The Greek Library Catalogue

Anonymous

Fragmenta in Joannem

Edition reference
Fragmenta in Joannem (in catenis), ed. J. Reuss, Johannes-Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 89. Berlin: Akademie-Verlag, 1966]: 3–64.
CTS identifier
urn:cts:greekLit:tlg2074.tlg038.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4 col3

ἐστίν, ἕτερόν τι παρὰ τὸν

προφήτην οἰόμενοι τὸν

Χριστόν. ἐκεῖνοι μὲν οὖν

ἡμάρτανον διαιροῦντες

ἀπὸ Χριστοῦ τὸν προφή-

την. ὁ δὲ βαπτιστὴς κα-

λῶς ἀπεκρίνατο μὴ εἶναι

ὁ <προφήτης> ταὐτὸ λέ-

γων, ὃ καὶ πρῶτον ἀπε-

κρίνατο φάσκων <οὐκ εἰ-

μὶ ὁ Χριστός,> εἰ καὶ

σαφῶς οὐκ ἐδίδασκεν αὐ-

τούς, ὅτι ταὐτό ἐστιν ὁ

<Χριστὸς> καὶ ὁ προφή-

της.

5

Jo 1, 25—27

Κωλυτικῶς λέγουσι τῷ Ἰωάννῃ τὸ <τί οὖν βαπτίζεις,> εἰ μὴ τάδε

τυγχάνεις οὐκ εἰδότες, ὅτι οὐδὲ ὁ Χριστὸς αὐτὸς ὢν ὁ προφήτης ἐβάπτιζεν,

ἀλλ' οἱ μαθηταὶ αὐτοῦ. Ἠλίας τε ἐπὶ τοῦ Ἀχαὰβ οὐδὲ τὰ τοῦ θυσιαστηρίου

ξύλα δεόμενα λουτροῦ ἐβάπτισεν, τοῖς δὲ ἱερεῦσιν τοῦτο ποιεῖν προσέταξεν.

πρὸς μὲν οὖν τὸ <τί οὖν βαπτίζεις> παρίστησιν ὁ <Ἰωάννης> τὸ ἴδιον βάπτισμα

σωματικόν, πρὸς δὲ τὸ <εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς> δοξολογίαν τῆς προηγουμένης

οὐσίας Χριστοῦ λέγων, ὅτι ἀόρατός ἐστι τῇ θεότητι παρὼν παντὶ τῷ κόσμῳ.

ἐλέγχει τε αὐτῶν τὴν εὐτελῆ περὶ Χριστοῦ ὑπόληψιν καὶ ἑνοῖ τὸν «ἐν ἀρχῇ»

λόγον τῇ ἐνανθρωπήσει αὐτοῦ συνάπτων τὸ <ὃν ὑμεῖς οὐκ οἴδατε> τῷ <ὀπίσω

μου ἐρχόμενος,> τήν τε ὑπεροχὴν Χριστοῦ πρὸς ἑαυτὸν δηλοῖ διὰ τοῦ <οὐκ

εἰμὶ ἄξιος, μέσος> δ' ἂν εἴη τοῦ παντὸς κόσμου, οὗ διήκει κατὰ τὰς λογικὰς

φύσεις, ἢ ἡμῶν, ὧν ἐν μέσῳ τὸ ἡγεμονικόν, ἔνθα καὶ ὁ ἐν ἑκάστῳ λόγος.

εἰ δὲ τὸ <μέσος ὑμῶν> ἕστηκεν οὐκ αἰσθητόν, οὐδὲ τὸ <ὀπίσω μου ἐρχόμενος.>

εἰπὼν δὲ τὰ περὶ τῆς οὐσίας τοῦ λόγου συνάπτει καὶ τὰ τῆς ἐπιδημίας <ὀπίσω>

αὐτοῦ ἐρχόμενον αὐτὸν εἰπών.

6

Jo 2, 4

Οὐκ ὀξέως ὁ κύριος εἰς τὴν ἐν φανερῷ τῶν σημείων κατεργασίαν χωρεῖ,

ἐπεὶ μηδὲ εἰς ἐμφανὲς ἤδη κηρύττειν μηδὲ εἰς τὸ κοινὸν ἤδη διδασκάλου τάξιν

ἀνείληφεν· προσιόντας γὰρ ὡς διδασκάλῳ καὶ μεταδιώκοντας ὡς σωτῆρα

τυγχάνειν τῶν ἰάσεων ἐχρῆν, ὅτι καὶ πρέπει τὸν δεόμενον ἐπὶ τὸ πληρωτικὸν

τῆς ἐνδείας χωρεῖν. λέγει τοίνυν μὴ παρεῖναι τὴν ὥραν αὐτοῦ τὴν εἰς τὰ σημεῖα

τὴν κατὰ λόγον δηλαδὴ καὶ κατὰ τὸ πρέπον.

7

Jo 2, 4—5

Οἶδεν ἡ μήτηρ πειθήνιον ὡς υἱὸν αὐτῇ γινόμενον τὸν κύριον. καὶ δὴ καὶ

ἡ ἀπόκρισις τοῦτο ἐπεδείξατο <τί ἐμοὶ καὶ σοί, γύναι·> ὡς γὰρ δυσωπεῖν

δυνάμενος τοῦτο ἀπεκρίνατο, οἷον ἦν τὸ τοῦ θεοῦ πρὸς Μωυσέα· «ἔασόν με»

ὡς δυνάμενον δηλαδὴ δυσωπῆσαι καὶ πεῖσαι. εἰδυῖα δὴ καὶ πιστικῶς πρὸς

αὐτὴν διακείμενον καὶ ἐκ τῆς ἀποκρίσεως ὁρῶσα πρὸς τὴν ἀξίωσιν ἐγγὺς ἐπι-

νεύοντα <τοῖς διακόνοις> ἐπιτάττει ποιεῖν ὃ κελεύει.

8

Jo 2, 13—16

Κατ' ἀλληγορίαν τοὺς δι' αἰσχροκέρδειαν ἐληλυθότας ἐπὶ τὸ τοκίζειν τὰ

τοῦ θεοῦ λόγου ὄντα ἀργύριον, ἔτι μὴν καὶ <πωλοῦντας> τὰ τοῦ πνεύματος

χαρίσματα <περιστερὰς> ὠνομασμένα διὰ τὸ οἰκειότητα ἔχειν πρὸς τὸ καταβὰν

ἐν εἴδει περιστερᾶς ἐπὶ τοῦ σωτῆρος ἅγιον πνεῦμα ἐκβάλλει τῆς τοῦ θεοῦ

ἐκκλησίας. εὖ δὲ καὶ τὸ εἰπεῖν ἐκ <σχοινίων> ὑπὸ τοῦ Ἰησοῦ τὸ φραγέλλιον

γεγονέναι, ᾧ πάντας ἐδίωξεν· ἐπειδὴ γὰρ δι' ὧν πλέκει τις τὸ σχοινίον, ἐν

τῷ ἁμαρτάνειν κολάζεται. εἰκότως τοῦτο γέγραπται· σχοινία γὰρ τὰ ἁμαρτή-

ματα λέγεται.

9

Jo 3, 5

Ἀναβιβάζει πρὸς τὴν ἀληθινὴν αὐτὸν ἔννοιαν ὁ κύριος τῇ χάριτι τὴν

ἀναγέννησιν ἀνατιθείς, ἥτις ἐπιτελεῖται δι' ὑπουργίας μὲν ὕδατος τὸ σῶμα

καθαίροντος ἀπὸ τῶν ἀνθρωπίνων καὶ τῶν ἐκ κακίας ῥύπων, δι' ἐνεργείας δὲ

πνεύματος τὴν ψυχὴν ἁγιάζοντος καὶ πληροῦντος θεότητι, οὗ δὴ κατοικήσαντος

νῦν ἐν ἡμῖν ὥσπερ ἀρραβῶνός τινος καὶ ἀπαρχῆς, ἡ τελείως ἥξει βασιλεία τοῦ

θεοῦ πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν.

13

Jo 3, 19

<Τὸ φῶς> ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό.

14

Jo 3, 19

Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντες <τὸ σκότος> ὑπὲρ <τὸ φῶς·> οὐ γὰρ

δι' ἄγνοιαν οὐ πιστεύουσι τῷ Χριστῷ, ἀλλὰ διὰ τὸ θέλειν φαῦλα πράσσειν,

ἅπερ ἡ Χριστοῦ διδασκαλία οὐ παραδέχεται. ὅταν οὖν ἀκούσωμεν, ὅτι «οὐκ

ἠδύναντο πιστεύειν», μὴ φύσεως ἐννοήσωμεν δύναμιν ἢ ἄλλου τινὸς ἐπικράτειαν,

ἀλλὰ τὸν αὐτοδέσποτον λογισμὸν τὸν καταδουλώσαντα ἑαυτὸν τοῖς πάθεσι τοῖς

ἀσέμνοις καὶ μὴ θέλοντα τῆς κακίστης ἀποστῆναι συνηθείας· οὗτοι γὰρ ἐπι-

γινώσκουσι μὲν <τὸ φῶς,> οὐκ ἔρχονται δὲ πρὸς αὐτό, ἵνα μὴ ἐλεγχθῇ ἡ ὑπό-

κρισις αὐτῶν τῶν λεγόντων εἰδέναι θεόν, ἔργοις δὲ αὐτὸν ἀρνουμένων.

15

Jo 3, 32—33

Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται ὅ τε πιστεύων, ὅ τε ἀπιστῶν, ἐκείνῳ καὶ

πιστεύει καὶ ἀπιστεῖ. τὸ δὲ <ἐσφράγισεν> ἀντὶ τοῦ ἔδειξεν.

