De virginitate
- Edition reference
- De virginitate, MPG 30: 669–809.
- CTS identifier
urn:cts:greekLit:tlg2084.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
669
{ΠΕΡΙ ΤΗΣ
ΕΝ ΠΑΡΘΕΝΙΑ ΑΛΗΘΟΥΣ ΑΦΘΟΡΙΑΣ
ΠΡΟΣ ΛΗΤΟΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΜΕΛΙΤΗΝΗΣ}
1. Οἱ μὲν πολλοὶ τῶν τὸν νυμφίον ἡμῶν πε-
ριεπόντων Χριστὸν, ὅσους ὁ οὐράνιος ἔρως πρὸς τὴν
τοῦ καλοῦ κατανόησιν ἔτρωσεν, ἄλλας παρ' ἄλλοις
τοῦ καλοῦ τὰς ἰδέας ἀσκουμένας ἐν τῇ Ἐκκλησίᾳ
ἰδόντες, οἱ μὲν τῆς παρθενίας ὕμνους, οἱ δὲ τῶν
νηστείαις τε καὶ χαμευνίαις ὑπωπιαζόντων τὸ σῶμα
ἐγκώμια, ἄλλοι δὲ τὸ μεγαλόψυχον τῶν πιπρασκόν-
των διὰ τὸν Κύριον τὰ ὑπάρχοντα θαυμάζοντες, τοὺς
ἐπαίνους ἐν μακρῷ διεξέρχονται· οὐχ ὅπως ἕκαστον
μετιέναι προσήκει τῶν εἰρημένων, ἀναγκαῖον εἶναι
διδάσκειν οἰόμενοι, ἀλλὰ τοὺς ἐπαίνους τῶν εἰρημέ-
νων εἰς τὴν τοῦ καλοῦ προκοπὴν μόνον ἀρκεῖν
672
λογιζόμενοι. Ἐγὼ δέ σοι, ἐπισκόπων ὁμόψυχε Λη-
τόϊε, οὐχὶ παρθενίας ὕμνον, οὐδὲ τῶν τὰ ὑπάρχοντα
πιπρασκόντων ἐγκώμιον, ἢ τῶν νηστείαις κατατη-
κόντων τὰ σώματα ἔπαινον, ἀλλὰ τί τούτων ἕκαστον,
καὶ πῶς κατορθούμενον πρὸς τὴν ὄντως ἀρετὴν συν-
τελεῖ, ὥσπερ ἐν αἰθρίᾳ ἐπιδεῖξαι προεθυμήθην· οὐχ
ἵνα σε προλαβόντα τούτων τὴν σύνεσιν, πρὸς τὴν
τοῦ καλοῦ κατανόησιν ἐν τῇ θεωρίᾳ τῆς διαφορᾶς
τῶν ἀρετῶν ἐπιστήσω· ἀλλ' ἵν' ἅμα σοι διαρ-
θρῶν ἕκαστον, οἷόν τι τὴν φύσιν ἐστὶν, οὐ τοὺς ὑπὸ
σοῦ μόνον ἔρωτα τοῦ καλοῦ λοιπὸν διὰ σὲ γνή-
σιον ἐν στέρνοις λαβόντας, ἀλλὰ καὶ τοὺς λοιποὺς
τῶν ἐντυγχανόντων, καθάπερ ἐν πίνακι χρωματογρα-
φηθὲν τῆς ὄντως παρθενίας τὸ κάλλος, πῶς καὶ πόθεν,
καὶ ποίοις τισὶ χρώμασιν ἀρετῆς τοῦτο κοσμεῖται,
ἀκριβῶς καταμαθεῖν παρασχὼν, ἀσφαλέστερον ἕκα-
στον μετιέναι τὸ σπουδαζόμενον καλὸν μετὰ τῆς
ἐνούσης εὐνοίας διδάξω.
2. Μέγα μὲν γὰρ, ὡς ἀληθῶς, παρθενία, τῷ
ἀφθάρτῳ Θεῷ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἐξομοιοῦσα
τὸν ἄνθρωπον. Οὐκ ἀπὸ σωμάτων δὲ ἄρα ἐπὶ ψυχὰς
αὐτὴ ὁδεύει· ἀλλὰ ψυχῆς τῆς ἀσωμάτου οὖσα ἐξαί-
ρετος, τῇ ταύτης θεοφιλεῖ παρθενίᾳ ἄφθορα φυλάττει
τὰ σώματα. Τοῦ γὰρ ὄντως καλοῦ ἡ ψυχὴ φαντασίαν
λαβοῦσα, καθάπερ τινὶ πτερῷ πρὸς αὐτὸ τῇ
ἀφθαρσίᾳ πτερωθεῖσα, καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, τῇ
ἐν αὐτῇ ἀφθαρσίᾳ φημὶ, τὸν ἄφθαρτον Θεὸν θερα-
πεύεσθαι μόνως πρὸς ἀξίαν ἀθροῦσα, τὴν τοῦ
σώματος παρθενίαν, θεράπαιναν εἰς τὴν τοῦ καθ'
ἑαυτὴν κάλλους θεραπείαν ἐπάγεται, καὶ πάρ-
εδρον ἀοχλήτως πρὸς τὴν τοῦ Θεοῦ θεωρίαν ταύτην
ἔχειν ἀεὶ βουλομένη, τὰς ἐνοχλούσας αὐτῇ τοῦ σώ-
ματος ἡδονὰς ὡς ποῤῥωτάτω ἐλαύνει. Τὴν μὲν τῶν
ὑπὸ γαστέρα ἡδονῶν ἐγκράτειαν, τῆς σωματικῆς
παρθενίας θεράπαιναν, αὐτὴν δὲ ταύτην τῆς καθ'
ἑαυτὴν, ποιουμένη· ὡς τὰ ἄλλα μὲν ἅπαντα, καὶ
τροφῶν ἐγκράτειαν, καὶ τὴν λοιπὴν σκληραγωγίαν,
μαχομένην ταῖς ῥεούσαις κατὰ τῆς ἐν σώματι παρ-
θενίας διὰ τῶν αἰσθήσεων ἡδοναῖς· ἀλλὰ καὶ αὐτὴν
τὴν τοῦ σώματος παρθενίαν, οὐ δι' ἕτερόν τι, ἢ
δι' ἑαυτὴν φιλοκάλως ἀσκεῖσθαι, ἵνα τὴν ἑαυτῆς παρ-
θενίαν ἄφθορον ἁπάσης μοχθηρᾶς ἐννοίας φυλάξασα,
τὴν πρὸς τὸν ἄφθαρτον Θεὸν ἐξομοίωσιν, ὥσπερ ἐν
ἀκηλιδώτῳ κατόπτρῳ λοιπὸν αὐτοῦ τὰς παρ' ἑαυτοῦ
αὐτῇ ἐναυγάζοντος χάριτας, εἰς κάλλος ἑαυτῆς καὶ
ἔπαινον κατορθωθεῖσαν κερδήσῃ. Ἐπειδὴ οὖν παρ-
θενία μὲν, τὴν ὄντως φημὶ, ὡς ἤδη γε ἐν ὀλίγῳ
673
φθάσας ὁ λόγος ὑπέδειξε, καὶ προϊὼν ἔτι σαφέστερον
δείξει, τοῦ κατὰ ψυχὴν ἀφθόρου κάλλους (δι' ὃ καὶ τὰ
σώματος ἐκπονεῖται καλὰ) ἐστὶν ἐξαίρετος· οἱ δὲ
πολλοὶ τῷ ὀνόματι τῆς παρθενίας μόνῳ προσ-
έχοντες, οὐδέν τι τῆς ἀληθοῦς παρθενίας φροντίζου-
σι· διὰ τοῦτ' ἀναγκαίως, οἶμαι, τοῖς τὸν ὑπὲρ
παρθενίας στέφανον ποθοῦσι λαβεῖν, ὑποφωνῆσαι τὰ
ἐνόντα σπουδάσω, ὡς ἂν μὴ δι' ἄγνοιαν ἀμελή-
σαντες τοῦ προηγουμένου καλοῦ, προσαναλώσωσι
μὲν τῇ τῆς θεραπαίνης δουλείᾳ πάντα τὸν βίον, διὰ
δὲ τὸ μηδέποτε τὴν δέσποιναν ταύτης θεραπεῦσαι,
καὶ τὴν τοῦ σώματος παρθενίαν οὐ κοσμουμένην τῷ
τῆς ἔνδοθεν κάλλει, μετὰ πολλοὺς ἱδρῶτας ζη-
μιωθῶσιν. Ἵνα οὖν σαφῶς ἕκαστον τῶν συντεινόντων
πρὸς τὸ τῆς ἀληθοῦς παρθενίας κάλλος ὀφθῇ, φέρε,
πρὸς τίνα σκοπὸν ἡ παρθένος ἀφορῶσα, τὴν ἑαυ-
τῆς παρθενίαν ἀσκεῖ, θεωρήσωμεν. Οὕτω γὰρ ἂν ἐφ'
ἑκάστου κινήματος αὐτῆς, εἴτε πρὸς τὸν προκείμενον
βάλλει σκοπὸν, εἴτ' ἄλλο προθεμένη, πρὸς ἄλλο δὲ
ἀφιεῖσα, τοῦ καθ' ἑαυτὴν σκοποῦ ἀστοχεῖ, ὥσπερ ἐν
αἰθρίᾳ ἰδόντες, τὴν ὡς ἀληθῶς παρθένον ἂν κατα-
μάθοιμεν.
3. Ἄνωθεν δὲ, ὡς ἔχει φύσεως τὸ θῆλυ πρὸς
τὸ ἄῤῥεν, εἰ βούλει, ἐπισκεψώμεθα, ἵνα καὶ τὸν τῆς
παρθενίας σκοπὸν εὐκρινῶς ἀναφανέντα κατίδωμεν.
Ἐξ ὀλίγων γὰρ τῶν πρώτων ζώων, καθάπερ ἔκ τι-
νων πρωτοτύπων σπερμάτων, τὸν κόσμον ὁ Δημιουρ-
γὸς πληρῶσαι θελήσας, ἑκάστου μὲν εἴδους ζώων,
καθάπερ τινὰ μίαν ῥίζαν, τὴν τοῦ σωματικοῦ ζώου
ἰδέαν ἐξ ἀρχῆς κατεβάλετο. Ταύτην δὲ εἰς ἄῤῥεν
τε καὶ θῆλυ, ἀπὸ τοῦ λογικοῦ ζώου ἕως ἐπὶ πᾶν εἶ-
δος ἀλόγου, τεμὼν, καὶ τὸ θῆλυ τμῆμα τοῦ ἄῤῥε-
νος ἐργασάμενος, οἶστρον μὲν ἑκάστῳ τμήματι τῆς
πρὸς ἄλληλα συμπλοκῆς ἄῤῥητον τῇ φύσει ἐνέθηκε.
