The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam ad Romanos

Edition reference
Fragmenta in epistulam ad Romanos (in catenis), ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933: 57–82.
CTS identifier
urn:cts:greekLit:tlg2074.tlg039.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

59

{Röm 1,18}

Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες

δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις

τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι

τὰ δημιουργήματα ἐθεοποίησαν, <ἐν ἀδικίᾳ κατέσχον τοῦ θεοῦ

τὴν ἀλήθειαν,> ἀφ' ὧν δεῖ γνῶναι τὸν θεὸν πλανηθέντες.

{Röm 1,19}

Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθί φησιν· <ἀφθάρτῳ

ἀοράτῳ μόνῳ> σοφῷ <θεῷ,> ἀλλ' αἱ ταύτης ἐνέργειαι ἀόρατοι

οὖσαι φύσει καὶ μηδενὶ μηδέποτε γινόμεναι καταφανεῖς, ἀλλὰ διὰ τῆς

κτίσεως ἐνδεικνύμεναι.

{Röm 1,21}

Μάταιος ἄρα τοῦ μὴ ὄντος ὡς ὄντος φαντασία, μηδενὸς ὄντος

περὶ τὸν θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς

οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν

ἐπεισήγαγον.

{Röm 1,32}

Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ θεοῦ καὶ τὸ ὑπαίτιον τοῦ ἀνθρώ-

που, καὶ τὸ δίκαιον τῆς ἐπιφερομένης κρίσεως. ταῦτα γὰρ δρῶσιν, οὐκ

ἀγνοοῦντες ὅτι παρὰ θεῷ κριτῇ κολάσεώς ἐστιν ἄξια· δῆλοι γάρ εἰσιν

οὐκ ἀγνοοῦντες τὸ τοιοῦτον ἐπειδὰν κρίνωσιν, καὶ θανάτῳ τοὺς τὰ

τοιαῦτα ποιοῦντας μετέρχονται. ὅταν οὖν καὶ οἱ φαῦλοι τὴν τοῦ

καλοῦ γνῶσιν ἔχοντες φαίνωνται, καὶ χρώμενοί γε αὐτῇ, ἐπειδὰν μὴ

ταῖς ἡδοναῖς παρατρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ θεοῦ ὅτι

καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεωρήσας φησίν, ὅτι <ἐποίησεν

ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ· καὶ αὐτοὶ ἐζήτησαν

λογισμοὺς πολλούς.> τῶν δὲ ἀνθρώπων οἱ μὲν ἀρχηγοὶ πρὸς

τὸ κακόν, οἱ δὲ ἀκολουθηταὶ τοῦ κακοῦ, ἀμφότεροι δὲ πονηροί, καὶ ὁ

κατάρξας καὶ ὁ συνδραμών. τοῦ δὲ <ποιεῖν τὸ συνευδοκεῖν>

60

χεῖρον τίθησι κατὰ τὸ λεγόμενον· <εἰ ἐθεώρεις κλέπτην,

συνέτρεχες αὐτῷ.> ὁ μὲν γὰρ <ποιῶν,> μεθύων τῷ πάθει,

ἡττᾶται τῆς πράξεως, ὁ δὲ <συνευδοκῶν,> ἐκτὸς ὢν τοῦ πάθους,

πονηρίᾳ χρώμενος, συντρέχει τῷ κακῷ. τὸ οὖν <οὐ μόνον, ἀλλὰ

καὶ συνευδοκοῦσιν,> ἐπιτάσεώς ἐστιν, τούτους μέντοι αἰτιᾶται

ὡς ἑκάτερα ποιοῦντας.

{Röm 2,1}

Περὶ θεοῦ διαλεγόμενος, <ἀποδώσει,> φησί, <κατὰ τὰ ἔργα

αὐτοῦ,> κατὰ τὸ εἰρημένον τῷ ψαλμωδῷ· ὁ δὲ σωτὴρ περὶ αὐτοῦ

τοῦτο λέγει φάσκων· <τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν

πρᾶξιν αὐτοῦ.> ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι θεοῦ, τοῦτο

υἱοῦ φαίνηται ὄν, κοινωνία τῆς φύσεως δείκνυται καὶ ἀληθὴς υἱότης.

{Röm 2,10}

Καλῶς δὲ πάλιν ἐνταῦθα <Ἰουδαίῳ τε πρῶτόν> φησι, δευ-

τέρως δὲ <Ἕλληνι·> οἱ γὰρ πλησιέστερον τοῦ δεσπότου καὶ τῶν ἐπι-

τιμήσεων ὑπὲρ τοὺς ἄλλους τιμῶνται καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους

ἀπολαύουσιν.

{Röm 2,13}

Δικαίωσιν δὲ οὐ τὴν τελείαν τὴν κατὰ Χριστόν· περὶ γὰρ ἐκείνης,

ὅταν φησίν· <ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα

σάρξ.>

{Röm 2,14}

Εἰ καὶ τῆς ἀκροάσεως τῆς τοῦ νόμου, φησίν, ἀπολέλειπται τὰ

ἔθνη, ἀλλ' ἐὰν κατὰ τὸν φυσικὸν νοῦν ἐπιτελῇ τὰ τοῦ νόμου βουλήματα,

νόμον ἔχει τὴν φύσιν.

{Röm 2,16}

Ἄνθρωποι γὰρ τῶν φανερῶν κάθηνται δικασταὶ μόνων, κρίσιν δὲ

τῶν ἀποκεκρυμμένων ὡς θεὸς ποιεῖται· <ἄνθρωπος> γάρ, φησίν,

<ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς καρδίαν·> ὥστε

Χριστοῦ κρίνοντος θεὸν εἶναι τὸν κριτήν.

61

{Röm 3,3}

Ὁμολογείσθω, φησί, τὸ τοῦ θεοῦ βέβαιον καὶ ἀληθὲς πανταχοῦ,

ἄνθρωποι δὲ ἀβέβαιοι καὶ ψευδεῖς ἐλεγχέσθωσαν, ἵνα νικᾷ ταῖς

εὐεργεσίαις ὁ θεὸς ὑπὲρ τὴν ἀξίαν τῶν ἀνθρώπων τὰ παρ' ἑαυτοῦ

χαριζόμενος. καὶ ἐπειδὰν κρίνηται πρὸς πᾶσαν σάρκα κατὰ τὸ

γεγραμμένον ἀναμφισβήτητον, ** ἢ τὰ πάντα μὲν αὐτὸν παρεσχηκέναι

κατὰ τὴν ἀγαθότητα τὴν ἑαυτοῦ καὶ ὑπὲρ τὴν ἀνθρώπων ἀξίαν, τοὺς δὲ

ἀνθρώπους μὴ παρεσχηκέναι αὐτῷ τὰ μὴ προσήκοντα.

{Röm 3,21}

Οὐ κατ' ἐναντίωσιν τὴν πρὸς νόμον, ἀλλὰ κατὰ προσθήκην ἀγαθοῦ

καὶ δωρεὰν θεοῦ, ἵνα μηκέτι ἐν ἀνθρωπίνῃ δικαιοσύνῃ κρινώμεθα τῇ

πάντως ἐξελεγχομένῃ, ἀλλὰ τῇ παρὰ θεοῦ δικαιοσύνῃ τελειωθῶμεν·

αὕτη δέ ἐστιν ἡ διὰ τῆς Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς

πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

{Röm 4,1—2}

Τύπῳ τῷ κατὰ τὸν Ἀβραὰμ ἐπιδείκνυσι τὴν πίστιν οὐ τοῖς ἐν

νόμῳ καὶ περιτομῇ διδομένην μόνοις εἰς δικαίωσιν ἀλλὰ καὶ τοῖς ἐν

ἀκροβυστίᾳ· δεδικαίωται μὲν γὰρ καὶ Ἀβραὰμ οὐκ <ἐξ ἔργων> —οὐδὲ

γὰρ ἦν τὸ <καύχημα> αὐτοῦ λαμπρόν, ἀτελὲς ὂν καὶ παρὰ θεῷ μὴ

δυνάμενον φαίνεσθαι, παρ' ᾧ δικαιοσύνη χωλεύουσα καύχησιν ἔχειν οὐ

δύναται—ἀλλ' ἐκ πίστεως ἡ δικαίωσις τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.

<πατέρα> δὲ <κατὰ σάρκα> αὐτὸν λέγει τῶν Ἰσραηλιτῶν τῶν κατὰ

πνεῦμα θεοῦ γενομένων υἱῶν· οἷς ἐξομοιωθεὶς Χριστὸς ἐν τῇ κατὰ

σάρκα γενέσει ἐξωμοίωσεν αὐτοὺς πρὸς ἑαυτὸν διὰ τῆς ἐν πνεύματι

κατὰ χάριν γεννήσεως.

