The Greek Library Catalogue

Anonymous

Commentarii in Job

Edition reference
Commentarii in Job (1–4), ed. A. Henrichs, Didymos der Blinde. Kommentar zu Hiob, pt. 1 [Papyrologische Texte und Abhandlungen 1. Bonn: Habelt, 1968]: 24–308.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

ὅπερ ἁρμόζει παντὶ π[ρ]οτιθεμένῳ

ἐξέτασιν ποιήσασθα?[ι] λόγου τινὸς

τὰ εἰς τὴν ὑπόθεσιν προδιαλαμ-

βάνοντι τοῦ λόγου, [ἐν] τοῖς νῦν ποι-

ητέον, καὶ μάλιστα ἐ?π?εὶ τὸ προκεί-

μενον βιβλίον ὠφ[ελι]μώτατον

ὑπάρχον οὐκ εὐκατ[α]φρόνητον

ἔχει τὴν νόησιν. κινεῖται γὰρ ἐν

αὐτῷ? [ὑπὸ τοῦ Ἰὼβ ὅλ]ο?ς ὁ περὶ τῶν

τοῦ θεοῦ κριμάτων [λό]γος, καὶ ὡς

οὐδὲν τῶν συμβ[αι]νόντων ἐπι-

πόνων ἀνθρώπ[οις] ἐκτὸς τῆς τοῦ

θεοῦ συνχωρήσεω[ς γ]ίνεται, καὶ

ἕτερα δογματικὰ θ[εω]ρήματα

καὶ ἔτι ἐν τῷ προηγουμένῳ λόγῳ

καρ-

τερίας πέρι καὶ ὑπο[μ]ονῆς καὶ τῆς

τῶν ἀδιαφόρων [κα]ταφρονήσε-

ως—χρημάτων λ[έγω] καὶ κτημά-

των καὶ πολυπα[ιδία]ς καὶ εὐπαιδί-

ας—, πρὸς τούτοις κα[ὶ τοῦ] αὐτεξουσίου

φανέρωσις καὶ [τῶν] ποικίλων

δογμάτων διδ[ασκ]αλία, ὡς κα-

θ' ἕκαστον τῶν [λογ]ίων, εἰς ἃ ταῦ-

τά ἐστιν, θ(εο)ῦ διδό[ντο]ς ὀψόμεθα.

εἰ δεῖ τοίνυν τῆς [ὑποθ]έσεως, ἀρκτέο(ν).

διάφορος ἡ τῆς τι?[μῆς τ]ῶν οὐσιῶ(ν)

φαίνεται μεταβ[ολή, τοῦ]το μὲν σω-

μάτων φθειρομ[ένων κ]αὶ αὐξομέ-

νων, τοῦτο δὲ καὶ [προαιρετ]ικῆς συμ-

βαινούσης μεταβ[ολῆς. καὶ] ὅσαι

μὲν κατὰ σῶμα γ[ίνονται], οὔτε

μεμπτὸν ὑποκε[ίμενον ο]ὔτε ἐ-

παινετὸν δεικνύο[υσ]ι[ν. οὐ]δεὶς γὰρ

οὔτε ἐπὶ φθορᾷ σώ[μ]ατος οὔτε ἐ-

πὶ αὐξήσει ἀποδε[κ]τός· ἔξω γὰρ ταῦ-

τα τοῦ ἐφ' ἡμῖν ἐστιν. ὅσα δὲ λογισμῷ

προαιρετικῶς κινουμένου

2

τοῦ ἐνεργοῦντος πράττεται, ταῦ-

τα ἢ ψεκτ[ὸ]ν ἢ ἐπαινετὸν αὐτὸν

δείκνυσιν. [τ]οῦτο δ' ἀκολουθεῖ τοῖς

ἐκ κακία[ς εἰς] ἀρετὴν ἢ ἐξ ἀρετῆς

εἰς κακία[ν] μεταβάλλουσιν. γέ-

γονεν τ[ο]ίνυν λογικὴ οὐσία

>ἀποστάτ[ις θ]εοῦ, “ἐνώπιον κυρί-

>ου παντ[οκρ]άτορος τραχηλιάσα-

>σα”. {δ} αὕτη [δ' ἐ]στὶν ὁ διάβολος οὐ δι-άβολος γε-

>γενημέ[ν]η—“ὁ θεὸς” γὰρ “θάνατο(ν)

>οὐκ ἐποί[ησ]εν”—, ἀλλὰ τελεία καὶ

>ἐνάρετο[ς—“π]άντα” γὰρ “ὁ θεὸς καλὰ

>λίαν ἐπ[οίη]σεν”—, ἥτις ἐκπεσοῦ-

σα τῆς ὀ[ρθῆ]ς καταστάσεως καὶ

μακαριό[τ]η?τος φθονεῖ τοῖς ἐπὶ

>ταύτην [τρε]πομένοις· “φθόνῳ”

>γὰρ “διαβ[όλο]υ θάνατος εἰσῆλ-

>θεν εἰς τ[ὸν κό]σμον”. λογίζεται

γὰρ ὡς ἔ[κβο]λ?ος πρὸς ἑαυτὸν ὅ-

τι· ἐμπ[οδισ]τέον τοῖς οὐράνιον

ἔχουσιν [πο]λιτείαν, ὅπως μὴ

ἐξ ὧν ἐγ[ὼ ἐ]κπέπτωκα, οὗτοι ἀ-

νέλθωσ[ιν. ἰ]δίαν γὰρ κατηγορίαν

οἴεται τ[ὴν τ]ῶν ἀνθρώπων

>προκ?[οπήν, δι]ότι αὐτὸς μὲν “ἑωσ-

>φόρο[ς” οὐρα]νῶν καὶ “πρωῒ ἀνα-

>τέλ[λων” ἀστή]ρ ἐστι καταυγάζων,

διὰ [δὲ τὸ π]αρασκευάζειν τοὺς

ὑπ[ὸ τοῦ “ἡλί]ου τῆς δικαιοσύνης”

φω[τισθησ]ομένους ἐξέπεσεν

τῶ[ν οὐρα]νίων χωρίων. οὗτοι

δὲ ω?[!]ι?δ?[!]α? τῆς ἐναρέτου πολι-

τείας σπ[εύ]δουσιν, οἵτινες πλεί-

ονα ῥοπὴν εἰς κακίαν ἔχουσιν.

>“ἐπιμελῶς” γὰρ “ἡ διάνοια τῶν ἀν-

>θρώπων ἔνκειται ἐπὶ τὰ πονηρά”,

3

ὅπερ παραστῆσαι ὁ ἀ[π]όστολος βου-

>λόμενός φησιν· “οὐκ ἀγγέλους

>κρινοῦμεν;” δηλῶν ὡς ὅτι· ἡμεῖς

οἱ τὸν οὐράνιον βίον ζῶντες ἐ-

πὶ γῆς κατακρινοῦμ?[ε]ν τοὺς τὴν

ἰδίαν μὴ φυλάξα[ντ]ας τάξιν,

καθὰ καὶ Νινευῖ[ται] τοὺς Ἰου-

δαίους κατακρι[νοῦ]σι μὴ πεισθέ(ν)-

τας τῷ σ(ωτῆ)ρι, αὐτοὶ π[επ]εισμένοι

τῶι κηρύγματι Ἰω[νᾶ] περὶ μετα-

νοίας καταγγείλα?[ντο]ς?. ἀλλὰ καὶ

τὸ περὶ τῆς βασιλί[δος] Σαβὰ λεγό-

μενον τῆς αὐτῆ[ς] διανοίας ἐ-

στι παραστατικόν· [γ]υνὴ γὰρ καὶ

βασιλὶς καὶ πόρρω [κ]αθεστῶσα καὶ

διὰ ξένων τοπαρ[χι]ῶν διαβαί-

νειν μέλλουσα π[άν]τα ταῦτα ὑ-

περιδοῦσα τῆς τοῦ Σ[ο]λ〈ο〉μῶνος

σοφίας ἔσπευσεν εἶναι κατήκοος,

τῶν Ἰουδαίων ἐγγὺ?[ς] ἐχόντων

τὸν παιδευτὴν κα[ὶ μ]ηδὲν ἐ-

θελόντων ἐξ αὐτ[οῦ] ὠφεληθῆ-

ναι καίτοι πλεῖον [ἔ]χοντος Σο-

λομῶνος. ἐκεῖνος [μ]ὲν γὰρ ἐ-

ξ αὐτοῦ σοφισθεὶς ὠφ[έ]λει, ὁ δὲ σ(ωτ)ὴρ

πρὸς τῇ ἀπὸ τῶν λ[όγω]ν ὠφε-

λίᾳ καὶ σημείων κα[ὶ τερασ]τίων

ἐπεδείκνυτο θαυμ[ατουργ]ί?αν ἱ-

κανὴν μεταπείθ?[ειν το]ὺς σφό-

δρα ἀπιστοτάτου[ς· νεκρῶ]ν γὰρ

ἀναστάσεις, τυφλ[ῶν ἀναβ]λέψεις,

λεπρῶν καθαρισμ[οὶ καὶ συ]νό-

>λως “πάσης νόσου κ[αὶ] μ[αλ]ακίας” ἴ-

ασις παρ' αὐτοῦ ἐπετ[ε]λεῖτο. ὁ φθό-

νος οὖν ὁ διαβολικὸ[ς] οὗτος ἦν,

ὅτι ἄνθρωποι τούτων ἐπιλαβέσθαι

4

ἔσπευδο[ν], ὧν αὐτὸς ἐξέπεσεν.

διὸ καὶ οὐκ ἀμελεῖ τῆς κατὰ τοῦ γένους

>ἐπηρείας· [ὁ] γὰρ “ἀντίδικος ἡμῶν δι-

>άβολος ὡς λέων περιπατεῖ ζητῶν

>τίνα καταπίῃ”. οὕτω καὶ τῷ Ἰούδᾳ λο-

γισμὸν [φι]λαργυρίας ἐμβαλὼν

προδότ[ην] αὐτὸν τοῦ σ(ωτῆ)ρ(ο)ς πεποί-

ηκεν, κα[θά]περ εἰς οἰκεῖον φωλεὸ(ν)

εἰς τὴν δ[ιά]νοιαν αὐτοῦ εἰσελθώ(ν).