Τούτων δὲ τὰ ἀποσχισθέντα ἀλλήλων, ταῖς ἀσχέ-
τοις τοῦ ἔρωτος μίξεσιν ἀλλήλοις συμπλέκων, ἐκ
τῆς συμπλοκῆς, ἅπαν εἶδος ζώων ταῖς ἐκ τῶν προ-
αγόντων βλαστάνον γοναῖς, δι' αἰῶνος πληθύνει,
Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πληρώ-
σατε τὴν γῆν. Οὕτω δὲ τὸν κόσμον, φημὶ, ἀφ' ἑνὸς τοῦ
Ἀδὰμ ἀνθρώπων γένους, καθ' ἅπασαν γῆν,
μυρίαις ἐθνῶν διαφοραῖς πεπληρωμένον ἀποδεῖξαι
προθέμενος· ἀφ' ἑνὸς δὲ ἑκάστου τῶν ἀλόγων εἴδους,
κατὰ τὸν ὅμοιον τρόπον τετραπόδων τε καὶ ἑρπετῶν,
ἔτι δὲ πτηνῶν τε καὶ νηκτῶν, καὶ συνόλως ἁπάντων
ζώων, ἀμυθήτοις ἰδέαις πλημμυροῦντα ὀφθῆναι θε-
λήσας, τῇ μὲν δυναστείᾳ τοῦ ἄῤῥενος ὑποτάττει τὸ
θῆλυ, τῇ δὲ τοῦ θήλεος ἡδονῇ, τιθασσεύει τὸ ἄῤῥεν·
τὸ μὲν ἀπὸ τῆς πλευρᾶς τοῦ ἄῤῥενος εἰλημμένον, ὡς
676
ἂν μέρος ὅλῳ τῷ ἀφ' οὗ ἐλήφθη καταπειθὲς οἶναι
πρὸς τὴν ἀρχὴν δικαιώσας· τὸ δὲ ἄῤῥεν ποθεῖν τὸ
ἀπ' αὐτοῦ ληφθὲν, καὶ τὴν πρὸς αὐτὸ διῶκον συμπλο-
κὴν, εἰς ἑαυτὸ, διὰ τῆς μίξεως, τὸ οἰκεῖον μέλος
ἀναλαμβάνειν ταῖς τῆς φύσεως ἀνάγκαις μηχανησά-
μενος· τοῦτον δὲ τὸν τρόπον, ἐξ ἑνὸς δύο, καὶ ἐκ δύο
πάλιν ἓν, τό τε ἄῤῥεν καὶ τὸ θῆλυ σοφῶς ἀνα-
δείξας. Καὶ οὐ τὴν πρὸς ἄλληλα συμπλοκὴν μόνον,
διὰ τῶν προειρημένων τρόπων, ἡδεῖαν τοῖς σώμασιν
αὐτῶν ἐργασάμενος, ἀλλὰ καὶ πρὸς τὸ ἐκ τῆς συμ-
πλοκῆς ταῖς τοῦ ἔρωτος λαμπάσι δᾳδουχούμενον γέ-
νος, πολὺ τὸ φίλτρον ἐγκατασπείρας· ἐνεργητικὸν
μὲν τὸ ἄῤῥεν, ὡς ἂν καὶ κατὰ τὴν δημιουργίαν πρω-
τεῦον· παθητικὸν δὲ τὸ θῆλυ, ὡς ἂν τῆς τοῦ ἄῤῥε-
νος μοίρας ἀποσπασθὲν, τὴν φύσιν ἐργάζεται. Καὶ
ἵνα μὴ τῷ πρὸς τὴν τοῦ ὁμοίου γένους διαδοχὴν φίλ-
τρῳ τὸ θῆλυ ἀγόμενον, ὡς ἂν παθητικὸν, ἀβοήθητον
καταλείποιτο, ἡδονῆς ὅλον φάρμακον τῷ ἄῤῥενι τὸ
θῆλυ κατασκευάσας, βιαίοις ὁλκαῖς, καὶ ἐπὶ τὴν κα-
ταβολὴν τῆς γονῆς, πρὸς αὐτὸ ἄγει τὸ ἄῤῥεν· οὐχὶ
πρὸς τὸ ἄῤῥεν ἄγων τὸ θῆλυ, ἀλλὰ τῇ τοῦ θήλεος
ἡδονῇ τὸ ἄῤῥεν πρὸς αὐτὸ αἰχμάλωτον ἄγων. Ὡς γὰρ
ἡ μαγνῆτις λίθος ἄῤῥητόν τινα δύναμιν κατὰ τοῦ
σιδήρου ἐν τῇ φύσει λαβοῦσα, οὐκ αὐτὴ ἄγεται πρὸς
τὸν σίδηρον, ἀλλὰ πόῤῥωθεν πρὸς ἑαυτὴν τὸν σίδη-
ρον ἕλκει· οὕτω τὸ τοῦ θήλεος σῶμα, ἄφραστον κατὰ
τοῦ ἄῤῥενος τὴν δύναμιν εἰληφὸς, καὶ μὴ εἰδυίας,
ὡς ἂν εἴποι τις, τῆς ἐν αὐτῷ ψυχῆς, τὸ τοῦ ἄῤῥενος
σῶμα πρὸς τὴν μίξιν αὐτόματον ἕλκει. Οὕτω τῷ
ἀσθενεστέρῳ ζώῳ τοῦ Δημιουργοῦ βοηθῆσαι θελήσαν-
τος, ἵνα τῇ ἐνούσῃ αὐτῷ ἡδονῇ μαγγανεῦον τὸ ἄῤῥεν,
οὐ διὰ τὴν παιδοποιίαν μόνον, ἀλλὰ καὶ δι' αὐτὸν τὸν
τῆς μίξεως οἶστρον, ὑπερμαχοῦν αὐτῷ ἔχῃ τὸ ἄῤῥεν.
Ἀντὶ τούτου γοῦν, Καταλείψει ἄνθρωπος τὸν πα-
τέρα αὐτοῦ καὶ τὴν μητέρα οὐ τὸ θῆλυ, ἀλλ'
ὁ ἄῤῥην, ὑπὸ τοῦ ἐγκειμένου οἴστρου πρὸς τὴν συνου-
σίαν τοῦ θήλεος ἐλαυνόμενος. Καὶ προσκολληθήσε-
ται τῇ γυναικὶ, φησὶν, ὁ ἀνὴρ, οὐχ ἡ γυνὴ τῷ ἀνδρὶ,
καὶ γενήσονται οἱ δύο εἰς σάρκα μίαν. Ταύτην δὲ
τὴν δυναστείαν κατὰ τοῦ κρατοῦντος τῷ τοῦ θήλεος
γένει ὁ Δημιουργὸς χαριζόμενος, καὶ αὐτὴν τὴν τοῦ
σώματος πλάσιν τε καὶ ἰδέαν τοῦ θήλεος μαλακωτέ-
ραν εἰργάσατο, ἵνα καὶ ἁφῇ, καὶ βλέμματι, καὶ κι-
νήματι, καὶ τῇ τῶν μελῶν συνόλως ἁβρότητι, καὶ
ὁρῶν καὶ ὁρώμενον, μάλαγμα ἡδονῆς ᾖ τῷ ἄῤῥενι, κατὰ πᾶσαν αἰσθήσεως προσβολὴν πανταχόθεν προσ-
πῖπτον.