{Röm 4,13}

Οὐ νόμον ὁρίσας τὴν ἐπαγγελίαν ὁ θεὸς ἔδωκεν τῷ Ἀβραὰμ καὶ

τῷ σπέρματι αὐτοῦ, ἀλλὰ πίστει δικαιώσας αὐτόν. ἡ δὲ δοθεῖσα τῷ

Ἀβραὰμ ἐπαγγελία ἦν, ὡς παρὰ τοῦ Μωϋσέως μεμαθήκαμεν, ἡ

λέγουσα· <σοὶ δώσω καὶ τῷ σπέρματί σου πᾶσαν τὴν

γῆν ταύτην.> δι' ὃ καὶ κόσμον κληρονομίας εἶναι τὴν ἐπαγγελίαν ὁ

ἀπόστολος λέγει, γῆς οὖσαν ἐπαγγελίαν. ἐν δὲ τῇ πρὸς Κορινθίους εἰς

ἡμᾶς τοὺς τοῦ Ἀβραὰμ κατὰ πνεῦμα διαδόχους ἀναφέρων, <πάντα

62

ἡμῶν,> φησίν, <εἴτε κόσμος εἴτε ἐνεστῶτα εἴτε μέλ-

λοντα.> καὶ δῆλον τοῖς τὰ Μωϋσέως ἀναγινώσκουσιν, ὅτι οὐ νόμου

προστάγματα λαβὼν ὁ Ἀβραὰμ ἐπὶ τούτοις ἔσχε τὴν τοιαύτην ἐπαγ-

γελίαν· ὁ δέ γε Παῦλος ἐν τοῖς προκειμένοις καὶ τὴν αἰτίαν ἀποδίδωσι

δι' ἣν οὐκ ἐπὶ νόμῳ τὴν ἐπαγγελίαν ἔδωκεν ὁ θεός, ἀλλ' ἐπὶ πίστει.

{Röm 4,24}

Ἀνίστησι μὲν τὸν ἑαυτοῦ <ναὸν> ὁ κύριος· ἐγήγερκεν δὲ αὐτὸν ἐκ

νεκρῶν ὁ πατήρ, ὥσπερ τὰ πάντα διὰ τοῦ παιδός, οὕτω καὶ τοῦτο

ἐργασάμενος.

{Röm 5,1—6}

Ὁ ἀχώριστος τοῦ πατρὸς υἱὸς προσαγαγόμενος ἡμᾶς πρὸς ἑαυτὸν

καὶ τῇ πίστει τὴν ἁγιάζουσαν χάριν ἐπινείμας, αἴτιος γέγονε τοῦ

προσαχθῆναι θεῷ, συναφείας αἴτιος τοῖς διεστῶσι καταστὰς διὰ τῆς

αὐτοῦ μεσιτείας, πρὸς μὲν τὸν πατέρα τῇ θεότητι συνημμένος, πρὸς δὲ

ἡμᾶς κατὰ τὴν ἀνθρωπότητα συναφθείς· ὥστε ὅσους κατὰ τὸ ἀνθρώ-

πινον προσάγεται, τούτους κατὰ τὸ θεῖον προσάγει θεῷ. <ἑστηκέναι>

δὲ ἡμᾶς εἰπὼν ἐπὶ τῆς προαγούσης θεῷ χάριτος, ἐπάγει τῇ πίστει τὰ

περὶ τῆς ἐλπίδος, δεικνὺς τὴν πίστιν, ὡς ἐν τῇ πρὸς Ἑβραίους

γέγραπται, <ἐλπιζομένων οὖσαν ὑπόστασιν πραγμάτων.>

καί φησιν ὅτι <καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ>

προσδοκῶντες τὴν θείαν ἐπαμφιέννυσθαι δόξαν, ἧς τύπος μὲν ἐν

Μωϋσεῖ, ἀλήθεια δὲ ἐν Χριστῷ, ἐξεικονισμὸς δὲ εἰς ἡμᾶς. αἰτία δὲ

τῆς τοιαύτης ἀποδοθησομένης ἡμῖν δόξης ἡ παροῦσα χάρις. ὥσπερ

γάρ τις τεχνίτης εἰσοικιζόμενος εἰς ἡμᾶς τὸ πνεῦμα τὸ ἅγιον, χαρα-

κτηρίζει νῦν καὶ μορφοῖ πρὸς ὁμοιότητα Χριστοῦ δι' ἀποκρύφων ἐνερ-

γειῶν, μέχρι περ ἂν εἰδοποιηθὲν καὶ ἐπιτελεσθὲν τὸ ὅταν ἐκλάμψῃ κατὰ

τὴν ἐπιφάνειαν τοῦ σωτῆρος ἧς Ἰωάννης λέγει· <ἀδελφοί, νῦν

τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα.

οἴδαμεν ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.>

μεγάλη δὲ ἡ τῆς ἐλπίδος βεβαιότης τῶν ἤδη καυχωμένων ὡς παροῦσι

τοῖς μέλλουσιν· καύχησις γὰρ ἐπ' ἀγαθῷ βεβαίως ὑπάρχοντι γίνεται.

καὶ αὕτη ἦν ἡ μακαρία καύχησις ἣν ὁ προφήτης Ἰερεμίας εἰσηγεῖται,

<μὴ καυχάσθω,> λέγων, <ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,

ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ

63

γινώσκειν τὸν κύριον> καὶ τὰ ἑξῆς. καὶ οὐχ ὅτι πόνοι, φησί,

καὶ θλίψεις πάρεισιν, διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἥξουσιν ἀγαθοῖς καύχησιν

ἀμβλύνομεν, καὶ ταύτῃ μᾶλλον ἔτι καυχώμεθα συναίτιον τῆς τῶν

ἀγαθῶν ἀπολαύσεως εἰδότες τὴν τῶν πόνων ὑπομονήν· διὰ γὰρ

θλίψεως ὑπομονὴ συνίσταται, ὁ δὲ ὑπομείνας δόκιμος, ὁ δὲ δόκιμος

παρὰ θεῷ γενόμενος ἐλπίζει ἔχειν τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς

θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος

αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις γίνεται, ὁδηγὸς

ἐπὶ τὴν ἐλπίδα καθισταμένη. ἀσφαλῆ δὲ τὴν ἐλπίδα δείκνυσιν οὖσαν

ἐπὶ τὸν ἠγαπηκότα ἡμᾶς θεὸν γινομένην, τῆς δὲ ἀγάπης τεκμήριον τὴν

τοῦ πνεύματος δωρεάν· ἐξέχεε γὰρ ἐφ' ἡμᾶς τὴν ἀγάπην ὁ τὸ πνεῦμα

ἐκχέας. ἐξέχεε δὲ προηγουμένως ἐπὶ τὰς καρδίας, ἐπεὶ καὶ ταῖς καρδίαις

προηγουμένως τὸ πνεῦμα ἐνῴκισεν, ὡς καὶ αὐτὸς ὁ σωτὴρ λέγει ὅτι

<παρ' ὑμῖν μένει καὶ σὺν ὑμῖν ἔσται.>

{Röm 5,11}

Τῆς παλαιᾶς ἐκείνης φωνῆς τοῦ Μωϋσέως ἐπαληθευομένης ἐν

ὑμῖν· <οὗτος καύχημά σου καὶ οὗτος θεός σου.> πῶς γὰρ

οὐκ ἂν ἀγάλλοιτο καὶ καυχῷτο τις, κἂν ὑπὸ μυρίων παρενοχλῆται πολε-

μίων, φιλίᾳ θεοῦ τιμώμενος, δι' ἣν καὶ οὐχ ἥκιστα φθονούμενοι ὑπὸ

τῶν ἐναντίων ἐπηρεαζόμεθα.

{Röm 7,7}

Μηδεὶς ταῦτα ἀκούων ἐρεσχηλείτω πρὸς τὸν ἀπόστολον φάσκων

ὡς εἰ τοῦτό ἐστιν ἐν τῷ νόμῳ, τὰ θανατοῦντα διαγορεύειν καὶ γνώριμα

ποιεῖν τὰ φαῦλα τῶν πραγμάτων καὶ καλά, οὐδὲν ἧττον καὶ ὁ κύριος,

τό τε φαῦλον ἐν τοῖς ἑαυτοῦ λόγοις καὶ τὸ καλὸν διορίζων, δόξειεν ἂν

τὴν ἴσην ἐξεργάζεσθαι τῇ ἁμαρτίᾳ κατὰ τῶν μὴ πειθομένων ὁδόν· τὸ

γὰρ διάφορον μέγα καὶ πολὺ τὸ μεταξύ, νόμου μὲν ἐν ῥήμασι μόνοις

κειμένου καὶ μηδεμίαν εἰς δικαιοσύνην δύναμιν ἐνδιδόντος, ἀλλ' ἐπὶ

τῇ πράξει τῶν ἀκουόντων τὸ σύμπαν καταλείποντος, τοῦ δὲ κυρίου

ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ μὲν σύμπαν ἐν τῇ δόσει τοῦ πνεύματος τὴν

τῶν ὑφ' ἑαυτὸν σωτηρίαν ἐργαζομένου καὶ οἱονεὶ δημιουργοῦντος ἡμᾶς

ἐξ ἀρχῆς καὶ μεταπλάττοντος καὶ ῥυθμίζοντος ἐν τῷ τὴν θείαν ἐπίπνοιαν

ὑποδέχεσθαι τοὺς πιστεύοντας καὶ πρὸς αὐτὴν οἰκειοῦσθαι, λόγοις δὲ

εἰς παραίνεσιν κεχρημένου δι' ὧν ἐπιτηδείους ἡμᾶς κατασκευάζει τῷ

64

μορφοῦντι καὶ διατιθέντι πνεύματι, οὐχ ἡμῖν αὐτοῖς τὰ καθ' ἡμᾶς

ἐπιτρέψας· ᾗ γὰρ ἂν κατεκρινόμεθα πάλιν ἀδυνατοῦντες εἰς τὸ πείθε-

σθαι, καὶ ἡ τῆς ἁμαρτίας γνῶσις καθ' ἡμῶν μᾶλλον ἢ παρ' ἡμῶν ἐγίνετο,

ἀλλὰ τῷ πνεύματι δοχεῖα παρασκευάζων ἡμᾶς, ἀνιέντας μέν, ὅς' ἡμέραι,

τὴν πρὸς τὸν κόσμον συμπάθειαν καὶ λύοντας τὰ δεσμὰ τὰ σαρκικά,

ἐπιτείνοντας δὲ τὴν πρὸς τὸ πνεῦμα οἰκείωσιν. διὸ καὶ νόμος μὲν εἰς

τιμωρίαν ὀξύς, πνεῦμα δὲ ἀνεξίκακον, ὁ μὲν τὴν ἰδίαν τῶν ἀνθρώπων

κατόρθωσιν εἰς δικαιοσύνην ζητῶν, τὸ δὲ τὴν παρ' ἑαυτοῦ χορηγοῦν.

