The Greek Library Catalogue

Anonymous

Ad Tatianum de anima per capita disputatio

Edition reference
Ad Tatianum de anima per capita disputatio [Sp.], MPG 10: 1137–1145.
CTS identifier
urn:cts:greekLit:tlg2063.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

10

1141

ἀλλ' ἀσωμάτως· λόγῳ γὰρ τρέφεται· οὐ τοίνυν ποιό-

τητας αἰσθητὰς ἔχει· οὔτε γὰρ ὁρᾶται δικαιοσύνη,

οὔτε ἀνδρία, οὔτε τῶν τοιούτων οὐδέν· τῆς δὲ ψυχῆς

αἱ ποιότητες αὗται· οὐκ ἔστιν οὖν σῶμα· ἀσώματος

ἄρα.

Ἔτι, πάσης τῆς σωματικῆς οὐσίας εἰς ἔμψυχον

καὶ ἄψυχον διαιρουμένης, εἰπάτωσαν οἱ σῶμα [ἄλ.

σωματικὴν] τὴν ψυχὴν λέγοντες, εἰ ἄψυχον αὐτὴν

λεκτέον, ἢ ἔμψυχον.

Ἔτι, εἰ πᾶν σῶμα καὶ κέχρωσται, καὶ πεπόσω-

ται, καὶ ἐσχημάτισται· οὐδὲν δὲ τούτων ἐν τῇ ψυχῇ

θεωρεῖται, οὐκ ἄρα σῶμα ἡ ψυχή.

{Εἰ ἁπλῆ ἡ ψυχὴ, ἢ σύνθετος.}

Εʹ. Δείκνυται τοίνυν, ὅτι εἰ ἁπλῆ ἡ ψυχὴ, ἐξ ὧν

μάλιστα ἀσώματος ἀπεδείχθη. Εἰ γὰρ σῶμα οὐκ ἔστι,

σῶμα δὲ πᾶν σύνθετόν ἐστι· τὸ δὲ συγκείμενον ἐκ

μερῶν σύγκειται, οὐκοῦν καὶ πολυμερὴς ἔσται. Ἀσώ-

ματος δὲ οὖσα, ἁπλῆ ἐστιν· ἐπειδὰν καὶ ἀσύνθετος,

καὶ ἀμερής.

{Εἰ ἀθάνατος ἡμῶν ἡ ψυχή.}

Ϛʹ. Ἀκόλουθον οἶμαι δεῖν τῷ ἁπλῷ, τὸ ἀθάνατον.

1144

Καὶ ὅπως, ἄκουσον· Οὐδὲν τῶν ὄντων, αὐτὸ ἑαυτοῦ

φθαρτικόν ἐστιν, ἐπεὶ οὐκ ἂν οὔτ' ἐξ ἀρχῆς συνέστη.

Τὰ γὰρ φθειρόμενα, ἐκ τῶν ἐναντίων φθείρονται· διὸ

πᾶν φθειρόμενον, διαλυτόν ἐστι· τὸ δὲ διαλυτὸν, σύν-

θετον· τὸ δὲ σύνθετον, πολυμερές· τὸ δὲ ἐκ μερῶν

συγκείμενον, δῆλον ὅτι [ἄλ. δηλονότι] ἐκ διαφόρων

σύγκειται μερῶν· τὸ δὲ διάφορον, οὐ ταυτόν· οὐκοῦν

ἡ ψυχὴ ἁπλῆ οὖσα, καὶ μὴ ἐκ διαφόρων συγκειμένη

μερῶν, ἀσύνθετος καὶ ἀδιάλυτος οὖσα, διὰ τοῦτο

ἄφθαρτος καὶ ἀθάνατος ἔσται.

