The Greek Library Catalogue

Anonymous

Epistula canonica

Edition reference
Epistula canonica, ed. P.-P. Joannou, Fonti. Fasciolo ix. Discipline générale antique (iv–ix s.). Les canons des pères grecs, vol. II, Rome: Tipographia Italo-Orientale "S. Nilo", 1963: 19–30.
CTS identifier
urn:cts:greekLit:tlg2063.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

στολος φησί· ‘Τὰ βρώματα τῇ κοι-

λίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ

δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταρ-

γήσει’. Ἀλλὰ καὶ ὁ σωτὴρ ὁ πάντα

καθαρίζων τὰ βρώματα· ‘Οὐ τὸ

εἰσπορευόμενον, φησί, κοινοῖ τὸν

ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμε-

νον’.

Καὶ τὸ τὰς γυναῖκας τὰς αἰχμαλώ-

τους διαφθαρῆναι, ἐξυβριζόντων τῶν

βαρβάρων εἰς τὰ σώματα αὐτῶν·

ἀλλ' εἰ μὲν καὶ πρότερον κατέ-

γνωστό τινος ὁ βίος, ‘πορευομένης

ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόν-

των’ κατὰ τὸ γεγραμμένον, δῆλον

ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν

καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προ-

χείρως δεῖ ταῖς τοιαύταις κοινω-

νεῖν τῶν εὐχῶν. Εἰ μέντοι τις ἐν

ἄκρᾳ σωφροσύνῃ ζήσασα, καὶ κα-

θαρὸν καὶ ἔξω πάσης ὑπονοίας ἐπι-

δεδειγμένη βίον τὸν πρότερον, νῦν

περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης

ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν

τῷ Δευτερονομίῳ, τὸ ἐπὶ τῇ νεάνιδι,

ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος καὶ

βιασάμενος αὐτὴν ἐκοιμήθη μετ'

αὐτῆς· ‘Τῇ νεάνιδι οὐ ποιήσετε,

φησίν, οὐδέν, οὐκ ἔστι τῇ νεάνιδι

ἁμάρτημα θανάτου, ὅτι, ὡς εἴ τις

ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον

αὐτοῦ καὶ θανατώσει αὐτοῦ τὴν

ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο·

ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν οὐκ

ἦν αὐτῇ’.

2

{Κατὰ πλεονεξίας.}

Ταῦτα μέντοι τοιαῦτα.

Δεινὴ δὲ ἡ πλεονεξία καὶ οὐκ ἔστι δι'

ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεῖα

γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν

μόνον φευκτὸν καὶ φρικῶδες καταγ-

γέλλεται, ἀλλὰ καθόλου τὸ πλεονε-

κτεῖν καὶ ἀλλοτρίου ἐφάπτεσθαι ἐπὶ

αἰσχροκερδείᾳ, καὶ πᾶς ὁ τοιοῦτος

ἐκκήρυκτος ἐκκλησίας θεοῦ· τὸ δὲ

ἐν καιρῷ τῆς καταδρομῆς ἐν τοσαύτῃ

οἰμωγῇ καὶ τοσούτοις θρήνοις τολ-

μῆσαί τινας τὸν καιρὸν τὸν πᾶσιν

ὄλεθρον φέροντα νομίσαι ἑαυτοῖς

κέρδους καιρὸν εἶναι, ἀνθρώπων ἐ-

στὶν ἀσεβῶν καὶ θεοστυγῶν, οὐδὲ

ὑπερβολὴν ἀτοπίας ἐχόντων.

Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντας

ἐκκηρῦξαι, μήποτε ἐφ' ὅλον ἔλθῃ

τὸν λαὸν ἡ ὀργή, καὶ ἐπ' αὐτοὺς

πρῶτον τοὺς προεστῶτας τοὺς μὴ

ἐπιζητοῦντας· ‘Φοβοῦμαι γὰρ, ὡς

ἡ γραφὴ λέγει, μὴ συναπολέσῃ ἀ-

σεβὴς τὸν δίκαιον’· ‘Πορνεία γάρ,

φησί, καὶ πλεονεξία, δι' ἃ ἔρχεται

ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς

ἀπειθείας’· ‘μὴ οὖν γίνεσθε συμ-

μέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκό-

τος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα

φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς

τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνη καὶ

δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζον-

τες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ, καὶ

μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς

ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ

καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινό-

μενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ

λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ

τοῦ φωτὸς φανεροῦται’. Τοιαῦτα

μὲν ὁ ἀπόστολος. Ἐὰν δὲ διὰ τὴν

προτέραν πλεονεξίαν τὴν ἐν τῇ εἰ-

ρήνῃ γενομένην δίκην τιννύντες, ἐν

αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς πάλιν

πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τι-

νες, κερδαίνοντες ἐξ αἵματος καὶ

ὀλέθρου ἀνθρώπων ἀναστάτων γε-

νομένων ἢ αἰχμαλώτων ἢ πεφονευ-

μένων, τί ἕτερον προσδοκᾶν χρὴ ἢ

ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ

ἐπισωρεῦσαι ὀργὴν καὶ ἑαυτοῖς καὶ

παντὶ τῷ λαῷ;

3

{[Περὶ τοῦ Ἄχαρ]}

Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημ-

μελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀνα-

θέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν

Ἰσραὴλ ἐγενήθη ἡ ὀργή; Καὶ οὗτος

εἶς μόνος ἥμαρτε· μὴ μόνος ἀπέ-

θανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν

δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλό-

τριον τῷ καιρῷ τούτῳ κέρδος ἀνά-

θεμα νενομίσθαι προσήκει. Κἀκεῖνος

μὲν ὁ Ἄχαρ ἐκ τῆς προνομῆς ἔλαβε,

καὶ αὐτοὶ νῦν ἐκ προνομῆς· κἀκεῖνος

μὲν τὰ τῶν πολεμίων, οἱ δὲ νῦν

τὰ τῶν ἀδελφῶν, κερδάναντες ὀλέ-

θριον κέρδος.

4

{Περὶ τῶν ἐν τῇ καταδρομῆ τὰ τῶν ὁμο-

φύλων ἁρπασάντων πράγματα.}

Μηδεὶς ἐξαπατάτω ἑαυτὸν, μήτε

ὡς εὑρών· οὔτε γὰρ εὑρόντι κερ-

δαίνειν ἔξεστι· φησὶ τὸ Δευτερο-

νόμιον· ‘Μὴ ἰδὼν τὸν μόσχον τοῦ

ἀδελφοῦ σου καὶ τὸ πρόβατον πλα-

νώμενον ἐν τῇ ὁδῷ, περιίδῃς αὐ-

τά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ

τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγί-

ζῃ ὁ ἀδελφός σου πρὸς σέ, μηδὲ

ἐπιστῇ αὐτόν, συνάξεις αὐτά, καὶ

ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητή-

σῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀ-

ποδώσεις αὐτά. Καὶ οὕτω ποιήσεις

τὴν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις

τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις

κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ

σου, ὅσα ἂν ἀπόληται παρ' αὐτοῦ

καὶ εὕρῃς αὐτά’. Ταῦτα τὸ Δευ-

τερονόμιον. Ἐν δὲ τῇ Ἐξόδῳ, οὐ

μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ,

ἀλλὰ καὶ ἐχθροῦ· ‘Ἀποστροφῇ, φη-

σίν, ἀποστρέψεις αὐτὰ εἰς τὸν οἶκον

τοῦ κυρίου αὐτῶν’. Εἰ δὲ ἐν εἰρήνῃ

ἄρα ῥᾳθυμοῦντος καὶ τρυφῶντος καὶ

τῶν ἰδίων ἀμελοῦντος ἀδελφοῦ ἢ

ἐχθροῦ κερδάναι οὐκ ἔξεστι, πόσῳ

μᾶλλον δυστυχοῦντος καὶ πολεμίους

φεύγοντος καὶ κατὰ ἀνάγκην τὰ

ἴδια ἐγκαταλείποντος;

5

{[Περὶ τῶν ἁρπαζόντων τὰ ἀλλότρια ἀντὶ

τῶν ἰδίων]}

Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, ἀντὶ

τῶν ἰδίων τῶν ἀπωλομένων ἃ εὗρον

ἀλλότρια κατέχοντες· ἵνα, ἐπειδὴ

αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ πο-

λέμου εἰργάσαντο, αὐτοὶ ἄλλοις Βο-

ράδοι καὶ Γότθοι γίνωνται.

Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ

συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα

πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε

τύπον καὶ αὐτοῦ δῴη ὁμοίως, καὶ

ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι

καὶ οὓς δεῖ ἐκκηρῦξαι τῶν εὐχῶν.

6

{Περὶ τῶν βίᾳ κατεχόντων τοὺς ἐκ τῶν

βαρβάρων ἀποφυγόντας αἰχμαλώτους.}

Ἀπηγγέλη δέ τι ἡμῖν καὶ ἄπιστον

ἐν τῆ χώρᾳ ὑμῶν γενόμενον, πάντως

που ὑπὸ ἀπίστων καὶ ἀσεβῶν καὶ

μὴ εἰδότων μήτε ὄνομα κυρίου· ὅτι

ἄρα εἰς τοσοῦτόν τινες ἀπανθρω-

πίας καὶ ὠμότητος προεχώρησαν,

ὥστε τινὰς τοὺς διαφυγόντας αἰχ-

μαλώτους βίᾳ κατέχειν. Ἀποστεί-

λατέ τινας εἰς τὴν χώραν, μὴ καὶ

σκηπτοὶ πέσωσιν ἐπὶ τοὺς τὰ τοιαῦτα

πράσσοντας.

7

{Περὶ τῶν ἐγκαταλεχθέντων τοῖς βαρβάροις

καὶ ἄτοπά τινα κατὰ τῶν ὁμοφύλων

τολμησάντων.}

Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς

βαρβάροις καὶ μετ' αὐτῶν ἐν τῆ

αἰχμαλωσίᾳ ὄντας, ἐπιλαθομένους

ὄτι ἦσαν ποντικοὶ καὶ χριστιανοί,

ἐκβαρβαρωθέντας δὲ ὡς καὶ φονεύειν

τοὺς ὁμοφύλους ἢ ξύλῳ ἢ ἀγχόνη,

ὑποδεικνύναι δὲ ἢ ὁδοὺς ἢ οἰκίας

ἀγνοοῦσι τοῖς βαρβάροις, καὶ τῆς

ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν

κοινῇ περὶ αὐτῶν τι δόξῃ συνελ-

θοῦσι τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν

τῷ ἁγίῳ πνεύματι.

8

{Περὶ τῶν οἴκοις ἀλλοτρίοις ἐπελθεῖν

τολμησάντων ἐν τῇ τῶν βαρβάρων ἐπι-

δρομῇ.}

Τοὺς δὲ οἴκοις ἀλλοτρίοις ἐπελθεῖν

τολμήσαντας, ἐὰν μὲν κατηγορη-

θέντες ἐλεγχθῶσι, μηδὲ τῆς ἀκροά-

σεως ἀξιῶσαι· ἐὰν δὲ ἑαυτοῖς ἐξεί-

πωσι καὶ ἀποδῶσιν, ἐν τῇ τάξει

τῶν ὑποστρεφόντων ὑποπίπτειν αὐ-

τούς.

9

{Περὶ τῶν ἐν τῷ πεδίῳ ἢ ἐν τοῖς ἰδίοις

οἴκοις εὑρόντων τὰ ὑπὸ τῶν βαρβάρων

καταλειφθέντα.}

Τοὺς δὲ ἐν τῷ πεδίῳ εὑρόντας τι

ἢ ἐν ταῖς ἑαυτῶν οἰκίαις, καταλει-

φθέντα ὑπὸ τῶν βαρβάρων, ἐὰν μὲν

κατηγορηθέντες ἐλεγχθῶσιν, ὁμοίως

ἐν τοῖς ὑποπίπτουσιν· ἐὰν δὲ ἑαυ-

τοῖς ἐξείπωσι καὶ ἀποδῶσι, καὶ τῆς

εὐχῆς ἀξιῶσαι.