τούτῳ γὰρ ἕπεται τὸν μὲν νόμον οὐ κατορθουμένου τοῦ προκειμένου

τιμωρητικὸν ἐπιφέρειν τῷ προστακτικῷ—τούτῳ γὰρ ἦν ἐχόμενον

ἐκείνου—, τὸ δὲ πνεῦμα δύναμιν ἔχον εἰς τὴν τῶν πεπιστευκότων

διόρθωσιν, εἰ καὶ τὰ πρῶτα ἐξασθενοίην τὴν παρ' αὐτοῦ δημιουργίαν

ὑποδέξασθαι, μήτε ἀπογινώσκειν μήτε κολάζειν εὐθύς, ἀλλὰ τῇ παρ'

ἑαυτοῦ σωτηρίᾳ φυλάττειν τὸν ἄνθρωπον παιδευόμενον, ὥσπερ ὁ

Παῦλος ἔφασκε <τῷ σατανᾷ παραδώσειν εἰς ὄλεθρον τῆς

σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ·> τὸ πνεῦμα τοῦ κυρίου ἀνέχεται

γὰρ ἄχρι τῆς Χριστοῦ παρουσίας, ἕωσπερ ἂν ὁ τῆς νῦν ἐπιτελουμένης

δημιουργίας ἐξήκῃ χρόνος, κρίσεως ἐπιστάσης ᾗ τοὺς ἀδιορθώτους ἀπω-

θεῖται τὸ λοιπὸν ἀνεπιτηδείους εἰς τὴν αἰώνιον ζωὴν εὑρισκομένους.

διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ ἀπόστολος <θεὸν εἶναι τὸν ἐνερ-

γοῦντα ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ

τῆς εὐδοκίας,> οὐχὶ τὸ αὐτεξούσιον ἡμῶν περικόπτων, ἀλλὰ τὴν

παρὰ θεοῦ δύναμιν εἰς ἀρετὴν ἐξηγούμενος. καὶ ὁ σωτὴρ πνεῦμα ἅγιον

ἐνεφύσησεν ἀναστάς, διὰ τοῦτο προσοικειῶν ἡμᾶς καὶ μηδὲ <μεριμνᾶν

ὅτι λαλήσομεν> ἐκέλευσεν, <οὐ γὰρ ὑμεῖς ἐστε,> λέγων, <οἱ

λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ

λαλοῦν ἐν ὑμῖν.> ἤδη δὲ καὶ ὁ προφητικὸς λόγος τὴν νέαν δια-

θήκην ἐν τῇ δόσει τοῦ πνεύματος ὁριζόμενος λέγει, θεϊκὴν ἐξηγούμενος

πρὸς τὸν Ἰσραὴλ διάλεξιν· <καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ

διαθήκη, εἶπεν, καὶ τὸ πνεῦμα τὸ ἐμόν ἐστιν ἐπὶ

σοί, καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς τὸ στόμα σου, οὐ

μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ σπέρ-

ματός σου· εἶπεν κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν

αἰῶνα.> καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν

καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· <αὕτη,> φησίν, ἡ <διαθήκη

ἣν διαθήσομαι πρὸς αὐτοὺς ἐν ἐκείναις ταῖς ἡμέ-

ραις, διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν,

καὶ ἐπὶ διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς, καὶ οὐ

μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ λέγον-

τες, γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με

ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι

ταῖς ἁμαρτίαις αὐτῶν·> τὴν τοῦ πνεύματος ἐν τούτοις ἐνέρ-

65

γειαν εἰς καρδίας ἐπαγγελλόμενος, δι' ἧς καὶ ἱλασμὸς παρὰ θεοῦ

γίνεται, τῶν μὲν τῆς ἁμαρτίας ἐκλογισμῶν τῶν κατὰ τὸν νόμον

ἀνιεμένων, τῆς δὲ πνευματικῆς ἀνεξικακίας τὸν ἱλασμὸν ἐπιχωρούσης.

καὶ μὴν καὶ διὰ τοῦ Ἐζεκιὴλ <δώσιν καρδίαν καινὴν καὶ

πνεῦμα καινὸν> ἐπαγγέλλεται εἰς τὴν τῶν ἰδίων θελημάτων ἐν

ἡμῖν πλήρωσιν. ὥστε καλῶς καὶ ἐν τοῖς προκειμένοις ὁ ἀπόστολος τὴν

κατὰ Χριστὸν ζωὴν ὁριζόμενος, <οὐκ ἐν γράμματι> καὶ τὸ τῆς

ἁμαρτίας παραλύεσθαί φησι καθ' ἡμῶν ἰσχυρόν, ἅτε δὴ τοῦ πνεύμα-

τος οὐκ εἰς γνῶσιν αὐτῆς καὶ τὴν διὰ ταύτης κατάκρισιν ἐπιδημοῦντος,

ἀλλ' εἰς ἀναίρεσιν μὲν ἁμαρτίας, δικαιοσύνης δὲ ἐνέργειαν οὐκ ἀν-

θρωπίνης ἀλλὰ θεϊκῆς, ὡς καὶ ἐν ἀρχῇ <δικαιοσύνην θεοῦ> διὰ

τοῦ εὐαγγελίου εἶπεν <ἀποκαλύπτεσθαι.>

{Röm 7,8}

Τοῖς μὲν οὐκ ἀκούσασι νόμον φυσικῶς ἡ τούτου γνῶσις ἐγγίνεται,

καθὰ καὶ πρότερον εἴρηκεν <ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει

τὰ τοῦ νόμου ποιοῦντα, γραπτὸν ἐνδείκνυσθαι τὸ

ἔργον τοῦ νόμου> ἐν <ταῖς ἑαυτῶν καρδίαις·> τοῖς δὲ ὑπὸ

νόμον τὸ τοῦ νόμου γράμμα καὶ τὴν φυσικὴν ἔννοιαν ἀνακινεῖ, κατη-

χουμένοις ὑπὸ τοῦ διδασκάλου πρὸς τὸ καὶ συνιέναι τὸ καλὸν καὶ τὸ

φαῦλον ἀφ' ἑαυτῶν δύνασθαι.

{Röm 7,10}

Νόει γοῦν μοι, φησί, μὴ τεθέντα πρῶτον νόμον, ὡς νῦν οὐ

πάρεστι τοῖς ἔτι νηπίοις καὶ συνιέναι μὴ δυναμένοις, ἐνταῦθα οὐκ ἔστιν

ἐπιτίμησις· ἄγνοια γὰρ ἀνεύθυνον κόλασιν οὐχ ὑπόκειται. μετὰ ταῦτα

ἐπεισιοῦσαν θεώρει τὴν ἐντολήν· ἐνταῦθα κατεξανίσταται καθ' ἡμῶν ἡ

ἁμαρτία, προσγενομένης τῆς γνώσεως καὶ μηκέτι τῆς ἀγνοίας τὴν ὀργὴν

ἀφιστάσης τὴν ἐπὶ τοῖς γινομένοις. οὕτω δὲ ζῇ μὲν ἡ ἁμαρτία δύναμιν

καὶ ἰσχὺν λαμβάνουσα, ἀποθνήσκει δὲ 〈ὁ〉 ἄνθρωπος τῇ γνώσει κατα-

δικαζόμενος, καὶ περιίσταται τὸ ζωοποιοῦν ἀγαθὸν ἡ τοῦ νόμου

πρόσταξις εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ τὴν ἁμαρτίαν οὐχ οἷόν

τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ

ταύτης δήπου καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως ἐπι-

τίμιον συνίσταται.

