Commentarii in Job
- Edition reference
- Commentarii in Job (5.1–6.29), ed. A. Henrichs, Didymos der Blinde. Kommentar zu Hiob, pt. 2, Papyrologische Texte und Abhandlungen 2. Bonn: Habelt, 1968]: 14– 194.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
118
ἕπεσθαι δ[εῖ]ξαι β[ου]λόμενος,
ὅτι εὐλόγ[ως] ἐπο[ιή]σατο, φησίν·
ἀν(θρώπ)ων γά[ρ] ἐστιν τ[ὸ πε]ριπίπτει(ν)
θλιβηρο[ῖς] καὶ οὐκ ἀψύχων. δύ-
ναται δ[ὲ] καὶ ὡς π[αρα]κλητικὸς
εἶνα[ι ὁ λόγ]ος, ὡς [καὶ ἔ]θος ἐστὶν
λέγειν τ[οῖς] πολ[λοῖς ὅ]τι· οὐκ ἔξω
τῆς ἀνθ[ρ]ωπίνη[ς π]έπονθας
φύσεως· [κα]ὶ γὰρ ἐν [πό]νῳ τὸ ζῆ(ν)
ἔχομεν. [κ]αὶ αὐτὸ δ[ὲ] τὸ γεννη-
θῆναι ἡ[μᾶ]ς πόνωι καὶ κακοπα-
θε]ίᾳ γίν[ε]ται, καὶ τῶν γεννών-
των μυρ[ί]α ὅσα ὑφισταμένων
καὶ τῶν [γεν]νωμένων ἐν μό-
χθῳ δια[γόν]των. εἰ δὲ δύνασαι
παρεμ[βάλ]λειν τὸν περὶ τοῦ ἀπὸ
γέννης [τ]υφλοῦ λόγον τούτωι,
σ[υ]νεπίσ[κ]εψαι. περὶ γὰρ ἐκείνου
>“ἠρώτησ[α]ν τὸν Ἰ(ησοῦ)ν οἱ μαθηταὶ
>αὐτοῦ· ο[ὗ]τ[ο]ς ἥμαρτεν ἢ οἱ γονεῖς
>αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;”.
>“νεοσσοὶ [δ]ὲ γυπῶν τὰ ὑψηλὰ
>πέτοντ[α]ι” ὅμοιον τῷ λέγειν, ὅ-
τι ἀψύχων οὐχ ἅπτεται κάκωσις.
καὶ νεοττοὶ δὲ γυπῶν, φησίν,
ἐν ὕψει πέτονται, ἀντὶ τοῦ· ἀτα-
λαίπωροί εἰσιν—οὐ γὰρ ἐν κακίᾳ ζῶ-
119
σιν—, ἵνα ὃ λέγει τοιοῦτον ᾖ· τὰ ἄψυ-
χα καὶ τὰ ἄλογα—διὰ τῶν νεοσσῶν
γὰρ τῶν [γ]υπῶν τὰ ἄλογα σημαί-
νειν φαί[ν]εται—οὐ δέχετα[ι] πεῖ-
ραν ἀνταποδόσεως, ἀνθρώπου
διὰ τὰς ἁμαρτία[ς το]ιούτων πα-
ραπολα[ύο]ντος, ὅ[π]ερ λέγει τῆι οἰ-
κείᾳ ἀρχῇ ἑπόμεν[ο]ς.
>>“οὐ μὴν δέ, [ἀ]λλ' ἐγὼ δεηθήσομαι κυ-
>>ρίου, κ[(ύριο)ν δὲ] τὸν πάν[τω]ν δεσπό-
>>την ἐπ[ικαλ]έσωμ[αι].” ⸤αἰτιασάμε-
νος το[ὺς ἄφ]ρον[ας κ]αὶ τὰ ἑξῆς εἰ-
πὼν π[ερὶ α]ὐτῶν [ἐγ]ὼ δέ, φησί(ν),
οὐ χαίρ[ομ]αι ὡς ἐκ[εῖ]νοι, ἀλλ' ἅτε
πρόνοι[α]ν ἐπιστ[άμ]ενος καὶ εἰ-
δὼς δεσπότην [τῶ]ν πάντων
τὸν θ(εὸ)ν ἐπικαλοῦμαι αὐτόν, π[ρέ-
πειν το[ῦ]το ἡγούμενος⸥. κατανό-
ησον δέ, εἰ μὴ δι[άλ]ημψιν ὡς
περὶ δικαίου ἑαυ[τοῦ] ἐξαποστ[ε]ῖ-
λαι βουλόμενο[ς ταῦ]τά φησιν.
>>“τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξι-
>>χνίαστα, ἔνδοξά τε καὶ ἐξαί[σι]α,
>>ὧν οὐκ ἔστιν ἀριθ[μό]ς. τὸν δι-
>>δόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλ-
>>λοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανό(ν).”