4. Ταύτης δὲ τῆς βίας ἐν τοῖς σώμασιν ἡμῶν διὰ
τὴν προειρημένην αἰτίαν ἐνυπαρχούσης, ἡ παρθένος,
ἴσην μὲν καὶ τὴν αὐτὴν τῇ οὐσίᾳ ψυχὴν, καὶ ἀνδρὶ
καὶ γυναικὶ ἐνυπάρχουσαν θεωροῦσα· τῇ δὲ πρὸς τὸ
θῆλύ τε καὶ ἄῤῥεν τοῦ σώματος προσπαθείᾳ, τὴν μὲν
θηλυνομένην, τὴν δὲ ἀῤῥενουμένην γινώσκουσα, ἔκ
677
τε τῆς τῶν σωμάτων, οἷς ἐνδέδενται, ἐρωτικῆς
συμπλοκῆς, μυρίας· ἀναδεχομένας παθῶν ἰδέας τὰς
ψυχὰς καθορῶσα, ἀποστῆσαι μὲν τῆς πρὸς τὸ σῶμα
προσπαθείας ταύτην ἀεὶ προθυμεῖται, διακόψαι δὲ
τὴν πρὸς τὸ ἄῤῥεν σχέσιν τοῦ θήλεος, ταῖς ἀπὸ τοῦ
σώματος πρὸς τὸ οἰκεῖον καλὸν ἀποστροφαῖς ἐπαγ-
γέλλεται. Ταύτην δὲ τὴν ὁδὸν τῆς ἀρετῆς ὁδεῦσαι
σπουδάζουσα, οὐκ αὐτὴν τοῦ σώματος, ἥντινα πρὸς
τὸ ἄῤῥεν ἔχει σχέσιν, λοιπὸν ἐννοεῖ, ἀλλὰ τὴν ἐν αὐτῷ
ψυχὴν ἀσώματον οὖσαν, τίνα ἔχει πρὸς τὸν ἀσώ-
ματον Θεὸν οἰκειότητα, ὀξεῖ τῷ ὄμματι περισκέπτε-
ται, καὶ τοῦ ἀσωμάτου ἔρωτος πολλῷ λαμπροτέραν
ἀνάψασα τὴν λαμπάδα, τοῖς ὑπὲρ αὐτοῦ ἰδρῶσι,
γυμνὴν καὶ ἀνεπαίσθητον τῶν ἐν ᾧ ζῇ σώματι ἡδονῶν
ἑαυτὴν ἐπιδεῖξαι σπουδάζει. Ἐπειδὴ οὖν θεῖον ὄντως
καὶ τῆς ἀχράντου ψυχῆς ἐξαίρετόν τι χρῆμα ἡ παρ-
θενία ἐστὶ, τοιαύτη δὲ καὶ ἡ τῶν ἀῤῥένων τε καὶ θηλει-
ῶν σωμάτων πρὸς ἄλληλα σχέσις, ἡ δὲ παρθένος
οὐδὲν τῆς θήλεος ἡδονῆς ἐπιφερομένη ἐκ σώματος
μόλυσμα, πάντα δὲ τὰ σαρκὸς πάθη ἐκδῦσα, καθαρὰν
ἑαυτὴν τῷ Θεῷ, οὗ ἐρᾷν ἐπαγγέλλεται, παραστῆσαι
φιλοτιμεῖται· δῆλον ὡς βιαστῶν ἆθλον εἶναι τὴν
τῶν οὐρανῶν βασιλείαν γινώσκουσα, βιάσασθαι πρὸς
τὸν προκείμενον σκοπὸν τὴν ἑαυτῆς φύσιν ὀφείλει·
οὐχὶ τῆς πρὸς τὸν γάμον ἐρεθιζούσης ἐν τῷ τοιῷδε
πεπλασμένῳ σώματι ἡδονῆς μόνον κρατοῦσα, ἀλλὰ
πρὸς πᾶν εἶδος ἡδονῆς καρτερῶς ἱσταμένη. Μία γὰρ
οὖσα τῷ γένει ἡ ἡδονὴ, ὥσπερ πηγή τις ἀπὸ σαρκῶν
ἀναβλύζει, καὶ καθάπερ εἰς πέντε ὀχετοὺς, τὰς πέντε
αἰσθήσεις διαιρεθεῖσα, διὰ τούτων ἐπὶ τὰ αἰσθητὰ
ἔνδοθεν ῥεῖ. Ὧν ἕκαστος, διὰ τῆς οἰκείας τῶν αἰσθη-
τηρίων ὀπῆς, τὸ ἑαυτοῦ ῥεῖθρον τῷ καθ' ἑαυτὸν αἰ-
σθητῷ σφοδρῶς ἐμβάλλων, πᾶν εἴ τι συγγενὲς ἀπο-
κλύσας πρὸς ἑαυτὸν ἐπισύρεται· ἰλύος τε τῆς
ἀπὸ σαρκῶν πληρωθεὶς, καὶ χειμάῤῥου τρόπον
ἀντιστρόφως αὖθις ἀπὸ τῶν ἔξω διὰ τῶν αὐτῶν ὀπῶν
εἰς τὰς σαρκὸς δίνας ὀξύτερον ῥέων, τὴν αὐτῆς ψυ-
χὴν κυμαίνων τοῖς πάθεσιν ὑποβρύχιον φέρει. Διὸ
ἀναγκαίως ἡ παρθένος ὀφείλει ταῖς τῶν αἰσθητηρίων
ὀπαῖς τὸν λογισμὸν φρουρὸν ἐπιστήσασα, τήν τε ἐπὶ
τὰ ἔξω τούτων φορὰν, οὐκ ἀνέτους ἁπαξαπλῶς αὐτοῖς
ἐφιεῖσα τὰς διεξόδους, σύμμετρόν τε καὶ ἠρε-
μαῖον παρέχειν· ἵνα μὴ ἀκωλύτως πρὸς ἃ βούλονται
ἐκχεόμενοι, ἐπινηχομένην αὐτοῖς ἔσθ' ὅτε τὴν ψυχὴν
πρὸς τὰ οἰκεῖα κυμαίνοντες κατασύρωσι· καὶ τὸ
ἔξωθεν ἐπ' αὐτὴν αὖθις αὐτῶν φερόμενον ῥεῦμα,
θλίβουσα ταῖς ὀπαῖς διηθεῖν, καὶ παντὸς ῥύπου καθα-
ρὸν εἰς αὐτὴν παραπέμπειν, ἵνα μὴ τῇ ἀπὸ σαρκῶν
ἰλύϊ πλημμυροῦν, ἣν ἐμπαθῶς ἐπεσύρατο, ὅλην
αὐτὴν τοῖς οἰκείοις μολύσμασι ταράσσον θολώσῃ
680
5. Οὐκοῦν οὔτε τοὺς ὀφθαλμοὺς πρὸς πᾶσαν ἁπλῶς
τὴν τῶν ὁρατῶν θέαν ἀναπετάσει, ἵνα μὴ πᾶσαν
ἀδιακρίτως χαρακτήρων τε καὶ μορφῶν ἰδέαν εἰσοι-
κιζομένη, δι' αὐτῶν πρὸς τὰς ἐξ αὐτῶν φαντασίας
ταράσσηται. Ἀλλὰ πρὸς μέν τινα καὶ ἀνεῳγότων,
δι' ἀνάγκην τῆς πρὸς τὸν παρόντα βίον φωταγωγίας,
τῶν τοῦ σώματος ὀφθαλμῶν, τοὺς τῆς ψυχῆς ἐπιμύ-
σει· πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ φωτὸς καὶ τοῦ δι' αὐ-
τοῦ δεικνυμένου κάλλους αὐτῇ κατανόησιν, καὶ με-
μυκότας πρότερον σπουδαίως ἀνοίξει. Οὔτε τὴν ἀκοὴν
παντὶ λόγῳ ἀνεξετάστως ὑφέξει, ἀλλὰ πρὸς μὲν
τοὺς φαύλους τῶν λόγων, ὥσπερ πρός τινα δυσώδους
γεύματος φορὰν αὐτὴν ὑποφράξει, τοῖς δὲ σπου-
δαίοις καθαρὸν ῥέουσι τῆς ἀρετῆς τὸ νᾶμα, φιλομα-
θῶς ὑποθήσει. Καὶ τὴν μὲν γεῦσιν πρὸς τὰ ἥδοντα
ἀεὶ κεχηνυῖαν ἐγχαλινώσει τῷ λόγῳ, πρὸς δὲ τὴν τῶν
ἀναγκαίων μετάληψιν σωφρόνως ἡνιοχήσει. Τὴν δὲ
ἁφὴν, ὡς ἂν ἀνδραποδεστάτην μὲν πασῶν αἰσθή-
σεων οὖσαν, πάσας δὲ τὰς λοιπὰς τῇ οἰκείᾳ λειότητι
πρὸς ἡδονὴν μαγγανεύουσαν, ἀκηλίδωτον παθῶν ὡς
μάλιστα διόλου φυλάξει. Ὅλῳ γὰρ τῷ σώματι αὕτη
παρεκταθεῖσα, διὰ μὲν τῆς ὅλης ἐπιφανείας αὐτοῦ,
οὐ τῆς φαινομένης ἔξωθεν μόνον, ἀλλὰ καὶ τῆς ἐν
τῷ βάθει, πρὸς τὰς ἐμπαθεῖς ἁφὰς, κατὰ τῆς ψυχῆς
δυναστεύει. Τῶν δὲ χειρῶν μάλιστα καταλαβοῦσα τὸ
καιριώτατον, διὰ τούτων, ὥσπερ διά τινων θηρά-
τρων, τοὺς ἐμπεσόντας ἀγρεύει πάντας. Οὐ μὴν
ἔρημον τῆς οἰκείας γοητείας καταλιμπάνει τὴν ὄψιν.
Ἀλλὰ πρὸς μὲν τὰς συγκεχυμένας χρόας καὶ
τοὺς τραχεῖς χαρακτῆρας τραχύνουσα ταύτην, ὁμοῦ
καὶ συγχέουσα· πρὸς δὲ τοὺς λείους τε καὶ πρὸς
εὐφυΐαν καὶ χρόᾳ καὶ σχήματι ἀπατηλῶς μορ-
φωθέντας πόῤῥωθεν διαχέουσά τε αὐτὴν καὶ
λεαίνουσα, τὴν ἑαυτῆς δυναστείαν, καὶ διὰ ταύτης
ἱκανῶς ἐπιδείκνυται. Ἀλλὰ καὶ τὴν ἀκοὴν ταῖς μὲν
τραχείαις τῶν φωνῶν φυγαδεύουσα, ταῖς δὲ μαλακαῖς
διὰ τοῦ ἐμπνέοντος λείως ἀέρος ἐν βάθει χαλῶσα, τὸ
καθ' ἑαυτὴν πρὸς ἡδονὴν ἔργον καὶ διὰ ταύτης ἀνύει.
Ἐῶ γὰρ λέγειν τὴν γεῦσιν, ὡς τὸ ὅλον ταύτης
σύντροφον οὖσαν. Πρὸς μὲν τοὺς ἄλλως ἔχοντας χυ-
μοὺς ἐπιστύφεταί τε καὶ ἀηδίζεται· πρὸς δὲ τοὺς
λείους τὰς ἑαυτῆς δεξαμενὰς ἀπληρώτους ἀνοίγει. Τί
γὰρ ἄν τις εἴποι καὶ περὶ τῶν παιδογόνων μορίων;
681
ὡς τὴν δεδομένην αὐτοῖς πρὸς τὴν τοῦ ὁμοιογενοῦς
σπορὰν δύναμιν, τοῖς ἑαυτῆς τὸ ὅλον ἐγκαταδησαμένη
φαρμάκοις, τῇ συναισθήσει τῆς κατὰ τὴν ἀφὴν τού-
των λειότητος, αἰχμάλωτον διὰ τῆς κατ' αὐτὴν ἡδονῆς
ἄγει τὸν ἄνθρωπον. Δι' ἁφῆς οὖν τινος ἐδείχθη,
καὶ ὄψις τὴν ψυχὴν πρὸς ἡδονὴν ἀπατῶσα. Ταῖς γὰρ
τῶν ὀμμάτων βολαῖς, καθάπερ ἀσωμάτοις χερσὶν,
ὧν ἂν ἐθέλῃ πόῤῥωθεν ἁπτομένη, καὶ ὧν ταῖς τοῦ
σώματος χερσὶν ἄψασθαι ἐπ' ἐξουσίας οὐκ ἔχει,
ταῦτα ταῖς τῶν ὀμμάτων ἐπιβολαῖς ἐμπαθῶς περιπ-
τύσσουσα, δι' ὧν ἀπεμάξατο τύπων, ὅλον πρὸς τὰς
ἐγγινομένας φαντασίας τὸ σῶμα κυμαίνουσα. Καὶ
ἀκοὴ τῶν λείων φωνῶν δι' ἁφῆς ἁπτομένη, διὰ ταύ-
της τὴν ψυχὴν γοητεύουσα. Καὶ συνελόντι φάναι,
πᾶσα αἴσθησις, ὥσπερ τὸ σῶμα ἐν ᾧ δυναστεύει
κοινὸν, οὕτω καὶ τὴν ἐν τούτῳ ἁφὴν κοινὴν εἰληφυῖα,
διὰ ταύτης ἑκάστην τε αἴσθησιν πρὸς τὸ οἰκεῖον ἡδὺ,
καὶ δι' ὅλων ὅλον ἐν ἁφῇ κείμενον ἡμῶν τὸ σῶμα
πρὸς τὴν καθόλου ἡδονὴν ποικίλως μοχλεύουσα.