{Röm 8,20}

Πᾶσα, φησίν, ἡμᾶς ἡ κτίσις ἀναμένει καὶ τὸν καιρὸν ὁπότε ἐπὶ

τῆς προσηκούσης ἡμῖν δόξης ὀφθησόμεθα ποθεῖ, ὡς μηδὲν εἶναι

λαμπρότερον τῆς περὶ ἡμᾶς ἐσομένης εὐδοξίας. ἀκόλουθον δὲ υἱοῖς

66

θεοῦ τὴν κτίσιν ἕπεσθαι, κτῆμα οὖσαν θεοῦ· ἐλευθέρῳ γὰρ τὸ δοῦλον

ἀκολουθεῖ, καὶ υἱῷ τὸ κτῆμα διὰ τὴν εὐγένειαν ὑποτέτακται. καὶ ἡ πρὸς

τὸν πατέρα οἰκείωσις τοῖς υἱοῖς ὑποτάττει τὸ δοῦλον. δῆλον δὲ ὅτι κατὰ

χάριν ἔχοντες τὸ υἱοὶ εἶναι θεοῦ διὰ τὴν τοῦ πνεύματος, ὡς προείρηκεν,

μετουσίαν, κατὰ χάριν ἔχομεν τὸ ἡγεμονικὸν ἐν τῇ κτίσει τῇ δόξῃ τοῦ

ἀληθοῦς υἱοῦ δεξάμενοι· ὥστε μὴ εἶναι παρὰ δόξαν τὸ τὴν τοσαύτην

καὶ τοιαύτην κτίσιν ἀνθρώποις ὑποτετάχθαι, μικροῖς ἐν τῇ κτίσει

φαινομένοις.

{Röm 8,33—34}

Λέλυκε, φησίν, ἡ ἐκλογὴ τὰ ἐγκλήματα, καὶ τὴν κατάκρισιν

προανῄρηκεν ἡ δικαίωσις· ὥστε οὔτε νόμος καταδικάζων, οὔτε

<ἄρχοντες τοῦ αἰῶνος τούτου> κατέσχοντες ὑφ' ἁμαρτίαν τὸν

ἄνθρωπον καὶ διὰ τῆς ἁμαρτίας ἐπὶ δουλείαν θανάτου καθέλκοντες,

ἰσχυροὶ καθ' ἡμῶν ἔτι γενήσονται. ἀλλὰ παύεται μὲν τὸ τοῦ νόμου

φοβερὸν χάριτι Χριστοῦ νικώμενον, ἐξασθενεῖ δὲ ἡ <τῶν ἀρχόντων

τοῦ αἰῶνος τούτου πονηρία> τῇ ἀγαθότητι τοῦ δι' ἡμᾶς

σφαγιασθέντος καὶ ἑκουσίως ἑαυτὸν ἐκδεδωκότος εὐδοκίᾳ τοῦ θεοῦ καὶ

πατρός, εἰ καὶ ἐπῆλθεν ἀνάστασις τὸν θάνατον ἀποκρύπτουσα, καὶ

οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ

πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ' ὃ

καὶ πρὸς ἀνθρώπους συνήφθη, τὰ διεστῶτα συνάπτων.

{Röm 9,1—5}

Ἐκ τῶν ἐλπιζομένων ἀγαθῶν εἰς ἀμφότερα προῆκται, εἴς τε τὸν

περὶ τῆς ἀγάπης διϊσχυρισμὸν καὶ εἰς τὸν περὶ τῶν ἐκπεπτωκότων

ὀδυρμόν· ἀγαπῶσι μὲν γὰρ οἱ εὐεργετούμενοι, πενθοῦνται δὲ εἰκότως οἱ

τῶν εὐεργεσιῶν ἀποτυγχάνοντες. λέγει δὲ διατεινόμενος μετὰ θείας

ἐπιμαρτυρήσεως, ὡς οὐ ῥήματι λέγοι μόνον ἀλλὰ καὶ διαθέσει καὶ

ἀληθείᾳ, ὅτι μεγίστην ὑπὲρ τῶν συγγενῶν ἔχοι τὴν λύπην ἀεὶ παροῦσαν

αὐτῷ. μὴ γάρ τις ἀπιστείτω, φησίν, εἰ περὶ τῶν ἐναντίων καὶ διωκόν-

των ὀδύρομαι, μηδὲ παράδοξον εἶναι νομιζέτω, εἰ καὶ παθεῖν ὑπὲρ αὐτῶν

τὰ μέγιστα ἐβουλόμην εἰς θάνατον παραδοθεὶς ὑπὸ Χριστοῦ. πῶς γὰρ

οὐκ ἐλεεινὸν τὸ κατ' αὐτοὺς καὶ μάλιστα παρὰ τοῖς οἰκείοις καὶ προσ-

ήκουσιν ἀνθρώπους, υἱοὺς θεοῦ κεκλημένους ἀπ' ἀρχῆς, καὶ δόξῃ τῇ παρὰ

θεοῦ δεδοξασμένους ἐν κόσμῳ, καὶ τήν τε ἐπὶ σωματικοῖς νομοθετήμασι

διαθήκην εἰληφότας προτέραν, καὶ τὴν ἐπὶ πνευματικοῖς δευτέραν

παραγενομένην ἔχοντας ἐν χερσίν, καὶ τοὺς ἐκλεχθέντας ἐπὶ λατρείᾳ

θεοῦ καὶ ταῖς τῶν μελλόντων ἀγαθῶν ὑποσχέσεσιν, τοὺς τῶν ἁγίων καὶ

θεοφιλῶν πατέρων, τοὺς ὁμογενεῖς τῇ τοῦ κυρίου σαρκώσει, τούτους

ἐκβεβλῆσθαι καὶ παρῶφθαι καὶ τῇ μεγίστῃ περιπεπτωκέναι νῦν αἰσχύνῃ

67

καὶ ταπεινότητι. ἀλλ' οὖν εἰ καὶ λύπης ἄξια τὰ περὶ ἐκείνους συμβεβη-

κότα, τόν γε οὕτως δικάσαντα θεὸν εὐλογεῖν ἄξιον, τὸν ἐπὶ πάντων

δεσπότην, ᾧ πᾶσα καὶ ἐπὶ πᾶσιν ἀναπέμπεται δικαίως εὐλογία. καὶ δὴ

καὶ ἐπὶ τοῖς κρίμασιν ὁσιωτάτοις οὖσιν, καὶ μήτε διὰ τὸ τῶν κατα-

δικαζομένων περιφανὲς παρήσειν τι τῆς ὀφειλομένης δίκης, μήτε διὰ

τὴν προϋπάρχουσαν αὐτοῖς πρὸς θεὸν οἰκειότητα τιμῶσιν ἀπηλλο-

τριωμένους αὐτοῦ τῇ προαιρέσει.

{Röm 9,14—21}

<Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ

γένοιτο. τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ,

καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν οὐ τοῦ

τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος

θεοῦ.> μηδεὶς νομιζέτω, φησί, τὰ μηδὲν προσήκοντα τῷ τῆς δικαιοσύ-

νης λόγῳ, ἀλλὰ κατὰ τὴν οἰκονομίαν τὴν τοῦ ἐλέου διαταττόμενα ταῦτα

ἀδικίαν ἔχειν θεοῦ· <θεὸς> γὰρ <πιστὸς> καὶ <οὐκ ἔστιν ἀδικία

ἐν αὐτῷ,> οὐδὲ ἄδικον ἐλεεῖν οὓς τῷ ἐλεοῦντι δοκοίη, ἑτέρους δὲ μή,

οὓς οὐκ αὐτὸς ἐλεεῖν ἐθέλοι. εἴρηκε γάρ, φησί, διὰ τοῦ Μωϋσέως καὶ

δεδήλωκεν τὸν τοῦ ἐλέου τρόπον, οὐ πρὸς τὴν τῶν μέτρων τῶν ἀνθρω-

πίνων ἀντιμέτρησιν, ἀλλὰ κατὰ τὴν τοῦ θεοῦ σοφίαν χωροῦντα, ὥστε

οὐ τῶν ἔργων τῶν ἡμετέρων τὸ ἐλεεῖσθαι, ἀλλὰ τοῦ θεοῦ τοῦ κατ'

ἐξουσίαν τὸ ἐλεεῖν ἔχοντος. διῄρηται γὰρ τοῦ κρίνειν τὸ ἐλεεῖν, καὶ τῶν

μὲν ἀποκρίσεως ὀφειλομένων ἕκαστος αἴτιος ἑαυτῷ καθίσταται, <τοῦτο

θερίζων ὅπερ ἂν σπείρῃ,> κατὰ τὸν ἀπόστολον. τῶν δὲ ἐξ

ἐλέου διδομένων ὁ θεὸς αἴτιος, εἰδὼς τῇ σοφίᾳ καὶ διατάττων ὅτῳ δέον

καὶ μή. τοῦτο δὲ οὐ μάτην· οὐδὲν γὰρ παρὰ θεῷ μάταιον οὐδὲ ἄλογον,

ἀλλὰ θαυμασίοις ἕκαστα προδιατέτακται λόγοις, οἷον δὴ καὶ περὶ τοῦ

Φαραὼ δεδήλωκεν· <λέγει γὰρ ἡ γραφὴ τῷ Φαραώ, ὅτι εἰς

αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ

τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου

ἐν πάσῃ τῇ γῇ.> ἰδοὺ τὸ μὴ ἐλεεῖσθαι τὸν Φαραώ. δέδεικται διότι

γίνεται διὰ τὴν τοῦ σύμπαντος εὐεργεσίαν κόσμου, ἵνα τῆς κατὰ

τοῦ δυσσεβοῦς κρίσεως αἰσθανόμενοι πάντες ὡς δυνατῆς, φόβῳ καὶ

θαύματι κατέχωνται πρὸς τὸν ταῦτα δικάσαντα καὶ πεποιηκότα. ὥστε

καὶ προεγνωκὼς ὁ θεὸς τὴν τοῦ Φαραὼ δυσσέβειαν, διὰ τοῦτο καὶ

πεποίηκεν αὐτὸν καὶ τὴν βασιλείαν ἐνεχείρισεν, ἵνα ἡ κατ' αὐτοῦ δικαία

καὶ δυνατὴ κρίσις εἰς κοινὴν ὠφέλειαν τῷ κόσμῳ συνδράμῃ, ἀνελεὴς μὲν

οὖσα πρὸς τὸν κρινόμενον, ἐπεὶ καὶ <ἀνέλεος,> φησίν, ἡ <κρίσις τῷ

μὴ ποιήσαντι ἔλεος.> ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ

68

τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ

μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐναντίων ὁ σωτὴρ τοῖς

ἀφιεῖσι καὶ ἀφίεσθαί φησι, δικαίως μὲν πράττων κατὰ τὴν τῆς κρίσεως

ἰσότητα καὶ τὴν τῆς δικαιοσύνης ἀντίδοσιν, τὸ δὲ μὴ ἐλεεῖν τὸν ἁμαρ-

τωλὸν οὐκέτι τὸ ἴσον φυλάττων ὅπερ ἐφ' ἑτέρων ἁμαρτωλῶν τῶν

ἐλεηθέντων. διόπερ ἐπάγει πάλιν ὁ ἀπόστολος· <ἄρα οὖν ὃν θέλει

ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει> καὶ τὰ ἑξῆς. ὁ γὰρ τῶν ἴσων,