10

{Περὶ τοῦ μὴ ἀπαιτεῖν εὕρητρα.}

Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας

ἐκτὸς αἰσχροκερδείας πάσης πλη-

ροῦν δεῖ, μήτε μήνυτρα ἢ σῶστρα

ἢ εὕρητρα ἢ ᾧ ὀνόματι ταῦτα κα-

λοῦσιν, ἀπαιτοῦντας.

11

{Περὶ τῶν τόπων τῆς μετανοίας.}

Ἡ πρόσκλαυσις ἔξω τῆς πύλης τοῦ

εὐκτηρίου ἐστίν, ἔνθα ἑστῶτα τὸν

ἁμαρτάνοντα χρὴ τῶν εἰσιόντων

δεῖσθαι πιστῶν ὑπὲρ αὐτοῦ εὔχεσθαι.

Ἡ ἀκρόασις ἔνδοθι τῆς πύλης ἐν

τῷ νάρθηκι, ἔνθα ἑστάναι χρὴ τὸν

ἡμαρτηκότα ἕως τῶν κατηχουμέ-

νων καὶ ἐντεῦθεν ἐξέρχεσθαι· ἀκού-

ων γάρ, φησί, τῶν γραφῶν καὶ τῆς

διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ

ἀξιούσθω προσευχῆς. Ἡ δὲ ὑπό-

πτωσις, ἵνα ἔσωθεν τῆς πύλης τοῦ

ναοῦ ἱστάμενος, μετὰ τῶν κατηχου-

μένων ἐξέρχηται. Ἡ σύστασις, ἵνα

συνίσταται τοῖς πιστοῖς καὶ μὴ

ἐξέρχηται, μετὰ τῶν κατηχουμένων.

Τελευταῖον δὲ ἡ μέθεξις τῶν ἁ-

γιασμάτων.