οὕτω καὶ [οἱ π]ερὶ Ὑμέναιον καὶ Ἀ-

>λέξανδ[ρον] “περὶ τὴν πίστιν ἐναυ-

>άγησαν” [δ]ιὰ τοῦτο παθόντες

ὄργανόν [τ]ε διαβολικὸν διὰ τοῦ

ἑκουσίου γ[εγ]ενημένοι, οὕστινας

>καὶ “παρέδ[ω]κεν αὐτῶι τῷ σατανᾷ”

>ὁ μακάρι[ος] Παῦλος, “ἵνα παιδευθῶ-

>σιν μὴ β[λ]ασφημεῖν”. καὶ ὅλως

ποικίλη ἡ τοῦ διαβόλου κατὰ τῶ(ν)

>ἀνθρώπων ἔνεδρα γίνεται “ἐν

>τοῖς υἱοῖ[ς] τῆς ἀπειθείας ἐνεργοῦ(ν)-

>τος”, οὐκ [ἀπ]εχομένου δὲ καὶ τῶ(ν)

ἐναρέτων, ἀλλὰ κἀκείνοις ἐπι-

τρέχον[το]ς. τοῦτο γὰρ σημαίνει

>τὸ λόγιον παραινοῦν· “ἐὰν πν(εῦμ)α

>τοῦ ἐξου[σιά]ζοντος ἀναβῇ ἐπὶ σέ,

>τόπο[ν σου] μὴ ἀφῇς.” ἐπιχειρεῖ

μὲν [καὶ ἀ]νῆκεν εἰς αὐτὸν κα-

ταβ[αίνων, ἀσ]φαλὴς δὲ ὁ ἐνάρε-

τος [γεγενημ]ένος κωλύει τὴν ἐ-

πι[βουλήν]. καὶ ὁ Ἰὼβ οὖν τέλει-

ος ὑ[πάρχω]ν ἀνὴρ καὶ πάντῃ ἀ-

πεχ[όμενο]ς κακίας καὶ ἀρετῆς

μετέχω[ν]

>“οὐ παρεῖχεν τόπον τῷ διαβόλῳ”·

> [ε]ἴρηται γὰρ “δίκαιος, ἀ-

>ληθινό[ς], ἄμεμπτος, θεοσεβής,

>ἀπεχόμενος ἀπὸ παντὸς πονη-

5

>ροῦ πράγματος”, ἅπερ τελειότατο(ν)

αὐτὸν ἀποδείκνυσιν, οὐ μόνον

κακίας ἀπεχόμενο[ν], ἀλλὰ καὶ εἰς

ἄκρον ἀρετῆς φθάσαντα. τότε γὰρ

κυρίως τις ἀρετὴν ἔ[χ]ῃ, ὅταν τῶ(ν)

ἐναντίων διαθέσ[ε]ων προαι-

ρέσει ἀπέχηται. τ[οῦτ]ο γὰρ ὁ μα-

>κάριος Δα(υὶ)δ παιδ[εύει] λέγων· “ἔκ-

>κλινον ἀπὸ κακ[οῦ κ]αὶ ποίησο(ν)

>ἀγαθόν.” ἀλλὰ καὶ τ[ό]· “παύσασθε

>ἀπὸ τῶν πονηρ[ιῶ]ν ὑμῶν,

>μάθετε καλὸν π[οιεῖ]ν” τῆς αὐτῆς

ἐστι διανοίας. ὁ Ἰ[ὼβ] οὖν ἀπε-

χόμενος κακία[ς οὐ]χ οὕτως ἀ-

πείχετο ὡς τὰ βρέφ[η, ἀ]λλ' ὡς ἐνερ-

γῶν τελείως τὴ[ν ἀ]ρετήν. ἀπὸ

ἀνδρείας δὲ αὐτῶι [ὁ ἔ]παι-

νος ἐγίνετο οὐχ ὡς τῶν ἄλ-

λων ἀρετῶν ἀπολειπομένῳ

—ἠκολούθουν γὰρ αὐ[τ]ῷ ἅπασαι

ἀλλήλων ἠρτημέναι—, ἀλλ' ἐξ ἐ-

πικρατείας τῆς κα[τ]ὰ τὴν ἀνδρεί-

αν, ὅπερ καὶ ἐπὶ τῶ[ν] μακαρισμῶ(ν)

>ἔχει· ὁ γὰρ “πτωχὸς τῷ πν(εύματ)ι” ἔχει

τὴν βασιλείαν τοῦ θεοῦ καὶ τοῖς

ἄλλοις κεκοσμημέν[ος] καὶ πρᾶ-

ος καὶ δίκαιος ὤν. εἶχ[εν ο]ὖν καὶ

τὰς ἄλλας ἀρετὰς ὁ Ἰ[ώβ, ὡς] ἐν τοῖς

ἑξῆς δηλοῦται· [ὡς γὰρ πρὸ]ς φι-

λοξενίαν ἦν ἕτ[οιμος, οὕτω]ς καὶ

>πρὸς ἐλεημοσύν[ην, “πατὴ]ρ μὲ(ν)

>ὀρφάνοις γιγνόμ[ενος, τοῖ]ς δὲ

>ἀδυνάτοις βοηθός, [ὀφ]θ[αλ]μὸς

>τυφλοῖς, ποὺς δὲ χωλῶν” εὑρισκό-

μενος. τὸν οὕτως οὖν ἠσφαλισμέ-

νον πάντοθεν π[ρ]ακτικῇ τε

6

καὶ διαν[ο]ητικῇ ἀρετῇ—διὰ γὰρ

ταύτην ἀληθινὸς εἴρηται ὡς

καὶ ἄμεμπτον εἶναι—ἐπειρᾶτο

διάβολο[ς] τῆς τοσαύτης ἀρετῆς

μεθιστᾶν, πολλάκις ὡς εἰκὸς ὑ-

ποβάλλ[ω]ν λογισμούς, οὓς ὁ ἅγιος

οὐκ ἐδέχ[ετ]ο κατὰ τὸν λέγοντα·

>“ἐκκλίνο[ντο]ς ἀπ' ἐμοῦ τοῦ πο-

>νηροῦ ο[ὐκ ἐ]γίγνωσκον”, ὃ δηλοῖ

ὅτι· πολλ[άκις] προσελθόντος τοῦ

ἀντικειμ[έν]ου οὐκ ὤκλασα, ὥστε

γνῶναι [μὲν] αὐτὸν παρόντα δι-

ὰ τοῦ ἁμα[ρτά]νειν. οὐ γὰρ ἠγνόει

παρόντα [ἐς ὅ]σον ἐπολέμει ὁ ἅ-

γιος, ἀλλ' ο[ὕτ]ως οὐκ ἐγίγνωσκεν,

ὡς πεῖρα[ν] δέχεσθαι τῶν φαύ-

λων αὐτ[οῦ] ἐνθυμήσεων. τελευ-

ταίαν δ' ἐπιβουλὴν τὴν τῆς ἐξαι-

τήσεως καθῆκεν, οἰόμενος δι-

ὰ ταύτη[ς αὐ]τὸν τῆς προσβολῆς

τῆς ἀρετ[ῆ]ς μεθιστᾶν, ὅπερ καὶ ἐ-

πὶ τοῦ πα[τ]ριάρχου Ἀβρὰμ πεποί-

ηκεν, εἴ τῳ φίλον παραδέξα-

σθαι τὴν β[ί]βλον τῆς διαθήκης.

πολλὰ κ?[αὶ] πολλάκις ἐπιχειρήσας

κατὰ τ[οῦ ἁ]γίου καὶ πρὸς ἅπαντα

ἡττ[ηθείς, ἐ]πεὶ ἅτε πρὸς ὀψίγο-

νον [καὶ ἀγαπ]ητὸν διακείμενο(ν)

τὸν [Ἀβραὰμ ἤλ]πιζεν διαστρέψει(ν),

πρ[οφέρει τ]ὴν ἐξαίτησιν τοῦ

παι[δός, ἣν] ὁ θεὸς δι' ἑαυτοῦ ποιεῖ-

ται κα[τα]ι[σχ]ῦναι τὸν ἀντικείμε-

>νον βουλό[μ]ενος λέγων· “λαβὲ

>τὸν υἱόν σο[υ] τὸν ἀγαπητὸν ὃν ἠ-

>γάπησας”, διὰ τῶν ποικίλων ῥημά-

7

των διεγείρων τοῦ πατρὸς τὸ φι-

λόστοργον, ἵνα τὸ ἀνδ[ρ]εῖον αὐτοῦ

φανερὸν ποιήσῃ, ὅπερ διετή-

ρησεν μήτε τῆι γυναικὶ ἀνενεγ-

κὼν τὸ ἐσόμενον μήτε τοῖς

παισίν, ἵνα μή τι ἐ[μ]πόδιον

τῶι κατορθώματι γίνηται. ἀλ-

λὰ καὶ πρὸς τοὺς λόγους τοῦ παι-

>δὸς οὐκ ὤκλασεν εἰπόντος· “π(άτ)ερ,

>ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ τὸ

>πρόβατον τὸ εἰς τὴν ὁλοκάρ-

>πωσιν;” διόπερ π[ιστε]ύων, ὅτι

κἂν νεκρὸς ὁ πα[ῖς γί]νηται δυ-

νατὸς ὁ θεὸς αὐτὸν [ἀ]ναστῆσαι,

οὐκ ἐνδέδωκεν πρ[ὸ]ς τὸ πρόσ-

ταγμα, ἀλλὰ ἐσφ[αγί]ασεν ἂν τὸ(ν)

μονογενῆ, εἰ μὴ θ[εὸ]ς τὴν προ-

θυμίαν ἀποδεξά[μ]ενος πε-

ριέσωσεν αὐτῷ τὸν υἱόν. ὅτι

δὲ τοιαύτης ἐπιβουλευτικῆς

προθέσεώς ἐστιν διάβολος

καὶ ἐκ τοῦ εὐαγγελ[ί]ου παιδευ-

όμεθα λέγοντος το[ῦ] σ(ωτῆ)ρ(ο)ς πρὸς

>τοὺς ἰδίους μαθητάς· “ἰδοὺ

>ἐξῃτήσατο ὑμᾶς ὁ σ[ατα]νᾶς τοῦ

>σινιάσαι ὡς τὸν σῖτον.” [ὁμ]ώνυ-

μον δὲ τῶι ἀνδρὶ [καὶ τὸ βιβ]λίο(ν)

ἔχει τὴν ἐπιγρα[φὴν ἀκολο]ύ-

θως, ἐπεὶ πᾶσα ἡ βί[βλος τὴν π]ε-

ρὶ αὐτοῦ ἱστορίαν [περιέχει, ο]ὐ-

δενὸς ἑτέρου π[αραβα]λλο-

μένου. κἀκεῖνο [δ]ὲ ἀκόλουθο(ν)

προσθεῖναι, ὡς ἐζή[τ]ηταί τισιν,

τίνος ἂν εἴη τὸ βιβλί[ο]ν. καὶ οἱ μὲν

8

τῷ ἁγίῳ Ἔσδρᾳ αὐτὸ προσνέμου-

σιν, vacat

οἱ δὲ καὶ ἐπε[ὶ] ἐν τῶι τέλει τοῦ βι-

βλίου εἴ[ρ]ηται vacat

vacat φασίν, ὡς ἐν τοῖς ἀρχείοις ἅτε

βασιλε[ῖς ὄ]ντες οἱ φίλοι τοῦ Ἰὼβ

ἀρεσθέντες τῶι κατορθώματι τὴ(ν)

περὶ τούτου γραφὴν ἀπέθεντο. ζη-

τείτω δὲ ὁ φιλόκαλος περὶ τούτου,

εἰ μὴ τὰ εἰρημένα ἐνκρίνει.