17

Jo 4, 13—16

Τοῦτο, φησίν, <τὸ> αἰσθητὸν <ὕδωρ> πρὸς ὀλίγον ἰάσεται τὴν δίψαν, τὸ δὲ

ἀόρατον, καθάπερ ἀπαλλάττει τοῦ διψᾶν, οὐκέτι ζωῆς ἐνδεεῖς καταλιμπάνει τοὺς

ἀνθρώπους· πηγάζει γὰρ αὐτοῖς ἀφθαρσίαν. τοῦτο δέ, ὅτι πνεῦμα ἅγιον δωρεὰν

ἐπαγγέλλεται διὰ τῶν ἑξῆς δῆλόν ἐστιν. ἔχει τοίνυν τὸ λεγόμενον <ὕδατος> πνευ-

ματικοῦ πρὸς <ὕδωρ> σωματικὸν ἀντεξέτασιν, ἀλλὰ καὶ τῆς τοῦ πνεύματος

δωρεᾶς πρὸς τὴν τοῦ νόμου διδασκαλίαν· ὁ μὲν γὰρ ἦν διὰ γραμμάτων μαθή-

σεως, ὧν ἀεὶ διὰ τὴν λήθην ὁ ἄνθρωπος δεῖται, πνεῦμα δὲ σοφίας, ἣ παρα-

γένοιτο διηνεκῶς, τὴν χορηγίαν ἐπιδίδωσιν· τούτων ἀκούσασα ἡ Σαμαρεῖτις

ἔμεινεν ἐπὶ τῆς σωματικῆς ἐννοίας καὶ τὰ μικρὰ μεγάλα περινοοῦσα τῶν

μεγάλων ἀνεπαίσθητος ἔμεινεν. ἀλλ' ὁ κύριος ἄχρι μὲν τούτων πρὸς τὴν γυναῖκα

προοιμιάσατο, ἐπαγαγέσθαι δὲ τὸ τῶν Σαμαρειτῶν ἔθνος βουλόμενος ἐπισυν-

άπτει τῷ πρὸς ἐκείνην λόγῳ τὴν τοῦ ἀνδρὸς κλῆσιν. ἐν ᾧ δείκνυται πρὸς

ἐπίγνωσιν λόγου καλλίων ἀνδρὸς φύσις καὶ ἐπιτηδειοτέρα που τῆς γυναικὸς

οὐκ ἐφικομένης τῶν πνευματικῶν τοῦ κυρίου διδασκαλιῶν.

18

Jo 4,33

Δηλοῦσιν, ὅτι τὰς διακονίας τῶν προσφερόντων ἐδέχετο, καίτοι δυνατὸς

ὢν τρέφειν καὶ μὴ τρέφεσθαι· εὐεργεσία γὰρ μεγίστη τὸ τρέφειν Χριστόν, ἧς

οὐκ ἐφθόνει τοῖς βουλομένοις. διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν.

19

Jo 5,5

Τὸ τριακοστὸν καὶ ὄγδοον ἔτος τοῦ κειμένου παραλύτου σημαίνει κολά-

σεως χρόνον ἤδη συμπληρούμενον, ὅτι καὶ τεσσαράκοντα ἔτεσιν ὁ λαὸς ἐπὶ τῆς

ἐρήμου δίκας ἐξέτισε καὶ τεσσαράκοντα ἡμέρας ἐπέσχεν ὁ κατακλυσμὸς καὶ

πληγαῖς δὲ ὁ νόμος τεσσαράκοντα τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ὁ τοίνυν κύριος

ὑποτεμνόμενος τὸ πλῆρες τῆς κολάσεως ἔτει τριακοστοογδόῳ θεραπεύει τὸν

ἄρρωστον, ὥσπερ καὶ τὰς νομικὰς κολάσεις ὑπετέμνετο διὰ τῆς χάριτος ἐγγὺς

τοῦ κοσμικοῦ χρόνου πεπληρωμένου.

22

Jo 5,44

Εἶτα ἐπειδή φησιν <ὑμεῖς τὴν παρ' ἀλλήλων δόξαν> ζητεῖτε <καὶ τὴν

παρὰ θεοῦ οὐ ζητεῖτε,> οὐ <δύνασθε> ἐλθεῖν πρός με. τοῦτο δέ φησιν ἐλέγχων

τῶν διανοιῶν τὰ κεκρυμμένα καὶ τῆς ἀπιστίας τὴν αἰτίαν λέγων· ἄρχοντες μὲν

γὰρ τὴν ἀπὸ λαῶν εὐδοκίμησιν μεταδιώκοντες, λαοὶ δὲ τὴν παρὰ τοῖς ἄρχουσι

τιμὴν ἀγαπῶντες ἀφίστασθε τῆς πίστεως τῆς εἰς ἐμέ, οἱ μέν, ἵνα μὴ τὴν δόξαν

ἐλαττωθεῖεν τὴν ἐν ὑμῖν, ὑμεῖς δέ, ἵνα μὴ τὴν παρ' ἐκείνοις τιμὴν ἀποβάλητε.

23

Jo 6,1 ἅμα δὲ καὶ ἐπὶ πλείονας

ἄγειν τὴν εὐεργεσίαν βουλόμενος οὐκ ἐπὶ μιᾶς χώρας ἑδραῖος ἔμενεν.

24

Jo 6,10—11

Τοῖς μαθηταῖς τὸ γεγενημένον σημεῖον οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ

δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν

Μωυσέα ἐλέγετο «μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσει; ἤδη ὄψει εἰ ἐπικαταλήμψε-

ταί σε ὁ λόγος μου», ἀλλ' ἐνταῦθα πρᾴως πως καὶ ἡσυχίως <ἀναπεσεῖν> μόνον

<τοὺς ἀνθρώπους> κελεύει καὶ λαβὼν <τοὺς ἄρτους> καὶ τοὺς ἰχθύας εὐχα-

ριστεῖ ὡς ἐπὶ τροφαῖς ὑποκειμέναις καὶ ὡς ταύταις θρέψων ταύταις ἐπιδιδούς,

ἐν τούτῳ δὲ τὰς οὐκ οὔσας ἐξεργαζόμενος.

25

Jo 6,27

Μεθίστησι μὴ περὶ τὴν φθειρομένην ἐπτοῆσθαι τροφήν, ἀλλὰ τὴν <εἰς>

αἰῶνα <μένουσαν>, ἥτις τρέφει ψυχήν. αὕτη δὲ ἦν ἡ πίστις ἡ ζωοποιὸς καθ' ἣν

ἐξομοιοῦται πρὸς τὴν σάρκα τοῦ κυρίου τὴν ὑπὸ τοῦ πατρὸς ἐσφραγισμένην

τῇ θείᾳ δυνάμει.

26

Jo 6,29

<Θεοῦ> μὲν <ἔργον> ἐνταῦθα λέγεται τὸ ἀνῆκον εἰς θεόν. τοῦτο δὲ εἶναί

φησιν ὁ κύριος τὴν πίστιν τὴν εἰς αὐτόν, <ἔργον> τὴν πίστιν ἀποφαίνων ἱερώτερόν

τε καὶ τέλειον. διὸ καὶ ἄνευ τῶν ἀνθρωπίνων ἔργων εἰκότως δικαιοῖ τε καὶ

ἁγιάζει ἅτε τὴν καλλίστην ἐνέργειαν ἔχον τῆς ψυχῆς, οὐκ ἀργίαν τινὰ καὶ

ἀπραξίαν.

28

Jo 6,54

Οὐκ ἔστιν ἀπολαῦσαι τοῦ λόγου τοῦ θεοῦ πρὸς αἰώνιον <ζωήν,> εἰ μὴ διὰ

τῆς σαρκὸς αὐτοῦ· ἄχρι γὰρ οὐκ ἀνεμίγνυτο σαρκί, κατείχετο πᾶσα σὰρξ ὑπὸ

θανάτου. νῦν δὲ ζωοποιὸς δέδοται σὰρξ τρέφουσα πᾶν τὸ ὁμογενὲς εἰς ζωὴν

διὰ τῆς ἀνακραθείσης αὐτῇ δυνάμεως καὶ ταῖς μετεχούσαις σαρξὶν ἀνακιρνα-

μένης καθ' ὁμοίωσιν.

29

Jo 6,55

<Ἀληθής ἐστιν βρῶσις> ἡ μὴ τῆς προσκαίρου καὶ ἀπολλυμένης ζωῆς

ἐπίκουρος, ἀλλὰ τῆς αἰωνίου παρασκευαστική. αὕτη καὶ <πόσις> ἀληθινὴ ὡς

ἂν μὴ πρὸς ὀλίγον ἐπαρκοῦσα τῷ δίψει, ἀλλ' εἰς ἀεὶ παρεχομένη τὸν ἐμφορη-

θέντα αὐτῆς καὶ ἀνεπιδεῆ καθιστῶσα καθάπερ καὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ

κύριος ἔλεγεν.

32

Jo 7, 6—8

Ὁ μακαρίζων τοὺς πενθοῦντας ἐπὶ τοῦ παρόντος αἰῶνος ἀκόλουθα καὶ νυνὶ

φθέγγεται, κοινόν τι καὶ εἰς ἅπαντας διαβαῖνον τοὺς ἁγίους ἐφ' ἑαυτοῦ λέγων,

τὸ μὴ εἶναι καιρὸν ἑορτῆς ἡμῖν ἐν μέσῳ τῶν παρουσῶν θλίψεων, ἐν ὅσῳ κακία

καταστρατεύεται καὶ ἀλήθεια παρὰ τοῖς πλείοσιν ἀθετεῖται καὶ θέλημα θεοῦ

κατὰ γῆν οὐ κρατεῖ. διὰ δὲ ταῦτα μὴ εἶναι τὸν ἑαυτοῦ καιρὸν ὁ κύριος ἔλεγεν·

οὐδὲ γὰρ οἷόν τε ἦν συνεορτάζειν πονηροῖς τὸν ἀγαθὸν οὐδὲ μισοῦσι τὸν μισού-

μενον.