Ἔτι, πᾶν τὸ ἔκ τινος κινούμενον, οὐκ ἐξ ἑαυτοῦ

ἔχον τὸ ζωτικὸν, ἀλλ' ἐκ τοῦ κινοῦντος, τοσοῦτον δια-

μένει, ὅσον ὑπὸ τῆς ἐνεργούσης ἐν αὐτῷ διακρατεῖται

δυνάμεως· ἐπειδὰν δὲ παύσηται τὸ ἐνεργοῦν, διαλεί-

πει καὶ αὐτὸ, τὸ ἐξ αὐτοῦ τὴν κίνησιν ἔχον. Ἡ δὲ

ψυχὴ αὐτοκίνητος οὖσα, οὐδέποτε τοῦ εἶναι διαλείπει.

Ἀκολουθεῖ γὰρ τῷ αὐτοκινήτῳ, τὸ ἀεὶ κινητὸν εἶναι·

τὸ δὲ ἀεικίνητον, ἄπαυστόν ἐστι· τὸ δὲ ἄπαυστον,

ἀτελεύτητον· τὸ δὲ ἀτελεύτητον, ἄφθαρτον· τὸ δὲ

ἄφθαρτον, ἀθάνατον. Εἰ τοίνυν ἡ ψυχὴ αὐτοκίνητός

ἐστιν, ὡς ἀνωτέρω ἀπεδείχθη· ἔσται ἄφθαρτος καὶ

ἀθάνατος κατὰ τὸν προλεχθέντα [ἄλ. προτεθέντα]

συλλογισμόν.

Ἔτι, πᾶν ὑπὸ τῆς ἰδίας κακίας μὴ φθειρόμενον,

ἄφθαρτόν ἐστι· τὸ δὲ κακὸν τῷ καλῷ ἐναντίον, διὸ

καὶ φθαρτικόν ἐστιν αὐτοῦ. Οὐδὲν γάρ ἐστιν ἕτερον

σώματος κακία, ἢ πάθος, καὶ νόσος, καὶ θάνατος·

ὥσπερ ἀρετὴ, κάλλος, ζωὴ, ὑγεία, καὶ εὐεξία. Εἰ

τοίνυν ἡ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται,

κακία δὲ ψυχῆς δειλία, ἀκολασία, φθόνος, καὶ τὰ πα-

ραπλήσια, ταῦτα δὲ πάντα οὐκ ἀφαιρεῖται αὐτῆς τὸ

ζῇν τε καὶ τὸ κινεῖσθαι· ἀθάνατος ἄρα ἐστίν.

{Εἰ λογικὴ ἡμῶν ἡ ψυχή.}

Ζʹ. Ὅτι δὲ λογικὴ ἡμῶν ἡ ψυχὴ, ἐκ πολλῶν ἄν τις

δείξειε· καὶ πρῶτον μὲν, ἐκ τοῦ τὰς τέχνας χρησί-

μους οὔσας τῷ βίῳ αὐτὴν εὑρηκέναι. Οὐδὲ γὰρ ἁπλῶς,

καὶ ὡς ἔτυχε, εἴποι τις συνεστάναι τὰς τέχνας· ἐπεὶ

μήτε ἀργὰς, καὶ ἀνωφελεῖς αὐτὰς τῷ βίῳ ἀποδείξει.

Εἰ τοίνυν αἱ τέχναι συντελοῦσι πρὸς τὸ χρήσιμον τῷ

βίῳ· τὸ δὲ χρήσιμον ἐπαινετόν· τὸ δὲ ἐπαινετὸν,

λόγῳ κατασκευαστὸν, ψυχῆς δὲ εὕρημα αὗται· λογικὴ

ἄρα ἡμῶν ἡ ψυχή.

Ἔπειτα, ἐκ τοῦ τὰς αἰσθήσεις ἡμῶν μὴ ἱκανὰς

εἶναι πρὸς τὴν τῶν πραγμάτων κατάληψιν, λογικὴ

ἡμῶν ἡ ψυχὴ ἀποδείκνυται. Οὐδὲ γὰρ ἀρκούμεθα πρὸς

εἴδησιν τῶν ὄντων, τῇ τῆς αἰσθήσεως προσβολῇ.