ἔστιν δὲ ὁ Ἰὼβ πέμπτος ἀ-

πὸ Ἀβρα[άμ], ὡς καὶ αὐτὸ τοῦτο ἐ(ν)

τῷ τέλε[ι το]ῦ βιβλίου εἴρηται.vacatvacatvacatvacat

>>ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐ-

>>σίτιδι, ᾧ ὄνομα Ἰώβ. καὶ ἦν ὁ ἄν-

>>θρωπ[ο]ς ἐκεῖνος ἀληθινός,

>>ἄμεμπτος, δίκαιος, θεοσεβής,

>>ἀπεχόμενος ἀπὸ παντὸς πο-

>>νηροῦ πράγματος. ἐγένο(ν)-

>>το δὲ αὐτῶι υἱοὶ ἑπτὰ καὶ θυγα-

>>τέρες τρεῖς, καὶ ἦν τὰ κτήνη

>>αὐτ[οῦ] πρόβατα ἑπτακισχίλια,

>>κά[μηλ]οι τρισχίλιαι, ζεύγη βο-

>>ῶ[ν πεντ]ακόσια, ὄνοι θήλει-

>>α[ι νομά]δες πεντακόσιαι, καὶ

>>ὑπηρεσί]α πολλὴ σφόδρα, καὶ

>>ἔργα μεγά]λα ἦν αὐτῶι ἐπὶ τῆς

>>γ[ῆς].

ἀκολ[ο]ύθ[ως] μέλλων ἀρετὴν ὑ-

περβά[λ]λουσαν τοῦ μακαρίου

Ἰὼβ ὁ λόγος διηγεῖσθαι καὶ χώρας

9

μνημονεύει καὶ τρόπου ἀμέμ-

πτου καὶ πολυπαιδίας καὶ εὐπαι-

δίας καὶ πλούτου ἔν [τ]ε ἀγέλαις

καὶ τοῖς ἄλλοις, ἵνα δ[ι]δάξῃ, ὡς οὐκ

εὐτελῶν ὑπερεφρόνησεν

—οὐδὲ γὰρ ἔχων αὐτὰ μέγα ἐφρό[νει]—

πά(ν)-

των τούτων ἀφαιρ[ε]θεὶς ἐν τῶι

πειρασμῶι. ἀπαγγελὼν δὲ αὐτοῦ

καὶ τὸ καθαρὸν τῆς ψυχῆς δείκνυ-

σιν, ὡς οὐκ ἠμελημένον ἄν(θρωπ)ον

διάβολος ἐξῃτ〈ή〉σατο. ἔδει γὰρ πρὸ

τῆς πάλης τῆς πρ[ὸ]ς τὸν ἀντικεί-

μενον τὸ μέγεθ[ος τ]οῦ ἀθλητοῦ

διαγράψαι, ὡς πα[ντὸ]ς πράγμα-

τος πονηροῦ ἀπεχόμενος οὐ-

κ ἄχρι τούτου ἠρκέσθη, ἀλλὰ καὶ τελει-

ότητος ἐπεμελεῖτ[ο, ὅ]περ ἀνα-

τρεπτικόν ἐστιν τ[ῶ]ν λεγόν-

των, ὡς καὶ τὰ παιδ[ί]α καὶ τὰ ἄ-

λογα πονηροῦ πράγματος ἀ-

πέχεται. οὗτος γὰρ καὶ δίκαιος

καὶ ἄμεμπτος ὑπῆρχεν. τοῦτ'

αὐτὸ καὶ ἐπὶ τοῦ πρώ[τ]ου ψαλμοῦ

λέγοντες οἱ ἐνιστάμενοι ἐλέγ-

>χονται. φασὶν γάρ, ὅτ[ι] “μακαρί-

>ζεσθαι ἐπὶ τῷ μὴ πε[πο]ρεῦσθαι

>ἐν βουλῆι ἀσεβῶν κ[αὶ ἐπὶ] κα-

>θέδραν λοιμῶν [μὴ κεκα]θι-

>κέναι” ἁρμόσει κα[ὶ τοῖς ἀλόγ]οις

καὶ βρέφεσιν. ἀλλ' [ἐλέγχοντ]αι

ἐκ τοῦ ἐπιφερομέ[νου· εἴρη]ται

>γάρ· vacat “ἀλλ' ἦν ἐν νό-

>μῳ κυρίου τὸ θέλη[μ]α αὐτοῦ καὶ

>ἐν τῶι νόμωι αὐτοῦ μελετήσει

10

>ἡμέρας καὶ νυκτός”, ὅπερ ἐπὶ τῶν

βρεφῶν [κ]αὶ ἀλόγων οὐχ ἁρμόζει.

εὖ δὲ κα[ὶ] τὸ ἐν τῆι Αὐσίτιδι τοῦτο(ν)

οἰκεῖν, ἥτις ⸤ἑρμηνεύεται βου-

λή· οὐδὲν γὰρ ὁ δίκαιος ἀβούλως

ποιεῖ⸥, [ἀλ]λ' οἶκος αὐτῶι καὶ πόλις

ἡ καθα[ρ]ὰ βουλή.

>>“καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐ-

>>γενὴς τῶν ἀφ' ἡλίου ἀν〈α〉τολῶ(ν).”

καὶ πρὸς τὸ αἰσθητὸν δυνατὸν

τοῦτο. ε[ἰ] δὲ πρὸς ἀναγωγὴν νο-

οῖτο, λεχ[θε]ίη ἄν, ὅτι ⸤ὁ δίκαιος

εὐγένε[ια]ν κτᾶται, οὐκ ἀπ' ἀνθρώ-

πων, ἀλλ' ἀπὸ τοῦ φωτὸς τοῦ “ἡ-

λίου τῆς δικαι〈ο〉σύνης” καταλαμ-

>>πομέν[ην]⸥. “συνπορευόμε-

>>νοι δὲ [ο]ἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλή-

>>λους ἐπ[ο]ίουν πότον καθ' ἑκά-

>>στην ἡμέραν συνπαραλαμ-

>>βάνοντες ἅμα καὶ τὰς τρεῖς

>>ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πί-

>>νειν μετ' αὐτῶν.” εὖ ἀνα-

τεθραμμένοι οἱ τοῦ Ἰὼβ υἱοὶ

⸤οὐ πρὸς ἄλλους ἐποιοῦντο

τὰς ἐπ[ι]μειξίας⸥ καὶ τὸν πότον

ἢ π[ρὸς] ἑαυτοὺς κατὰ τὸ ἐν ψαλ-

>μο[ῖς λεγό]μενον· “ἰδοὺ δή, τί κα-

>λ[ὸν ἢ τί τ]ερπνὸν ἀλλ' ἢ τὸ κα-

>το[ικεῖν ἀδ]ελφοὺς ἐπὶ τὸ αὐτό.” ⸤σύμ-

φ[ωνον π]αρέχοντες τὴν ἀρε-

τὴ[ν καὶ ἐ]ν τοῖς αἰσθητοῖς ἦσα(ν)

ἀστασία[σ]τοι “πρὸς ἀλλήλους”

πορευόμενοι καὶ οὐ πόρρω⸥· τὰς

γὰρ συνη?λύσεις “ἐν τῆι οἰκίᾳ τοῦ

11

ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέ-

ρου” οὐ μόνον {ον} κατ[ὰ] χρόνον

ἀλλ' ἴσως καὶ κατὰ ἀρ[ε]τὴν ἐποι-

οῦντο τὰ πρὸς ὠφελ[ία]ν παρ' αὐ-

τοῦ παιδευόμενο[ι. ε]ὖ δὲ καὶ τὸ

συνπαραλαμβάνε[ιν] τὰς ἰδί-

ας ἀδελφάς, ⸤ὅπερ ἐστ[ὶ]ν σημεῖ-

ον ἐναργὲς σωφρο[σ]ύνης καὶ

κοσμιότητο[ς]⸥.

>>“καὶ ὡς ἂν συνετ[ελέ]σθησαν αἱ

>>ἡμέραι τοῦ π[ό]το[υ], ἀπέστελλε(ν)

>>Ἰὼβ καὶ ἐκαθ〈ά〉ριζε[ν α]ὐτοὺς ἀ-

>>νιστάμενος τὸ πρω[ῒ] καὶ προσέ-

>>φερεν περὶ αὐτῶν θ[υ]σίας κατὰ

>>τὸν ἀριθμὸν αὐτ[ῶν] καὶ μόσχο(ν)

>>ἕνα περὶ ἁμα[ρ]τίας περὶ τῶν

>>ψυχῶν αὐτῶ[ν].”

>⸤κατὰ τὸν λέγοντα· “ἐκ νυκτὸς ὀρ-

>θρίζει τὸ πνεῦμά μου πρὸς σέ,

>ὁ θ(εό)ς”, καί· “ὁ θ(εό)〈ς〉 μου, πρὸ[ς] σὲὀρθρίζω”⸥,

>καί· “τὸ πρωῒ παραστήσομαί

>σοι καὶ ἐπόψομαι” ⸤οὐ πρὸς ἕτε-

ρον ἔργον ὁ μ[α]κάριος Ἰὼβ τὸ πρωῒ

ἀνίστατο ἀλλὰ πρὸς 〈τὸ〉 [θ(ε)ῷ] ὑπὲρ

τῶν παιδίων θυσία[ν πρ]οσά-

γειν “κατὰ τὸν ἀριθ[μὸν αὐτ]ῶ(ν)”,

ὅ ἐστιν καθ' ἕκαστ[ον καὶ εὐτ]ά-

κτως· οὐδὲν γὰρ σ[υγκεχυμ]έ-

νον ἐν σπουδαί[ῳ. ἀλλὰ κ]αὶ

μετὰ τοῦτο ὑπὲρ α[ὐτῶν τὸ]ν

μόσχον προσῆγε[ν] κατὰ τὸν

ἴδιον τρόπον καὶ [τ]ὴν τῶν

παίδων ἀγωγὴν σ[υ]νεθίζων.

12

οὕτως οὖν ἐκαθ〈ά〉ριζεν αὐτοὺς

μετὰ τ[ὸ] συντελεσθῆναι τὸν

πότον, μετὰ τῆς αἰσθητῆς κα-

θάρσε[ω]ς καὶ τὰ πρὸς διάνοια(ν)

συντε[λ]οῦντα καθαρτήρια

παρα[δεικ]νύς. εἰ δὲ τὸν {πρὸς}

ὑπὲρ [ἁ]πάντων 〈προσαγό〉-

μενον “μ[όσ]χον” τὸν ὑπὲρ τοῦ

γένους τῶ[ν] ἀνθρώπων “σταυ-

ρὸν ὑπο[μεί]ναντα” σ(ωτῆ)ρα δηλοῖ, συ(ν)-

επίσκ[ε]ψαι⸥, ὅ[σ]τις καὶ “σιτευτὸς”

ἐν τῇ [π]αραβολῇ τοῦ εὐαγγε-

λίου ε[ἴ]ρ[η]ται διὰ τὸ θρεπτικὸς

εἶναι [τ]ῆς θείας διδασκαλίας. μὴ

θαύμ[α]ζε δέ, εἰ ἐπὶ τὸν σ(ωτῆ)ρα ὁ

μόσχο[ς] αἰν[ίτ]τεται· καὶ γὰρ ⸤οὐ-

κ ἀμύη[τ]ος ἦ[ν] ὁ Ἰὼβ τῆς ἐπιδη-

μίας τ[ο]ῦ σ(ωτῆ)ρ(ο)ς· περὶ γὰρ αὐτοῦ

>εἶπεν· “ὁ μ[έλ]λων τὸ μέγα κῆ-

>τος χε[ι]ρώσασθαι”⸥.