33

Jo 7, 8

<Ὑμεῖς,> φησίν, <ἀνάβητε> συνεορτάσαντες οἱ μηδὲ μισούμενοι μηδὲ φθο-

νούμενοι παρ' αὐτῶν. <ἐγὼ> δὲ οὐκ ἀναβήσομαι· ἕτερος γὰρ ὁ τῆς ἐμῆς ἑορτῆς

<καιρός,> ὅτε δηλαδὴ κρατήσει τὸ ἀγαθὸν καταποθέντος τοῦ χείρονος καὶ τὸ

πονηρὸν οὐδαμοῦ φανεῖται.

34

Jo 7, 21

Ἐπὶ τοὺς πέντε ἄρτους ἀναφέρει ὅ φησιν ἢ ἐπὶ τὸ χωρὶς τοῦ πεπλευκέναι

πέραν γεγονέναι.

35

Jo 7, 22—23

Βουλόμενος εἰσαγαγεῖν <τὴν ἐν σαββάτῳ> γινομένην <περιτομὴν> ἀρχὴν

οὖσαν τῆς ἐλευθερίας τῆς ἀπὸ τοῦ σαββάτου ἀκριβείας καὶ τὸν περὶ τῆς περι-

τομῆς ποιεῖται λόγον. ὡς μηδὲ ταύτῃ βεβηλοῦσθαι τοὺς ἀνθρώπους 〈δεικνύῃ〉

φησὶν δὴ μάλιστα μὲν οὐδ' <ἐκ τοῦ Μωυσέως> εἶναι τὸ τῆς περιτομῆς ἔθος,

ἀλλ' ἄνωθεν καὶ <ἐκ τῶν πατέρων,> ἐπειδήπερ ἐξ Ἀβραὰμ ἄρχεται. τοῦτο δὲ

λέγων ἐπὶ τὰ πρεσβύτερα <τοῦ Μωυσέως> αὐτοὺς ἀναπέμπει, ἐν οἷς οὔπω

νόμος αὐτὸ τοῦτο, ὃ μάλιστα θαυμάζουσιν ὡς ἴδιον, τὴν κατὰ νόμον πολιτείαν,

ἐπιδεικνύων τῆς παλαιοτέρας ὂν καὶ οὔπω νομικῆς. ἀεὶ δὲ ἔνθα τὰ μείζονα τοῦ

νόμου παρεισάγει, πρὸς τὸ πρεσβύτερον καὶ ἀρχαῖον ἀναπέμπει, ἐπεὶ μήτε τῷ

Ἐνὼχ μήτε ἐν τῷ Νῶε. διὸ οὐδὲ εἶπεν <ἐκ τοῦ> Ἀβραάμ, ἀλλ' <ἐκ τῶν πατέρων

τὴν περιτομήν,> ἵν' ἐπὶ πάντων τὸ πρᾶγμα θεωρήσας μὴ πάντως ἀναγκαίαν

αὐτοῦ νομίσῃς τὴν ἐπιτήδευσιν, ὅτι μηδὲ ἦν ἐπὶ πάντων. ἐλθὼν δὲ ἐπὶ Μωυσέα

τῇ περιτομῇ χρησάμενον ἐν <σαββάτῳ> τὴν σαββατικὴν ἀργείαν ἀπέφηνεν ὑπ'

αὐτοῦ λελυμένην τοῦ Μωυσέως ἕνεκεν τῆς θειοτέρας ἐργασίας. εἰ δὲ ἕνεκεν,

φησίν, τῆς περιτομῆς ὡς θείου ἔργου τὸ σάββατον οὐ διατελοῦσιν, ἀργὸν ἄγεται,

ἀλλ' ἔστιν ὅτε καὶ ἐνεργόν, πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ

ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ

πράττεσθαι;

36

Jo 7, 28

Εἰσάγει τὰς περὶ ἑαυτοῦ δύο δόξας ὁ κύριος, καὶ γινώσκεσθαι μὲν αὐτοῖς

ὁπόθεν ἐστὶν, διότι μήτηρ αὐτοῦ ἡ Μαρία, ἔχειν δὲ ἅμα καὶ τὸ ἄγνωστον, ὅτι

ἐστί τε καὶ ἐλήλυθεν ἐκ θεοῦ. διὸ μὴ αὐθάδη τινὰ καὶ αὐτοχειροτόνητον εἶναι

διδάσκαλον ἑαυτόν, ἀλλὰ θεοῦ τοῦ πατρὸς ἀπεσταλκότος ἥκειν ἐπὶ τὴν διδασκα-

λίαν, τὸν δὲ ἀποστείλαντα αὐτὸν ἐκείνοις μὲν οὐ γινώσκεσθαι, ὅτι θεοῦ γνώ-

σεως ἀληθινῆς ἀπεῖχον ὡς πορρωτάτω ὅσον καὶ τῇ γνώμῃ καὶ ταῖς πράξεσιν

ἀφεστήκασιν αὐτοῦ. εἰκότως δὲ ἑαυτὸν γινώσκειν τὸν πατέρα, ὅτι καί ἐστι

παρ' αὐτοῦ· γνωστότατον γὰρ τὸ οἰκειότατον.

37

Jo 7,39—44

Ὡς τῆς σαρκὸς κοινωνίαν πρὸς ἡμᾶς ἀναδεξάμενος <τοῦ πνεύματος>

ἔμελλεν παρέξειν οὐ πρότερον ἀνθρώποις ἁγιασμὸν τὸν ὄντως δεδομένον πρὶν

σαρκωθῆναι τὸν λόγον καὶ τὴν ἀνθρωπίνην ὁδὸν πᾶσαν τοῦ βίου διαδραμεῖν

καὶ τὴν ἡμετέραν ἀδοξίαν εἰς δόξαν τὴν θείαν μεταγαγεῖν· ἐνταῦθα γὰρ δεκτικὴν

ἤδη τὴν ἀνθρωπότητα θεὸς ἐν Χριστῷ ποιησάμενος ὡς ἰδίοις καὶ προσειλημ-

μένοις πνεῦμα χαρίζεται καὶ πάρεστι δὴ τὸ <πνεῦμα.> καὶ ἔστιν ἐν ἡμῖν ἐξ

ἐκείνου· ὅτι γὰρ τὸν ἁγιασμὸν τὸν ἐν πνεύματι πνεῦμα ἡ γραφὴ καλεῖ, δηλοῦται

ἐν Πράξεσι ἔνθα Παύλου πυθομένου· «εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες»

ἔλεγον οἱ ἐρωτηθέντες, ὅτι «οὐδ' εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν», τοῦτο

λέγοντες, ὅτι, εἰ δέδοται <πνεύματος> ἁγιασμὸς ἀνθρώποις, 〈οὐκ〉 ἀκηκόασιν,

ἐπεὶ ὅτι γέ ἐστι <πνεῦμα> θεοῦ, πάλιν ἐπεβεβόητο παρὰ ταῖς θείαις γραφαῖς.

μὴ θαυμάζωμεν οὖν, εἰ καὶ πάλαι <τοῦ πνεύματος> ἐνεργοῦντος ἐν τοῖς προ-

φήταις ἴδιον τῆς ἀναστάσεως τοῦ κυρίου τὸ δῶρον εἶναι λέγεται· ἕτερον γὰρ

<πνεύματος> ἐνέργεια προφητικὴ καὶ ἕτερον ἁγιασμὸς καὶ ἀνακαίνωσις υἱοὺς

θεοῦ τοὺς γυναικῶν γεννητοὺς ἀποφαίνουσα. καὶ τῷ μὲν υἱοθετοῦντι ἁγιασμῷ

πολλάκις ἕπεται καὶ προφητεία, ὁπότε αὐτῆς δέοι, τῇ προφητείᾳ δὲ ἀναγέννησις

οὐ συνῆν, ὅτι οὐδέπω <ἦν πνεῦμα> ἅγιον. οὐκ ἐπὶ τὴν ὑπόστασιν ἀναφέρει,

ἀλλ' ἐπὶ τὴν ἐνέργειαν· οὐδέπω γὰρ ἐνήργει ἐν τοῖς μαθηταῖς, ἐπείπερ οὐκ ἂν

περὶ τῆς ὑποστάσεως <τοῦ πνεύματος> εἶπεν, ὅτι <οὔπω> ἦν, (ἀλλὰ δηλονότι

ἦν), περὶ 〈δὲ〉 τῆς χάριτος τῆς ἐπὶ τοὺς ἀποστόλους μελλούσης ἔρχεσθαι καὶ

δι' ἐκείνων ἐπὶ τοὺς λοιπούς. ἐκεῖνο γὰρ <οὔπω ἦν,> ἐπείπερ ἐν τοῖς δεχομένοις

καὶ τὸ χάρισμα λαμβάνει καὶ τὴν μείωσιν δέχεται πολλάκις διὰ τὴν τῶν

λαμβανόντων αὐτοκακίαν. ἀλλὰ Φαρισαῖοι πάλιν τὴν περὶ αὐτῶν γνώμην τοῦ

πλήθους ἀφέντες ἐβουλεύθησαν μὲν αὐτὸν συλλαβέσθαι διὰ τῶν ὑπηρετῶν.

ἥψατο δὲ οὐδεὶς πάντων ὑπὸ τῆς θείας κωλυομένων χάριτος.