6. Ἐπειδὴ οὖν ἐν πάσαις μὲν ἡ ἁφὴ, μάλιστα δὲ
ἐν γεύσει καὶ τοῖς παιδογόνοις δυναστεύει μορίοις,
καὶ ἑτέρα τῆς ἑτέρας, ὥσπερ ἐν ἀλύσει, ἐξημμένη
τε. καὶ κρατοῦσα ἁφὴ, ἡ μὲν διακονεῖται, ἡ δὲ
διάκονος γίνεται, πᾶσαι δέ γε ἐπὶ τὴν βασιλίδα ἑαυ-
τῶν ἡδονὴν, τὴν τῶν αἰσθήσεων, δι' ἁφῆς, ἐνέργειαν
παραπέμπουσαι, ἔτι καὶ μᾶλλον τοῖς πάθεσι τὴν
ψυχὴν σωματοῦσι· πρόκειται δὲ τῇ παρθένῳ πάσης
ἡδονῆς σωματικῆς καθαρὸν ἀποδεῖξαι τὸν νοῦν· διὰ
τοῦτο τὴν μάλιστα σωματοῦσαν ἁφὴν δεῖ τῆς ψυχῆς
ἀποκόπτειν, ὡς ἂν τὸ ὄχημα τῶν κατὰ τὰς ἄλλας αἰ-
σθήσεις ἁφῶν ἀνελοῦσα, συνανέλοι ὡς ἔνι κἀκείνων
πρὸς τὰ οἰκεῖα ἡδέα τὰς ὕλας. Τί οὖν μάλιστά ἐστιν
ὃ σωματοῖ πρὸς ἁφὴν τὴν ψυχὴν, καὶ τὰς ἐν ταῖς
ἄλλαις αἰσθήσεσιν ἡδονὰς πολυμόρφως βλαστά-
νει; Ἡ ἐν γεύσει τε, φημὶ, καὶ ἡ πρὸς τὰς συνου-
σίας τὸ σῶμα ἁφὴ ἐμπαθῶς γαργαλίζουσα. Τούτων
δ' αὐτῶν ἡγεῖται μὲν ἡ τῆς γεύσεως, ἡ δὲ τῆς μίξεως
ἕπεται· ὅτι διὰ τῆς ἐν τῇ γεύσει ἁφῆς, κολακευομέ-
νης πρὸς γαστριμαργίαν ἀεὶ τῆς καταπόσεως, πιαι-
νόμενόν τε τὸ σῶμα καὶ ὑπὸ τῶν ἐν τῷ βάθει βρασ-
σομένων λείων χυμῶν ἀσχέτως γαργαλιζόμενον, πρὸς
τὴν τῆς μίξεως ἁφὴν οἰστρούμενον φέρεται.
7. Διὸ ἀναγκαῖον τὴν μέλλουσαν τῶν πρὸς τὰς μί-
ξεις ἡδονῶν διὰ παρθενίας κρατεῖν, πολλῷ πλέον
πρότερον τῆς κατὰ τὴν γεῦσιν ἡδονῆς, ὡς ἐπαν-
τλούσης ἐκείνῃ τὰς ὕλας, ἄρχουσαν δείκνυσθαι.
Ἐκ λογικοῦ γὰρ καὶ ἀλόγου, κατὰ τὸ Ἐλληνικὸν
πρὸς φυσιολογίαν πλάσμα, ὥσπερ τινὰ κένταυρον
684
συνθεὶς ὁ Δημιουργὸς ὅλον τὸν ἄνθρωπον, τῷ ἀνθρω-
πομόρφῳ ἀπὸ κεφαλῆς ἕως στέρνων ἄνωθεν μέρει,
τὸ ἀπὸ ὀμφαλοῦ καὶ ὀσφύος, καθάπερ ἵππου φύσιν,
πρός τε τὰς γαστρὸς ἡδονὰς κτηνῶδες ὑπάρχον, καὶ
πρὸς τὰς μίξεις ἀλόγως κινούμενον, κάτωθεν φέρων
προσήρμοσεν· οὐχ ὑπὸ τοῦ ἀλόγου μέρους τὸ λογι-
κὸν ἐξαρπάζεσθαι βουληθεὶς, ἀλλὰ τῷ λογικῷ ὑπο-
βεβλημένον ἔχοντι τὸ ἄλογον μέρος, ἡνιοχεῖσθαι
πρὸς τὰς τῆς φύσεως ἀνάγκας πανσόφως ἐφείς. Διὰ
γοῦν ταύτην τὴν δεδομένην αὐτῷ ἐξουσίαν, ὅταν μὴ
ἄγῃ, ἀλλ' ἄγηται ὑπὸ τοῦ ἀλόγου τὸ λογικὸν, ἐπονει-
δίζων τῷ ἡνιόχῳ ὁ λόγος, ὡς ἂν πρὸς τὴν τοῦ ἀλόγου
ἡδονὴν κακῶς ἄνωθεν κενωθέντι φησίν· Ἵπποι
θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖ-
κα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζε. Καὶ ἀλλα-
χοῦ ἀπ' ὀμφαλοῦ καὶ ὀσφύος τὸ ἄλογον κατὰ τῆς ψυ-
χῆς δυναστεύειν ὑπαινισσόμενος· Ἰδοὺ ἡ ἰσχὺς
αὐτοῦ, φησὶν, ἐπ' ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ'
ὀμφαλοῦ γαστρός. Πιαινομένης γὰρ ταύτης ὑπὸ τῆς
γεύσεως, ἀνάγκη τὰ ὑπ' αὐτὴν μόρια ὑπὸ τοῦ πλημ-
μυροῦντος ὑγροῦ βρασσομένου ἐν βάθει, πρὸς τὰς φυ-
σικὰς ἐνεργείας κινεῖσθαι. Χορηγεῖ μὲν γὰρ ἡ γαστὴρ
ἐπικειμένη τούτοις πρὸς τὸν οἶστρον τὰ ὑπεκκαίοντα
ταύτας· κατάποσις δὲ ἄνωθεν πηγάζει τὰς
ὕλας. Πρώτης οὖν τῆς γεύσεως ἡ παρθένος κρατήσει,
τὰς πηγὰς τῶν γαστρὸς ἡδονῶν, καὶ τῶν ἐντεῦθεν
πρὸς ἀκολασίαν ῥεουσῶν ἀφορμῶν ἄνωθεν σωφρόνως
ἡνιοχοῦσα· ἵνα μὴ παρθενεύειν προελομένη, εἶ-
τα πρὸς τὴν γεῦσιν ἀφειδῶς ἐκπορνεύουσα, λάθῃ
καθ' ἑτέραν ἀπολαύσεως ἡδονὴν τὴν παρθενίαν
ἀλόγως ἀπεμπολοῦσα. Παρθένον γὰρ καὶ τὴν γεῦ-
σιν εἶναι δεῖ τῆς παρθένου, ὑπὸ μηδεμιᾶς τοῦ
ἥδοντος τὴν κατάποσιν κολακείας πρὸς ἡδονὴν φθει-
ρομένην, ἀλλ' ἄφθορον μὲν κἀν τούτῳ ἑαυτὴν φρονί-
μως φυλάττουσαν, πρὸς δὲ τὴν τῆς ψυχῆς εἰς τὰ
ἐπιβάλλοντα ὑπηρεσίαν, τὸ σῶμα ἐμφρόνως ἡνιο-
χοῦσαν.