>>“ἔλεγεν γὰρ ὁ Ἰώβ· μήποτε ἐν

>>τῆι διανοίᾳ αὐτῶν οἱ υἱοί μου

>>κακὰ ἐνενόησαν πρὸς τὸν

>>θεόν.” μεγάλ[η] καθαρότης ἐν

το[ύτῳ] τῶν παιδίων δείκνυ-

τ[αι· μ]ὴ γὰρ ὁρῶν αἰσθητό(ν)

τ[ι ἁμάρτ]ημα αὐτῶν περὶ τῶ(ν)

κατὰ δι]άνοιαν τὴν θυσίαν

προσῆγε]ν λογιζόμενος, ὅτι

ἡ ἀνθρ]ωπίνη ἀσθένεια καὶ

μ[αλακί]α? ἐν νεότητι ὄλισθο(ν)

ἔχει π[ο]λλάκι[ς]. διόπερ καὶ ὁ ἅγι-

>ος Πα[ῦ]λος ἔλεγεν· “οὐδὲν ἐ-

>μαυτῶι σύνοιδα, ἀλλ' οὐκ ἐν τούτωι

13

>δεδικαίωμαι”, καὶ ὁ ψ[α]λμῳδός·

>“ἀπὸ τῶν κρυφίων μ[ου] καθάρι-

>σόν με.” ὅθεν παρατη[ρη]τέον, οὐ-

χ ὡς ἁμαρτημάτων ἕ[ν]εκεν τοι-

ούτωι θανάτῳ ὑπεβ[λ]ήθησαν.

>>“οὕτως οὖν ἐποίει Ἰὼβ [πά]σας τὰς

>>ἡμέρας τῆς ζωῆς αὐ[τ]οῦ.” ⸤τὸ ἀδι-

άστατον τοῦ τό[ν]ου τ[οῦ] ἁγίου ἐν-

ταῦθα δηλοῦτ[αι], ὡς οὐ ποτὲ μὲ(ν)

ποτὲ δὲ οὒ τὴ[ν ἀρε]τὴν ἐνερ-

γοῦντος.⸥ τοῦτο [κ]αὶ Δ[α](υὶ)δ περὶ ἑ-

>αυτοῦ φησι ψάλλων· “[ε]ὐλογή-

>σω τὸν κύριον ἐν [πα]ντὶ και-

>>ρῶι.” “καὶ ὡς ἐγένετο ἡ ἡμέρα

>>αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι

>>παραστῆναι ἐν[ώπι]ον τοῦ κυ-

>>ρίου, καὶ ὁ διάβ[ο]λος [ἦ]λθεν με-

>>τ' αὐτῶν.”

τὸ μὲν σχῆμα τῆς λέ[ξ]εως ὁ λό-

γος ἐμφαίνω[ν] διηγηματι-

κώτερον τὰ περὶ τῆς 〈παρα〉στάσεως

τῶν ἀγγέλων διηγε[ῖ]το ἐν τῷ·

“καὶ 〈ὡς〉 ἐγένετο {ὡς} ἡ ἡμέρα αὕτη”,

ἡμῶν ἀκολούθως νοούντω(ν)

καιρὸν καὶ κατ[ά]λληλο[ν] κατά-

στασιν τῆς παραστάσ[εως] τῆς

ἐνώπιον κυρίου τῶ[ν ἀγγ]έλω(ν)

τὰς ἰδίας λειτο[υ]ργία[ς καὶ τὸν] ἴ?διον πό-

νον τὸν πρὸς θεὸν? [παρασχόντω]ν.

αὐτῶν καθιστώντω[ν παρέστη

δὴ καὶ ὁ διάβολος. ε[ἰ καὶ πολύ-

πτυχός ἐστι καὶ πολ[ύτ]ρ?οπ?ος,

οὐ λανθάνει θεόν. ε?[ἴρ]ηται, ὡς

καὶ αὐτὸς μετὰ τῶν ἀγγέλων

ἐλήλυθεν οὐ “παραστῆναι ἐνώ-

14

πιον” α[ὐ]τοῦ, ἀλλὰ καὶ αὐτὸς ὑπὸ

τοῦ πά[ν]τα ἐφορῶντος ὀφθαλ-

μοῦ τ[οῦ] θεοῦ γιγνωσκόμενος.

εἴη δὲ [κ]αὶ τὸ ὑποκριτικὸν τοῦ

>διαβόλ[ου] δηλοῦν τὸ ῥητόν, “με-

>τασχη[μ]ατιζομένου” μὲν “εἰς ἄγ-

>γελον [φ]ωτὸς” καὶ ταῦτα λανθά-

νοντ[ος] τοὺ[ς] γεννητούς, θεὸν

δὲ μὴ δυν[αμ]ένου λαθεῖν τὸ(ν)

πάντων [γεν]εσιάρχην καὶ τὸ(ν)

>“δι' οὗ τ[ὰ] πά[ντα]” καὶ τὸ ἅγιον πνεῦ-

μα· τῆ[ς] γ[ὰ]ρ αὐτῆς οὐσίας ἡ τρι-

άς. ὡς γ[ὰρ π]ερὶ τοῦ λόγου εἴρηται

>ὡς “[κ]ριτικός ἐστιν ἐνθυμή-

>σεων [κ]αὶ ἐννοιῶν καρδίας

>καὶ οὐκ [ἔστ]ιν κτίσις ἀφανὴς ἐ-

>νώπι[ο]ν αὐτοῦ· πάντα δὲ γυ-

>μνὰ κ[αὶ] τετ[ρ]αχηλισμένα τοῖς

>ὀφθαλμοῖς [αὐ]τοῦ”, οὕτω καὶ πε-

>ρὶ τοῦ πνεύματος· “τὸ γὰρ πνεῦ-

>μα πά[ν]τα ἐρευνᾷ.” καὶ περὶ π(ατ)ρ(ὸ)ς

πρὸς τ[ῶ]ν ἀποστόλων εἴρηται·

>“σὺ κύρι[ε] καρδιογνῶστα πάντω(ν).”

καὶ εἰκότως ⸤μ[ό]νης τῆς θεότη-

τός ἐ[στι] τὸ τὰς [δι]ανοίας ὁρᾶν⸥. εἰ

γὰ[ρ ἦν] καὶ τοῖς γεννητοῖς τοῦτο

δῆ[λον] μὴ ἔχουσιν θεοῦ ἀγαθό-

τ[ητα, ἠλ]λοτριοῦντο ἂν τῶν

ἁμαρταν]όντων ὡς μὴ ἐπικου-

ρεῖν αὐτο]ῖς ἀλλ' ἀποστρέφε-

σ[θαι διὰ] τὸ μέγεθος τῶν κακῶ(ν)

εὐλαβ[ού]μεν[ο]ι, μὴ συνκινδυ-

νεύσω[σ]ιν ὑπὲρ τοιούτων

πρεσβεύοντες. εἰ δὲ καὶ ἔκ τινω(ν)

15

τεκμηρίων κατελάμβ[α]νον τὴ(ν)

τοῦ διαβόλου πρόθεσιν, [ἀ]λλὰ γοῦ(ν),

ἐπεὶ καὶ αὐτοὶ “παρεστ[ήκ]ασ〈ι〉ν

ἐνώπιον τοῦ κυρίου” ἐ[λθ]όντος

καὶ τοῦ διαβόλου μετ' [α]ὐτῶν

μεθ' ὑποκρίσεως, εἰκ[ότ]ως θ(ε)ῷ

τὴν περὶ τῆς παρα[στάσε]ως αὐ-

τοῦ κρίσιν συνε[νέβαλον], ὃ καὶ

γέγονεν. αὐτὸς [γὰρ ὁ θ(εὸ)ς] πρὸς

αὐτὸν τὰ ἑξῆς φ[ησιν].

>>“κ]αὶ εἶπεν ὁ κύρι[ος τῷ δι]αβόλωι·

>>πόθεν παραγ[έγονας];”

τοῦ〈το〉 εἶπεν [αὐτῷ, ὅ]πως ἀκού-

οντες νοήσω[μεν τό· “π]όθεν πα-

ραγέγονας;” ⸤οὗτ[οι οἱ ἄγγ]ελοι οἱ

ἡμέτεροι ὑπ[ηρ]ε[σίας θ]είας πρὸς

ἐμοῦ ποιεῖν π[ρ]οστα[τ]τόμενοι

ταύτας ἐκτελοῦ[ν]τες παρεστήκα-

σίν μοι αὐτὸ τοῦ[το] ἀντ[ὶ] παραστά-

σεως ἐνεργοῦ[ν]τες—οὐ γὰρ τοπι-

κὴ τούτων παρ[ά]στασ[ις]· σὺ δὲ πό-

θεν; οὐ γὰρ ὑπάρχεις λ[ει]τουργὸς

[ἐ]μός⸥. “πόθεν” οὖν “παρα[γ]έγονας”;

ὅ]μοιον τούτῳ [ἐ]κλήμψῃ τὸ εἰ-

ρ]ημένον πρ[ὸς] τὸν Ἀ[δ]ὰμ ὑπὸ

>θ]εοῦ· ⸤“Ἀδάμ, ποῦ εἶ;” ἦ?ν [ἐλ]εγκτι-

κὸν τῆς ματαίας κιν[ήσεω]ς τοῦ

διαβόλου τό· “πόθε[ν παραγ]έγο-

νας;”⸥. >>“καὶ ἀποκ[ριθεὶς ὁ δι]ά-

>>β]ολος τῶι κυρίῳ εἶπ[εν· περιε]λ-

>>θ]ὼν τὴν γῆν καὶ ἐν[περιπατ]ή-

>>σ]ας τὴν ὑπ' οὐ[ρ]ανὸν [πάρει]μι.”

εἰ] ἦν ἐνθύμη[σι]ς τοῦ [διαβ]όλου ἡ

πρὸς τὴν ὑπ[ὸ θ](εο)ῦ ἐρώ[τησι]ν συστᾶ-

σ?α? ἐν αὐτῶι ἀπόκρισι[ς], αὐτοῦ ἂν εἴη

16

πρὸς [τοῦ] θεοῦ ὁρωμένη. ὁ μὲν

γὰρ θε[ὸς] βουλόμενος λαλῆσαι

γεννη[τ]ῷ τὸ ἑαυτοῦ βούλημα τῇ

ἐκείν[ο]υ ἐντίθησι διανοίᾳ.

διάβο[λ]ος δὲ ἀποκρινόμενος

τῶι κ[υρί]ωι οὐχ οὕτως ἀλλ' ὡς προ-

αιρεῖ[ται ἀπ]οκρίνεσθαι λέγεται.