φησί, μὴ τυγχάνων πρὸς τοὺς ἄλλους ἁμαρτωλούς, ἀλλ' ἀντὶ τοῦ

ἐλεεῖσθαι καὶ πρὸς μετάστασιν τῆς πονηρίας καλεῖσθαι τοὐναντίον

πάσχων καὶ παραδιδόμενος εἰς τὸ σκληρύνεσθαι, πῶς ἂν εἰκότως ἔτι καὶ

μέμψιν κομίσαιτο τὴν παρὰ τοῦ θεοῦ, ὅτι μὲν οὖν οὐ τυγχάνει τῶν

ἴσων τοῖς ἐλεουμένοις; οὔτε ὁ Φαραὼ σκληρύνεται γάρ, οὔτε τις ἕτερος

τῶν εἰς τὸ κρίμα πιπτόντων, οὐκ ἔστιν ἀντειπεῖν οὐδὲ ὡς αἴτιός ἐστιν

τῆς σκληρότητος ὁ σκληρυνόμενος. δῆλον γὰρ δήπου καὶ τοῦτο, ἀλλὰ

πού φησιν· ὦ ἄνθρωπε, καὶ ὑπὲρ σὲ ζητῆσαι τῆς ἀνισότητος ταύτης τὸν

παρὰ θεῷ μυστικὸν λόγον. ὅτι μὲν γὰρ ἐκτὸς ἀδικίας ἐστίν, προείρηται,

σοφίας ὂν προνοητικῆς, οὐκ ἀνταποδόσεως δικαστικῆς, τὸ τὸν ἁμαρ-

τωλὸν μὴ ἐλεεῖν. ἑξῆς δὲ ἐπὶ τούτοις ὁ ἀπόστολος ἐφ' ἑκάτερα προάγει

τὸν λόγον, ἐπί τε τὸ δεικνύναι μὴ προσήκειν ἀνθρώποις <τὰ τοῦ θεοῦ

βάθη> περιεργάζεσθαι, ἐπί τε τὸ σώζεσθαι λόγον ὀρθότατον τῆς

σωτηριονοίας καθὸν εἰσί τινες οἱ μὴ ἐλεούμενοι καὶ οἱ τοῦ ἐλέου

τυγχάνοντες· <μὴ ἐρεῖ> γάρ, φησί, <τὸ πλάσμα τῷ πλάσαντι> καὶ

τὰ ἑξῆς. τοῦτο μὲν ἐπικόπτει τὴν προπετῆ τῶν πολλῶν περιεργίαν

λεπτῶς ἀνακρίνειν τὰ τοῦ θεοῦ βουλήματα φιλονεικούντων, ἀνεξερεύνητα

ἀνθρώποις πρὸς τὸ λεπτότατον. <τίς γὰρ εἶ σύ,> φησίν, ὁ <θεὸν

ἀνακρίνων;> καὶ περὶ ὧν ἀνατέταχεν διαζητῶν; ἀδύνατόν σοι

γνῶναι τὸν τοῦ δημιουργοῦ νοῦν, ὥσπερ καὶ πλάσματι τὸν τοῦ πλάσαν-

τος· οὐδὲν γὰρ ἀψύχου διαφέρεις εἰς τὸ δυνηθῆναι θεοῦ γνώμην κατα-

λαβεῖν. ἄτοπον δὲ καὶ τὴν ἐξουσίαν τὴν τοῦ θεοῦ περικόπτειν ἐπιχειρεῖν,

ὡς οὐκ ὀφείλοντος ἔχειν ἐπ' ἐξουσίας τάττειν ἕκαστον τῶν ποιουμένων

ἐν ᾗ καὶ βούλοιτο τάξει καὶ εἰδείη συμφέρον, εἰ καὶ μία πάντων ἡ φύσις

καὶ πάντες ἐλέου δεκτικοί. <ὥσπερ γὰρ ἐξουσία τῷ κεραμεῖ

μιᾶς καὶ τῆς αὐτῆς ὕλης τοῦ πηλοῦ προκειμένης, τὸ

μὲν ἐπὶ τιμῇ σκεῦος, τὸ δὲ ἐπ' ἀτιμίᾳ ποιεῖν,> οὕτω δὴ

καὶ τῷ τῶν ὅλων δημιουργῷ προγινώσκοντι τὰ μέλλοντα καθ' ἅπερ

παρόντα, τὸν μὲν ἐλεηθησόμενον παράγειν, τὸν δὲ προεθησόμενον.

σεβασμίως δὲ ταῦτα καὶ θείως προειπὼν πρὸς τοὺς θρασεῖς καὶ ὑπὲρ

τὴν ἀνθρωπείαν φύσιν ἐπαιρομένους, ἀποκαλύπτει καὶ τῆς βουλῆς τοῦ

θεοῦ τὸν σκοπὸν καί φησιν· <εἰ δὲ θέλων ὁ θεός.>

69

{Röm 9,33}

Κεῖται ἡ προκειμένη λέξις ἐν ταῖς Ἡσαΐου προφητείαις διεσπαρμέ-

νως, οὐχ ὡς εἴρηται νῦν ὑπὸ τοῦ ἀποστόλου, συνηθροισμένως. περὶ μὲν

γὰρ ἀρχὴν τῆς βίβλου γέγραπται περὶ τοῦ κυρίου κατὰ τὴν ἔκδοσιν τὴν

Ἀκύλα ᾗ συμπεφώνηκε καὶ ἡ ἀποστολική· <αὐτὸς φόβημα ὑμῶν

καὶ αὐτὸς θρόησις ὑμῶν καὶ ἔσται εἰς ἁγίασμα καὶ

εἰς λίθον προσκόμματος στερεὸν σκανδάλου.> μετὰ

πολλὰ δὲ ἔστιν ὅτι <ἰδοὺ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν

λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον,

καὶ ὁ πιστεύων οὐ μὴ καταισχυνθῇ.> καὶ ἔστι γε ἐνιδόντας

ἀκριβῶς ἑκατέρῳ μέρει τῆς λέξεως κατανοῆσαι σαφῶς τὸν ἐν τῷ ἑτέρῳ

λίθον ἁπλῶς εἰρημένον, ἐν τῷ ἑτέρῳ τὸν κύριον ἡρμηνευμένον ἐπὶ τοῦ

θεϊκοῦ ἀξιώματος.

{Röm 10,4}

<Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαίωσιν.> οὐ γὰρ

δικαιούμενος, φησίν, ἄνθρωπος ἐν νόμῳ, Χριστῷ πιστεύσας δικαιοῦται,

ὡς καὶ ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας εὐηγγέλισται λέγων· <γνωστὸν

ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν

ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων

ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ σωθῆναι, ἐν τούτῳ πᾶς

ὁ πιστεύων δικαιοῦται.> εἰ τοίνυν ὅπερ ἐσπουδάζετο μὲν ὑπὸ

τοῦ νόμου, διὰ δὲ τὴν ἀνθρωπίνην ἀδυναμίαν οὐκ ἐτελειοῦτο, τοῦτο

Χριστὸς παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης,

<τέλος νόμου Χριστός,> καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν

δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑαυτοῦ, σωτηρίαν δὲ ἀνθρώπων.