8. Οὐδὲ γὰρ δεῖ φυλαττομένην ὑποπεσεῖν τῇ τῆς
γεύσεως ἡδονῇ, καὶ τὰς πηγαζούσας ἐκ γαστρὸς ἡδο-
νὰς διὰ τῆς πρὸς τὰ σῖτα ἐγκρατείας ἀναστέλλουσάν
τε καὶ ἰσχναίνουσαν, εἰς τὸ ἐναντίον αὖθις περιτρέ-
πειν τὴν τοῦ σώματος χρείαν. Μὴ ἐκκλίνῃς
γὰρ, φησὶν, εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά. Ὡς
γὰρ τὸ ἄνετον κατὰ πάντων ἁπλῶς ἐδεσμάτων ἀφιέ-
ναι τὴν γεῦσιν διὰ τὰ προειρημένα ὡς ἀληθῶς
χαλεπόν· οὕτω τὸ ἀποκλεῖσαι ταύτην εἰς τὴν ἐξ
ἀσθενείας τοῦ σώματος ἀχρηστίαν, παντάπασιν ἀλο-
γώτατον. Αἱ ἀκρότητες γὰρ ὄντως, ὡς ἔφη τις
685
τῶν σοφῶν, καὶ κατὰ τοῦτο ἰσότητες. Ὡς γὰρ διὰ
πλῆθος τροφῶν ἀποσκιρτῶν ἡμῶν ὁ ἵππος, φέρει
κακῶς ὅπη βούλεται τὸν ἡνίοχον· οὕτω δι' ὑπερβάλ-
λουσαν ἔνδειαν πρὸς τὴν προκειμένην τῆς ἀρετῆς ὁδὸν
ἐμποδίζει. Καὶ ὥσπερ οὐ δεῖ ταῖς πολλαῖς τροφαῖς
τοῦτον πιαίνοντα, ταῖς τῶν σκιρτημάτων αὐτοῦ ἀτα-
ξίαις κακοπαθεῖν τὸν ἡνίοχον, καὶ ἁπανταχοῦ περιφέ-
ρεσθαι πρὸς τὴν ζέουσάν τε καὶ δύσκαμπτον αὐτοῦ
δύναμιν παντελῶς οὐκ ἀντέχοντα· οὕτως οὐδὲ τὴν ἐπ'
ἀρετὴν ὁδὸν σὺν τούτῳ ὁδεῦσαι προθέμενον, ὑπερ-
βαλλούσῃ ἐνδείᾳ πρὸς τὸ ἀχρεῖον αὐτοῦ, φημὶ, τὴν
δύναμιν καταβαλεῖν· ἵνα μὴ ἐξασθενήσαντι τούτῳ
προσδεδεμένος, ἀνήνυτον ὑπὲρ αὐτοῦ ὑπομένῃ τὸν
πόνον· μήτ' ἐγεῖραι ἔτι καταπεσόντα πρὸς τὸν δρό-
μον δυνάμενος, μήτ' ἀφεῖναι ὑπὸ τῆς πρὸς αὐτὸν φυ-
σικῆς σχέσεως συγχωρούμενος· ἀλλ' ἀεὶ μὲν τούτῳ
διὰ τὴν κοινωνίαν συστένειν, καὶ περὶ τὴν ἐπιμέλειαν
τῆς ὑγείας αὐτοῦ πονεῖσθαι ἀναγκαζόμενος· τῷ δὲ
μὴ ἔχειν σθεναρὸν τὸν πρὸς τὴν γυμνασίαν τῶν
ἐπιβαλλόντων τῷ δρόμῳ ὑπηρετούμενον, δι' ἀμελετη-
σίαν λοιπὸν τὰ πολλὰ τῆς οἰκείας ἐπιστήμης ἑαυτοῦ
ἐκβάλλων. Οὐκοῦν ἐπεὶ δεῖ τὸ συμφυὲς ἡμῖν
ὄχημα, μήτε ἀνιέντας ἄγαν, μήτ' αὖ πάλιν σφοδρῶς
ἐπιτείνοντας, πρὸς τὸν τῆς ἀρετῆς δρόμον προάγειν,
διὰ τοῦτο προσήκει καὶ τὴν κατάστασιν, ὡς ἔχει, τοῦ
σώματος, καὶ τὰς ποιότητας τῶν τροφῶν θεωρεῖν,
καὶ ἀκμάζοντι μὲν τῷ σώματι καὶ θέρμης φυσικῆς
πλεονάζοντι ἐπισχεῖν ἔτι, καὶ διὰ τῶν τροφῶν ἐξ-
ωθεῖν τὸ θερμὸν, ἵνα μὴ ἢ πολυχύμοις τροφαῖς τὴν οὖ-
σαν ἐκ φύσεως πιμελὴν ἐκ προσθήκης αὐξήσαν-
τες, ἢ τῇ τοῦ οἴνου ἐγχύσει ζέουσαν τοῦ σώματος τὴν
ἀκμὴν ἔτι μᾶλλον ἐξάψαντες, κατὰ τὸν τῶν Ἑλλήνων
σοφὸν, πῦρ ὄντως ἐπὶ πῦρ ὀχετεύωμεν. Ἀλλ' ἀκμά-
ζοντι μὲν καὶ θέρμης φυσικῆς περιττεύοντι τὸ ἐκ πη-
γῶν καθαρὸν ῥεῖθρον σωφρόνως ἐποχετεύσωμεν, τὴν
ἐν τῇ φύσει ζέουσαν φλόγα τῇ τοῦ ὕδατος ἀντιπαθεῖ
δυνάμει καταμαραίνοντες, καὶ πρὸς τὸ ἥμερον τῷ ἐν
ἡμῖν λόγῳ κιρνῶντες· παρηβῶντι δὲ καὶ μαραι-
νομένῳ τὴν ἐκ τῶν τροφῶν καὶ τοῦ πόματος βοήθειαν
σύμμαχον ἐπεισάξωμεν· οὐ τὴν ποσότητα μόνον
τῶν τροφῶν ἁπανταχοῦ πρὸς τὴν δύναμιν φρονίμως
μετροῦντες, ἀλλὰ καὶ τὴν ποιότητα μάλιστα σοφῶς
ἐπικρίνοντες. Οὐδὲ γὰρ τῇ ἔξωθεν φαντασίᾳ τούτων
μόνον προσέξομεν, ἀλλὰ καὶ τὴν ἐν τῷ βάθει δύναμιν
τούτων μάλιστα σοφῶς κατοπτεύσομεν· ὅτι
οὐ σπερμάτων μόνον τε, καὶ ὀσπρίων, ἀλλὰ καὶ
τῶν λαχάνων ἐστὶν οὐκ ὀλίγα, ἃ οὐ κατὰ τὴν
ἔξωθεν δόξαν πρὸς τὴν ἥμερον ἡνιόχησιν εἰς τροφὰς τῷ ἀσκητῇ καθάπαξ συμβάλλεται, ἀλλὰ τὸ τῶν
σαρκῶν βάθος ἀμύσσοντά τε καὶ κνισμώδεις γαργαλισμοὺς ἐμποιοῦντα, οὐκ ἔλαττον τῶν αὐτόθεν
φευκτῶν, κατὰ τὸ λεληθὸς ἐπιθολοῖ καὶ ταράσσει τὰ σώματα.
9. Διόπερ οὐδὲ τοῖς ἀλσὶν ἁπλῶς καὶ ἀδιαφόρως
χρησόμεθα, ὥσπερ ἐνίους τῶν ἀσκήσει προσεχόντων
688
ἐθεασάμεθα, δι' ὑπερβολὴν ἐγκρατείας, ἅπαν μὲν
παρωσαμένους προσέψημα, μόνους δὲ τούτους μετὰ
τοῦ ἄρτου ἀντὶ παντὸς προσφερομένους ἡδύσματος.
Οὐ συνιᾶσι δὲ ἄρα καὶ οὗτοι, ὅτι γόνιμοι κατὰ φύσιν
ὑπάρχοντες καὶ ὀδαξησμοὺς τῷ σώματι ἐμποιοῦντες,
μᾶλλον τῶν ἄλλων πρὸς τὰς μίξεις τὰ σώματα ἐρεθί-
ζουσιν. Εἰ δ' ἐν τούτοις δεῖ σοφῶς πρὸς τὴν προκει-
μένην χρείαν τὸν ἡνίοχον διαγίνεσθαι, πολλῷ πλέον
τῶν ἀκροδρύων τὴν πρὸς τὰ ὁμολογουμένως βλάπτον-
τα συγγένειαν τῶν ποιοτήτων προσήκει φυλοκρι-
νεῖν, ἁπανταχοῦ μὲν τὸ ἀναγκαῖον τῆς τροφῆς
πρὸς ζωὴν μόνον φρονίμως ἐγκρίνοντας, τῶν δὲ προσ-
εψημάτων τὴν ἐπινενοημένην κολακείαν πρὸς τὰ
ἡδονῆς δελέατα ἀποπτύοντας. Εἰ γὰρ ἄρτος καρδίαν
ἀνθρώπου στηρίζει, οὐ δεῖ πλέον τοῦ ἀναγκαίου τῆς
τροφῆς τὸ προσέψημα ἀλόγως προσφέρεσθαι. Ἐπεὶ
μηδὲ τοὺς ἅλας, ἥδυσμα τοῦ ἄρτου ὑπάρχοντας, ἴσους
ποσότητι μετὰ τοῦ ἄρτου παραληψόμεθα Εἰ δὲ οὐκ
ἄν τις ἴσον τὸ ἄρτυμα τῷ οὗ παραλαμβάνεται ἄρτυ-
μα προσενέγκοιτο, πῶς ἄν τις πλεονάζουσαν τὴν τῶν
προσεψημάτων χρείαν, τῆς προηγουμένης τροφῆς
παραλάβοι; Οὐκέτι γὰρ ἔσται ταῦτα τοῦ ἄρτου ἀλη-
θῶς προσεψήματα, ἀλλὰ ὁ ἄρτος ἀνάπαλιν τούτων.
Καὶ λήσεται πάλιν ἄλλῳ λόγῳ ἡ γεῦσις κατασοφισα-
μένη, διὰ τῆς ποικιλίας τῶν ὄψων, πρὸς ἡδονὴν τὸν
ἡνίοχον· εἶτα ἐντεῦθεν εὑρεθήσεται, ὃ φεύγει διὰ τῆς
ἀσκήσεως, πάλιν διώκων. Οὐκοῦν, ὥσπερ ἐν τετρα-
χόρδῳ, συνελόντι φάναι, ἀγαθὴ ἁρμονία, ἐπειδὴ
ἐκ τεττάρων, γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρὸς,
συνέστηκεν ἡμῶν τὰ σώματα, τῷ μὲν ἐνδέοντι διὰ
τῶν τροφῶν ἀεὶ βοηθήσει, τοῦ δὲ πλεονάζοντος τῇ
ὑφαιρέσει, καὶ πρὸς τὰς γυμνασίας ἀγωγῇ, τὴν δυνα-
στείαν μαλάξει· οὐ τὰς ποιότητας μόνον τοῦ ἐν ἡμῖν
θερμοῦ τε καὶ ψυχροῦ, ἀλλὰ καὶ τὰς ποιότητας ξηροῦ
τε καὶ ὑγροῦ δοκιμάζων. Καὶ ταῖς μὲν εἰς ποσότητα
προστιθεὶς, τῶν δὲ ὑφαιρῶν, καὶ τῶν μὲν ἐπιτείνων,
τῶν δὲ ἀνιεὶς διὰ τῆς ἀγωγῆς τὰς ποιότητας, καὶ τὰς
μὲν ἐξαλλάσσων, τὰς δὲ κατὰ φύσιν τηρῶν, οὕτω πά-
σης· ἀναρμοστίας ἀπηλλαγμένον, εὐάρμοστον, ὡς
ἀληθῶς, τὸ τετράχορδον τοῦ σώματος ἡμῶν, φημὶ,
πρὸς τὴν τοῦ καλοῦ μελῳδίαν, τῇ ψυχῇ εὐτρεπίσει.
Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰς τὸν τῆς γεύσεως τρόπον,
διὰ τοὺς εἰς τὸν ὑπὲρ παρθενίας δρόμον, μᾶλλον
δὲ ὑπὲρ αὐτῆς ὅλης ἀρετῆς ἀσκουμένους, εἰρήσθω.