τίς δ[ὲ αὐτοῦ] ἡ? ἀπόκρισις, ἴδω-

μεν. [“περιελ]θών”, φησίν, “τὴν

γῆν κ[αὶ ἐνπ]εριπατήσας τὴν

ὑπ' οὐ[ρανὸν πάρειμι”. ⸤οὐ δεῖ ξε-

νίζε[σθαι, εἰ λε]πτὸν ὑπάρχων

πνεῦ[μα διέβ]η τοὺς προειρη-

μένο[υς τόπου]ς. καὶ γὰρ οὐδ' ὁ θε-

ὸς ὡς [ψευδόμ]ενον αὐτὸν ἤλε[γ-

ξεν⸥. ⸤ε[ὖ δὲ κ]α[ὶ τὸ] “περιελθών”· οὐ

γὰρ π[ερι]έχων. περιέρχεται δὲ

>ὡς “ἀν〈τί〉δ[ι]κος [ζ]ητῶν τίνα κατα-

>πίῃ”, ὅπως τ[οὺς] μὲν ταῖς ὑποβ[ο-

λαῖς αὐτοῦ τα[ῖς] πονηραῖς πει-

θομένους ἑλκύσῃ, τοὺς δ' ἀντ[ι-

τείνοντας ἐξαιτήσηται, ὅπερ

καὶ ἐπὶ [τ]οῦ Ἰὼβ γεγένηται. ὅθε[ν

οὐ βιάζ[ε]ται οὐ〈δὲ〉 παρὰ δύναμιν

ἡμῖν [ἐ]πέρχ[ε]ται. ὡς γὰρ δυν[α-

μέν[οις] ἀντιστῆναι προστάτ-

>τε[ται]· “ἀντιστῆτε στερεοὶ τῆι πί-

>στ[ει”, καί· “ἐὰ]ν π[ν](εῦμ)α τοῦ ἐξουσιάζο[ν-

>τ[ος ἀναβῇ] ἐπ[ὶ] σέ, τόπον σου μ[ὴ]

>ἀ[φῇς.”⸥ ὅτι] δὲ κ[α]ὶ τὴν δύναμιν

π[αρέχει ὁ] θ(εὸ)ς ε[ἴ]ρηται, ὃς δώσει

>“κα[ὶ τὴν ἔ]κβασ[ι]ν τοῦ δύνασθα[ι

>ὑπε[νεγκ]εῖν”. ⸤[σ]ημειωτέον, δ[έ,

ὅτι δ[ιάφο]ροι τ[ό]ποι ἡ γῆ καὶ ἡ

ὑπ' οὐρανόν εἰσιν, τῆς μὲν γ[ῆς

17

ὑπὸ τὸν οὐρανὸν οὔσης, τῶν δὲ ὑ-

π' οὐρανὸν τόπων οὐ πάντως γῆς

ὑπαρχόντων⸥. ⸤κἀκείνους δὲ περιῄει

τοὺς τόπους διάβολος ἐνευφραι-

>νόμενος “τοῖς πνευματικοῖς τῆς

>πονηρίας” δαίμοσιν⸥. τούτους οὖ(ν),

φησίν, περιελθὼν πάρειμι, ὅπερ

νοητέον οὕτως ὅτι· διὰ πάντων

τούτων ἐλθὼν κα[ὶ] εὑρὼν τὸν μα-

κάριον Ἰὼβ μὴ δ[υ]νάμενον δέ-

ξασθαί τι τῶν ἡμ[ε]τέρων πάρει-

μι, ὅ ἐστι· δείκνυμ[ι τ]ὸ? κρυπτόν μου

τῶι ἀναποδρά[στωι] σου ὀφθαλμῶι

βουλόμενο〈ς〉 αὐ[τὸ]ν ἐξαιτήσασθαι.

>>“καὶ εἶπεν αὐτ[ῷ] ὁ [κύρι]ος· προσέσχες

>>οὖν τῆι διαν[ο]ία[ι σου] κατὰ τοῦ παι-

>>δός μου Ἰώβ, ὅ[τι ο]ὐκ ἔστιν κα-

>>τ' αὐτὸν τῶν ἐπ[ὶ] τῆ[ς γῆ]ς ἄνθρωπος

>>ἄμεμπτο[ς, ἀλ]η?[θι]νός, θεοσεβής,

>>ἀπεχόμε[νο]ς? [ἀπὸ π]αντὸς πο-

>>νηροῦ πράγματ?[ος].”

τό· εἶπεν ὁ κύριος τ[ῶι] διαβόλωι

ὡσαύτως τοῖς φθά[σ]ασιν ἐκλημ-

πτέον, οὐκ ἀπεμ[φ]αίνοντος, εἰ

ὅπερ ὁ θεὸς βούλε[τα]ι νοῆσαι τὸ(ν)

διάβολον, ἐνιῆτ?α?[ι π]ρὸς ἔλεγχο(ν)

αὐτοῦ χαλεπώτα[το]ν, ὅτι οὐ πα-

ρῆκεν ὁ θεὸς δια?[νο]ούμενος.

οὐ γὰρ ἀγνοητέον 〈μὴ〉 [εἰ]καίαν εἶναι

τὴν τοῦ θεοῦ πρὸς τ[ὸ]ν διάβολο(ν)

ὁμιλίαν· οὐδὲ〈ν〉 γὰρ παρὰ τῷ τὰ ὅλα

συστησαμένωι ε[ἰ]καῖον, ἀλλὰ

καὶ τοῦτο πρὸς τὸ [σ]υμφέρον, ὅ-

πως καταισχύνηται τῆι τοῦ δι-

καίου καὶ ἀμέμπτ[ο]υ ἀνδρὸς πα-

18

ραθέσει. “παῖδα” τὸν Ἰὼβ ὁ κύριος κέ-

κληκεν κατ' ἀμφότερα τὰ σημαι-

νόμενα· καὶ γὰρ θεράπων αὐτοῦ

ὑπῆρχεν κατὰ τὸ εἰρημένον πρὸς

>τοῦ ψαλμῳδοῦ· “ἐ[γ]ὼ δοῦλος σὸς

>καὶ υἱὸς τῆς παιδίσκης σου”, καὶ υἱ-

ὸς ἀπὸ τῆς θεραπείας καὶ γνησί-

ας δουλείας τῆς τοῦ πν(εύματο)ς ἀξιωθεὶς

χάριτος, κα[ὶ] λέγων καὶ αὐτὸς κα-

>τὰ τὸν σοφ[ὸ]ν Παῦλον· “αὐτὸ τὸ πνεῦ-

>μα συνμαρτ[υρ]εῖ τῶι πνεύματι

>ἡμῶν, ὅτ[ι ἐσ]μὲν τέκνα θεοῦ.” “ὁ”

>γὰρ “ποιῶν [τὴ]ν δικαιοσύνην ἐκ

>τοῦ θεοῦ γεγ[έν]νηται”. ἐμφατικὸ(ν)

δὲ καὶ τοῦ [λογι]κ[ὸ]ν εἶναι τὸν δι-

>άβολον τὸ [ῥη]θ[ῆ]ναι· “προσέσχες

>τῆι διανο[ίᾳ σο]υ”· λ[ο]γικοῦ γὰρ οἰκεῖ-

ον τὸ δια[νοε]ῖσθ[αι. ο]ὐκ ἐνταῦθα

δὲ μόνον [τοῦτο] π?ε?[ρὶ τ]οῦ διαβόλου

>εἴρηται, ἀ[λλὰ] καὶ ἐν τῷ· “σὺ δὲ εἶπας

>ἐν τῆι δ[ια]νοίαι σου· εἰς τὸν οὐρα-

>νὸν ἀναβήσομαι”, ὅπερ ὡς εἴρη-

ται παρασ[τ]ατικόν ἐστι τοῦ λογι-

κὸν αὐτὸν [ε]ἶναι. {γίνεται δὲ} εἰ

δὲ τὸ δια[ν]οεῖσθαι ἐπ' αὐτοῦ 〈γίνεται〉, ζη-

τητέον, μ[ὴ] ἄρα καὶ τὸ μετανοεῖ(ν).

μετὰ γὰρ τ[ὸ] νοεῖν τὸ διανοεῖ-

σθαι καὶ τ[ὸ] μετανοεῖν. καὶ ὡς ἐν

τῇ βουλήσει αὐτοῦ κεῖται τὸ δια-

νοεῖσθα[ι, μ]ήποτε καὶ τὸ μετα-

νοεῖν. ὁ δὲ ταῦτα μὴ διδοὺς ὁρά-

τω, μὴ τὸν θεὸν αἴτιον τῆς κακί-

ας αὐτοῦ λ[ά]θῃ τιθέμενος—εἰ γὰρ

19

οὐ κέκτηται λόγον καὶ νοῦν. εἰ δὲ

καὶ ἐξήλλακται κατά τι, ἀλλὰ τῶι λο-

γικὸς εἶναι κοινωνεῖ τοῖς ταύτης

οὖσι φύσεως. εἰ γὰρ καὶ ἄνθρωποι

θνητοί, ἀλλ' οὐ κατὰ τὸ θνητὸν τὴ(ν)

κοινωνίαν εἶναί φαμεν, ἀλλὰ κα-

τὰ τὸ λογικόν, ὅπερ κοινὸν καὶ ἀθα-

νάτοις καὶ θνητο[ῖς] ὑπάρχει. καὶ

τὸ διανοεῖσθαι δὲ οὐ μόνοις σπου-

δαίοις ἢ μόνοις φ[α]ύλοις πρόσε-

στιν. ὡς γὰρ τὸ αἰσθ[ή]σει χρῆσθαι

καὶ σπουδαίῳ κα[ὶ φα]ύλωι κοινόν,

ὅπερ ὁ μὲν σπο[υδαῖ]ος καλῶς με-

θοδεύων οὐ κέ[χρη]ται αὐτῶι κα-

τὰ τὸν φαῦλον [ἀναβ]λέποντα εἰς

τὸν οὐρανὸν [καὶ θεο]ποιοῦντα τ[ο]ῦ-

τον, οὕτω κα[ὶ τὸ δια]νοεῖσθαι· ἐν

σπουδαίωι κ[αὶ φαύλ]ωι εὑρισκόμε-

νον κατὰ τ[ὴν] χ[ρῆσι]ν ἐξήλλακται.

>“προ[σ]έσχες [οὖ]ν”, φ[ησί, “τ]ῆι διανοίᾳ

>σου κατὰ τοῦ παιδ[ός] μου Ἰώβ, ὅτι

>οὐκ [ἔσ]τι κατ' αὐτὸν [τῶ]ν ἐπὶ τῆς γῆς”.

οὐ [μάτ]ην δὴ πρό[σκ]ειται· “τῶν ἐ-

πὶ γ[ῆς].” εἰσὶν γὰρ κα[τ' α]ὐτὸν καὶ ὑ-

πὲρ αὐτὸν λογικ[ὰ ὑ]πὲρ γῆν τυγ-

χάνοντα. οὐ γὰρ τα[ὐτ]ὸν τὸ εἰπεῖ(ν)·

‘οὐκ ἔστιν κατ' αὐτ[όν]’ τῶι εἰπεῖν·

“οὐκ ἔστιν κατ' αὐτὸ[ν] τῶν ἐπὶ τῆς

γῆς”. ⸤πῶς γὰρ οὐχ ὑπερβάλλων ἅ-

παντ[α]ς τοὺς ἐπὶ γῆ[ς] ἐτύγχανε

τοῦ θ[ε]οῦ τῶν ὅλων [α]ὐτῷ μαρτυ-

>ροῦντος ἐν τῷ· “ἄνθρωπος ἄμεμ-

>πτος, ἀληθινός, θεοσεβής, ἀπε-

>χόμενος ἀπὸ παντ[ὸ]ς πονηροῦ

20

>πράγματος”⸥. ⸤ἀπέχεται δὲ κυρίως

κακίας ὁ πεφυκὼς αὐτὴν δέχεσθαι.