{Röm 10,14—15}

Κοινή, φησί, πάντων ἀνθρώπων ἡ δι' ἐπικλήσεως τοῦ κυρίου

σωτηρία, Ἰουδαίους δὲ ἡ προειρημένη φιλονεικία τῆς καθολικῆς χάριτος

ἀπεστέρησεν, ἰδίαν ἀνεπιτηδειότητα πρὸς τὸ κοινὸν ἀγαθὸν ἐσχηκότας,

δι' ἣν οὐκ εἰς αὐτούς, ἀλλ' εἰς τὰ ἔθνη περιέστηκεν ἡ ἀποστολὴ καὶ τὸ

κήρυγμα καὶ ἡ ἀκοὴ καὶ ἡ πίστις καὶ ἡ ἐπίκλησις. ὥσπερ τὸ φῶς κοινὸν

ἅπασιν ὂν τῇ φύσει, τοῖς τυφλώττουσιν ἀλλότριον γίνεται, καὶ οὐ φαίνει

τοῖς τυφλοῖς ἥλιος οὐδὲ ἀνατέλλει, οὐδέ γε τοῖς κωφοῖς ὁ κεκραγὼς

φθέγγεται, οὐ τοίνυν οὐδὲ πρὸς Ἰουδαίους οὐδὲν οἱ ἀποσταλέντες καὶ

κηρύσσοντες· προϋπόκειται γὰρ τὸ μὴ δύνασθαι αὐτοὺς ἀκούειν, ὥσπερ

εἰς κωφότητα πεπτωκότας πρὸς τὰ θεῖα κηρύγματα, ὅθεν ἐστέρηνται

70

τῆς σωτηρίας οὐκ ἐπικαλούμενοι, καθὰ καὶ ἐν τῷ προφήτῃ δεδήλωτο·

<οὐκ ἔστι> γάρ, φησίν, ὁ <ἐπικαλούμενος τὸ ὄνομά σου

καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας

τὸ πρόσωπόν σου ἀφ' ἡμῶν.> αὕτη δὲ ἱκανὴ καὶ πρὸς Ἰουδαίους

ἡ μαρτυρία· δῆλον γὰρ ὅτι ὁ Χριστὸς ὃν οὐκ ἐπικαλοῦνται, οὗ μὴ

ἀντέχονται. ὃς ἀπέστρεψεν ἀπ' αὐτῶν τὸ πρόσωπον, ἀφ' οὗ δὴ καὶ

εἶπεν· <οὐ μὴ ἴδητε τὸ πρόσωπόν μου ἀπ' ἄρτι ἕως ἂν

εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἐρχόμενος ἐν

ὀνόματι κυρίου.> ἅτε δὲ οὐ τὸν Ἰουδαίων ἔλεγχον, ὡς ἔφην ἐν

τῷ παρόντι προελόμενος, ἀλλὰ τῆς περὶ αὐτοὺς οἰκονομίας τὸ μυστήριον

αἴτιον ἀποδείκνυσι τοῦ μὴ ἐπικαλεῖσθαι αὐτοὺς τὸν κύριον, τὸ τοὺς

ἀποστόλους μὴ αὐτοῖς ἀλλὰ τοῖς ἔθνεσιν ἀπεστάλθαι, καθὰ καὶ τὸ

δεσποτικὸν ἔχει ῥῆμα· <πορευθέντες μαθητεύσατε πάντα

τὰ ἔθνη.> καὶ οὐ παρέβαινον οἱ ἀπόστολοι τὸ πρόσταγμα πρὸς

Ἰουδαίους πρώτους ὁρμῶντες, ὕστερον δὲ ἐπὶ τὰ ἔθνη μετιόντες, ὁπότε

ὑπ' ἐκείνων ἐκδιωχθεῖεν, ἀλλ' ὁ προστάττων ᾔδει ἐπὶ τίνας ἔμελλεν

καταλήξειν τὸ κήρυγμα, τῶν προτέρων οὐ δεκτικῶς ἐχόντων. οὐδὲ ὁ

ἀπόστολος ἐναντία λέγει νῦν οἷς ἔπραττεν, προηγουμένως μὲν Ἰουδαίοις

διαλεγόμενος, φάσκων δὲ οὐ πρὸς ἐκείνους ἀπεστάλθαι, ἀλλὰ κατὰ τὸν

ὁρισμὸν καὶ τὴν πρόγνωσιν τοῦ θεοῦ τοῖς ἔθνεσι δίδοσθαί φησι τὴν

ἀποστολήν, σκοπῷ τοῦ διωχθῆναι μᾶλλον ἐπὶ τὸν Ἰσραὴλ βαδιζόντων

τῶν ἀποστόλων, ὡς καὶ τοῦ Μωϋσέως πρὸς τὸν Φαραώ· ᾔδει γὰρ ὁ

θεὸς ὅτι μὴ πείσῃ καὶ προὔλεγεν· <ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσε-

ται ὑμᾶς Φαραώ.> κἀκεῖ μὲν τῆς ἀντιλογίας τοῦ Φαραὼ τέλος ἦν

ἡ τῶν σημείων ἐπίδειξις πρὸς ὠφέλειαν τοῦ κόσμου, ἐνταῦθα δὲ τῆς

Ἰουδαίων ἀπιστίας ἐγίνετο τέλος ἡ πρὸς τὰ ἔθνη πορεία τῶν ἀποστόλων

κατὰ τὸ ῥῆμα ἐκεῖνο τοῦ Παύλου· <ὑμῖν ἦν ἀναγκαῖον πρῶτον

λαληθῆναι τὸν λόγον τοῦ κυρίου, ἐπειδὴ δὲ ἀπω-

θεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς

αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. οὕτως

γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος.> αὕτη ἄρα ἦν ἡ ἐντολὴ καὶ

πρὸς τὰ ἔθνη ἡ ἀποστολή. ἔνθεν εἰς τὴν προτέραν τάξιν τῶν ἐθνῶν

ὁ Ἰσραὴλ περιέστη εἰς τὸ μὴ ἐπικαλεῖσθαι τὸν κύριον. οὐ δυνατὸν οὖν

αὐτοῖς ἐπικαλεῖσθαι, φησίν, ἐπεὶ οὐκ ἐπίστευσαν. οὐκ ἠδύναντο δὲ

πιστεύειν ἀνεπιτηδείως ἔχοντες ἀκοῦσαι, καθὰ καὶ ἐπικεκρυμμένως

αὐτοῖς ὁ κύριος διελέγετο, καὶ σπάνιον ὄντα τὸν δυνάμενον ἀκούειν ἐν

αὐτοῖς ἐδείκνυσεν λέγων· <ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.> καὶ

παρὼν πρὸς αὐτοὺς τὴν ἀπ' αὐτῶν μετάβασιν εἶχεν σκοπὸν λέγων·

ὧ <γενεὰ πονηρά, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς· ἕως

πότε ἀνέξομαι ὑμῶν;> καὶ ὅτι ἀδυνάτως εἶχον ἀκούειν αὐτοῦ

71

καὶ πιστεύειν, ἔλεγεν· <ὑμεῖς οὐ πιστεύετε, ὅτι> 〈οὐκ〉 <ἐστὲ

ἐκ τῶν προβάτων τῶν ἐμῶν. τὰ πρόβατα τὰ ἐμὰ τῆς

φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκο-

λουθοῦσίν μοι.> καὶ ἐλάλει πρὸς αὐτοὺς ὡς πρὸς ἀλλοτρίους τὸ

πλέον ἢ πρὸς οἰκείους, οὐχ ὡς πιστεῦσαι—ἐνῄδει γὰρ ὅτι μὴ πιστεύ-

σωσιν—ἀλλ' ὡς ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. <εἰ μὴ

ἦλθον> γάρ, φησί, <καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ

εἶχον·> οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ δύνασθαι

πεισθῆναι ῥοπὴν ὑπερεῖδεν, δι' ἧς οἱ ἀπόστολοι πιστεύσαντες ἔλεγχος

τῆς ἐκείνων ἀπιστίας γίνονται, <ἐπὶ δώδεκα θρόνους κρίνον-

τες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.> πρὸς δὴ τὸν σκοπὸν

καὶ τὸ τέλος ἀφορῶντι οὐ πρὸς Ἰουδαίους ἀπέσταλται οὔτε ὁ κύριος· οὐ

γὰρ ἂν ἀπέτυχεν ἐπὶ τοῦτο ἐλθών, ὡσαύτως δὲ οὐδὲ οἱ ἀπόστολοι. καὶ

διὰ τοῦτο, φησὶν ὁ Παῦλος, ὡς οὐδενὸς ἀποσταλέντος πρὸς αὐτοὺς

οὐδὲ κηρύξαντος· <πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσον-

τος; πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν;> τὸ δὲ

μὴ ἐπικαλεῖσθαι αὐτοὺς τὸν κύριον ἀνήρτησεν ἐκ τοῦ μηδὲν αὐτοῖς

ἀπεστάλθαι κρίμα θεοῦ δεικνύς, μᾶλλον δὲ τῆς μὲν κρίσεως οὐδέν, τῆς

δὲ οἰκονομίας μόνης αὐτὸς μεμνημένος· <καθὼς γέγραπται,>

φησίν, <ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων

εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.> δῆλον γάρ,

φησί, καὶ ἐκ τῆς προφητείας, ὡς οὐκ ἄνευ τῶν εὐαγγελιζομένων ἐστὶ

πιστεῦσαι, οἳ καλήν τινα καὶ ἐξάκουστον ὥσπερ ἐξ ὄρους ἀφιᾶσι φωνήν,

οἳ εὐαγγελίζονται τὴν εἰρήνην τοῦ θεοῦ καὶ τὰ ἀγαθά, τῇ μὲν καλλονῇ

τέρπουσαν, τῷ δὲ μεγέθει καθικνουμένην τῆς ἀκοῆς· <ὡς ὥρα> γάρ,

φησίν, <ἐπὶ τῶν ὀρέων οἱ πόδες τῶν εὐαγγελιζομένων

ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζομένων ἀγαθά.> οὕτως γὰρ

ἡ τῶν οʹ ἑρμηνεία.