Ἐπεὶ μηδὲ στῆναι περὶ αὐτὰ θέλομεν, αὐτίκα γοῦν

τὰ τῷ σχήματι ἶσα, καὶ τῇ χροιᾷ ὅμοια καὶ διῃρη-

μένα ταῖς φύσεσιν [ἄλ. ὄψεσιν], ἡ αἴσθησις ἄλογος

οὖσα διακρῖναι ἀσθενεῖ. Εἰ τοίνυν αἱ αἰσθήσεις ἄλογος

οὖσαι, ψευδῆ ἡμῖν φαντασίαν τῶν ὄντων ἐμποιοῦσιν

1145

λογιστέον ἡμῖν, εἰ καταληπτέα τὰ ὄντα, ἢ μὴ, ὡς ἀλη-

θῶς· καὶ εἰ μὲν καταληπτέα, ἑτέρα ἐστὶν ἡ δύναμις,

καὶ κρείττων παρὰ τὰς αἰσθήσεις, ἡ τούτων ἐφικνου-

μένη. Εἰ δὲ μὴ καταλαμβάνεται, οὐδὲ ἔσται ἡμῖν τὰ

ἑτέρως παρὰ ὅ ἐστι θεωρούμενα [καταλαμβάνειν]. Ὅτι

δὲ καταληπτὰ ἡμῖν ἐστι τὰ πράγματα, δῆλον ἐξ οὗ οἰ-

κείως ἑκάστῳ πρὸς τὸ χρήσιμον χρώμεθα, καὶ πάλιν

κατασκευάζομεν εἰς ἃ ἐθέλομεν. Οὐκοῦν εἰ τὰ ὄντα ἡμῖν

καταληπτὰ ἐδείχθη, αἱ δὲ αἰσθήσεις ἄλογοι οὖσαι, ψευ-

δῶς δοκιμάζουσι, νοῦς ἔσται ὁ τὰ πάντα λόγῳ διακρί-

νων [ἄλ. ὁ πάντα λόγον διακρίνων], καὶ ἔστι ὡς ἀληθῶς

τὰ ὄντα ἐπιγινώσκων· νοῦς δὲ ψυχῆς τὸ λογικὸν μέ-

ρος· λογικὴ ἄρα ἡ ψυχή.

Ἔτι, ὅτι οὐδὲν ποιοῦμεν μὴ πρότερον ἑαυτοῖς δια-

γράψαντες· τοῦτο δὲ, οὐδὲν ἕτερόν ἐστιν ἢ τῆς ψυχῆς

ἀξίωμα· οὐδὲ γὰρ ἔξωθεν αὐτῇ προσγίνεται ἡ τῶν

ὄντων εἴδησις, ἀλλ' αὐτὴ ὥσπερ ταῖς ἑαυτῆς ἐπινοίαις

τὰ ὄντα κοσμεῖ. Διὰ τοῦτο ἐν ἑαυτῇ προαναζωγρα-

φοῦσα [ἄλ. προαναζωγραφεῖ] πρότερον τὸ πρᾶγμα,

εἶθ' οὕτως εἰς ἔργον ἐκφέρει. Ἀξίωμα δὲ τῆς ψυχῆς,

οὐδέν ἐστιν ἕτερον, ἢ τὸ μετὰ λόγου πάντα ποιεῖν·

ταυτῇ γὰρ καὶ διαφέρει, καὶ τῶν αἰσθήσεων. Ἐδείχθη

ἄρα λογικὴ ἡ ψυχή [ἄλ. ταύτῃ γὰρ διαφέρειν καὶ

τῶν αἰσθήσεων. Ἐδείχθη ἄρα λογικὴ ἡ ψυχή].