38

Jo 7,50

<Εἷς ὢν> καὶ αὐτὸς τῶν πεπιστευκότων καὶ σὺν τοῖς ἐπαράτοις ταγεὶς

ἀνθυβρίζει αὐτοὺς ἠρέμα ἐπαράτους δεικνὺς ὡς καταψηφισαμένους τῶν πιστευ-

σάντων πρὸ τοῦ γνῶναι, εἰ ἀλόγως ἐπίστευσαν.

39

Jo 8,19

Ἐπειδὴ ἠρώτων ὡς περὶ ἀνθρώπου τόπῳ περιεχομένου· <ποῦ ἐστιν ὁ

πατήρ σου,> θαυμασίως εἴρηκεν τὸ μὴ εἰδέναι αὐτοὺς <τὸν πατέρα> τοῦτο

πάσχοντας διὰ τὸ καὶ τὸν υἱὸν μηδὲν ἕτερον ἢ σάρκα νομίζειν τὴν ἐν τόπῳ

θεωρουμένην. εἰ δ' ἐπίστασθε, φησίν, ὅτι καὶ ὁ υἱὸς εἰ καὶ σάρκα πεφόρηκεν,

οὐδὲν ἧττόν ἐστιν ὑπὲρ σάρκα, ἐπεγινώσκετε ἂν καὶ <τὸν πατέρα> μηδεμίᾳ

τοπικῇ περιοχῇ κατεχόμενον, ἀλλὰ πάντα ἐν ἑαυτῷ φέροντα.

40

Jo 8,20

Θαυμάζων ὁ εὐαγγελιστὴς φαίνεται ἐπὶ τοιαύτῃ παρρησίᾳ λόγων καὶ

ἐλέγχοις τοιούτοις, μηδένα δὲ δύνασθαι κατασχεῖν τὸν κύριον, καίτοι γε μεμη-

νότων ἐπὶ τούτῳ καὶ παρεσκευασμένων ἁπάντων. ἀλλ' ὅμως ἐν μέσοις αὐτοῖς

<ἐν τῷ ἱερῷ> πρὸς <τῷ γαζοφυλακίῳ> διδάσκων ἔλεγεν, ἐπαρρησιάζετο,

θεότητος παρεῖχε τεκμήρια, τὴν ἐκείνων ἄγνοιαν ἤλεγχε ἐπὶ τούτοις <καὶ

οὐδεὶς> ὁ προσαψάμενος.

41

Jo 8,21

Τοῖς οὐδὲν ἀπολαύσασι τῆς παρουσίας αὐτοῦ τὸν ἀνιαρὸν ὄλεθρον ἀπειλεῖ

καὶ μάλα εἰκότως· οἱ γὰρ ἐκ τοῦ ἰατροῦ παρόντος μόνην ἴασιν μὴ δεξάμενοι

τοῖς πάθεσιν ἐναποθνῄσκουσιν.

42

Jo 8,22—23

Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν,

ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ θνητοὶ ὄντες ἀπελθεῖν πρὸς αὐτόν· μία γὰρ

πάντων ἔξοδος, κἂν ὁ τρόπος διάφορος εἶναι δοκῇ καὶ ἓν τὸ ὑποδεχόμενον

πάντας χωρίον πρὸ τῆς ἀναστάσεως τοῦ κυρίου, κἂν μετὰ ταῦτα τὸ τάγμα

τῶν ἁγίων εἰς παράδεισον μετατεθῇ. τί οὖν ὁ κύριος; παρὰ πόδας δείκνυσι καὶ

τὴν αἰτίαν φήσας ἀναιρῶν αὐτῶν τὴν ὑποψίαν· <ὑμεῖς ἐκ τοῦ κόσμου ἐστέ.>

43

Jo 8,22—23

Τοιαύτην πως ἔχει δύναμιν ὁ λόγος, ὅτι πρὸς τὰ ἑαυτοῦ καὶ τὰ οὐράνια

μεταστήσεται· διόπερ τοῦτο οὐδὲ θάνατός ἐστιν ὡς πρὸς ἀλήθειαν καθάπερ

ἂν ἐπ' ἀνθρώπου τοῦ ἐκ γῆς ὄντος καὶ κατὰ τὴν ἐκ τοῦ σώματος μετάστασιν

ὑπὸ γῆν ἑλκομένου.

44

Jo 8,26

Ἱκανά, φησίν, ἔστιν, ἃ καὶ ὁ θεὸς διὰ προφητῶν εἴρηκεν ἐλέγχων τὸ

σκληροκάρδιον ὑμῶν καὶ δυσπειθές. <κἀγὼ> δὲ ὅσα λέγω περὶ ὑμῶν, οὐχ ἑτέ-

ρωθεν, ἀλλ' ἢ παρὰ πατρὸς λέγω. ἀκούειν δὲ εἶπεν ἀνθρωπινώτερον, σαφέστερον

τοῖς ἀκούουσι διαλεγόμενος.

45

Jo 8,27

Εἰ γὰρ συνίεσαν, ὅτι περὶ θεοῦ ἔλεγεν ὁ κύριος, οὐκ ἂν ἠρώτων «ποῦ

ἐστιν ὁ πατήρ σου». διόπερ καὶ δεόντως εἴρηκε πρὸς αὐτοὺς τὸ οὐκ «οἴδατε

τὸν πατέρα μου».

46

Jo 8,38

Ἑωρακέναι καὶ <παρὰ τῷ πατρὶ> λέγων οὐκ ὀφθαλμῶν τινα ὅρασιν ἐδή-

λωσεν, ἀλλὰ γνῶσιν φυσικήν, ἐπεὶ καὶ ἐκείνους φάσκων ἑωρακέναι <παρὰ τῷ>

<πατρὶ> αὐτῶν οὐκ ὄψει δήπουθεν ἑωρακέναι λέγει, ἀλλὰ τῇ ἐνοικούσῃ πονηρίᾳ

ταῖς τοῦ πονηροῦ βουλαῖς οἰκείους καθίστασθαι.

47

Jo 8,51—53

Προειρηκώς, ὅτι «ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει» νῦν φησι

δεικνὺς ἑαυτὸν κατὰ φύσιν ὄντα θεόν· οὗτος δὲ τηρεῖ τὴν θείαν ἐντολήν, ὁ

κατὰ μηδένα τρόπον ἁμαρτάνων καὶ παραβαίνων τὰς θείας πράξεις· οὗτος καὶ

ἀκούει τῶν θείων λόγων. <θάνατον> δέ φησιν ἐνταῦθα οὐ τὸν σαρκικόν, ὃν

ὑπομένουσι πάντες, ἀλλὰ <θάνατον> ὀνομάζει τὸν μέλλοντα, τὸ δι' αἰῶνος κο-

λάζεσθαι, ὅστις ἐστὶν ἡ γέεννα καὶ «ὁ σκώληξ»· καὶ γὰρ καὶ ζωή ἐστιν ἀκατά-

παυστος ἀπόλαυσις <εἰς τὸν αἰῶνα· αἰῶνα> γάρ φησι τὸν μέλλοντα. εἶτα εἰπὲ

οὖν ἡμῖν, φασίν, <μείζων εἶ> αὐτὸς <Ἀβραὰμ> καὶ τῶν προφητῶν ὁ μείζους

ἐκείνων ἑτέρους ποιεῖν ὑπισχνούμενος; <τίνα σεαυτὸν ποιεῖς> ὁ καὶ τῆς παρὰ

τοῦ θεοῦ φιλοτιμίας τὰ ἀμείνω δώσειν ἐπαγγελλόμενος;

48

Jo 8,56

Ζητητέον τίνα λέγει <ἡμέραν·> ἐπεὶ φῶς ἀληθινὸν καὶ «δικαιοσύνης ἥλιός»

ἐστιν ὁ σωτήρ, <ἡμέραν> κατασκευάζει, ἐὰν ἀνατείλῃ δι' ἀρετῆς καὶ <θείας>

γνώσεως. ἐπεὶ τοίνυν καὶ τῷ <Ἀβραὰμ> ὤφθη καταυγάσας αὐτὸν πίστει εἰς

δικαιοσύνην λελογισμένῃ, μετὰ χαρᾶς <ἠγαλλιάσατο> ἰδὼν τὴν νοητὴν τοῦ

κυρίου <ἡμέραν.> ἐντεῦθεν οἱ δύο θεοὺς λέγοντες τὸν κοσμοποιὸν καὶ τὸν πατέρα

Χριστοῦ ἐλέγχονται ἀσεβῶς φρονοῦντες· εἰ γὰρ ὁ <Ἀβραάμ,> ὅν φασιν ἑτέρου

θεοῦ εἶναι, τὸν σωτῆρα εἶδεν καὶ δι' αὐτοῦ τὸν πατέρα, ὁ ὀφθεὶς αὐτῷ θεὸς

ὁ κοσμοποιός ἐστιν, ὁ αὐτὸς τῷ πατρὶ Χριστοῦ.

49

Jo 9,2—3

Ἦν τις ἐν τοῖς πάλαι λόγος ἐξ ἁμαρτίας εἶναι τὰ κακὰ διὰ τὸ πεπεῖσθαι

περὶ θεοῦ ὡς οὐδενός ἐστιν αἴτιος κακοῦ, τὸ δὲ ἐπὶ γυμνασίᾳ πάσχειν καὶ πρὸς

αἴσθησιν τῆς τοῦ θεοῦ δυνάμεως ἐνεργούσης ὕστερον τοῦτο οὐ πάνυ πως ἐγι-

νώσκετο διὰ τὸ μᾶλλον ἀνταποδόσεις εἶναι ἀγαθὰς τοῖς δικαίοις τότε παρὰ

θεοῦ καὶ μὴ ὥσπερ νῦν παρατείνειν μακροτέρους τοὺς ἀγῶνας διὰ τὴν προκει-

μένην εἰς αἰῶνα ζωήν. ἐπεὶ δὲ <ἐκ γενετῆς ὁ τυφλός,> ζητεῖν παρίσταται

τοῖς μαθηταῖς· 〈καὶ〉 ὡς ἀδύνατον ὂν τὸ αὐτὸν ἁμαρτεῖν πρὶν γεννηθῆναι πα-

ρατιθέασι τὸ τῶν γονέων. καὶ γὰρ ᾔδεισαν ἐπὶ λύπῃ γονέων παθήματα περὶ

τοὺς παῖδας εἶναι. ὁ δὲ κύριος οὐχ ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι

φησίν, ἀλλ' ἕνεκα δόξης <θεοῦ> μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν

διὰ τῆς παραδόξως γενομένης ἀναβλέψεως.