{Röm 10,18}

Τοσοῦτον γέ ἐστιν, φησί, τὸ τῆς φρενοβλαβείας αὐτῶν καὶ τῆς

ἀποστροφῆς τοῦ θεοῦ τῆς ἀπ' αὐτῶν, ὥστε τῷ ὄντι κατὰ τὸ θεῖον

ῥῆμα <βλέποντες οὐ βλέπουσι καὶ ἀκούουσιν·> βεβόηται γὰρ

τὸ θεῖον κήρυγμα κατὰ πάσης τῆς οἰκουμένης, οὐδὲν ἔλαττον ἐκφαι-

72

νόντων τὸν κύριον τῶν ἀποστόλων ὡς ἡ κτίσις κέκραγε τὸν ποιητὴν

κατὰ τὸ λόγιον τοῦ ψαλμοῦ, οἱ δὲ οὐδέν τι μᾶλλον ἀκοῦσαι καὶ συνεῖναι

δεδύνηνται.

{Röm 10,19}

Ἀλλ' ἡγοῦνται, φησίν, ἀλόγως πως καὶ ἀσυνέτως ἀλλότριον εἶναι

θεοῦ τὸ ἐν τοῖς ἔθνεσιν εὐαγγέλιον· οὐ γάρ ἐστίν γε εἰπεῖν, ὅτι παρα-

σεσιώπητο πρὸς αὐτοὺς τοῦτο καὶ οὐ προείρητο. εὐθὺς γοῦν ὁ νομο-

θέτης ἔλεγε Μωϋσῆς, ὅτι τὴν ἴσην αὐτοῖς ἀνταποδώσει θεὸς τῇ τῶν

ἀφρόνων ἐθνῶν προτιμήσει, ἥνπερ αὐτοὶ θεῷ κατῆρξαν τῇ τῶν ματαίων

εἰδώλων προσκυνήσει, καὶ ὡς αὐτοὶ τὸν <οὐ θεὸν> ἡγήσαντο θεὸν ἀντὶ

τοῦ ὄντως θεοῦ, καὶ θεὸς ἀντὶ τοῦ παρ' αὐτῷ πρότερον ἔθνους τὸ <οὐκ

ἔθνος> ὡς ἔθνος τιμήσει, <τὰ μὴ ὄντα ὡς ὄντα καλέσας, ἵνα

τὰ ὄντα καταργήσῃ.> καὶ εἰς ὃν προήχθη ζῆλον ὑπ' αὐτῶν

δαίμοσι συναφθέντων, εἰς τοῦτον αὐτοὺς προάξει τοῖς ἔθνεσι τὴν ἑαυτοῦ

συνάψας δύναμιν.

{Röm 11,8}

Ἡ παρατεθεῖσα λέξις Ἡσαΐου τοῦ προφήτου μετελήφθη κατ' ἰδίαν

ἐπιστήμην ἐκ τῶν Ἑβραϊκῶν τῷ ἀποστόλῳ· ἡ γὰρ τῶν ἑβδομήκοντα

ἔκδοσις ἔχει· <πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατα-

νύξεως·> ὅπερ ἡ τοῦ Ἀκύλα σαφέστερον ἔχει <καταφοράν,> ἡ δὲ

τοῦ Συμμάχου <κάρωσιν.> εἶτα ἐπάγεται· <καὶ μύσει τοὺς

ὀφθαλμοὺς αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτὰ> καὶ ἑξῆς περὶ

τῆς ἀγνοίας τῶν προφητικῶν λόγων, ἐσομένων αὐτοῖς ὡς ἐσφραγισμένου

βιβλίου καὶ ὡς ἀγραμμάτων ἀδυνάτων ἀναγνῶναι. τῆς γὰρ ἀσαφείας

ὡσπερεὶ σφραγιζούσης τὸ προφητικὸν βιβλίον καὶ τὴν ἀνάγνωσιν περιτ-

τὴν ἀποφαινούσης τοῖς ἀναγινώσκουσιν, ὡς εἴ τις μηδὲ ἀναγινώσκειν

δύναιτο, οἱ μὲν ἀκολουθήσαντες Χριστῷ <διηνοίχθησαν τὸν νοῦν

εἰς τὴν σύνεσιν τῷν γραφῶν,> ὡς τὸ εὐαγγέλιον λέγει, καὶ οἱ

τῶν ἀκολουθησάντων ἀκούσαντες ὡδηγήθησαν εἰς τὴν ἐπίγνωσιν ὡς ὁ

εὐνοῦχος ὑπὸ τοῦ Φιλίππου, οἱ δὲ ἄλλοι τὸ μὴ τυχεῖν διανοίξεως τυφλοῖς

ἐοίκασι καὶ κωφοῖς. συνῆψε γὰρ καὶ τὸ περὶ τῆς τῶν ὤτων κωφότητος

ὁ ἀπόστολος, ἐξ ἑτέρου μέρους τῆς προφητείας μεταλαβὼν τὸ <ἀκοῇ

ἀκούσετε καὶ οὐ μὴ συνῆτε,> ὅτι τὸ μὴ συνιέναι ἶσον τοῦ μὴ

ἀκούειν ἐστὶ κατὰ τὸ ὁ <ἔχων ὦτα ἀκούειν ἀκουέτω,> εἴρηται

δὲ καὶ τὸ <τοῖς ὠσὶ βαρέως ἤκουσαν.> ἡ δὲ ἀπουσία τοῦ διανοί-

γοντος πνεύματος τῷ πνεύματι τῆς καταφορᾶς καὶ ἀναισθησίας χώραν

δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ

73

οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ

καὶ τὸ ἀγαθὸν, ἀλλ' ὁ τῆς θείας δυνάμεως ἔρημος οἶκος ἀνεῖται τοῖς

πονηροῖς πνεύμασιν εἰς κατοίκησιν, ὡς ὁ σωτὴρ εἴρηκεν. καὶ οὕτως

ὁ μὴ δοὺς πνεῦμα διανοίξεως ἔδωκεν <πνεῦμα κατανύξεως.>

{Röm 11,11}

Ἐκ τῶν γραφῶν τὴν γεγενημένην ἐγκατάλειψιν ἀναγκάζεται ζητεῖν,

μὴ μέχρι τέλους τοῦτο πεπόνθασιν, ὡς ἂν μή τινι δόξαι τὰ τῆς ἐπαγγε-

λίας τῆς πρὸς τὸν Ἰσραὴλ εἰς ψεῦδος περιΐστασθαι. <πταῖσμα> δὲ νῦν

λέγει τὸ κατὰ πάντα ἀσύγγνωστον ἀδίκημα καὶ πτῶμα, τὴν πάντη

ἀνίατον ἀνατροπὴν μεθ' ἣν οὐδέν ἐστιν ἔτι προσδοκῆσαι χρηστόν. ἆρα

οὖν, φησίν, ἐπταικέναι φήσομεν αὐτοὺς ἄξια πτώσεως ἀνηκέστου; μὴ

γένοιτο· οὐ γὰρ ἐπὶ τῇ σφῶν αὐτῶν ἀπωλείᾳ τὸ πάθος ὑπέστησαν, ἵνα

καὶ πτῶμα καὶ ὄλεθρος ᾖ τὸ γεγονός, ἀλλὰ ἐπὶ τῇ τῶν ἐθνῶν σωτηρίᾳ,

ἵνα ἐπιζήλῳ τῷ τούτων ἐκεῖνοι κληθεῖεν. ὥστε παράπτωμα τὸ συμ-

βεβηκὸς ἐξ ἀγνοίας ἐχούσης συγγνώμην. μηδὲν δὲ σφόδρα ἡμῖν μελέτω

περὶ διαφορᾶς ὀνομάτων, ἀλλὰ περὶ δηλώσεως πραγμάτων· καὶ ὃ

παρίστησι διὰ τῶν λέξεων ὁ Παῦλος λαβόντες, μὴ κωλύωμεν τὰς λέξεις

καὶ ἄλλο τι σημαίνειν. αὐτίκα τοῦτο, <μὴ ὁ πίπτων οὐκ ἀνίστα-

ται;> δηλοῖ τὴν τοῦ πεσεῖν ἔννοιαν οὐχ ὡς ἀνιάτου, καὶ τὸ <μὴ ἐπί-

χαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα καὶ ἀναστήσομαὶ,>

ἀλλ' ἐστὶ τὸ πεσεῖν ποτε καὶ προσκαίρου συμφορᾶς δηλωτικόν. μᾶλλον

δὲ περὶ τοῦ πράγματος ἄξιον ἐπιζητεῖν, μὴ διαφωνεῖν ὁ Παῦλος Ἀμῶς

τῷ προφήτῃ δοκοίη λέγοντι· <οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι

μὴ προσθῇ τοῦ ἀναστῆναι.> οὕτω δ' ἂν καὶ αὐτὸς ἑαυτῷ

διαφωνεῖν δόξειεν ὁ προφήτης ἐν τοῖς ἑξῆς ἄλλα τε λέγων ἀγαθὰ καὶ τὸ

τέλος· <καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν,

καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς

ἔδωκα αὐτοῖς, λέγει κύριος.> ἀλλὰ τὸ ζήτημα λύει σαφῶς

Ἡσαΐας ὁ προφήτης, τὸ ὑπόλειμμα τοῦ λαοῦ τὸ σωθησόμενον καὶ ὀνό-

ματι ὅλως ἑτέρῳ φάσκων κληθήσεσθαι τὸν Ἰσραήλ· ἀναιρεθήσεσθαί

φησι γὰρ τοὺς ὑπολειπομένους <ὡς ῥῶγα ἐν βότρυϊ,> τῶν ἀγαθῶν

ἐμπλησθήσεσθαι τῶν παρὰ θεοῦ, ἀντιδιαιρῶν αὐτοὺς πρὸς τὸν λαόν·

<ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε>

καὶ τὰ ἑξῆς. μετὰ πολλήν τε τοιαύτην ἀντιπαράθεσίν φησιν· <κατα-

λείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς ὅρκον τοῖς ἐκλεκτοῖς

μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος· τοῖς δὲ δουλεύουσί μοι

κληθήσεται ὄνομα ἕτερον ὡς ὁ εὐλογημένος ἐν τῇ γῇ

εὐλογηθήσεται ἐν θεῷ πεπιστωμένως, καὶ ὁ ὀμνύων

ἐν τῇ γῇ ὀμόσαι ἐν θεῷ πεπιστωμένως.> ἔστι δὲ τὰ ξένα

74

τούτων τῶν ῥημάτων κατὰ τὴν Ἀκύλα ἔκδοσιν, ᾗ Ἰουδαῖοι προσέχουσιν.