{Τοῦ ἐν ἁγίοις Πατρὸς ἠμῶν Γρηγορίου ἐπισκό-που Νεοκαισαρείας Πόντου, τοῦ Θαυματουργοῦ,εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας θεοτόκουΠαρθένου τῆς Μαρίας, λόγος πρῶτος.} Σήμερον ἀγγελικῇ παρατάξει ὑμνῳδίαι φαιδρύνον-ται, καὶ τὸ φέγγος τῆς τοῦ Χριστοῦ παρουσίας τοῖςπιστοῖς καταλάμπεται. Σήμερον τὸ ἱλαρὸν ἡμῖνἔαρ, Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος φαιδρῷ τῷφωτὶ ἡμᾶς περιέλαμψε, καὶ τὰς τῶν πιστῶν ἐννοίαςἐφώτισε. Σήμερον ὁ Ἀδὰμ ἀνακεκαίνισται [ἄλ.ἀνακέκληται], καὶ χορεύει μετ' ἀγγέλων εἰς οὐρανὸνἀνιπτάμενος. Σήμερον σύμπασα τῆς οἰκουμένηςγαῖα χαρὰν περιεβάλετο, ἐπειδὴ τοῦ ἁγίου Πνεύματοςἐπιφοίτησις εἰς ἀνθρώπους γέγονε. Σήμερον ἡθεία χάρις, τῶν ἀοράτων ἡ ἐλπὶς διαλάμπει τὰ ὑπὲρἔννοιαν θαύματα, τὸ ἀπ' αἰῶνος ἀποκεκρυμμένονμυστήριον ἐμφανῶς ἡμῖν κατοπτεύουσα. Σήμερονἀρετῆς ἀεννάου στέμματα πλέκονται. Σήμερον τὰςἱερὰς τῶν φιληκόων καὶ φιλεορτῶν κεφαλὰς κατα-στέψαι βουλόμενος ὁ Θεὸς, τοὺς ἐραστὰς τῆς ἀκλινοῦςπίστεως, ὡς κλητοὺς καὶ κληρονόμους κέκληκεν·καὶ ἡ ἄνω βασιλεία σπουδάζει καλοῦσα τοὺς οὐρανό-φρονας, συνάψαι τῇ θείᾳ λειτουργίᾳ τῶν ἀσωμάτωνχορῶν. Σήμερον τὸ τοῦ Δαβὶδ πεπλήρωται λόγιον,τὸ λέγον· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλ-λιάσθω ἡ γῆ. Χαρήσονται [ἄλ. χαρήσεται] τὰπεδία, καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ [ἄλ.πρὸ] προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται. Καὶ ὁμὲν Δαβὶδ ξύλα ἔλεγεν, ὁ δὲ τοῦ Κυρίου πρόδρομος,δένδρα ποιοῦντα καρποὺς ἀξίους τῆς μετανοίας,μᾶλλον δὲ τῆς τοῦ Κυρίου παρουσίας ἐκάλεσεν. Ὁ δὲΚύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν χαρὰν τὴν ἀένναονπᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπηγγείλατο. Φησὶγάρ· Ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε· καὶ τὴνχαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν. Σήμερον τὸπεριβόητον, καὶ ἄφραστον μυστήριον τῶν τὴν ἐλπίδαεἰς Χριστὸν ἐκουσίως [ἄλ. ὁσίως] ἐπεσφραγισμένωνΧριστιανῶν ἐμφανῶς ἡμῖν καταγγέλλεται. ΣήμερονΓαβριὴλ, ὁ τῷ Θεῷ παριστάμενος, πρὸς τὴν Παρ-θένον ἁγνὴν παραγίνεται, τὸ, Χαῖρε κεχαριτωμένη,αὐτῇ εὐαγγελιζόμενος. Ἡ δὲ διελογίζετο, ποταπὸςεἴη ὁ ἀσπασμὸς οὗτος· ὁ δὲ ἄγγελος εὐθέως ὑπήγαγενλέγων· Ὁ Κύριος μετὰ σοῦ, μὴ φοβοῦ, Μαριάμ·