τότε γὰρ καὶ ὁ ἔπαινος χώραν ἔχει,

ὅτ〈ε〉 δυνάμενος εἶναι φαῦλος ἀ-

πέχεται κακίας μίσει τῶι πρὸς αὐ-

τήν⸥. οὐ γὰρ πᾶς ὁ μὴ χρώμενος κα-

κίᾳ ἀπέχε[σ]θαι ταύτης λέγεται·

τὰ γὰρ βρέφ[η] ταύτῃ μὴ χρώμενα

οὐκ ἂν εἴπ[οι] τις κυρίως ἀπέχεσθαι

κακίας· ὁ γὰ[ρ] τοῦτο ἐνεργῶν κρίσει

καὶ λόγῳ τ[οῦτ]ο ποιεῖ. τὰ δὲ κακίας

καὶ ἀρετῆς [αἰτε]ῖ ἐπιτηδειότητα.

καὶ οὐκ ἄν [τις ε]ἴποι τὸ βρέφος ἀκο-

λασίας ἀπ[έχε]σθαι ἢ σωφρονεῖ(ν)·

οὔπω γὰρ [εἰς τὴν] τούτων ἥκει δι-

άκρισιν. δ[ιαλαβό]ντες δὲ περὶ τού-

των ἐν το[ῖς φθάσ]ασιν, ὅτε καὶ τὰ

ἀπὸ τοῦ π[ρώτου] ψαλμοῦ παρε-

τιθέμεθα, εἶ[ναι κατ'] αὐτὸν θεοσε-

βῆ ταῦτα [ἠλέ]γ[ξαμ]εν. ἐ[κ]εῖνος

γὰρ τῶι ὄν[τι θ]εοσεβής ἐσ[τι]ν ὁ τὸ?[ν

σεβασμο[ῦ] βίον σέβων, [τ]ῶν τὰ

μὴ σεπτὰ [σε]βομένων [ἀσεβῶν

τυγχανόν[τ]ων. πρόσεσ[τι δὲ] τῶι

μακαρίω[ι κα]ὶ? τὸ “ἀληθινὸν” κατά

τε θεωρί[αν] τῆς ἀληθείας καὶ τὸ

ἐν τοῖς ἠθ[ι]κοῖς ἀνυπόκριτον·

οὐ γὰρ ὁ δι[ά τ]ι τὴν ἀρετὴν ἐπιτη-

>>δεύων ἀ[λ]ηθινός ἐστιν. “ἀπε-

>>κρίθη δὲ [ὁ] διάβολος καὶ [εἶ]πεν ἐ-

>>ναντίον [τ]οῦ κυρίου.” δυνατὸν

πιθανῶς [ε]ἰπεῖν εἰς τό· “ἐναντί-

ον τοῦ κυρί[ο]υ”, ὅτι ἐναντίως τῆι

μαρτυρία[ι] τοῦ θεοῦ εἶπεν φιλόκα-

21

κος ὢν ἢ ὅτι θρασέως ἐνενό-

ησεν· ἀναίσχυντον γὰρ ἡ κακί-

α. οὕτω γοῦν καὶ ἃ ἐπιφέρει ἀπὸ

φιλοκάκου γνώμης προφέρει

τῆς τοῦ δικαίου ἐλαττωτικὰ ἀρε-

τῆς. τί γάρ φησιν;

>>“μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κ(ύριο)ν;

>>οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ

>>καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ

>>τὰ ἔξω πάντων τῶν ὄντων αὐ-

>>τῷ κύκλῳ; τὰ ἔργ[α τ]ῶν χειρῶν αὐ-

>>τοῦ εὐλόγησας [καὶ] τὰ κτήνη αὐ-

>>τοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.”

⸤ἴδιον τῶν φιλ[οκ]άκων καὶ πρὸς

ἀρετὴν ἀπ[εχθαν]ομένων

τὸ μὴ λογίζε[σθαι γν]ήσια τὰ καλὰ

τῶν πέλας, ἀ[λλὰ π]άντως λέγει(ν),

ὡς ὅδε τις δ[ίκαιός ἐσ]τιν δι' ἀδυ-

ναμίαν [τοῦ] ἀ[δικεῖ]ν, ὅδε τις

σώφρων 〈διὰ〉 τὴν κ[αλου]μένην ἠλι-

θιότ[η]τα, ὅδε πρὸς χρήματα καὶ

πορισ]μοὺς οὐκ ἔχει διὰ τὸ πρὸς

ταῦτα ἀ]νεπιτήδειον⸥,

⸤ἐσθ]ότε καὶ τὸν πρᾶον ὑποκριτὴν λογιζομέ-νο〈υ〉ς⸥,

⸤καὶ ὅλως

οὐδεὶς] φαῦλος ἀποδέχεταί τινος

ἀρετὴ]ν ὡς γνησί〈α〉ν⸥. ⸤ταύτης ἀρ-

χηγὸς ὢ]ν τῆς κακίας ὁ διάβολος

τοιαῦτα] ἐννοῶν [π]ερὶ τοῦ Ἰὼβ

ἐφανέρ]ου αὐτὰ τῷ τὸ κρυπτὸ(ν)

ἐπιστα]μένωι λέγων, ὡς διὰ τὰ

ἐκτὸς ἀ]γαθὰ δίκαιός ἐστιν ὁ Ἰώβ.

τὸ δὲ “περιέφραξας” ἀντὶ ἀσφαλεί-

ας αὐτῶι εἴρηται ἔμφασιν παρέ-

χο]ντος, ὡς διὰ ταῦτα ἀκαθαίρετός

ἐσ]τιν καὶ ἔφοδον οὐκ ἔχει, τὴν

22

πληθὺν τῶν ἀδιαφόρων αἰτίαν αὐτῷ

τῆς ἀρετῆς εἶναι λογιζόμενος, ὅπερ

οὐ καλῶς λέγων ἠλέγχθη⸥. καὶ τούτων

γὰρ ἀφαιρεθεὶς ἔμεινεν ὁμοίως ἀήτ-

〈τη〉τος. καὶ τῷ ὄντι πλούτου περιουσία πρὸς

μὲν τὸν καλῶς αὐτῆι χρώμενον

συντελεῖ τι πρὸς ἀρετήν, αὐτὴ δὲ κα-

θ' αὑτὴν οὐδὲν εἰς τοῦτο συμβάλλε-

ται. καὶ ἔδειξεν ὁ μακάριος Ἰὼβ καὶ

ἐν πενίᾳ καὶ ἐν πλούτωι τὴν ἀρετὴ(ν)

>>ἀδιάστροφο?[ν. “ἀ]λλὰ ἀπόστειλον τὴ(ν)

>>χεῖρά σου καὶ [ἅψ]αι πάντων ὧν ἔχει·

>>εἶ μὴν εἰς πρ[ό]σωπόν σε εὐλογήσει.”

⸤χεῖρα αὐτοῦ κα[λ]εῖν ἐκλημπτέον {α} δι-

αφόρως ἢ τ[ὴν κολ]αστικὴν καὶ ε[ἰς

τοῦτο ὑπη[ρετικὴν δ]ύναμιν, ἅπε[ρ

“σκεύη ὀργ[ῆς” ἡ θεί]α γραφὴ ὀνομ[ά-

ζειν εἴωθ[εν, ἢ τὴ]ν σκεπαστικὴ[ν

καὶ φρου[ρητικ]ὴ?[ν] δύναμιν⸥ κ[α-

>θὸ εἴρητ[αι· “οὐ]δεὶς δύνα[τ]αι ἁρ[πά-

>σαι ἐκ τῆ[ς χ]ειρὸς τοῦ πατ[ρό]ς μου.”

δυνατὸν καὶ τὸν υἱὸν εἰ[ς χεῖρα πα-

ραλαβεῖν σκέπουσαν κ?[αὶ στη-

ρίζουσαν τοὺς ὑπ' αὐτὴ[ν ὄντας

>καθὸ εἴρη[τ]αι· “δεξιὰ κυρί[ου ὕψωσέν με,

>δεξιὰ κυρ[ί]ου ἐποίησε[ν δύναμιν.”

⸤τὸ δὲ “ἅψα[ι]” μήποτε ση[μαίνει ἐν-

ταῦθα τὸ κάθαψαι ἀντ[ὶ τοῦ· ἐπάγα-

γε θλιβηρά. ἔχομεν γὰ[ρ τοῦτο συ-

νήθως ἐν τῆι γραφῇ φε[ρόμενον.

>τὸ γάρ· “μὴ ἅψεσθε τῶν χρ[ι]σ?τ?[ῶν μου”

οὐ τὴν ἁπλῆν ἁφὴν ἀπ[αγορεύ-

ει, ἀλλὰ τὴν κατὰ τῶν ἁγίων [τόλ-

>μαν ἐπ[ὶ κ]ακώσει⸥. καὶ τό· “ὁ ἁπτ[όμενος

23

>ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης

>τοῦ ὀφθαλμοῦ αὐτοῦ” ὁμοίως τὸν ἐ-

πὶ τοῦ κακοῦν ἁπτόμενον ση-

μαίνει. εἰ δὲ καὶ ἀποστάτης ὁ διά-

>βολος γέγονεν καὶ “ἐνώπιον κ(υρίο)υ

>παντοκράτορος ἐτραχηλίασε(ν)”,

ἀλλ' οὖν ἔχει τι σέβας πρὸς τὸν

δημιουργὸν τῶν ὅλων. φησὶν

>γάρ· “εἶ μ〈ὴ〉ν εἰς πρόσωπόν σε εὐλο-

>γήσει”, ⸤ἀντὶ τοῦ καταρ〈ά〉σ〈ε〉ται ἢ

βλασφημήσει τα[ύ]τηι τῆι λέξει

χρώμενος, ὅπω[ς] μὴ πρὸς θεὸν

τὴν τραχυτέρα[ν] προσενέγκη-

ται⸥, ὡς προείρητ[αι] προφέρ〈ω〉ν.

>>“τότε εἶπεν ὁ [κ(ύριο)ς τ]ῷ διαβόλωι·

>>ἰδοὺ 〈πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇχειρί σου〉,

>>ἀ]λλ' αὐτοῦ μὴ ἅψ[ῃ].”