50

Jo 9,7

<Ἡ τοῦ Σιλωὰμ> εἰς τὸ ἔργον συμπαράληψις ὃ <ἑρμηνεύεται ἀπεσταλ-

μένος> καθὰ καὶ ὁ εὐαγγελιστὴς οὐ μάτην ἐπεσημαίνετο, δηλοῖ τὴν τῆς δημι-

ουργοῦ δυνάμεως ἀποστολὴν εἰς τὴν τοῦ ἰδίου δημιουργήματος ἀνανέωσιν ἀπο-

καθαρτικὴν μὲν τῶν ἁμαρτιῶν γινομένην, οὗ σύμβολον τὸ ὕδωρ ἦν τὸ τῆς

κολυμβήθρας, διὰ δὲ τῆς τῶν ἁμαρτιῶν ἀποκαθάρσεως ὑγείαν ἐπανάγουσαν

καὶ εἰς ἀρτιότητα τὴν νενοσηκυῖαν καὶ πεπηρωμένην φύσιν.

51

Jo 9,10—17

Οὐχ ὡς μαθεῖν τι δεόμενοι παρὰ τοῦ τυφλοῦ τὴν ἐρώτησιν οὗτοι προσά-

γουσιν, ἀλλ' ὥσπερ ἐκδυσωποῦντες αὐτὸν δυσφημότερόν τι κατὰ τοῦ κυρίου

φθέγξασθαι διὰ τὴν δοκοῦσαν περὶ τὸ σάββατον ὀλιγωρίαν· ᾤοντο γὰρ ὑπὸ

πολλῶν ὄντων αὐτῶν ἑλκυσθήσεσθαι τὸν ἕνα καὶ ταῦτα πένητα καὶ εὐτελῆ καὶ

προσαίτην, μέγα δὲ ἡγοῦντο τὸν εὐεργετηθέντα παῦσαι τῆς εἰς αὐτὸν εὐφημίας

ὡς ἐκ τούτου καὶ κατακρύψαι δύνασθαι τὸ πραχθὲν μὴ μαρτυρούμενον ὑπ' αὐτοῦ

τοῦ ἰαθέντος. ἀλλ' οὐκ εἶξεν, ἅτε πείρᾳ τὸν κύριον ἐγνωκώς, ἀλλ' ὅσον ἐδύνατο

καταλαβεῖν εὐφήμως λέγει περὶ αὐτοῦ προφήτην εἶναι φάσκων καὶ τοῦτο

εἰκότως, ἐπείπερ οὐκ ἰδίᾳ δυνάμει πεποιηκότα αὐτὸν ἠπίστατο τῆς θεότητος τὴν

ἐξουσίαν ἀγνοῶν.

53

Jo 9,16

Τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς καὶ ἡ πρός τι διάθεσις εἰς τὸ

παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασιν δίκην καὶ σκοτῶσαι τὸν λογισμόν.

καὶ ὅτι μὲν ἐν σαββάτῳ τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ

«πηλὸν ἐποίησεν», κρίνουσιν, ἐξεπίτηδες τοῦ κυρίου κατὰ ταύτην τὴν ἡμέραν

ἐργαζομένου τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς «ὑπὸ τὰ στοιχεῖα» δουλείας,

ὡς ὁ ἀπόστολός φησιν, ἐλευθερώσῃ τοὺς ἀνθρώπους ἀνέτους ποιήσας ἀπὸ τῆς

σαββατικῆς δουλείας εἰς τὴν θεοῦ δουλείαν· τὸ γὰρ θεοῦ ἔργα κατὰ τὴν σαββα-

τικὴν ἀργίαν ἐργάζεσθαι θεῷ δουλεύειν ἦν ἀντὶ σαββάτου.

54

Jo 9,18—19

Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου παρὰ τῶν

γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι

αὐτοῖς ἀρνησαμένους, <ὅτι> ὁ γεγεννημένος <τυφλὸς> οὗτός ἐστιν ὁ νυνὶ βλέπων.

φησὶ δὲ αὐτοὺς ὁ εὐαγγελιστὴς μηδὲ πιστεύειν· οὐ γὰρ εἰσοικίζεται πίστις εἰς

ἐριστικὴν ψυχὴν καὶ εἰς θεοῦ δύναμιν παραταττομένην, ὥστε οὐκ ἀναίτιοι τῆς

ἀπιστίας, ἀλλὰ καὶ σφόδρα ὑπαίτιοι σκληρότητα κατασκευάσαντες ἐν ἑαυτοῖς,

δι' ἣν οὐχ ὑπεδέχοντο τὸ τῆς πίστεως ἀγαθόν. θορυβοῦσι δὲ <τοὺς γονεῖς>

ἐγκαλοῦντες, ὅτι τυφλὸν λέγοιεν γεγεννῆσθαι τὸν υἱὸν ἑαυτῶν· <πῶς> γάρ, φασίν,

βλέπειν υἱόν.

55

Jo 9,28—31

Ἐξ ὑπεροψίας τοῦτο ὑμεῖς φατε. ὃ λέγουσιν, τοιοῦτόν ἐστιν. <οἴδαμεν,

ὅτι ὁ θεὸς> διὰ Μωυσέως ἐνομοθέτησεν, τοῦτον δὲ οὐκ ἴσμεν 〈εἰ μὴ〉 ὡς

παραλύοντα τὸν νόμον· ἐν γὰρ σαββάτῳ τυφλὸν ἐθεράπευσεν· τούτῳ γὰρ τῷ

σκοπῷ λέγουσι μὴ εἰδέναι αὐτόν. τὸ δὲ <σὺ εἶ μαθητὴς ἐκείνου> ὡς ἐξευτελί-

ζοντες αὐτὸν εἰρήκασιν <ἐκείνου,> τὸ δὲ μὴ εἰδέναι λέγουσιν ὡς ἔχοντες περὶ

τῆς κατὰ σάρκα αὐτοῦ γεννήσεως ὑποψίαν μηδὲν περὶ τῆς ἀρρήτου αὐτοῦ

γεννήσεως δυνάμενοι ἐννοῆσαι. τί οὖν πρὸς τοῦτο ὁ τεθεραπευμένος; ἐκ τῶν

αὐτῶν λόγων δράττεται αὐτοὺς καὶ ἑαυτοῖς περιπίπτειν ποιεῖ. τοῦτο, φησίν,

<τὸ θαυμαστόν, ὅτι οὐκ οἴδατε πόθεν ἐστίν,> ὑπερβαῖνον τὴν ἀνθρωπίνην

κατάληψιν. εἶτα ἐπειδὴ αὐτὸς 〈οὐκ〉 ἄνωθεν εἴρηκεν, ἀλλ' εἰδώς, <ὅτι> οὐχ

ἁμαρτωλός ἐστιν, φησὶ γάρ, <ὅτι οἴδαμεν, ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ

ἀκούει.>

56

Jo 10, 1—6

Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς

οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ τῆς

παραβολῆς δηλῶσαι τὴν ἐπ' ἀγαθῷ γινομένην ἀναχώρησιν ἀπὸ τῆς νομικῆς

καὶ Ἰουδαϊκῆς ἀγωγῆς ἐπὶ τὴν ἐν πίστει καὶ παρὰ Χριστῷ τελείωσιν· <πρόβατα>

γὰρ τὰ καλῶς ὑπὸ τοῦ ποιμένος ἐξαγόμενα καὶ <τὴν φωνὴν> γνωρίζοντα <αὐτοῦ>

καὶ ἀκολουθοῦντα καθηγουμένῳ οἱ ἐκ τοῦ Ἰσραήλ εἰσιν ἄνθρωποι οἱ τὸν

ἐναπομένοντα τοῖς σωματικοῖς ἐπιτηδεύμασι λαὸν ἀφιέντες καὶ τῷ κυρίῳ συνα-

κολουθήσαντες ἐξιόντι τοῦ κόσμου, οἱ συνιέντες, ὅτι θεῖα ὄντως τὰ τοῦ Χριστοῦ

καὶ ἀπὸ μικρῶν ἐπὶ τὰ μείζω προάγει οὐκ ἐξ ἀγαθῶν εἰς κακά, ὅπερ οὐ ποι-

μένος, ἀλλὰ κλέπτου καὶ λῃστοῦ, τοῦτ' ἔστι πονηροῦ διδασκάλου καὶ πρὸς

ἀνομίαν ἀπὸ νόμου μετατιθέντος, ᾧ μὴ συνακολουθεῖν <τὰ πρόβατα> λέγων

διδάσκει μὴ ἕπεσθαι τοῖς παρανόμοις διδασκάλοις τοὺς ὑπηκόους θεοῦ τε καὶ

νόμου. λέγων <καὶ κατ' ὄνομα φωνεῖ τὰ ἴδια πρόβατα> ὁ ποιμὴν ἐκλογὴν

δηλοῖ τὴν τῶν ἐπιτηδείων κατὰ τὸ εἰρημένον ἐν προφήταις· «ὑμεῖς δὲ συναγάγετε

υἱοὺς Ἰσραὴλ κατὰ ἕνα καὶ ἕνα»· «οὐ γὰρ πάντων ἡ πίστις» οὐδὲ πάντες δύναν-

ται, ἐπειδὴ μηδὲ βούλονται τῶν συνήθων ἀποπηδῆσαι μελετημάτων καὶ τῆς

κοσμικῆς ἐλευθερωθῆναι προσπαθείας καὶ ἐπὶ τὴν θείαν μὲν ἄσκησιν ζῆν

καὶ ὑπερκόσμιον, πρὸς ἣν καὶ ὁ κύριος τοὺς ἑαυτοῦ καθοδηγεῖ μαθητὰς

<ἔμπροσθεν αὐτῶν> πορευόμενος. καιρὸς δὲ ὁ τῆς τοιαύτης παραβολῆς ἀναγ-

καιότατος ὁ παρὼν διδασκούσης περὶ τῶν ἐξιόντων ἀπὸ συναγωγῆς Ἰουδαίων,

ὅτι δὴ τὸν «ἐκ γενετῆς τυφλὸν» ἀναβλέψαντα διὰ τὴν περὶ Χριστοῦ μαρτυρίαν

ἐξέωσαν ἐκεῖνοι. τῷ δὲ ἦν οὐχ οὕτω κακόν, ἀλλὰ μέγιστον ἀγαθόν. διότι οὐ

συνῆκαν <αὐτοῦ τὴν φωνὴν> τὴν τῆς ἀναβλέψεως αἰτίαν. ὁ δὲ ἀνοίγων τῷ

ποιμένι <θυρωρὸς> καὶ τὴν εἴσοδον ἀνοίγων εὐπρεπῆ ὁ τοῦ Ἰσραὴλ ἐπιστάτης

ἐστὶν ἄγγελος ὁ τὴν τοῦ βασιλέως παρουσίαν ἀσμένως δεχόμενος καὶ τῇ μείζονι

παραδιδοὺς ἐπιστασίᾳ τοὺς οἰκονομηθέντας ὑφ' ἑαυτοῦ κατὰ τὸ μέτρον τῆς

οἰκετικῆς ἐπιτροπῆς· «ὑπ' οἰκονόμους» γάρ, φησίν, ἦμεν καὶ «ἐπιτρόπους».

57

Jo 10,6

<Παροιμίαν> δὲ δηλονότι νῦν τὴν παραβολὴν ἐκάλεσεν.

58

Jo 10,8—10

Εἰσῆλθεν ὁ κύριος διὰ νόμου πληρώσεως αὐτὸς ὢν τρόπον τινὰ καὶ ὁ

νόμος· ἐν γὰρ τῷ ζῶντι καὶ ἀληθινῷ λόγῳ καὶ ὁ νομικὸς περιέχεται. ἐξήγαγε

δὲ ἐπὶ νομῇ καὶ τροφῇ ζωοποιῷ τοὺς ἀκολουθήσαντας, ὅτι τῇ δυνάμει τοῦ

πνεύματος αὐτοὺς τρέφει τοῦ ζωοποιοῦ οὐκέτι δεομένους νομικῶν παραγγελ-

μάτων, ἀλλὰ τοῖς κατὰ λόγον δόγμασιν ἀγομένους· «τὸν νόμον» γάρ, φησίν,

«τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας»· καὶ νόμος μὲν ἐδόθη μὴ δυνάμενος

ζωοποιεῖν, <ζωὴν> δὲ ὁ Χριστοῦ δίδωσι λόγος ἐπὶ τὰ αἰώνια 〈ἀπὸ〉 τῶν προσ-

καίρων καλῶν καὶ οὐ <ζωὴν> μόνον, ἀλλὰ καὶ τὴν ἐν ζωῇ βασιλείαν ἐπιχωρηγῶν,

ὅπερ ἐστὶ τὸ <περισσόν.> τίνες οὖν ἂν εἶεν <οἱ κλέπται καὶ λῃσταὶ> οἱ <πρὸ>

τοῦ κυρίου παραγενόμενοι καὶ οὐκ ἀκουσθέντες ὑπὸ τῶν προβάτων; τίνες δὲ

ἄλλοι ἢ οἱ νόμον διδάξαντες ἀπέστησαν διὰ τῆς ἐπὶ τὸν ἐθνικὸν βίον μετα-

θέσεως, οἱ πρὸς ἀλλοτρίωσιν ἐνάγοντες θεοῦ καὶ τὸν διὰ τῆς ἀλλοτριώσεως

ὄλεθρον ἐπιφέροντες. ἀναγκαιότατα τοίνυν ὁ κύριος διαφορὰν ἐπιδείκνυσι πρὸς

ἑαυτὸν τῶν ἀπὸ τοῦ νόμου μετατιθέντων, ὅπερ φυλάσσων καὶ ὁ ἀπόστολος

ἐπισημαίνεται λέγων· «ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω»,

τοῦτ' ἔστιν οὐ δι' ἀνομίας ἐχωρίσθη νόμος, ἵνα εἰς θάνατον κατενεχθῶ, ἀλλὰ

διὰ τῆς ὄντως νομίμου καὶ θείας πολιτείας, ἣ πρὸς τὴν αἰώνιον ἄγει <ζωήν·>

ἐπειδὴ γὰρ ψευδεῖς καὶ οὐκ ἀγαθοὶ ποιμένες ἐφεστήκασιν οἱ μισθοῦ τῆς ἐφη-

μερίας ἡδονῆς ποιμένες, οἷς οὐκ ἔμελεν τῶν προβάτων, ἀλλὰ τὴν ἰδίαν ἐθήρευον

ἡδονὴν ἐπὶ ταύτην φεύγοντες ἐπιόντος τοῦ λύκου τοῖς προβάτοις, τοῦτ' ἔστι

τοῦ ὀλέθρου τοῦ τῇ κακίᾳ συνακολουθοῦντος, ὁ κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας

ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ

δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρόβατα παρέντες ἔβοσκον «ἑαυτοὺς»

ὡς Ἰεζεκιήλ φησιν καὶ «οὐ τὰ πρόβατα». διὸ καὶ ἔλεγεν ὁ θεός· «ἐγὼ ποιμανῶ

τὰ πρόβατα» καὶ πεπλήρωκε τοῦτο διὰ τοῦ κυρίου ποιμαίνοντος.

60

Jo 10,14—15

Εἰπὼν ὅτι καὶ τὰ πρόβατα αὐτὸν ἐπιγινώσκει καὶ τούτῳ τὴν ὁμοίωσιν

ἀποδέδωκε τοσαύτην εἶναι λέγων τοῖς προβάτοις τὴν πρὸς αὐτὸν γνῶσιν οἵαν

αὐτῷ τὴν πρὸς <τὸν πατέρα.> αὕτη δέ ἐστιν ἐν μὲν τοῖς ἀνθρώποις ἡ κατ' ἀρετὴν

ἐπίγνωσις τοῦ κυρίου, ἐν τῷ κυρίῳ δὲ ἡ κατὰ φύσιν γνῶσις τοῦ πατρός· μιμεῖται

γὰρ τὸ φύσει ἀγαθὸν ἡ κατ' ἀρετὴν ὁμοιότης. γινώσκων δὲ τὰ ἴδια καὶ κήδεσθαί

φησιν αὐτῶν τῷ <καὶ τὴν ψυχὴν ὑπὲρ> ἐκείνων θεῖναι.

61

Jo 10, 28—33

Θάνατος ἥρπαζεν τοὺς ἔτι κατὰ νόμον ἀγομένους οὐκ ἔχοντας ἐν τῷ νόμῳ

τὴν τελείωσιν οὐδὲ δυναμένους ἐν τῇ οἰκίᾳ μένειν <εἰς τὸν αἰῶνα> ὡς δούλους,

καθάπερ εἴρηται, καὶ μήπω τετυχηκότας υἱοθεσίας. οὐκέτι δὲ θάνατος ἁρπάζει

τοὺς ἐν Χριστῷ ἠλευθερωμένους· χάρις γὰρ ἤδη τοὺς τοιούτους ἀεὶ παρὰ θεῷ

φυλάσσει καὶ θεοῦ δύναμις ἐκ θανάτου ῥύεται. οὕτω δὲ ἡμᾶς καὶ ὁ κύριος

κτᾶται οὐχ ὡς ἐκτὸς τῆς δημιουργικῆς αὐτοῦ δυνάμεως ὄντας, ἐπειδὴ καὶ

«ἦλθεν εἰς τὰ ἴδια» καὶ φυσικῶς ἴδια πάντα αὐτοῦ, ἀλλ' ὡς ἐκτὸς τῆς ἁγιότητος

αὐτοῦ πεπτωκότας διὰ τὴν ἁμαρτίαν, οἰκειουμένους δὲ αὐτῷ διὰ τὴν παρου-

σίαν· καὶ βασιλείαν γὰρ κατὰ σάρκα κτησάμενος τὴν ἐπὶ τοῖς ἐκπεσοῦσιν αὐτὸς

καὶ οὐχ ἕτερός ἐστιν ὁ ἐξ ἀρχῆς καὶ φύσει βασιλεύς, δι' οὗ βασιλεύει πατήρ.