ὅθεν ἀναγκαῖον καὶ αὐτοὺς ὁμολογεῖν μεταβολὴν ἔσεσθαι τῶν σωθησο-

μένων ἐξ αὐτῶν εἰς ἑτέραν γνώμην καὶ πολιτείαν, ὡς ἀληθὲς εἶναι τὸ

φάναι περὶ αὐτῶν, ἢ ὅτι οὐκ εἰσὶν Ἰσραήλ, ἢ ὄντως οὗτοι Ἰσραὴλ τοῦ

κατὰ σάρκα Ἰσραὴλ ἀπολλυμένου. τὸν μὲν οὖν ἀπολλύμενον ὁ προφήτης

εἴρηκεν, τὸν δὲ σωζόμενον ὁ ἀπόστολος, χωρίσας αὐτὸν τοῦ κατὰ σάρκα.

{Röm 11,16}

Εἰ δέ, ὅπερ, φησίν, ἀρτίως ἔλεγον, εἰσὶν ἐκ τοῦ Ἰσραὴλ οἱ

σεσωσμένοι καὶ τοῦ πρὸς σωτηρίαν ἁγιασμοῦ τυχόντες, ὧν εἷς ἐγὼ

δηλαδή, τούτους ὡς <ἀπαρχὴν> τοῦ ἔθνους εἰληφὼς ὁ θεός, καὶ πᾶν

τὸ λοιπὸν διὰ τοῦ προσληφθέντος ἡγίασε κατὰ τὴν δεδομένην εἰς

ἅπαντα τὸν κόσμον δωρεάν—ἴσμεν γὰρ ἁγιαζόμενον διὰ τῆς <ἀπαρχῆς

τὸ φύραμα>—, καὶ τοῦτο μέντοι τεκμήριον τοῦ μὴ πάντη πεπτωκέναι

τὸ ἔθνος, ὥς που τὰ εἰς ὄλεθρον ἐκδοθέντα Χαναναίων ἔθνη, ὧν τὸ

σῶσαι καὶ ἕνα δυσσεβὲς διὰ τὴν καθολικὴν ἐπ' αὐτοῖς ψῆφον τοῦ θεοῦ,

καὶ ὡς τὰ πυρὶ παραδοθέντα Σόδομα, ἐξ ὧν οὐδὲ τὸ τοῦ ξένου δικαίου

γένος ἠξιοῦτο σωτηρίας εἰ μὴ τῇ πρὸς ἐκεῖνον χάριτι· τοῦ δὲ Ἰσραὴλ

πολλοὺς ὁρῶμεν τοὺς σωζομένους. μὴ δὴ Χαναναίοις καὶ Σοδόμοις

συναριθμῶμεν αὐτούς, μηδὲ ἐν ἀκαθάρτοις ἀριθμῶμεν <ὧν ἁγία

ἡ ἀπαρχή.>

{Röm 11,20—21}

Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας

αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ

πίστεως ἐνετέθη. οἳ δὲ ἦσαν τῇ φύσει τῆς ῥίζης βλαστήματα, καὶ ὅμως

διὰ τὴν ἀπιστίαν ἐξῄρηνται. πολὺ δὲ τὸ μεταξὺ τοῦ <κατὰ χάριν

καὶ κατὰ φύσιν.> εἰ δὲ μηδὲ ἡ φύσις τοὺς ἀπειθεῖς ὤνησεν εἰς

βεβαιότητα, ἦπού γε τοὺς ἐκ προσθήκης ὀνήσει τι τὸ προστεθήσεσθαι,

εἰ μὴ φανεῖεν ἄξιοι τῆς δοθείσης χάριτος. πάλιν δὲ ἐπὶ τούτων οἱ τὴν

σάρκα λοιδοροῦντες ἐνθυμείσθωσαν, ὅσην ἡ κατὰ σάρκα γένεσις ἔχει

ῥοπήν, εἰ καὶ παρῶπται διὰ τὴν ἀπιστίαν.

{Röm 11,24}

Ὅταν καὶ οἱ <κατὰ φύσιν> τῆς ἐλαίας κλάδοι δι' ἀπιστίαν ἐν

ἀπωλείᾳ μένωσιν, καὶ οἱ ἐκ τῆς ἀγριελαίου <παρὰ φύσιν> εἰς καλ-

λιέλαιον ἐμφυτευόμενοι σώζωνται, πῶς οἱ καὶ σωτηρίαν καὶ ἀπώλειαν

ἐκ φύσεως εἰσάγοντες οὐκ αἰσχύνονται;

75

{Röm 11,25}

Μὴ γὰρ ἀγνοεῖτε, φησί, τὸ παρὰ τῇ προνοίᾳ τοῦ θεοῦ ἀπόρρητον

διὰ τὴν νῦν ἀπιστίαν τοῦ Ἰσραὴλ ἀγνούμενον, ὅτι μέχρι τῆς τῶν

ἐθνῶν εἰσόδου πάντων τῶν προεγνωσμένων ἀναισθησία κατέχει τὸν

Ἰσραήλ, μετὰ δὲ ταύτην τὸ λείψανον τοῦ ἔθνους, ὁ τῷ ὄντι Ἰσραὴλἐπακολουθήσας σωθήσεται.

{Röm 11,28}

Τὸν μὲν εἰς ὑμᾶς, φησίν, εὐαγγελισμόν, ἀδελφοί, διὰ τῆς ἐκείνων

ἀπαλλοτριώσεως ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἤλλοτριώσθησαν. φυλαχθῆ-

ναι δὲ καὶ μετὰ ταῦτα τὸν Ἰσραὴλ ἐν τοῖς ὑπολοίποις ὡς οἰκεῖον τῷ

τοὺς πατέρας αὐτῶν ἐκλεξαμένῳ θεῷ, καὶ φυλαχθήσεται τῇ ἀμετα-

μελήτῳ χάριτι τῇ ἐπηγγελμένῃ ἣν ἀφ' οὗπερ ἐκάλεσε τοὺς πατέρας,

κατένευσεν.

{Röm 11,33—36}

Θαυμάζει τὸ ποικίλον τῆς σοφίας καὶ ἀνερεύνητον ἀνθρώποις,

κρίνει καὶ πράττει τὰ περὶ ἡμᾶς· <βάθος> μὲν λέγων κατὰ τὴν παλαιὰν

γραφὴν τὴν λέγουσαν· <τὰ κρίματά σου ἄβυσσος πολλή,> τοῦτο

δὲ διὰ τὸ ἀνέφικτον ὡς τὰ τῶν βυθῶν ἀκατάληπτα· <ὁδοὺς> δὲ τὰς

κατὰ τὴν διοίκησιν ἐνεργείας ἃς οὐκ ἔστιν ἀνθρώπῳ κατανοῆσαι, ὥσπερ

οὐδὲ ἴχνη τοῦ διὰ θαλάσσης βαδίζοντος, ὡς καὶ ὁ ψαλμωδός· <ἐν τῇ

θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι

πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.> ὅτι δὲ

κατὰ τὸ ποικίλον καὶ πολυπληθὲς καὶ οὐδαμῶς μονοειδὲς ἀπολιμπάνεται

νοῦς ἀνθρώπινος τῆς τῶν θείων κριμάτων καταλήψεως, ἑκάστῳ τῶν

πραγμάτων οἰκείως καὶ ἐπιβαλλόντως προσφερομένης τῆς θείας σοφίας,

διδάσκει μὲν αὐτὸς πολυποίκιλον λέγων τὴν σοφίαν τοῦ θεοῦ. ἔλεγεν δὲ

καὶ ὁ λθʹ ψαλμὸς κατὰ τὴν Ἀκύλα ἔκδοσιν· <καὶ τοὺς λογισμούς

σου τοὺς ὑπὲρ ἡμῶν οὐκ ἔστιν ἐκθέσθαι.> διὸ καὶ οὐ

θαῦμα σφάλλεσθαι τοὺς ἀνθρώπους ἐν τοῖς περὶ προνοίας λόγοις, καὶ

γὰρ κατὰ τὸν Ἡσαΐαν ἄγνωστος παντὶ…

τις…

The complete text is available when the reading interface loads.