⸤τὰ ἐκκ[είμενα] παραστατι-

κὰ τυγχάνε[ι τ]οῦ μ?[ὴ !!]! χωρὶς θεί-

ας συ[ν]χωρ[ήσε]ω[ς ὑπο]πίπτειν

τιν[ὰ] πειρασμοῖς. φ[ησὶ]ν γὰρ ὁ θε-

ός· “[ἰδο]ὺ δέδωκα πάντα ἐν τῆι

χ]ε?[ιρί σ]ου.” ἵνα δὲ φανερὸν γένη-

ται, ὅτι] μέτρωι καὶ τὴν συνχώρη-

σιν π]οιεῖται, ἐπιφέρεται· “ἀλλ' αὐ-

τοῦ μὴ ἅ]ψῃ.” ὅθεν οὔτε εἱμαρμ〈έ〉-

νῃ αἱ π]εριστάσεις σ[υ]μβαίνουσι(ν)

οὔτε ἐκ τα]ὐτομάτου, ἀ[λ]λ' ἐκ τῆς τοῦ

θ(εο)ῦ συ]νχωρήσεως⸥ κατὰ μὲν τὰ

ἤδη π]ροκείμενα ἐπὶ ἀποδείξει

τῆς ἀ]ρετῆς τοῦ Ἰώβ, ἐ[σ]θότε καὶ καθ' ἑ-

τέ]ρας αἰτίας, περὶ ὧν ἐν τοῖς ἑπο-

μ]ένοις εἰρηθήσεται.

>>“κα]ὶ ἐξῆλθεν ὁ διάβο[λ]ος ἀπὸ τοῦ κ(υρίο)υ.”

24

⸤κυριολεκτεῖται μᾶλλον ἐπὶ τοῦ διαβό-

λου, ὅτι ἔξω γίνεται τοῦ κ(υρίο)υ, ὑπὲρ τὸ(ν)

Κάιν. καὶ γὰρ περὶ ἐκείνου εἴρηται·

>“ἐξῆλθεν γὰρ Κάιν ἀπὸ προσώπου

>κ(υρίο)υ τοῦ θ(εο)ῦ.” τὸ δὲ ἐξελθεῖν τὸ ἀφάν-

ταστον θ(εο)ῦ εἶναι αὐτὸν σημαίνει.

καὶ οὗτος οὖν ἔξεισιν ἀεὶ τῶν ἔ-

ξω τυγχάνων, εἰ καὶ προσποιήτως

ἦλθεν μετὰ τῶν παραστατῶν

τοῦ θ(εο)ῦ⸥.

>>“καὶ ἦν ὡς ἡ ἡ[μέ]ρα αὕτη, οἱ υἱοὶ Ἰὼβ

>>καὶ αἱ θυγατ[έρε]ς αὐτοῦ ἔπινον οἶ-

>>νον ἐν τῆι ο[ἰκ]ίᾳ τοῦ ἀδελφοῦ αὐτῶ[ν

>>τοῦ πρεσβυτ[έρ]ου.” ⸤ἀκολούθως καὶ

τῆς ἡμέρα[ς μνη]μονεύει καὶ τῆ[ς

συνηλύσε[ως τῶν] τέκνων, ἵν' ο[ὕ-

τω καὶ τὸ το[ῦ θανά]του αὐτῶν γέ-

νηται πι[στὸν ἀθρ]όως ὑφ' ἕνα [και-

ρὸν ὑπὸ τ[ὴν π]τ[ῶ]σιν τῆς οἰκία[ς

ἀποθαν[όντω]ν⸥. κ?[!]τ?αχι?<[!]α><[ ]τ?ε> ἐν?

τῆι συνη[θεί]αι πολλάκις [! γ]ρ?αφη?,

τῶν πολλῶν ὡς γὰρ [ἐ]π[ὶ τὸ] π?[λεῖ-

στον τοὺς συνερχομέν[ους εἰς τοι-

αύτας συνόδους πίνειν [οἰομένων,

οὐ μόνον πινόντων [δ' αὐτῶν

ἀλλὰ καὶ ἐσθιόντων κα[ὶ λεγόν-

των ὡς ἐν [σ]υνελεύσει. [καὶ κατ'

ἀλληγορ[ία]ν τὰ προκ[είμενα

>συνεπίσκεψαι, μήποτ[ε “οἶνον”

>τὸν “εὐφραίνοντα καρδ[ίαν ἀν-

>θρώπου” ἐποτίζοντο παρ[ὰ τοῦ πρε-

σβυτέρου ἀδελφοῦ καταρχομ[ένου

τῆς θείας παιδεύσεως.

>>“καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ

25

>>καὶ εἶπεν αὐτῶι· τὰ ζεύγη τῶν βο-

>>ῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐ-

>>βόσκοντο ἐχόμενα〈ι〉 αὐτῶν. καὶ ἐλ-

>>θόντες οἱ αἰχμαλωτεύοντες ᾐχμα-

>>λώ〈τευ〉σαν αὐτοὺς καὶ τοὺς παῖδας ἀ-

>>πέκτειναν ἐν μαχαίραις. σωθεὶς

>>δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀναγγεῖ-

>>λαί σοι.”

παρίσταται διὰ τούτων, ὡς τὰ τῆς ἐ-

φόδου ἐν ἡμέραι συνέστη· “ἠροτρί-

α” γὰρ “τὰ ζεύγη τῶν βοῶν καὶ αἱ ὄνοι

ἐχόμενα〈ι〉 ἐβόσκοντο”. ἄγγελον δὲ

τὸν ἀγγέλλοντα ἐκδε〈κ〉τέον καθὰ

καὶ ἐν ταῖς Βασιλείαις ἀναγέγραπται.

⸤κατανοεῖν δ[ὲ] ἄ[ξι]ον, ὅπως τὰ τῆς

ἀπαγγ〈ε〉λίας ἀθρ[όως] γεγενημέ-

να καὶ ἐκ τῆς δ[ιηγήσ]εως ἔχει τὸ

βαρὺ καὶ πρὸς λ[ύπη]ν ὑπερβάλ-

λουσαν ἐπ[ι]ρ?ρ[επές⸥· ἀ]ροτριῶντα

γὰρ τὰ ζεύ[γ]η? τῶ[ν β]οῶν αἰχμα-

λωτευθέντα διπλοῦν ἐργάζε-

ται τ[ὸ] λυπηρόν, καὶ ἐκ τῆς τῶν ζῴ-

ων ζημίας προσαφαιρεθεισῶν

καὶ? τ?ῶ?ν νομάδων ὄνων, αἵτι-

νες? [ο]ὐ βραχείαν πρόσοδον πα-

ρεῖ?χο?ν, καὶ ἐκ τῆς τῶν προσδο-

κ]ω[μ]έ?νων ἐκ τῆς κατασπορᾶς

πόρου τ]ε καὶ περ[ιουσ]ίας προσθή-

κης. ἀ]νίας ὑπερβαλλούσης καὶ

ἦν ἡ τ]ῶν παίδων ὑπὸ τῶν αἰ-

χ[μ]α[λ]ωτιζόντων σφαγὴ μ[ε]τὰ

τῶ]ν? ἄλλων ἀπαγγελθεῖσα. ⸤ἱκα-

ν]ὰ μὲν οὖν, εἰ καὶ ψευδῶς ἀπηγ-

γ]έλλετο, ἀθρόως ταράξαι. καὶ ὅμως

χαλεπῶν τῶν συμβ[ά]ντων ὑπαρ-

26

χόντων οὐδὲν ἐταράχθη ὁ ἅγιος. εἴ-

ρηται ἐν ἑνὶ τῶν ψαλμῶν περὶ ἁγί-

>ου· “ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθή-

>σεται⸥. ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπί-

>ζει〈ν〉 ἐπὶ τὸν κύριον.” εἰ δὲ καὶ κατὰ τὸν μα-

>κάριον Παῦλον 〈εἶπεν〉· “τίς χωρίσει

>τὸν πιστὸν ἀπὸ τῆς ἀγάπη〈ς〉 θ(εο)ῦ; οὐ

>θλῖψις ἢ στενοχωρία, οὐ διωγμός,

>οὐ λιμὸς ἢ μάχαιρα”, ἀκολούθως

ὁ ἀνδρειότατος Ἰὼβ ἀχώριστος τῆς

τοῦ κ(υρίο)υ ἀγάπης διετέλεσεν, τῶν το-

σούτων ἐπιπόνων ἐπιρρηξάν-

των. καὶ γὰρ εἴποι τις ἄν, ὡς δυνα-

τὸν ἦν τῶν ἀλόγων καταφρονῆ-

σαι καὶ τῆς ἐξ αὐτῶν ἐργασίας. ⸤τὸ

δὲ καὶ πε[ρὶ τ]ῆς [σ]φαγῆς τῶν παί-

δων ἀκη[κοέναι] καὶ ἀνδρείως ἐνεγ-

κεῖν τοῦτ[ο διαδε]ίκνυσιν τὴν ἀν-

δρείαν το[ῦ ἁγί]ου καὶ καρτερίαν⸥. πα-

ρατηρητέον δέ, μήποτε καὶ ὁ δι-

ασωθεὶς μόνος, ἵνα ἀπα[γ]γείλῃ,

πρὸς πλείονα πειρασμὸν ἐσώζε-

το. εἰ γὰρ ἀνήκουστος ἦν διατελέ-

σας τῶν συμβεβηκότων ὁ Ἰὼβ ἄχρι

τῆς ἑλκώσεως τοῦ ἰδίου σώματος,

τῶν μειζόνων ἀνιαρῶν παρ[ό]ν-

των οὐχ οὕτως ἦσαν ἀη[δ]ῆ τ[ὰ ἐ-

λάττονα.

>>“ἔτι τούτου λαλοῦντος ἦλθ?[εν ἕτερ]ος

>>ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· π[ῦ]ρ ἔ-

>>πεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέ-

>>καυσεν τὰ πρόβατα καὶ τοὺς πο[ι]μέ-

>>νας κατέφαγεν ὁμοίως. καὶ σω[θεὶς

>>ἐγὼ μόνο[ς] ἦλθον τοῦ ἀναγγεῖλα[ί σοι.”

27

τὸ ἀλλεπάλληλον τῆς τῶν ἀνιαρῶν

ἀπαγγελίας τὴν περιττὴν καὶ θαυ-

μάσιον ἀνδρείαν τοῦ μακαρίου πα-

ρίστησιν. ὅρα γὰρ τὴν παρατήρησι(ν),

ὡς “ἔτι λαλοῦντος” τοῦ τὰ πρότερα

ἀπαγγέλλοντος ὁ δεύτερος ἐπιστὰς

οὐ πρὸς θεράπειαν αὐτῶν ἐπέστη,

ἀλλὰ πρὸς ἐπίτασιν ἀπαγγέλλω(ν)

χαλεπώτερα, εἰωθότος τοῦ τοι-

ούτου τρόπου τῆς τῶν ἀνιαρῶ(ν)

ἀπαγγελίας ἀντιπεριάγειν τὸ(ν)

λογισμὸν καὶ θολοῦν οὕτω καὶ ἐκ-

ταράττειν, ὡς ἔξω τῆς πρεπούσης

καταστάσεως ποιεῖν πρὸς τὰ δι-

άφορα τῶν λυπη[ρῶ]ν περιελκό-

μενον. ἀλλ' ὁ ἅ?γ?ι?ο?[ς οὐκ ἦ〈ν〉] τοιοῦτος. ἀλλ'

ὡς ἄρρηκτον [τεῖχος] πλείστων

ὅσων ἐπιρραξ[άντω]ν τῶν ἑλεῖ(ν)

αὐτὸ δυναμέν[ων] ἔμεινεν ὁ-

μοίως ἀκλόνητον, οὕτως ὁ ἅγιος

>Ἰὼβ “ἐπὶ τὴν” σωτήριον “πέτραν”

>ἔχων “τὸν θεμέλιον” ἐπελθόν-

των 〈τῶν〉 πειρασμῶν οὐκ ἐκλονήθη.