διὰ τοῦτό φησι τὰ διδόμενα αὐτῷ καὶ βασιλευόμενα ὑπ' αὐτοῦ βασιλεύεσθαι

ὑπὸ τοῦ πατρός. <ἐβάστασαν οὖν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν

αὐτὸν> τιμωρίαν ἐπάγοντες τῷ καὶ ἐξ ἀρχῆς ταύτην ὁρίσαντι κατὰ τῶν ἀσεβούν-

των καὶ μόνῳ ταύτης ἐξελέσθαι διὰ φιλανθρωπίας δυναμένῳ τοὺς τὴν χάριν

αὐτοῦ τὴν νῦν ὑποτρέχοντας. ἐπὶ τούτοις ἀτάραχος ὁ κύριος ἅτε δὴ ἔχων αὐτὸς

ἐξουσίαν τοῦ παθεῖν οὐκ ἄλλως δυνάμενος, εἰ μὴ αὐτὸς βούλοιτο. καὶ πυνθάνεται

<διὰ ποῖον ἔργον> ὧν ἔδειξεν αὐτοῖς <ἐκ τοῦ πατρὸς> λιθάζουσιν αὐτόν. <καλὰ>

δὲ αὐτά φησι δεικνύς, ὅτι τὰ παρ' αὐτοῦ τεράστια διὰ τὸ καλὸν ἅπαντα γίνεται

καὶ οὐδὲν ἕνεκεν θαύματος μόνου· οὐ γὰρ ἐκπλήξων, ἀλλ' εὐεργετήσων παρῆν.

<ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι> διὰ τῆς σοφῆς ἐρωτήσεως ὀρθῶς ὁμο-

λογοῦντες· οὐ γὰρ ἔσχον εἰπεῖν, ὅτι οὐχ ἑωράκασιν <ἔργα καλά,> ἀλλὰ τὴν

τῶν λόγων συκοφαντοῦσιν ἀλήθειαν, οἷς πιστεύειν μᾶλλον ἐχρῆν διὰ τὴν τῶν

καλῶν ἔργων ἐπίδειξιν.

62

Jo 10, 39

Ἵνα μὴ ἐκφανῆ σφόδρα τὴν θεότητα καταστήσῃ συνὼν ἐπὶ πλέον τοῖς

κατέχειν ἐπειγομένοις καὶ μὴ κατεχόμενος καὶ τῆς ἀνθρωπίνης τάξεως παραχα-

ράξῃ τὸν ῥυθμόν.

64

Jo 11, 7—11

Οὐκ εὐθέως ἐμφανίζει, ὅτι ἐπὶ τοῦτο ἔρχεται· ἀκόμπαστα γὰρ παρ' αὐτῷ

πάντα καὶ πόρρω παντὸς ὄγκου πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν ἐπιτελούμενα.

<ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας;> διδάσκει δὲ

ὁ κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πάθους οὐκ ἂν ὑπὸ Ἰουδαίων τι πάθῃ. διδάσκει

δὲ διὰ παραβολῆς ἡμέραν μὲν καιρὸν ὀνομάζων τὸν πρὸ τοῦ πάθους, τὸν δὲ

τοῦ πάθους νύκτα φησίν, ὅτι ἄνθρωπος μὲν <ἐν ἡμέρᾳ> βαδίζων <οὐ προσκόπτει>

μέχριπερ ἂν αἱ δώδεκα τῆς ἡμέρας ὥραι πληρωθῆναι. εἰ δὲ <ἐν νυκτὶ> βαδίζοι,

<προσκόπτει.> αἴτιον δὲ τοῦ <ἐν ἡμέρᾳ> μὴ προσπταίειν τοῦτο <τὸ φῶς> εἶναί

φησιν, τοῦ δὲ <ἐν νυκτὶ> προσπταίειν τὴν τοῦ φωτὸς ἀπουσίαν. ἐκ τούτων

δηλῶν, ὅτι κατὰ τὴν ἄνωθεν βουλήν ἐστιν τὸ μὴ παθεῖν ἢ παθεῖν αὐτόν,

κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἢ ἀπουσίαν τὸ βλέπειν ἢ μὴ βλέπειν τοὺς

ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ

πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβή-

σεται. τὸ μὲν οὖν μὴ φοβεῖσθαι τὰς ἐξ Ἰουδαίων ἐπιβουλὰς διὰ τῶν τοιούτων

αὐτοὺς διδάσκει, ὥσπερ εἴ τις ἔλεγεν· μὴ φοβεῖσθε τὰ ἐν γῇ κείμενα προσ-

κόμματα φωτὸς ἐξ οὐρανοῦ οὐ λάμποντος μηδὲ ἐξ ἀνθρώπων τι προσδοκᾶτε

πείσεσθαι τῆς θείας βουλῆς οὐκ ἐπιτρεπούσης. ἵνα δὲ μὴ θαυμάζοιεν, ὡς ἄρτι

μὲν ἀνεχώρησεν, πάλιν δὲ ἐπὶ τοὺς αὐτοὺς ἐπείγεται τόπους, ἀναγκαίως αὐτοῖς

τὴν κατὰ τὸν Λάζαρον ὑπόθεσιν ἐξηγεῖται.

67

Jo 11, 20

<Ἐκαθέζετο ἐν τῷ οἴκῳ Μαρία,> δηλονότι οὐκ ἐγνωκυῖα· δραστήριος

γὰρ ἡ <Μάρθα> καὶ περὶ τῆς τραπέζης ὀξυκίνητος, σοφὴ δὲ ἡ Μαρία καὶ περὶ

τὴν πίστιν βεβαιοτέρα.

69

Jo 11, 21

Ὅτι γὰρ <οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς> αὐτῆς παρόντος τοῦ κυρίου,

λέγει πιστῶς ἀπὸ τῆς πείρας· καὶ τό γε μὴ παντελῶς ἀπελπίσαι τὴν ἀνάστασιν

τοῦ κειμένου τετάρτην ἤδη τότε οὖσαν ἡμέραν πίστεως καὶ τοῦτο ἐχόμενον.

οὐκ ὀχυρῶς δὲ τὸ τοιοῦτο πιστευούσῃ μικρὸν ὕστερον φαίνεται· ἔτι γὰρ ὡς

ἀνθρώπῳ θαυμαστῷ τινι καὶ δι' ἀρετὴν πολλὰ δυναμένῳ διελέγετο, τὴν δὲ

τελείαν περὶ αὐτοῦ γνῶσιν ὡς θεοῦ λόγου οὔπω ἦν μαθοῦσα, ἀλλ' ἠγνόει τέως.

71

Jo 11, 33

Τοῦτ' ἔστιν ἐν <πνεύματι> καὶ ὑπὸ πνεύματος κινούμενος χρησίμως <ἐτά-

ραξεν ἑαυτόν,> ὡσεί τις γενναῖος ἀριστεὺς τοὺς πολεμίους ἰδὼν ἑαυτὸν παρώ-

ξυνε κατὰ τῶν ἀντιπάλων.

73

Jo 11, 35

Οὐκ ἀπαναίνεται τὴν πρὸς ἀνθρώπους ὁμοίωσιν οὐδὲ ἐνδείκνυται πανταχοῦ

τὸ ὑπὲρ ἄνθρωπον, συμπάθειαν δὲ τὴν πρὸς τοὺς πενθοῦντας φιλανθρωποτάτην

ἐπεδείξατο τῷ δακρύῳ. τοῦτο τοῦ κυρίου τὸ δάκρυον ζωῆς ἀνθρώποις ὑπό-

θεσις. οὗτος ὁ τοῦ σωτῆρος ἔλεος ἐξανίστησι τοὺς κειμένους. διὰ τοῦτο εἰς

σῶμα κατῆλθεν ὁ λόγος, ἵν' ἀνθρώπους ἐπιδακρύσῃ κειμένους καὶ τὴν ἀσώ-

ματον θεότητα πρὸς ζωοποίησιν ἀνθρώπων ἐπαναγάγηται. «ἔχομεν γὰρ ἀρ-

χιερέα δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν».

74

Jo 11, 41—42

Τὸ μὲν ἱερατικὸν τοῦ κυρίου καὶ προσευχὰς ὑπὲρ ἀνθρώπων προσφέρει,

ἡ δὲ υἱοῦ πρὸς πατέρα συνάφεια συμφωνίαν ἔχει πρὸς τὰς βουλήσεις αὐτοῦ

τὰς ὑπὲρ ἀνθρώπων καὶ οὕτω θεοῦ πρὸς ἀνθρώπους εὐμένεια πέφηνεν μεταξὺ

γενομένης τῆς τοῦ Χριστοῦ συμπαθείας πρὸς τοὺς ὁμογενεῖς ἀνθρώπους. τὴν

συνδρομὴν τοῦ πατρῴου βουλήματος πρὸς τὸ ἴδιον τὴν ἐπὶ ζωῇ Λαζάρου

γεγενημένην ἐπακοὴν πατρὸς λέγει καὶ εὐχαριστεῖ περὶ ταύτης. καὶ τοσαύτην

ἐπιδείκνυσι τὴν ὀξύτητα τῆς τοῦ πατρὸς συγκαταθέσεως πρὸς τὴν αἴτησιν

αὐτοῦ, ὥστε καὶ πρὶν αἰτῆσαι καὶ φθέγξασθαι τὸ ῥῆμα τῆς δεήσεώς μου,

<ἤκουσάς μου,> φησίν, καὶ οὐχ ὡς θαυμαστόν τι τοῦτο καὶ παράδοξον τὸ

ἀκούειν υἱοῦ πατέρα οὐδ' ὡς ἐγχωροῦν καὶ ἑτέρως γενέσθαι· <ᾔδειν> γάρ,

φησίν, <ὅτι πάντοτέ μου ἀκούεις·> οὐδὲν γὰρ τὸ μεταξὺ διεῖργον οὐδὲ διώ-

ρισται τὰ βουλήματα, ἀλλ' ὅπερ ἐστὶν υἱοῦ θέλημα, τοῦτο ἐκ πατρὸς ὥρμηται

καὶ ἡ πατρὸς ἄρρητος βούλησίς ἐστι μετὰ τοῦ υἱοῦ. διὰ τί δέ φησιν τὴν εὐχα-

ριστίαν πεποίημαι, ἣν εἰκὸς ἦν ποιεῖσθαι τὸν ἐκ παραδόξου καὶ κατ' ἀγαθότητα

μᾶλλον εὐεργετούμενον;

