκειν, τὰ δὲ χρησίμως; Εἰπέ μοι, εἰ σπείρων τὰ μὲν εἰς πέτραν ἔῤῥιπτες, τὰ δὲ εἰς γῆν ἀρίστην, ἆρα ἂν ἀπέχρησέ σοι τοῦτο, καὶ εἶπες ἄν· Τί γὰρ βλάπτει, ἂν τὰ μὲν εἰκῆ, τὰ δὲ εἰς ἀρίστην γῆν ῥίψωμεν; Διὰ τί γὰρ μὴ πάντα εἰς ἀρίστην; διὰ τί τὸ κέρδος ἐλαττοῖς; Κἂν μὲν συνάγειν δέοι χρήματα, οὐκ ἐρεῖς τοῦτο, ἀλλὰ πάντοθεν συνάγεις, ἐκεῖ δὲ οὐκέτι· κἂν δανείζειν δέοι, οὐκ ἐρεῖ· Διὰ τί τὰ μὲν τοῖς ἀπόροις, τὰ δὲ τοῖς εὐπόροις δώσομεν, ἀλλὰ πάντα ἐκείνοις· ἐνταῦθα δέ, ἔνθα τοσοῦτον κέρδος, διὰ τί οὐ λογίζῃ τοῦτο, καὶ παύσῃ ποτὲ τοῦ εἰκῇ δαπανᾶσθαι καὶ μάτην ἀναλίσκειν; Ἀλλ’ ἔχει καὶ τοῦτο κέρδος, φησί. Ποῖον, εἰπέ μοι, Τὰς φιλίας αὔξει. Οὐδὲν ἀνθρώπων ψυχρότερον ἀπὸ τούτων φίλων γινομένων, ἀπὸ τῆς τραπέζης καὶ πλησμονῆς τῶν παρασίτων· οὐδὲν φιλίας ἀηδέστερον ἐντεῦθεν τὴν ἀρχὴν λαμβανούσης. Μὴ ὑβρίσῃς πρᾶγμα οὕτω θαυμαστόν, τὴν ἀγάπην, μηδὲ ταύτην αὐτῆς εἶναι ῥίζαν φῄς. Ὥσπερ ἂν εἴ τις δένδρου χρυσὸν καὶ λίθους τιμίους φέροντος τὴν ῥίζαν οὐχὶ τοιαύτην ἔλεγεν εἶναι, ἀλλ’ ἀπὸ σηπεδόνος τίκτεσθαι· τοῦτο καὶ σὺ ποιεῖς· κἂν γὰρ τεχθῇ φιλία ἐντεῦθεν, οὐδὲν αὐτῆς ψυχρότερον γένοιτ’ ἄν. Ἀλλ’ ἐκεῖναι αἱ τράπεζαι φιλίαν ποιοῦσιν, οὐχὶ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν θεόν, καὶ ἐπιτεταμένην, ὅταν ἐπιτεταμέναι γίνωνται. Ὁ μὲν γὰρ τὰ μὲν ἐνταῦθα, τὰ δὲ ἐκεῖ καταναλίσκων, κἂν πολλὰ δῷ, οὐδὲν μέγα πεποίηκεν· ὁ δὲ πάντα ἐνταῦθα ἀναλίσκων, κἂν ὀλίγα δεδωκὼς ᾖ, τὸ πᾶν εἰργάσατο. Τὸ γὰρ ζητούμενον οὐχὶ πολλὰ δοῦναι, ἢ ὀλίγα, ἀλλὰ τῆς οἰκείας δυνάμεως μὴ ἔλαττον. Ἐννοῶμεν τὸν τὰ πέντε τάλαντα, καὶ τὸν τὰ δύο· ἐννοῶμεν τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν· ἐννοῶμεν τὴν χήραν τὴν ἐπὶ τοῦ Ἠλία. Οὐκ εἶπεν ἐκείνη ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· Τί γὰρ βλάπτει, ἂν τὸν μὲν ἕνα ὀβολὸν ἐμαυτῇ κατάσχω, τὸν δὲ ἕνα δῶ; ἀλλ’ ὅλον ἔδωκε τὸν βίον. Σὺ δὲ ἐν τοσαύτῃ ἀφθονίᾳ ὢν, ἐκείνης φειδωλότερος εἶ. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ’ ἐπιθώμεθα τῇ ἐλεημοσύνῃ. Οὐδὲν γὰρ ταύτης βέλτιον· καὶ δείξει ὁ μέλλων χρόνος· τέως δὲ καὶ ὁ παρὼν ἔδειξεν. Εἰς δόξαν τοίνυν τοῦ θεοῦ ζήσωμεν, καὶ τὰ αὐτῷ δοκοῦντα πράττωμεν, ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Β.