ἄξιον δὲ θεάσασθαι καὶ τὰ τῆς ἀπαγ-

γελίας τοῦ δευτέρου, πῶς εἰς ἐ-

πίτασιν ἐγείρει τὴν ἀνίαν.

>“πῦρ”, φησίν, “ἔπεσεν ἐκ τοῦ οὐρανοῦ

>καὶ κα[τ]έκαυσεν τὰ πρόβατα καὶ

>τοὺς ποιμένας ἔφαγεν ὁμοίως.”

⸤εἰ γὰρ καὶ ὁ ἅγιος τὰ δόγματα τῆς

ἀληθείας ἠκριβωκὼς ἐγίγνωσκε(ν),

ὡς οὐκ ἄνευ θεοῦ ἡ τῶν πειρα-

σμῶν ἐπιτροπὴ γέγονεν, ἀλλὰ

28

μεγίστην αὐτῶι ἔφερεν τὸ γιγνόμε-

νον λύπην διὰ τοὺς σκανδαλιζο-

μένους ὡς καὶ θ(εο)ῦ κατ' αὐτοῦ χωροῦ(ν)-

τος. τὸ γὰρ τοὺς αἰχμαλωτίζοντας

ἐπελθόντας ἀφαιρῆσαί τε τὰ

κτήνη καὶ τοὺς παῖδας κατασφά-

ξαι ἐδύν〈α〉ντο λογίζεσθαι οἱ ἁπλού-

στεροι, ὡς νόμωι πολεμίων ἐπελ-

θόντων τῶν αἰχμαλωτιζόντω(ν)

ἀταξίᾳ καὶ πρὸς ἔχθραν τοῦτο ποι-

ούντων οὐκ ἀπὸ θεοῦ τὸ γιγνόμε-

νον ἦν. ὅτε 〈δὲ〉 πῦρ ἀπήγγελται ἀπ' οὐ-

ρανοῦ κατεληλυθός, δέος ἦν, μή

τις λογίσηται τῶν ἀσθενῶν, ὡς

οὐδὲν θαυ[μ]αστὸν ἡ ἀρετὴ καὶ

παρὰ θ(εο)ῦ τ[ιμ]ωρουμένου τοῦ ταύ-

την ἔχον[τος. ἀλ]λὰ καὶ τούτου συμ-

βάντος ὁ [ἅγιος ο]ὐκ ὤκλασεν ὅλος

τῆς τοῦ θεο[ῦ κ]ατανοήσεως γιγνό-

μενος. οὐδὲ γὰρ ὁ διάβολος ἐξου-

σίαν ἔχει πῦρ ἀπ' οὐρανοῦ καταγα-

γεῖν, ἀλλὰ θείᾳ κρίσει τοῦτο γεγέ-

νηται, 〈ὅ〉πως παραστήσῃ τῶι διαβό-

λῳ ὁ δεδωκὼς αὐτῶι τὴν ἐξουσία(ν)

τῶν τοῦ Ἰὼβ θ(εό)ς, ὡς ὅτι οὐδενὸς μέ-

λει τῶι μακαρίωι τῶν ἀνθρωπ[ί-

νων, κἂν πολλὰς πλέκῃ μηχανάς⸥.

ἰδοὺ γὰρ καὶ τὸ παρ' αὐτοῦ γενέσθαι

μὴ δυνάμενον ὁ θεὸς πεποίηκε(ν),

ἵνα τὸ μέγεθος τοῦ ἀθλητοῦ πα-

ραστήσας ἐλέγξῃ τὸν ἀντικείμενο(ν),

γενναίως φέροντος τοῦ Ἰὼβ οὐ μικρά(ν)

τινα καὶ εὐτελῆ προσβολήν, ἀλλ' ἑ-

29

πτακισχιλίων προβάτων φθορὰ(ν)

καὶ μετὰ τῶν ποιμένων οὐ〈κ〉

ὀλίγων δηλονότι τυγχανόντω(ν).

ἐφυλάττετο δὲ πάλιν ὁ μηνύων

δι' ἣν προειρήκαμεν αἰτίαν.

>>“ἔτι τούτου λαλ[ο]ῦντος ἦλθεν ἕτε-

>>ρος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· οἱ

>>ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς

>>τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους

>>καὶ αἰχμαλώτισαν αὐτὰς καὶ τοὺς

>>παῖδας ἀπέκτειναν ἐν μαχαίρᾳ.

>>ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθο(ν)

>>τοῦ ἀναγγεῖλαί σοι.”

ἴσως στρατόπεδον ἦν ἐν τῆι χώ-

ραι, ὅπερ ἐπῆλθεν εἰς τρεῖς ἀρχὰς

διῃρημένον κατὰ τῶν καμήλω(ν).

ὡς γὰρ εὔγνωστ[ό]ν φησιν· “οἱ ἱπ-

πεῖς ἐποίησαν [ἡμῖν] κεφαλὰς

τρεῖς.” ἐνδέχεται δὲ καὶ συνεχῆ

καταδρομὴν ἱππέων πολεμί-

ων γιγνομένην τότε καὶ ὑπὸ τῆς

διαβολικῆς ὑποβολῆς κεκινῆ-

σθαι καὶ οὕτως διὰ τὸ ἐξ ἔθους γίνε-

σθαι εἰρηκέναι τὸν ἀγγέλλοντα·

>“οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς

>τρεῖς.” οὐ μόνον τὰς καμήλους ἀ-

φήρπασαν, ἀλλὰ καὶ τοὺς παῖδας

ἀπέκτειναν.

ἐπίστησον δέ, ὅπως ἐν τάξει τινὶ ἀ-

νιαρωτέρα ἡ τῶν πειρασμῶν γί-

νεται συνέχεια. πρῶτα μὲν γὰρ

αἰχμαλωτίζεται τὰ ζεύγη τῶν βο-

ῶν ὄντα πεντακόσια καὶ αἱ θήλει-

αι ὄνοι νομάδες πεντακόσιαι,

30

ἔπειτα πῦρ κατὰ τῶν προβάτων ἑ-

πτακισχιλίων ὄντων ἀπ' οὐρανοῦ

κατενεχθὲν χαλεπώτερον ἐποί-

ει τοῦ φθάσαντος τὸ πάθος. τρίτον

οἱ κάμηλοι τρισχίλιοι ὄντες ἀφῃρέ-

θησαν καὶ τῶν παίδων σφαγια-

σθέντων ὡς καὶ ἐπὶ τῶν πρότερο(ν),

πρᾶγμα πολυτελὲς καὶ περιουσί-

ας οὐκ εὐκαταφρονήτου γνώρισμα.

μετὰ ταῦτα τῶν τέκνων ἀθρόος

θάνατος, ὡς ἐν τοῖς ἐκτεθησομέ-

νοις ἔσται φανερόν. καὶ γὰρ εἰ πρό-

τερον ὁ τῶν παίδων θάνατος ἠγ-

γέλλετο, κοῦφα πάντα ἦν τὰ φθά-

σαντα. ὅτε δὲ κατ' ἐπίτασίν τινα λύ-

πης συνέβαινεν, τὸ ἀλλεπάλληλο(ν)

αὐτῶν δριμὺ καὶ ταράξαι διάνοι-

αν ἱκανώτε[ρ]ον, ὅπερ καὶ ὁ διάβο-

λος πονηρῶς πεποίηκεν ἐξαιτη-

σάμενος. καὶ κατ〈ῃ〉σχύνθη πρὸς

μηδὲν τοῦ ἁγίου κ{ν}αμφθέντος

τὸν λογισμόν.

>>“ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος

>>ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν

>>καὶ τῶν θυγατέρων σου ἐσθιόντω(ν)

>>καὶ πινόντων παρὰ τῶι ἀδελφῷ

>>αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης

>>πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρή-

>>μου καὶ ἥψατο τῶν τεσσάρων γωνι-

>>ῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐ-

>>πὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν.

>>ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον

>>τοῦ ἀπαγγεῖλαί σοι.”

31

⸤οὐ μάτην πρόσκειται τό· “τῶν υἱῶ(ν)

σου καὶ τῶν θυγατέρων σου ἐσθιόν-

των καὶ πινό[ν]των”, ἀλλὰ πρὸς ἐπί-

τασιν ἀνίας κα[ὶ] τοῦτο τοῦ ἀρχεκά-

κου διαβόλου πραγματευομένου,

ἵνα ἡ τῶν {η} γ[ε]γενημένων ἀπαγ-

γελία βαρε〈ῖα〉 γ[ι]νομένη λύπη(ν)

ὑπερβάλλουσαν τῶι ἁγίῳ ἐνποι-

ῇ. κοιμωμένων γὰρ τῶν τέκνων

εἰ συμβεβήκει [τ]ὰ τῆς πτώσεως,

ἀνεπαίσθητον τὸ δεινὸν λογι-

ζόμενος οὐχ οὕτως ἠνιᾶτο⸥. ὁπό-

τε δὲ καὶ πρὸς θεραπείαν ἀναγ-

καίαν τοῦ σώμα[το]ς ἀναστρεφο-

μένων ἐπῆγε τ[ὸ]ν π[ε]ιρασμόν,

τοῦτο ἔχει τὴν λ[ύ]πη[ν] χαλεπω-

τέραν. καὶ γὰρ οὐ[κ] ἔστιν ἀμφίβο-

λον, ὡς παρεστη[κό]τες πλεῖστοι

ὡς ἐν τοιούτωι κα?[ι]ρ?ῶι ἐτύγχανο(ν),

ὧν οὐκ ἐμνήσθη [ὁ] ἀπαγγέλ〈λ〉ων

ἀρκούμενος τῶι ὑπερβάλλοντι

τῶν τέκνων ἀηδ[εῖ ἔ]χ?ο[ν]τι καὶ τὸ

περὶ τῶν παρεστ[ώτω]ν ἑπόμενο(ν).

καὶ γὰρ τὸ τοιοῦτο δ[ι' ἔθο]υς ἐστὶ τῆι

γραφῆι· τοῦ γὰρ σ(ωτῆ)ρ(ο)ς [τοὺς] πέντε ἄρ-

τους κλάσαντος, ἐξ [ὧ]ν ἐκόρεσεν

πεντακισχιλίους ἄνδρας, ὁ εὐαγ-

γελιστὴς ἀπομνη[μον]εύει λέ-

>γων· “χωρὶς γυναικῶν καὶ παιδίω(ν)”,

τοὺς προηγουμένου[ς] μόνους ἀ-

ριθμῶν. τί δὲ καὶ “τ[ὸ πν]εῦμά” ἐστι(ν)

τὸ…

ψ…

The complete text is available when the reading interface loads.