10. Ὑποδείκνυσι δ', ὅτι, ὡς ἡ τοῦ σώματος κατὰ
τῆς ψυχῆς δυναστεία πρὸς τὴν τοῦ καλοῦ κτῆσιν ἐμ-
πόδιος γίνεται· οὕτω ἀνάπαλιν ἡ ἀσθενεία, οὐ δυνα-
μένου ὑπηρετεῖσθαι τοῦ σωματικοῦ ὀργάνου ταῖς τῆς
ψυχῆς προθυμίαις, τὸν πρὸς τὰ καλὰ δρόμον ἐκκό-
πτει Οὐδὲν γὰρ μᾶλλον ἡ μολιβδὶς τῶν σαρκῶν,
689
τὸ τῆς ψυχῆς πτερὸν ἐπὶ τὰ κάτω καθέλκουσα, ἢ ἡ
τοῦ σώματος ἀσθένεια περὶ αὐτὸ ἀσχολοῦσά τε τοῦτο
καὶ θλίβουσα οὐκ ἐᾷ πρὸς τὰ οὐράνια, ὡς θέλει, ἀν-
ίπτασθαι· οὐ τῆς τῶν καλῶν κτήσεως αὐτὴν δι' ἀδυ-
ναμίαν μόνον ἀποστεροῦσα τὴν παρουσίαν, ἀλλὰ καὶ
τῶν κτηθέντων ἤδη, διὰ τὴν ἐκ τῆς ἀσθενείας ἀμελε-
τησίαν, ἀποσυλῶσα τὸ κάλλος. Ὡς γὰρ παχεῖα
γαστὴρ (οὐχὶ τῇ κατασκευῇ καὶ τῇ φύσει παχεῖα,
ἀλλ' εἰς ἣν παχύτης τροφῶν διὰ γαστριμαργίαν
ἀφθόνως ῥεῖ, ἐπιθολοῦσα τὸν νοῦν καὶ παχύνουσα) λε-
πτὸν οὐ τίκτει νόα· οὕτως ἡ ἄγαν λεπτὴ, δι' ἀτονίαν
ἄπνοον τοῦτον ποιοῦσα, ἐν τῇ ἀσθενείᾳ τοῦ σώματος
καὶ τὸν λεπτὸν ἤδη τικτόμενον ἀποσβέννυσιν. Καὶ
ὅτι οὐ καθάπαξ τὰς μὲν δεῖ τὰς τροφὰς ἀποστρέφε-
σθαι, τῶν δὲ ἁπλῶς ἐμφορεῖσθαι, ἀλλ' ὅτι προσήκει
κἀν τούτοις μὴ μόνον τὴν ποσότητα σωφροσύνῃ
μετρεῖσθαι, δυναμένην διὰ πλῆθος ταυτὸν τοῖς ἐκβε-
βλημένοις ἐργάζεσθαι· ἀλλὰ καὶ τὴν ποιότητα ἰσοδυ-
ναμοῦσαν πολλάκις τοῖς προφανῶς βλαβεροῖς ἐπικρί-
νειν, καὶ συνόλως, Λόγον σέβοντας, λόγῳ καὶ μὴ ἀλο-
γίᾳ ἀσκεῖσθαι.
11. Εἰ δὲ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν,
καὶ διὰ ταύτην τὴν ἐντολὴν τῷ εἰπόντι, Γυμνὸς
ἤμην, καὶ περιεβάλετέ με, πεινῶντα καὶ ἐθρέψα-
τε, ἀσθενοῦντα καὶ ἐπεσκέψασθε, μετὰ σπου-
δῆς παριστάμεθα. Ὑποκρίνεται τὴν ἐντολὴν ὁ ἑτέρῳ
μὲν παρίστασθαι προνοούμενος, ἑαυτὸν δὲ ἀσθενοῦν-
τα ἀνηλεῶς λυμαινόμενος. Φανερὸν γὰρ, ὡς ἐσφαλμέ-
νως ἀγαπᾷ τὸν πλησίον, οὗ προνοεῖν προθυμεῖται, ὁ
ἑαυτὸν μὴ εἰδὼς ἀγαπᾷν. Καὶ πῶς τὴν ἐντολὴν δι-
καίως πληροῖ ὁ τὴν πρὸς τὸ δοῦλον σῶμα δίκην
ὑγιῶς μὴ δικάσας, ἀλλὰ προφάσει μὲν δουλαγωγίας
ὑπωπιάζειν ἐπαγγειλάμενος, τῇ δὲ ἀκρίτῳ ὁρμῇ
τοῦτο κακῶς ἀναλώσας; Πῶς γὰρ ἔτι δοῦλον ἔσται
τοῦτο τοῦ δεσποτεύοντος, αὐτὸν τὸν δεσπότην εἰς
ὑπηρεσίαν τῆς βίας, ἧς παρ' αὐτοῦ ὑπέμεινεν,
εἰληφός; Πῶς δὲ δουλεύσει τῷ δεσπότῃ εἰς τὴν τῶν
ἀδελφῶν εὐποιίαν, πάντας τοὺς εὖ ποιεῖν δυναμένους
εἰς τὴν ἑαυτοῦ θεραπείαν δούλους παρειληφός; Οὐκ-
έτι γὰρ πρὸς τὰ τῆς ἀρετῆς κινήματα τῷ δεσπότῃ
ὑπηρετήσει· ἐν ἀσθενείᾳ δὲ κείμενον, τοῖς λοιποῖς
ἅπασιν εὐποιίας ἔσται ὑπόθεσις· οἰκτιζόμενον τὸν
δεσπότην ὑπὸ πάντων ἔχον, διὰ τὴν περὶ τοῦτο
ταλαιπωρίαν, ἐλεούμενον δὲ τὸν δοῦλον, διὰ τὴν
ἀνίατον τούτου αἰκίαν. Οὔτε γὰρ ὁ δεσπότης τῶν ἑαυ-
τοῦ ἔργων ἐπιλαβέσθαι λοιπὸν, διὰ τὴν περὶ τοῦτο
ἀσχολίαν, ἀλλ' οὔτε ἀναγκασθεὶς διὰ τῆς πρὸς αὐτὸ
συνδέσεως, ἐλεύθερος ἀφεθῆναι ἐπίνοιαν ἔχει· οὔτε ὁ
δοῦλος ἔτι ἐλέους τυχὼν, ἀνακτήσασθαι τὴν πρέπου-
σαν πρὸς τὸν δεσπότην δουλείαν· ἀλλ' ὁ ἕτερος τῷ
ἑτέρῳ ὑπόθεσις ἀνιάτου κολαστηρίου γενόμενος, τὴν
ἀλογίαν ἔχουσι, τοῦ εἰς τὸ δεσμωτήριον τοῦτο ἀμφο-
692
τέρους βαλόντος, καὶ παρὰ τοῦ ἀγωνοθέτου καὶ
παρὰ τῶν θεατῶν στιζομένην· ὅτι πρὸς δρόμον οὐ-
ράνιον οὗτος ἀπογραψάμενος, ἔλαθε δι' ἀλογίαν, οὐ
μόνον οὐδὲν τῶν πρὸς τὸ στάδιον φρονίμως ἀσκήσας,
ἀλλὰ καὶ τὸν πρὸς δρόμον αὐτῷ δουλεῦσαι ὀφείλοντα
ἀδίκως καταβαλὼν, καὶ ἔτι ἑαυτὸν τούτῳ ἀνοήτως
συγκαταστρέψας. Διὸ ἀναγκαίως τοῖς διὰ τὴν τοῦ
καλοῦ κτῆσιν ὑπωπιάζουσι τὸ σῶμα πάλιν ὑποφω-
νοῦμεν· Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀρι-
στερά. Ὡς γὰρ τὸ εἰς γαστριμαργίαν ἐκκλῖναί ἐστι
χαλεπὸν, οὕτω τὸ διὰ ἐπιτεταμένης κακουχίας
εἰς ἀχρηστίαν δι' ἀσθενείας τὸ σῶμα καταβαλεῖν, ὡς
ἀληθῶς ἀλογώτατον. Οὐ γὰρ δι' ἑαυτὴν ἡ ἀποχὴ τῶν
τῆς γαστρὸς ἡδονῶν ἐστι καλὸν, ἀλλ' ὅτι πρὸς τὴν
τοῦ καλοῦ κτῆσιν συμβάλλεται. Εἰ δὲ δι' ὃ τὴν ἀπ-
οχὴν τῶν βρωμάτων ἐγκρίνομεν, τούτου διὰ τῆς ἐπι-
τεταμένης ἀποχῆς ἀμελήσομεν, εἰς τὸ ἐναντίον ἡμῖν,
ὑπὸ ἀλογίας, τῆς ἀγωγῆς ὁ τύπος περιτραπήσεται·
οὐκέτι μὲν διὰ τὴν σύντηξιν καὶ παρατροπὴν τοῦ ὀργά-
νου δι' ἀναγνωσμάτων τε καὶ εὐχῶν ὁμιλεῖν τῷ Θεῷ
δυναμένοις, οὔτε πρὸς τὴν τῶν ἀδελφῶν εὐποιίαν
τῷ καλῷ ὑπακούειν. Χρὴ οὖν καὶ σώματος ἐπιμέλειαν
ποιεῖσθαι, οὐ διὰ τὸ σῶμα, ἀλλ' ὑπηρεσίαν, φημὶ, φι-
λοσοφίᾳ κτωμένους. Ἀδύνατον γὰρ τὴν ὑπηρεσίαν
τοῦ σώματος εὐήνιον πρὸς φιλοσοφίαν μὴ ἔχοντας, ἢ
ἀναγνώσμασι φιλοσόφοις ἀρκέσαι, ἢ τὸν νοῦν ἐνατο-
νοῦντα τῷ σώματι πρὸς εὐχὴν δεόντως συντεῖναι, ἢ
συνόλως τι τῶν φιλοσοφίᾳ ἐπιβαλλόντων εἰς ἑαυτοῦ
καὶ τῶν κοινωνούντων τῷ βίῳ ὠφέλειαν ἐργάσασθαι.