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΓΡΗΓΟΡΙΟΥΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥΜΕΤΑΦΡΑΣΙΣΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ ΤΟΥ ΣΟΛΟΜΩΝΤΟΣ.ΚΕΦΑΛ. Αʹ.} Τάδε λέγει Σαλομὼν, ὁ τοῦ Δαβὶδ βασιλέως καὶπροφήτου παῖς ἁπάσῃ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, παρὰπάντας ἀνθρώπους βασιλεὺς ἐντιμότατος, καὶ προ-φήτης σοφώτατος. Ὡς κενὰ καὶ ἀνόνητα τὰ τῶνἀνθρώπων πράγματά τε καὶ σπουδάσματα, ὅσα ἀν-θρώπινα. Οὐδὲ γὰρ ἔχει τις εἰπεῖν ὄφελός τι τούτοιςπροσηρτημένον, ἅπερ ἄνθρωποι περὶ γῆν ἕρπον-τες, καὶ σώμασι καὶ ψυχαῖς ἐκτελέσαι σπεύ-δουσι, τῶν μὲν προσκαίρων ἡττημένοι, ἀνωτέρω δὲτῶν ἄστρων τῷ γενναίῳ τῆς ψυχῆς ὄμματι, οὐδ'ὁτιοῦν κατιδεῖν βουλόμενοι. Καὶ κατατρίβεται ὁ τῶνἀνθρώπων βίος ἡμέραν ἐξ ἡμέρας, καὶ ὡρῶν καὶἐνιαυτῶν περιόδους, ἡλίου τε δρόμους περιωρισμέ-νους, τῶν μὲν παραγινομένων, τῶν δὲ ὑπαπαιρόντων.Ἔοικε δὲ τὸ πρᾶγμα, χειμάῤῥων παρόδῳ, ἀμετρήτῳθαλάσσης ἐμπιπτόντων βυθῷ σὺν ταράχῳ πολλῷ. Καὶτὰ μὲν δι' ἀνθρώπους ὑπὸ Θεοῦ γεγονότα, μένει τὰαὐτὰ, οἷον. τὸ ἀπὸ γῆς γεννᾶσθαι, τὸ εἰς γῆν ἀπιέναι,τὸ αὐτὴν ἑστάναι τὴν γῆν, τὸ τὸν ἥλιον ἅπασαν αὐ-τὴν ἐκπεριϊόντα, πάλιν εἰς τὸν αὐτὸν περιτρέχεινὅρον, καὶ τὰ πνεύματα ὡσαύτως, τούς τε πο-ταμοὺς τοσούτους εἰς θάλασσαν ἐκδιδόντας, καὶ τοὺςἀνέμους ἐμπίπτοντας, μὴ ἀναγκάζειν αὐτὴν ὑπερ-βαίνειν τὰ αὐτῆς μέτρα, μηδὲ αὐτοὺς παρανομεῖν.Καὶ τὰ μὲν ὡς εἰς τουτονὶ συντελοῦντα ἡμῖν τὸνβίον, οὔτως ἄραρε. Τὰ δ' ὑπ' ἀνθρώπων ἐπιτεχνώ-μενα ῥήματά τε καὶ πράγματα, μέτρον οὐκ ἔχει.Καὶ λόγων πολὺς μὲν ὅμιλος, ὄνησις δὲ οὐδεμία ἀπὸτῆς πεπλανημένης φλυαρίας· ἀλλ' ἄπληστόν ἐστι τὸτῶν ἀνθρώπων φῦλον, πρός τε τὸ λέγειν, πρός τε τὸἑτέρου λέγοντος ἀκούειν· ἔτι δὲ καὶ τὸ ὄμμασιν εἰκαίοιςἕκαστα τῶν παραπιπτόντων ὁρᾷν γλίχεσθαι. Τί ἂνγένοιτο ὕστερον, ὅπερ οὐκ ἤδη τετέλεσται, ἢ πρα-χθείη πρὸς ἀνθρώπων; Τί καινὸν τὸ μηδέπω εἰς πεῖρανἐλθὸν, ὅτου καὶ μνησθῆναι ἄξιον; Ἐγὼ μὲν γὰρ οἶμαιοὐδὲν, ὅ τι δ' ἂν εἴπῃ πρόσφατον, ἢ καινὸν ἀνα-λογιζόμενος εὑρήσει, μηδὲ τοῖς πάλαι ἄγνωστον.Ὥσπερ δὲ τὰ πρότερα λήθῃ κέκρυπται, οὕτω καὶ τὰἐνεστῶτα, εἰς τοὺς μετέπειτα χρόνῳ ἀμαυρωθήσεται.