75

Jo 11, 43—44

Τὸ δὲ καὶ ὀνομαστὶ κληθῆναι τὸν κείμενον φιλίας ἦν σύμβολον· τὸν μὲν

γὰρ νεανίαν, ὃν ἤγειρεν, νεανίσκον ἐκάλει λέγων· «νεανίσκε, σοὶ λέγω, ἐγέρ-

θητι» καὶ τὴν κόρην ὡσαύτως «ταλιθὰ κούμ», τὸν δὲ φίλον καὶ συνήθη φιλι-

κώτερον ἐκ τοῦ ὀνόματος προσκαλεῖ, ἵνα σημεῖον ᾖ τῆς τῶν φίλων ἀναστάσεως

καλουμένων ὑπὸ τοῦ κυρίου, οὓς ὁ ἀπόστολός φησιν ἐν κυρίῳ νεκρούς, οὓς

καταβαίνων εἰς ἀπάντησιν αὐτοῦ προσκαλέσεται. σύμφωνον δὲ τὸ <δεῦρο ἔξω>

πρὸς τὸ εἰρημένον ὑπ' αὐτοῦ, ὅτι «ἐκπορεύσονται οἱ νεκροὶ τῆς φωνῆς» ἀκού-

σαντες «τοῦ υἱοῦ τοῦ θεοῦ». καὶ αὕτη δὲ ἡ ἀπὸ τοῦ μνημείου ἔξοδος φρικω-

δεστέρα τυγχάνει τοῦ κατὰ τὴν ἀνάστασιν θαύματος. ἀναντιρρήτως καὶ αὐτοῖς

ἀγνώμοσιν τὴν τοῦ εὐεργέτου παρέστησεν ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων

<ἐξῆλθεν·> ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι

ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφίσματα.

διά τοι τοῦτο καὶ αὐτοῖς ἐπιτρέπει λῦσαι τὸν ἀναστάντα ἐκ νεκρῶν, ὅπως

ταῖς ἰδίαις χερσὶ τὰ δεσμὰ περιελόντες καὶ τῆς κηδείας αὐτὸν ἐλευθερώσαντες

μάρτυρες τοῦ γεγονότος πρὸς τοὺς ἀπόντας καταστῶσιν. διὰ τί δὲ εὔχεται,

μᾶλλον δὲ εὐχῆς σχῆμα ἀναλαμβάνει; ἵνα μὴ ἀντίθεον αὐτὸν εἶναι νομίσωμεν.

τὸ δὲ <λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν,> ἵνα μὴ ἐπαγόμενος δόξῃ κομπάζειν.

76

Jo 11, 51

Οὐχ ὡς κατὰ πνεῦμα προφητείας ὑπὸ τοῦ Καιάφα ἐρρήθη· οὐ γὰρ τὸ

πνεῦμα τὸ προφητικὸν ἐπιβουλὴν συνέστησε κατὰ τοῦ Χριστοῦ, ἀλλὰ κατά τινα

συντυχίαν τῷ ἀληθεῖ καὶ τῷ γενησομένῳ πράγματι σύνδρομον συνεχωρήθη

αὐτῷ τῆς τοιαύτης ἐπινοίας ἐπιψαῦσαι, καθ' ὅτι ἦν <ἀρχιερεύς,> ἵνα προΐδῃ

διὰ τοῦ στόματος αὐτοῦ τὸ κεκρυμμένον τοῖς ἀνθρώποις ἕως τότε καὶ ἀγνο-

ούμενον.

77

Jo 12, 3

Ἐκκλησίας τύπον ἡ <Μαρία> ἐπιτελεῖ, ἐκκλησίας τῆς ἐξ ἐθνῶν ἐλευθερω-

θείσης ἀπὸ δαιμόνων ὡς ἀπὸ ταύτης «ἑπτὰ δαιμόνια ἐξεληλύθει», προσφερούσης

εὐωδίαν τὴν πίστιν τῷ τοῦ Χριστοῦ θανάτῳ καὶ ἀναμασσομένης παρὰ Χριστοῦ

δύναμιν εἰς τὴν ἑαυτῆς κεφαλὴν διὰ τῆς περὶ αὐτὸν σπουδῆς τε καὶ ἀγάπης

θεραπευτικῆς, πληρούσης τε τὸν κόσμον ἅπαντα τῆς εὐωδίας, ὡς καὶ Παῦλός

φησιν· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ.»

78

Jo 12, 4—6

Τὸν οἶκτον τῶν πενήτων πρόσχημα τῆς ἑαυτοῦ πλεονεξίας ποιούμενος

οὐδὲ ὡς πιστότερος τῶν ἄλλων τὴν διακονίαν ταύτην ἀνεδέδεκτο, ἀλλ' ὡς

ἐλάττων· τὸ γὰρ περὶ χρημάτων διακονικὸν ἔλαττον τῆς ἐν λόγῳ διακονίας ὡς

καὶ οἱ δώδεκα ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἐδήλωσαν.

79

Jo 12, 13—15

Φοίνιξιν αὐτοῦ τὴν εἴσοδον δορυφοροῦντες καὶ βασιλέα <τοῦ Ἰσραὴλ>

ἐρχόμενον εὐφημοῦντες, τοῦτ' ἔστι Χριστὸν τὸν ἐπηγγελμένον μετὰ προφανε-

στάτης τιμῆς <εἰς τὴν> πόλιν εἰσήγαγον. ὁ δὲ καὶ τοσαύτης αὐτῷ παρὰ τοῦ

δήμου γενομένης τιμῆς εἰς τὸ μετριώτατον σχηματίζεται πληρῶν ἅμα καὶ τὸ

σύμβολον τὸ κατὰ τὴν προφητείαν προδεδηλωμένον. αὐτόθεν δὲ ἔχει τὸ μέτριον

καὶ εὐτελὲς ἡ 〈ἐπὶ〉 τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον

τοῦ μήπω καθαροῦ τότε λαοῦ τοῦ μέλλοντος προσδέξασθαι τὴν ἐπίβασιν τοῦ

κυρίου. ὄνος δὲ οὐ καθαρὸς κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας

τῇ μὲν <Σιὼν> εὐαγγελιζόμενος τὸν βασιλέα πάντων ἀπαλλάττοντα φόβων καὶ

λυτρούμενον αὐτὴν ἐξ ἐχθρῶν δυναστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν

ἡγούμενον καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος ἦν, ἐφ' οὗ καθεζόμενος

εἴσεισιν.

80

Jo 12, 17—19

Ἀναγκαίως ἄρα καὶ τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ κύριος

ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονότι τιμηθείη μὲν ἐπιφανέ-

στερον ὑπὸ τοῦ πλήθους, τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι

βουλεύσαιντο κατ' αὐτοῦ καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται.

81

Jo 12, 19

Ὁρῶσιν, ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χριστόν, μάτην

ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι τοὺς λοιπούς, τὰ μὲν δια-

λεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες. πάντα οὖν ἀνωφελῆ φασιν εἶναι, εἰ μὴ πρὸς

ἀναίρεσιν αὐτοῦ τράποιντο.

82

Jo 12, 25—26

Ἄνωθεν μὲν καταγομένην ἐκ πατρὸς ἐπιδείκνυσι τὴν τιμὴν ὡς πρὸς τὸ

ἀνθρώπινον τὸ ἑαυτοῦ τὸ κάτω καὶ ἐναργῶς φαινόμενον καὶ καθηγούμενον

ἀνθρώποις ἐπὶ <ζωὴν αἰώνιον> καὶ ἀθάνατον, οὐ μὴν ἑτέρως παριστὰς ἡμῖν

ἐρχομένην τὴν δωρεὰν τῆς ζωῆς ἢ δι' αὐτοῦ καθ' ὅσον οὐράνιός ἐστι δύναμις,

ἐπεὶ καὶ προεῖπεν αὐτὸς τὴν <αἰώνιον ζωὴν> δώσειν τοῖς ἀκολουθοῦσι προ-

βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν <ζωήν.>

83

Jo 12,27—28

Ἐνταῦθα πολὺ τὸ ἀνθρώπινον δείκνυται καὶ τὴν φύσιν μὴ βουλομένην

ἀποθανεῖν δεικνύς, ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. ἵνα γὰρ μὴ εἴπωσί

τινες, ὅτι εὐκόλως παρῄνει θανάτου καταφρονεῖν αὐτὸς ἔξω κινδύνων ὢν δείκνυ-

σιν, ὅτι καὶ αὐτὸς ἀγωνιῶν ταῦτα ἔλεγεν οἰκονομικῶς ὡς ἄνθρωπος ταραχθεὶς

καὶ ζητῶν ἀπαλλαγῆναι, εἰ μὴ ἦν χρήσιμον. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. κἂν

ταράττωμαι νῦν δεδιὼς τὸν θάνατον, οὐ λέγω ὥστε φυγεῖν αὐτόν· δεῖ γὰρ

φέρειν τὸ ἐπιόν· οὐ γὰρ λέγω ἀπάλλαξόν <με ἐκ τῆς ὥρας ταύτης,> ἀλλὰ

<δόξασόν σου τὸ ὄνομα,> τοῦτ' ἔστιν ἄγε νῦν ἐπὶ τὸν σταυρόν. ταῦτα δέ

φησιν εἰς ἀνδρείας ὑπογραμμὸν παρεισάγων ἡμᾶς.

84

Jo 12,28—30

Διάλεξις μὲν ἐν…

τὸ…

The complete text is available when the reading interface loads.