Διὸ Ὑπωπιάζω μου τὸ σῶμα, φησὶ, καὶ δουλαγω-
γῶ. Κατεξανίστασθαι γὰρ δι' ἀκμὴν τῶν σαρκῶν
τοῦ δεσπότου βουλόμενον τοῖς τῆς ἐγκρατείας ὑπ-
ωπίοις δουλαγωγῶ, ἐπιγινώσκειν τὴν δεσποτείαν συν-
αναγκάζων. Οὐ γὰρ οὕτως αὐτὸ παίω, φησὶν, ὥστε
ταῖς ἀμέτροις πληγαῖς ἄχρηστον πρὸς τὴν δουλείαν
ποιῆσαι, ἀλλ' ὁ σκοπός μοι τοῦ ὑπωπιάζειν ἐστὶν,
ἵνα δουλαγωγήσω τοῦτο πρὸς ὑπηρεσίαν τῆς δε-
σποτείας. Ὁ δὲ εἰς τοσοῦτον τύπτων ταῖς ἐνδείαις
τὸν δοῦλον, ὥστε μὴ μόνον ἄχρηστον πρὸς τὴν
ὑπηρεσίαν τοῦ δεσπότου γενέσθαι, ἀλλὰ καὶ ἑαυτῷ
ἀδυνατεῖν ἐπαρκεῖν, τί ἄλλο, ἢ δοῦλον ἑαυτὸν τοῦ
δούλου πεποίηκεν; Ἀνάγκη γὰρ μηκέτι μὲν δυ-
ναμένου δουλεύειν τοῦ σώματος, ὑπ' ἀσθενείας δὲ
παρειμένου, τὸν δεσπότην τούτῳ δουλεύειν, ἀεὶ περὶ
τὴν ὑπηρεσίαν αὐτοῦ τῆς ἀσθενείας πονούμενον, καὶ
οὐκέτι μὲν τῶν καθ' ἑαυτὸν ἔργων μνήμην ποιήσασθαι
συγχωρούμενον, πάντα δὲ τὸν βίον τούτου προσδαπα-
νῶντα.
12. Τῆς οὖν σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι οὐχ
ἁπλῶς ἀπεφήνατο· ἀλλ' εἰς ἐπιθυμίας, φησίν. Ὤστε
τὸ μὲν ἐπιθυμητικὸν καὶ φιλήδονον τῶν σαρκῶν διὰ
693
τῆς ἀσκήσεως δεῖ ὑποτέμνειν· τὸ δὲ χρειῶδες, εἰς
τὴν τοῦ καλοῦ κτῆσιν προνοούμενον, συντηρεῖν.
Βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὐ γάρ
ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις,
ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύ-
ματι ἁγίῳ. Δι' ἃ καὶ ἡ τῶν βρωμάτων ἀποχὴ μετὰ
λόγου παραλαμβάνεται. Ἐπεὶ αὐτὸ καθ' ἑαυτὸ τὴν
ἀποχὴν τῶν βρωμάτων ἂν ἐξετάζῃς, φησίν· Οὔτε
ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν,
περισσεύομεν. Οὔτε γὰρ οἱ μὴ ἐσθίοντες πλέον τι
ἔχουσι τῶν ἐσθιόντων ἐν ἀρετῇ, κατ' αὐτὸ μόνον τὸ
μὴ ἐσθίειν· οὔτε οἱ ἐσθίοντες ἔλαττον τῶν μὴ
ἐσθιόντων, κατ' αὐτὸ μόνον τὸ ἐσθίειν, ἐὰν ἡ ἔνδον
αὐτῶν ἀρετὴ ἐξισάζηται. Οὐκοῦν πρὸς τὴν ἐν ψυχῇ
ἀρετὴν ἀφορῶντας δεῖ τὰ περὶ σῶμα πάντα μετιέναι.
Οὐ γὰρ ὄντα καλὰ καθ' ἑαυτὰ, διὰ τὴν τοῦ καλοῦ
ὑπηρεσίαν καλὰ κοσμούμενα γίνεται. Ἵνα γοῦν μὴ
ἐμποδίζηται ἡ πρὸς τὸ καλὸν ὑπηρεσία τῇ ἀσθενείᾳ
τοῦ σώματος, Οἴνῳ, φησὶν, ὀλίγῳ χρῶ διὰ τὸν στό-
μαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Ὡς
γὰρ ζέοντι δι' ἀκμὴν καὶ σφριγῶντι τῷ σώματι οὐ
δεῖ, καθάπερ ἤδη προείρηται, πῦρ ἐπὶ πῦρ ὀχετεύειν·
οὕτως οὔτε καταψυχομένῳ τῇ ἀσθενείᾳ, τὸ ψυχρὸν
ἔτι καὶ μᾶλλον ἐπιβλαβῶς ἐπαντλεῖν. Ἀλλ' ὡς ἐκεῖ
τὸ κατὰ φύσιν θερμὸν τῷ ὑφαιρεῖν τὰς ἔξωθεν ὕλας
ἐκδαπανῶμεν, οὕτω δαπανηθὲν τοῦτο τοῖς πόνοις,
καὶ λοιπὸν δι' ἡλικίαν ἢ νόσον σβεννύμενον, ἔξωθεν
ἐναύσμασι βοηθοῦντες ἀναληψόμεθα. Εἰρήνης
γὰρ δεῖ καὶ ἐν τῷ σώματι προνοεῖν τῷ ἀσθενοῦντι,
τῶν τεττάρων μερῶν ἐξ ὧν ἡρμόσμεθα ἁπανταχοῦ
παρισταμένων, ἵνα μὴ ἐκνικῆσάν ποτε τὸ ἐν ἡμῖν
θερμὸν ἢ ψυχρὸν, ἢ ἓν ὅλως τι τῶν τεττάρων, πολέμου
καὶ ἀναρμοστίας, καὶ τοῦ ἐξ ἀσθενείας οἴστρου
τὴν ψυχὴν ἀναπλήσῃ. Ἀλλὰ ταῦτα μὲν εἰς τὴν μίαν
τῶν αἰσθήσεων, τὴν γεῦσιν μόνον, ὑπὲρ τῆς κατὰ
σῶμα παρθενίας, συμμέτρως εἰρήσθω. Μεταβατέον
δὲ λοιπὸν καὶ ἐπὶ τὰς ἄλλας αἰσθήσεις, τὴν ἀληθῆ
παρθένον ἰδεῖν προκείμενον ἔχοντας.
13. Ἰστέον οὖν τοῖς τὴν θεράπαιναν τῆς ὄντως
παρθενίας, διὰ τῆς ἀποχῆς τῶν τροφῶν, καὶ τῆς
ἄλλης σκληραγωγίας παρθένον φυλάττουσιν, ὅτι δυ-
νατὸν παρθένον ἔχοντα σῶμα, μὴ παρθένον ἔχειν τὴν
ψυχήν. Ἱκανὸν γὰρ καὶ βλέμμα τύπους ἐμποιῆ-
σαι τῶν αἰσχρῶν τῇ ψυχῇ, καὶ λόγος πεφαρμακωμέ-
νος πρὸς ἡδονὴν ἐμπεσὼν τῇ ἀκοῇ φθεῖραι πρὸς
ἀκολασίαν τὸν νοῦν. Εὐλαβεῖται γοῦν ὁ νυμφαγωγὸς,
μήπως φθαρῇ οὐ τὸ σῶμα, ἀλλὰ τὰ νοήματα τῶν
νυμφευομένων Χριστῷ. Διὸ δεῖ τὴν παρθένον πρὸ
τοῦ σώματος μάλιστα τηρεῖν τὴν ψυχὴν, οὐ τινὶ μὲν
φυλακῇ ταύτην τηροῦσαν, τινὶ δὲ ἁπλῶς ἀφιεῖσαν,
696
ἀλλὰ πάσῃ φυλακῇ τὴν ἑαυτῆς καρδίαν τηροῦσαν· ὡς ἂν
μήτε διὰ φωνῆς ταύτης λόγος ῥυεὶς, πρὸς ἡδονὴν τὸν
ἀκουστὴν τοῦ λόγου φαρμάξειε, μήτ' ἔξωθεν αὖθις
διὰ τῆς ἀκοῆς λόγος παρά τινος ἐμπεσὼν, τὴν καρδίαν
αὐτῆς πρὸς ἐπιθυμίαν κυμήνῃ. Οὕτω γὰρ καὶ ἐπὶ
τοῦ βλέμματος προσήκει ποιεῖν, μήτ' ἐμβλέπουσαν
μαλακῶς, ἵνα μὴ ἡδονῆς ἰνδάλματα διὰ τούτου τοῖς
ὁρῶσι καθ' ἑαυτῆς ἀποστέλλῃ· μήτε τὸ ἔξωθεν
πεμπόμενον βλέμμα ἅπτεσθαι αὐτῆς συγχωροῦσαν,
ὡς ἂν μὴ καθάπερ τινὶ πεπυρακτωμένῳ βέλει τούτῳ
τὴν καρδίαν βληθεῖσα, πρὸς τοὺς τῆς ἡδονῆς τύπους
διακαιομένη ἀνάπτηται. Ἔσῃ γὰρ, φησὶν, ὡς
ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ. Ἀλλὰ
τὸ μὲν ἔξωθεν ἀντίτυπον τῇ παρ' ἑαυτῆς θέᾳ δεῖ τῆς
ψυχῆς ἀποκρούεσθαι, τὸ δὲ αὐτῆς σωφροσύνης μήνυμα
τοῖς ὁρῶσι παρέχειν. Ἱκανὸν γὰρ καὶ βλεφάρων
περίεργος κίνησις, μυωπίσαι τε καὶ παροιστρῆ-
σαι πρὸς ἡδονὴν, ὑφ' ἧς ταῦτα σοβεῖ τὴν ψυχήν.