Καὶ οὐκ αὐτοσχεδιάζω ταῦτα νῦν ἐκκλησιάζων·ἀλλά μοι βασιλείαν Ἑβραίων ἐν Ἱεροσολύμοις πε-πιστευμένῳ, ἱκανῶς ἄπαντα πεφρόντισται. Ζητήσαςδὲ μεμελημένος, καὶ σοφῶς κατανοήσας τὴν περὶγῆν φύσιν ἅπασαν, ποικιλωτάτην ἔγνων, ὡς ἀνθρώπῳδέδοται πονεῖν ἐπὶ γῆς, ἄλλοτε ἀλλοίᾳ καμάτου προ-φάσει ἐγκαλινδουμένῳ εἰς τὸ μηδέν. Πνεύματος δὲἀλλοκότου καὶ μυσαροῦ τὰ κάτω ἅπαντα πλήθει,ὥστε μὴ εἶναι αὐτὰ ἀνακτήσασθαι, ἀλλὰ μηδὲ ἀνα-θυμηθῆναι τὸ παράπαν ὅση τὰ κατὰ ἀνθρώπους πρά-γματα κατείληφεν ἀτοπία. Λογισάμενος γάρ ποτεἐγὼ κατ' ἐμαυτὸν, καὶ οἰηθεὶς ὡς ἁπάντων εἴην τότετῶν πρὸ ἐμαυτοῦ γεγονότων ἐνταυθοῖ σοφώτερος·ἔγνων παραβολάς τε συνεῖναι καὶ πραγμάτων φύσεις.Ὠιήθην δὲ τηνάλλως ἐπὶ τούτῳ φέρεσθαι, καὶ σοφίᾳμὲν γνῶσιν ἕπεσθαι, γνώσει δὲ πόνους ἐπακολου-θεῖν.{ΚΕΦΑΛ. Βʹ.} Τοῦτο δὴ τοῦθ' οὕτως ἔχειν νομίσας, ἔγνων ἐπὶἑτέραν ἰδέαν τραπέσθαι βίου, καὶ ἐκδοῦναι μὲνἐμαυτὸν τρυφῇ, πεῖραν δὲ λαβεῖν ἡδονῶν ποικίλων.Νῦν τοίνυν συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαν-τα· καὶ γέλωτα μὲν εἰκῆ φερόμενον ἐπέσχον, ἡδονὴνδὲ πρὸς τὸ σωφρονεῖν ἐκόλασα, πικρῶς ἐπιτιμήσαςαὐτῇ. Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαιμεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν,ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθηνκατιδεῖν, τί ποτε εἴη προκείμενον ἀνθρώποις σπου-δαῖον, καὶ τῷ ὄντι καλὸν ὃ καταπράξονται παρὰ του-τονὶ τὸν βίον. Διεξελήλυθα γὰρ τὰ λοιπὰ σύμπανταὅς' ἀξιάγαστα νομίζεται, οἴκων τε ὑπερυψήλων ἀνορ-θώσεις καὶ φυτείας ἀμπέλων, ἔτι δὲ παραδείσωνκατασκευὰς, καὶ παντοίων δένδρων καρποφόρωνκτήσεις καὶ ἐπιμελείας· ὅπου δὲ καὶ δεξαμεναὶμεγάλαι πρὸς ὑποδοχὰς ὑδάτων κατεσκευάσθησαν,εἰς δαψιλῆ ἀρδείαν τῶν φυτῶν ἀπονενεμημέναι. Πε-ριεβαλόμην δὲ καὶ οἰκετῶν πλῆθος, θεράποντας καὶθεραπαίνας· ἄλλους μὲν ἔξωθεν κτησάμενος, ἄλλουςδὲ καὶ παρ' ἐμαυτῷ γενομένους καρπωσάμενος.Ζώων δὲ τετραπόδων ἀγέλαι, πολλαὶ μὲν βουκολίων,πολλαὶ δὲ ποιμνίων ὑπὸ τὴν ἐμὴν ἦλθον ἐξουσίανπαρ' ὁντινοῦν τῶν πάλαι. Θησαυροί τε χρυσοῦ τε καὶἀργύρου προσέῤῥεον, δορυφόρους τέ μοι καὶδασμοφόρους, τοὺς ἁπάντων βασιλεῖς πεποιημένῳ.