Διὰ τοῦτο καὶ ἡμεῖς ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ· περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ.

α. Διὰ τοῦτο, ποῖον; Ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας, εὐέλπιδές ἐσμεν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους μάλιστα διεγείρομεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης· οὕτω δὴ καὶ ὁ Παῦλος τούτους μάλιστα παρακαλεῖ τοὺς τὸ πλέον κατωρθωκότας. Ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, φησίν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι. Οὐ μίαν ἡμέραν ὑπερευχόμεθα, οὐδὲ δύο, οὐ τρεῖς. Ἐνταῦθα καὶ τὴν ἀγάπην δείκνυσι, καὶ ἠρέμα αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας· τὸ γάρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῦντος ἦν. Καὶ ὅρα μοι τὴν σύνεσιν τοῦ μακαρίου τούτου· οὐδαμοῦ τοῦ παντὸς αὐτοὺς ἀπεστερῆσθαί φησιν, ἀλλὰ λείπειν αὐτοὺς πανταχοῦ· τὸ γάρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῖ. Καὶ πάλιν, Εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ· καὶ πάλιν, Ἐν πάσῃ δυνάμει δυναμούμενοι· καὶ πάλιν, Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν. Τὸ γάρ, Πᾶσαν, μαρτυροῦντός ἐστι καί τι τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν. Καὶ Ἵνα πληρωθῆτε, φησίν, οὐχ ἵνα λάβητε· ἔλαβον γάρ· ἀλλὰ τὸ λεῖπον ἵνα πληρωθῆτε. Οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγένετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν καὶ γενέσθαι ὑπτίους ὁλοσχερὲς γενόμενον. Τί δέ ἐστιν, Ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ; Τουτέστι, διὰ τοῦ υἱοῦ προσάγεσθαι ὑμᾶς αὐτῷ χρή, οὐκέτι δι’ ἀγγέλων. Ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν ἔτι τοῦτο μαθεῖν καὶ διὰ τί τὸν υἱὸν ἔπεμψεν. Εἰ γὰρ δι’ ἀγγέλων ἔδει σώζεσθαι, οὐκ ἂν τὸν υἱὸν ἔπεμψεν, οὐκ ἂν ἐξέδωκεν. Ἐν πάσῃ σοφίᾳ, φησί, καὶ συνέσει πνευματικῇ. Ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτων, βούλομαι ὑμᾶς ἐν πνευματικῇ, φησί, σοφίᾳ εἶναι, μὴ κατὰ τὴν σοφίαν τῶν ἀνθρώπων. Εἰ δὲ ὥστε τὸ θέλημα θεοῦ μαθεῖν πνευματικῆς δεῖ σοφίας, ὥστε τὴν οὐσίαν τί ἐστιν, εὐχῶν διηνεκῶν. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται, καὶ οὐδέπω ἤνυσε, καὶ οὐκ ἀπέστη· τὸ γάρ, Ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, τοῦτο δηλοῖ. Κατάγνωσιν δὲ αὐτοῖς πολλὴν φέρει, εἰ ἐξ ἐκείνου καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς. Καὶ αἰτούμενοι, φησί, τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς· τοῦτο γὰρ δείκνυσι τό, Ἔγνωτε. Ἀλλὰ δεῖ τι καὶ ἐπιγνῶναι. Εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησί· καὶ γὰρ καὶ τοῦτο πανταχοῦ ποιεῖ· ἀεὶ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. Εἰς πᾶσαν ἀρέσκειαν. Πῶς δέ, Πᾶσαν ἀρέσκειαν; Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. Ὥσπερ, φησίν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψε, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· μεγάλης γὰρ αὕτη δεῖται πολιτείας, καὶ πολλῷ μείζονος, ἢ ἡ παλαιά. Ὁ γὰρ τὸν θεὸν εἰδώς, καὶ τοῦ θεοῦ δοῦλος εἶναι καταξιωθείς, μᾶλλον δὲ καὶ υἱός, ὅρα ὅσης δεῖται ἀρετῆς. Ἐν πάσῃ δυνάμει δυναμούμενοι. Ἐνταῦθα περὶ τῶν πειρασμῶν καὶ τῶν διωγμῶν φησιν, Εὐχόμεθα ἵνα πληρωθῆτε δυναμούμενοι, ὥστε μὴ ἀκηδιᾶσαι, μηδὲ ἀπογνῶναι. Κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. Ἵνα, φησί, τοιαύτην ἀναλάβητε προθυμίαν, οἵα πρέπει τῇ ἰσχύϊ τῆς δόξης αὐτοῦ δοῦναι. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν. Ὃ λέγει, τοιοῦτόν ἐστι· Συντόμως εὐχόμεθα, φησίν, ὥστε ἐνάρετον ὑμᾶς βίον σχεῖν καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως, ὡς εἰκὸς τοὺς ἀπὸ θεοῦ δυναμωθέντας. Διὰ τοῦτο τέως οὐδέπω ἅπτεται δογμάτων, ἀλλ’ ἐν τῷ βίῳ στρέφεται, ἔνθα οὐδὲν εἶχεν ἐγκαλέσαι· καὶ ἐπαινέσας ἐφ’ οἷς ἐχρῆν, τότε καθίησιν εἰς κατηγορίαν. Τοῦτο καὶ πανταχοῦ ποιεῖ· ὅταν γὰρ μέλλῃ τισὶ γράφειν, ἔχων μέν τι ἐγκαλεῖν, ἔχων δὲ καί τι ἐπαινέσαι, πρότερον ἐπαινεῖ, καὶ τότε καθίησιν εἰς τὰ ἐγκλήματα. Οἰκειοῦται γὰρ πρότερον τὸν ἀκροατήν, καὶ τὴν κατηγορίαν ἀπαλλάττει πάσης ὑποψίας, καὶ δείκνυσιν ὅτι αὐτὸς μὲν ἐβούλετο διόλου ἐγκωμιάζειν, ὑπὸ δὲ τῆς ἀνάγκης εἰς τούτους ἐμβιβάζεται τοὺς λόγους. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ποιεῖ. Ἐπαινέσας γὰρ αὐτοὺς μυρία ὡς ἀγαπῶντας αὐτόν, καὶ ἀπὸ τοῦ πεπορνευκότος, τότε εἰς κατηγορίαν καθίησιν. Ἐν δὲ τῇ πρὸς Γαλάτας οὐκέτι, ἀλλὰ τοὐναντίον· μᾶλλον δὲ εἴ τις ἐξετάσειε, κἀκείνη ἐξ ἐπαίνου ἡ κατηγορία. Ἐπειδὴ γὰρ αὐτῶν οὐδὲν εἶχε κατόρθωμα τότε εἰπεῖν, καὶ σφοδρὸν τὸ ἔγκλημα ἦν, καὶ πάντες διεφθάρησαν, καὶ φέρειν ἠδύναντο ἰσχυροὶ ὄντες, ἀπὸ κατηγορίας ἄρχεται λέγων, Θαυμάζω· ὥστε καὶ τοῦτο ἐγκώμιόν ἐστιν. Ὕστερον δὲ αὐτοὺς ἐπαινεῖ, οὐκ ἐπὶ τοῖς παροῦσιν, ἀλλ’ ἐπὶ τοῖς παρελθοῦσι, λέγων, ὅτι Εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.

β. Καρποφοροῦντες, φησί· τοῦτο περὶ ἔργων Δυναμούμενοι· περὶ πειρασμῶν τοῦτο. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν· μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω. Μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι, ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. Διὰ τοῦτο ἐπὶ μὲν θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ· καθὼς αὐτὸς οὗτος ὁ μακάριός φησι, γράφων ἀλλαχοῦ· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; Εἰς πᾶσαν. Μὴ νῦν μέν, μετὰ ταῦτα δὲ μηκέτι. Ἐν πάσῃ, φησί, σοφίᾳ καὶ συνέσει πνευματικῇ. Ἄλλως γὰρ οὐκ ἔνι τὸ θέλημα αὐτοῦ ἐπιγνῶναι. Καίτοι γε ᾤοντο τὸ θέλημα αὐτοῦ ἔχειν, ἀλλ’ οὐ πνευματικὴ ἦν ἡ σοφία. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησίν, ἀξίως τοῦ Κυρίου. Τοῦτο γὰρ ὁδὸς γίνεται τῆς ἀρίστης πολιτείας. Ὁ γὰρ τοῦ θεοῦ τὴν φιλανθρωπίαν καταμαθών· καταμανθάνει δέ, ἂν ἴδῃ τὸν υἱὸν ἐκδεδομένον· μείζονα ἕξει προθυμίαν. Καὶ ἄλλως δὲ οὐ τοῦτο εὐχόμεθα μόνον ἵνα μάθητε, ἀλλ’ ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδεικνύησθε· ὁ γὰρ εἰδὼς χωρὶς τοῦ ποιεῖν, καὶ κολάζεσθαι μέλλει. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησί· τουτέστιν, ἀεί, οὐχ ἅπαξ, ἀλλὰ διαπαντός. Ὥσπερ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν. Καὶ ἀεὶ περίπατον τὸ τοιοῦτον καλεῖ, εἰκότως, δεικνὺς ὅτι οὗτος ἡμῖν ὁ βίος ἐστὶν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ κοσμικὸς τοιοῦτος. Καὶ πολὺ δὲ τὸ ἐγκώμιον. Περιπατῆσαι ὑμᾶς, φησίν, ἀξίως τοῦ Κυρίου, καί, Ἐν παντὶ ἔργῳ ἀγαθῷ, ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς, Καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ, ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ἦν. Διὰ τοῦ κράτους αὐτοῦ. Πολλὴ ἡ παραμυθία. Οὐκ εἶπε δύναμιν, ἀλλὰ Κράτος, ὅπερ μεῖζόν ἐστι. Διὰ τοῦ κράτους, φησί, τῆς δόξης αὐτοῦ· ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Ἤδη παρεμυθήσατο τοὺς ἐν ὀνείδει ὄντας, καὶ πάλιν περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Περὶ τοῦ υἱοῦ τοῦτό φησι, τὸ πανταχοῦ κρατεῖν αὐτόν, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, ὅτι ἡ δόξα αὐτοῦ πανταχοῦ βασιλεύει. Οὐχ ἁπλῶς, φησί, δυναμοῦσθε, ἀλλ’ ὡς εἰκὸς τοὺς οὕτως ἰσχυρῷ Δεσπότῃ δουλεύοντας. Ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. Ἅμα καὶ παράπτεται τῶν τῆς γνώσεως λόγων· τοῦτο γὰρ πεπλανῆσθαί ἐστι, τὸ μὴ εἰδέναι, ὡς δεῖ, τὸν θεόν. Ἢ ὥστε ἐπιδοῦναι, φησίν, ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. Εἰ γὰρ ὁ τὸν υἱὸν οὐκ εἰδώς, οὐδὲ τὸν πατέρα ἐπίσταται, εἰκότως δεῖ τῆς ἐπιγνώσεως· οὐδὲν γὰρ ὄφελος βίου ταύτης ἄνευ. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, φησί, μετὰ χαρᾶς εὐχαριστοῦντες τῷ θεῷ. Εἶτα μέλλων αὐτοὺς παρακαλεῖν, οὐ μέμνηται τῶν μελλόντων αὐτοῖς ἀποκεῖσθαι, ἀλλὰ τοῦτο μὲν ᾐνίξατο ἐν τῇ ἀρχῇ εἰπών, Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς· ἐνταῦθα δὲ τῶν ἤδη ὑπαρξάντων μέμνηται· ταῦτα γὰρ ἐκείνων αἴτια. Καὶ πολλαχοῦ τοῦτο ποιεῖ. Τὰ γὰρ ἤδη γεγονότα πλέον πιστοῦται, καὶ μᾶλλον αἱρεῖ τὸν ἀκροατήν. Μετὰ χαρᾶς, φησίν, εὐχαριστοῦντες τῷ θεῷ. Ἡ ἀκολουθία αὕτη ἐστίν· Οὐ παυόμεθα εὐχόμενοι ὑπὲρ ὑμῶν, καὶ εὐχαριστοῦντες ἐπὶ τοῖς προτέροις. Ὁρᾷς πῶς ἑαυτὸν ἐμβιβάζει εἰς τὸν περὶ τοῦ υἱοῦ λόγον; Εἰ γὰρ εὐχαριστοῦμεν μετὰ χαρᾶς πολλῆς, μεγάλα τὰ λεγόμενα. Ἔστι γὰρ εὐχαριστεῖν διὰ φόβον μόνον, ἔστιν εὐχαριστεῖν καὶ ἐν λύπῃ ὄντα, οἷον ὁ Ἰὼβ ηὐχαρίστει μέν, ὀδυνώμενος δέ· διὸ καὶ ἔλεγεν, Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. Μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γενόμενα, οὐδὲ ἀθυμίᾳ περιέβαλλε. Μηδὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου. Ὅταν δὲ τοιαῦτα ᾖ, οὐ διὰ τὸν φόβον, οὐδὲ διὰ δεσποτείαν μόνον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν τῶν πραγμάτων φύσιν, Εὐχαριστοῦμεν τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Μέγα ἐφθέγξατο. Τοιαῦτά ἐστι τὰ δεδομένα, φησίν, ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. Τῷ οὖν εἰπεῖν Τῷ ἱκανώσαντι, πολὺ τὸ βάρος ἔδειξεν. Οἷον ἐάν τις εὐτελὴς καὶ βασιλεὺς γένηται, δυνατὸν αὐτῷ ἐπαρκότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, τὸ ἀξίωμα δοῦναι, ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχήν (πολλάκις δὲ τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ)· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμήν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ…

γ.…

The complete text is available when the reading interface loads.