Ὅταν γὰρ τῷ τοῖς ὀφθαλμοῖς αὐτῆς ὀφθέντι καλῷ τὸ
ὄμμα ἐμπαθῶς ἐπερείσασα, καθάπερ ἐν κηρῷ, τῇ
ὑπὸ τῆς ἡδονῆς μαλαχθείσῃ ψυχῇ, τοὺς τύπους τῆς
ὀφθείσης ἰδέας ἐν ἑαυτῇ ἀπομάξηται, ἀνακεχώρηκε
μὲν, καὶ καθ' ἑαυτόν ἐστιν ὁ ποιήσας τοὺς τύ-
πους, ἐναποσφραγισθεῖσα δὲ τῇ διανοίᾳ τοῦ ὀφθέντος
ἡ ἰδέα, πρὸς τὰ ἑαυτῆς ἔργα ἐγκειμένη ἀεὶ φαντα-
σιοῖ τὴν ψυχήν. Διὸ δεῖ μάλιστα μὲν τὴν ἀρχὴν,
μηδενὶ ἀτενὲς τὴν παρθένον ἐπιβάλλειν τὸ ὄμμα, ἢ
ἐπιβάλλουσαν, ἀντιτύπῳ δυνάμει τοὺς βιαζομένους
ἐντυπωθῆναι χαρακτῆρας ἑαυτῆς ἀποκρούεσθαι, ὡς
ἂν μηδεμίαν σωματικὴν ἰδέαν χρονίαις τῆς συνηθείας
ἐπιβολαῖς ἐντυπώσηται. Ἐὰν δέ που συμβῇ λαθόντας
τῶν σωματικῶν ἐγγενέσθαι τοὺς τύπους, ταῖς
τῶν καλῶν συνεχέσι μνήμαις τούτους ἐξ αὐτῆς ἀφα-
νίζειν· τοὺς μὲν παρὰ τῆς σωματικῆς ἰδέας ἐγγρα-
φέντας, καθάπερ ἐν κηρῷ, τῇ ἐπὶ τὰ θεῖα μεταθέσει
τοῦ νοῦ ἀπαλείφουσαν, τοὺς δὲ τῶν ἁγίων ταῖς περὶ
αὐτὰ πεπονημέναις θεωρίαις ἐγγράφουσαν. Ἐὰν δὲ
τοὺς ἐγγενομένους αὐτῇ τύπους ἐμμένειν ἀθραύ-
στους καθάπερ ἐν σφραγῖδι τῇ διανοίᾳ ἐάσῃ, ἀνάγκη
περὶ τὴν ἐκσφραγισθεῖσαν ἰδέαν τὸν νοῦν ἀσχολούμε-
νον, τὰ μὲν ἄλλα πάντα καλὰ παρορᾷν, πρὸς δὲ τὴν
τῆς ἐνούσης ἰδέας φαντασίαν ἐπτοημένον ἀεὶ, περὶ τὴν
ἀπόλαυσιν αὐτοῦ ἐμπαθῶς καταγίνεσθαι. Καὶ
οὐδὲν ὤνησε τὴν τοιαύτην, τὸ σῶμα ἀδιάφθορον ταῖς
ἐπινοίαις φυλάσσουσαν, τὴν δὲ ψυχὴν πρὸς τὰς
ἀποσταλείσας ἐπ' αὐτὴν διὰ τοῦ βλέμματος τοῦ σω-
ματικοῦ ἔρωτος ἡδονὰς ἀεὶ φθειρομένην. Φόβῳ γὰρ
ἢ αἰδοῖ τῆς προειληφυίας κατὰ τὴν ἔξωθεν παρθε-
νίαν δόξης μεθ' ὑποκρίσεως ἐχομένη, καὶ τὸ γυμνω-
697
θῆναι ταύτης αἰσχύνης ἄξιον κρίνουσα, ταύτην μὲν
ἀσκοῦσα διασυντηρεῖ, ἀσωμάτοις δὲ χερσὶ περιλαμ-
βάνουσα κατὰ διάνοιαν τὸν ἐρώμενον ἐντετυπωμένον
αὐτῇ, μεθ' ἑαυτῆς ἀεὶ περιφέρει, καὶ ἃ διὰ σώματος
πράττειν, ἕνεκα τοῦ φωραθῆναι, αἰσχύνεται, ταῦτα
ταῖς ἐννοίαις ποιεῖν οὐκ αἰδεῖται. Ἣν οὐκέτι λοιπὸν
οὐδὲ σώματι ἄν τις ὑγιῶς λέγοι παρθένον.
Ἀνάγκη γὰρ τοῦ ἐρωμένου ἀχωρίστως αὐτῇ μιγνυ-
μένου κατὰ διάνοιαν, καὶ τὸ σῶμα τοῖς τῆς ψυχῆς
πάθεσι συμμορφοῦσθαι, καὶ συνδιατιθέμενον τοῖς ἐν
διανοίᾳ κινήμασι, φθειρομένῃ τῇ δεσποίνῃ συνδια-
φθείρεσθαι, καὶ ὕπαρ καὶ κατὰ τοὺς ὕπνους τὰ ἐρω-
τικὰ ὀνειρωττούσῃ, καὶ αὐτὸ ταύτῃ συνονειρώττειν.
Τοιούτου δὲ πάθους τὴν ψυχὴν κατασχόντος, περιττὴ
λοιπὸν καὶ ἡ τῶν βρωμάτων ἐγκράτεια, καὶ ἡ λοιπὴ
τοῦ σώματος σκληραγωγία· οὐ τοῦ ἵππου τὸν ἱππέα
πρὸς τὰ ἑαυτοῦ σκιρτήματα φέροντος, αὐτοῦ δὲ τοῦ
ἱππέως τῷ ἐνόντι πάθει κακῶς τὸν ἵππον οἰστροῦν-
τος. Ὡς γὰρ ἐπί τινων ὑπὸ γήρως παρεθέντων τὸ
σῶμα ὁ νοῦς, ἐκ τῆς προκατασχούσης ἀκολασίας
νοσῶν, παρὰ δύναμιν πρὸς τὴν τῆς ἡδονῆς φαντασίαν
μοχλεύει τὸ σῶμα· οὕτως ἐπὶ τῶν ἐμπαθῶς
πρὸς ἔρωτα τὴν ψυχὴν γενομένων, καὶ παρειμένον
τῇ ἀσκήσει τὸ σῶμα, πρὸς τὰς ἰδίας ἐπιθυμίας ἡ
ψυχὴ ἐρεθίζει· οὐκ ἀπὸ τῆς τοῦ σώματος ἀκμῆς ἐπὶ
τὴν ψυχὴν διαβεβηκότος τοῦ πάθους, ἀπὸ δὲ τῆς ψυχῆς ἐπὶ τὰ τοῦ σώματος ἴδια κακῶς κινουμένου. Εἰ
οὖν βλέμμα τοσούτου πυρὸς ἔναυσμα γίνεται, ἀκούωμεν τοῦ ὑποφωνοῦντος· Οἱ ὀφθαλμοί σου ὀρθὰ βλε-
πέτωσαν, καὶ τὰ βλέφαρά σου νευέτωσαν δίκαια, καὶ μὴ συναρπασθῇς σοῖς βλεφάροις,
μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς.
14. Εἰ δὲ κατὰ τὸν ἀνωτέρω τῆς φύσεως λόγον
ἁφή τίς ἐστιν ἡ τοῦ βλέμματος κατὰ τῶν σωμά-
των ἐπιβολή· καὶ ὥσπερ τοῖς ὀφθαλμιῶσιν ἐπὶ
πλέον ἐνατενίσαντες, τῆς νόσου μεταλαμβάνομεν, καὶ
ἄλλοις φυσικῶς ὠφελοῦσιν ἐπιβάλλοντες τοὺς ὀφθαλ-
μοὺς κατὰ τὸ λεληθὸς ὠφελούμεθα· καὶ τοῖς τῆς
ἡδονῆς ἄρα συμβόλοις ἐπιβάλλοντες τοὺς ὀφθαλ-
μοὺς, τῆς κατὰ τὴν ἡδονὴν νόσου τὸν νοῦν ἀναπίμπλα-
μεν, ὥσπερ οὖν καὶ τοῖς ὄντως καλοῖς ἐπιβάλλοντες
τούτους, διὰ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν τὴν ὠφέ-
λειαν δεχόμεθα· καὶ ἄτοπον μετὰ τοῦ βλάπτεσθαι
πρὸς νόσον διὰ τῶν ὀφθαλμῶν τὴν παρθένον, ὧν μὴ
θαρσεῖ τῇ χειρί ποτε ἅψασθαι, τούτων τῇ τοῦ ὄμμα-
τος ἁφῇ ἀδιαφόρως ἐφάπτεσθαι. Προαγωγὸς γὰρ, ὡς
ἂν εἴποι τις, καὶ προμνήστρια ἡ μὲν διὰ τοῦ ὄμμα-
τος ἁφὴ, τῆς διὰ χειρῶν προλαμβάνουσα πόῤῥωθεν
γίνεται. Αὐτὴ δὲ αὕτη, ἡ διὰ χειρῶν φημι, τῆς κατὰ
τὴν συμπλοκὴν θερμοτέρα θεράπαινα· καὶ ἡ τὴν
πρώτην ἁφὴν τοῦ ὄμματος μὴ φυγοῦσα, οὐκ ἂν τὸ
ἐπ' αὐτῇ, οὐδὲ τὴν τῶν χειρῶν ἀποφύγοι. Ἡ δὲ τῇ
τοιαύτῃ αὖθις ἐρωτικῶς ἐμπλακεῖσα, οὐκ ἂν μολυ-
700
σμάτων καθαρὰ εὑρεθείη. Ὡς γὰρ τοῦ πυρὸς ἁπτό-
μενοι, τὰ σήμαντρα τοῦ πυρὸς διὰ τῶν ἐγγινομέ-
νων ἡμῖν καυστήρων δεχόμεθα, καὶ ἀμήχανον
χειρὶ πυρὸς ἐφαψάμενον, καθαρὰν τῆς καυστικῆς
ἐνεργείας τούτου δεῖξαι τὴν χεῖρα, ἀλλ' ἢ φλυκτίδες
τῇ ἁφῇ ἀθρόως ἐπαναστᾶσαι, καὶ ὀδυνηρὰ ζέουσαί τε
καὶ σφύζουσαι, ἕλκη ῥαγῆναι εὐθὺς ἀπειλοῦσιν,
ἢ ἤδη φθάσαντα ἐν τῇ χειρὶ πικρὰ ὁρᾶται τὰ ἕλκη·
οὕτως ἀμήχανον ἐρωτικοῦ πυρὸς ἐφαψάμενον, καθα-
ρὰν τῶν τούτου σημάντρων τὴν ἁφὴν ἐπιδεῖξαι· ἀλλ'
ἢ κατὰ τὸ ὅμοιον τῆς κατὰ τὴν χεῖρα ἁφῆς, φλυκταῖ-
ναι τῇ καρδίᾳ λαθραίως ἐπαναστᾶσαι, τὰ πικρὰ τοῦ
ἔρωτος πάθη, ζέουσί τε καὶ σφύζουσι, καὶ ἀσχέτοις
παλμοῖς συνεχόμεναι, τὰ τῆς ἁμαρτίας ἕλκη ῥαγῆ-
ναι εὐθὺς ἀπειλοῦσιν, ἢ ἤδη ὅλην ἡλκωμένην ἐν
βάθει τὴν καρδίαν δείκνυσι. Πῦρ γάρ ἐστι καιόμε-
νον, φησὶν, ἐπὶ…
ἐκ…
μ…
The complete text is available when the reading interface loads.