Χοροί τε συνεκροτοῦντο παμπληθεῖς, ἀῤῥένων δέτε ὁμοῦ καὶ θηλειῶν εἰς τὴν ἐμὴν τέρψιν, παναρ-μόνιον ἐκπονούντων ᾠδήν. Συμπόσιά γε μὴν καὶοἰνοχόους εἰς τοῦτο ἀπέταξα τῆς τρυφῆς μέρος ἐξἑκατέρου γένους ἀνθρώπων ἐξειλεγμένους, οὐδ' ἂνκαταλέγειν ἔχοιμι, τοσοῦτον ὑπερέβαλον τούτοις τοὺςπρὸ ἐμοῦ βασιλεύσαντας Ἱερουσαλήμ. Εἶτα συνέ-βαινε, τὰ μὲν τῆς σοφίας μοι ἐλαττοῦσθαι, πληθύνεινδὲ τὰ τῆς οὐκ ἀγαθῆς ἐπιθυμίας. Παντὶ γὰρ ὀφθαλ-μῶν τε δελεάσματι, καὶ καρδίας ἀκράτοις ὁρμαῖςἐφιεὶς πανταχόθεν προσπιπτούσαις, ἡδονῶν ἐλπίσινἐμαυτὸν ἐκδεδωκώς· καὶ πάσαις τρυφαῖς δειλαί-αις, τὴν ἐμαυτοῦ ἐγκατέδησα προαίρεσιν.Οὕτω γάρ μου αἱ ἐνθυμήσεις, εἰς δυσπραγίανἠνέχθησαν, ὡς ταῦτα μὲν εἶναι καλὰ, ταῦτα δέμοι προσήκειν διαπράττεσθαι νομίζειν. Εἶτα ποτὲἀνανήψας ἐγὼ καὶ ἀναβλέψας, κατεῖδον ἅπερ ἐνχερσὶν εἶχον, μοχθηρὰ ὁμοῦ καὶ παγχάλεπα,πνεύματος οὐκ ἀγαθοῦ ποιήματα. Οὐδὲν γὰρ ὁτιοῦνὑπ' ἀνθρώπων ᾑρημένον, ἀποδεκτὸν εἶναί μοι νῦνκαταφαίνεται καὶ περισπούδαστον ὀρθῷ λογισμῷ.Συλλογισάμενος οὖν τά τε σοφίας ἀγαθὰ, καὶ τὰἀφροσύνης κακὰ, εἰκότως ἂν ἱκανῶς θαυμάζοιμι ἄν-δρα τοιοῦτον, ὅς τις φερόμενος ἀλόγως· ἔπειτα ἑαυ-τοῦ λαβόμενος, εἰς τὸ δέον ἐπιστρέψει. Φρονή-σεως γὰρ καὶ ἀφροσύνης πολὺ τὸ μέσον, διαφορὰ δὲἀμφοῖν τοσαύτη, ὅση περ ἡμέρας πρὸς νύκτα. Ἔοικετοίνυν, ὁ μὲν ἀρετὴν ᾑρημένος, τρανῶς τε ἕκαστακαὶ ἄνω βλέποντι· τῆς* τε ἑαυτοῦ πορείας, λαμπρο-τάτου φέγγους καιρῷ πεποιημένῳ· ὁ δ' αὖ κακίᾳἐμπεπλεγμένος, καὶ πλάνῃ παντοίᾳ ὡς ἐν σκοτομήνῃπλανωμένῳ, τυφλός τε ὢν τὴν πρόσοψιν, καὶ ὑπὸτοῦ σκότους τῶν πραγμάτων ἀφῃρημένος. Τέλοςδὲ ἐπινοήσας ἑκατέρου τῶν βίων τούτων ἐγὼ τὸ διά-φορον, εὗρον οὐδὲν, καὶ ὡς κοινωνὸν ἀφρόνων ἐμαυ-τὸν καταστήσας, τὰ τῆς ἀφροσύνης ἐπίχειρα δέξο-μαι. Τί γὰρ ἢ τῶν σοφισμάτων ἐκείνων ἀγαθὸν, ἢποία ὄνησις τῶν πολλῶν λόγων, ὅπου γε τὰ φλυαρίαςῥεύματα, ὥσπερ ἐκ πηγῆς ὁρμᾶται τῆς ἀφροσύνης;Σοφῷ δὲ καὶ ἄφρονι κοινὸν οὐδὲν, οὐ κατὰ ἀνθρώπωνμνήμην, οὐ κατὰ Θεοῦ ἀμοιβήν. Τῶν δ' ἐν ἀνθρώποιςπραγμάτων, ἔτι ἄρχεσθαι δοκούντων, ἤδη τὸ τέλοςἐπιλαμβάνει ἁπάντων. Σοφὸς δὲ οὐδέποτε ἀσυνέτῳτοῦ αὐτοῦ κοινωνεῖ τέλους. Ἐμίσησα τοίνυν καὶ τὸν