⸤προνοητὴν ὁμολογ〈εῖ〉 τῶν ὅλω(ν)
καὶ δημιουργὸν τὸ[ν] θεόν. οὐκ ἀ-
πεικ〈ὸ〉ς δὲ αὐτὸν ταύτας ἔχειν τὰς
διαλήμψεις, ἄνδρ[α] σοφὸν τὰ ἀν-
θρώπινα. ἔχει δὲ καὶ περὶ ἀορά-
των καὶ ὁρατῶν διάλημψιν, περὶ
120
ἀνεξ〈ιχν〉ιάστων λέγων καὶ μεγάλων
καὶ ἐνδόξων ὑετοῦ τε καὶ ὕδατος,
ὅπερ ὕδωρ ε[ἰ] διαστέ[λ]λοι τοῦ ὑετοῦ,
τὰ ἐκ π[η]γῶν καὶ χε[ι]μάρρων καὶ
φλεβίων [εἴ]η? λέγων?⸥. ἔχεις δὲ καὶ
πολλαχοῦ τ[ῶν] γραφῶν ταύτας
τὰς ἐννοί[ας] συνε[τώ]τατα, οὐχ
ἥκιστα δὲ κ[αὶ] παρὰ Παύλῳ γράφο(ν)-
>τι· “ἐν Χ(ριστ)ῷ ἔκτισται τὰ ὁρατὰ καὶ τὰ
>ἀόρατα [καὶ τὰ] ἐπίγεια κ[αὶ ἐ]πουράνι-
>α.” δεῖ δὲ [καὶ] τοῦτο λ[ογίζ]εσθαι, ὅτι
ἐκ τῶν τῷ [ἁγί]ῳ Ἰὼ[β συ]μβεβηκό-
των ὡ[ς] ἄ[ν]θρωπ[ος εἰ]ς φόβον ἀ-
χθεὶς θα[υμ]άζει τὰ [τῆς] προνοίας
ἔργα. τὸ δ' “[οὐκ] ἔστιν ἀ[ρι]θμὸς” νο-
εῖν δεῖ ὅτ[ι ἄν]θρωπο[ς]· θ(εὸ)ς γὰρ τὰ πά(ν)-
τ[α] οἶδεν. καὶ οὐδὲν θαυμαστόν,
>ὅ]που καὶ Σαλομών φησιν· “ὁ θ(εὸ)ς
>δέδωκέν μοι τῶν ὄντων γνῶσι(ν)
>ἀληθῆ ε[ἰδέ]ναι σύστασιν κόσμου
>καὶ ἐνέργ[εια]ν στοιχείων, ἀρχὴ(ν)
>καὶ τέλος καὶ μεσότητα χρόνου,
>τροπῶν ἀλλαγὰς” καὶ τὰ ἑξῆς. οὐ-
δὲ γὰρ τὰ [φύ]σει μὴ ἀριθμητὰ καὶ
θ(ε)ῷ ἀναρ[ι]θμητά ἐστιν, περὶ οὗ λέ-
>γεται· “ὁ ἀριθμῶν πλήθη ἄστρω(ν),
>καί· ”ὑμῶν δὲ αἱ τρίχες τῆς κεφα-
>λῆς ἠρίθμηνται“, ἅπερ καὶ τοῖς
ἀξίοις εἰδέναι πρὸς τὸ συμφέρο(ν)
δίδοται, ὡς περὶ Σολομῶντος
εἴρηται.
>>”τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος
>>καὶ ἀπολωλότας ἐξεγείροντα.“
121
⸤μεταβαίνει καὶ ἐπὶ τὴν κατὰ ἀν-
θρώπους πρόνοιαν καὶ τοῦτο
διακείμενος περὶ τοῦ θ(εο)ῦ τῶν ὅ-
λων, ὅτι αὐτὸς ἐξ ὕψους [τ]απεινοῖ
ἐκ πενήτων πλ[ο]υσίους, ἐξ ὑπη-
κόων ἄρχον[τας, ἐ]κ νοσούντων
{ἄρχοντ[ας]} 〈ὑγιαίνοντας⸥ ἀπεργαζόμενος〉καὶ τὸ [ἔμ]παλιν. δῆλο(ν),
ὅτι καὶ τῷ [ὄ]ντι τα[ῦτ]α κα?ὶ? φαινό-
μενα καὶ νοούμενα ὑπάρχει
συμφ[έροντα], τούτῳ [τῷ] ὑπὸ ἁγί-
>ου εἰρ[ημ]ένῳ· ”κ[(ύριο)ς κ]α?θιστᾷ βασι-
>λεῖς κα?[ὶ με]θιστᾷ“, [καὶ] τῷ· ”δι' ἐμοῦ
>βασιλ[εῖς β]ασιλε[ύου]σιν“, καὶ τῷ·
>”ὁ ἐγείρ[ω]ν ἀπὸ γῆ?[ς] πτωχὸν καὶ
>ἀπὸ κοπ[ρί]ας ἀνυ[ψ]ῶν πένητα.“
τῆς ὑψώσεως δ[ὲ τ]ῆς ἐκ θ(εο)ῦ [π]ρο-
οίμιον ἡ ἐξ ἡμῶ[ν] ταπειν[οφρ]ο-
>σύνη· ”ὁ“ γὰρ ”ταπεινῶν ἑαυτὸν ὑ-
>ψωθήσεται καὶ [ὁ ὑ]ψῶν ἑαυτὸ(ν)
>ταπεινωθήσετ[αι.“ κ]αὶ πάλιν· ”[ὁ]
>θ(εὸ)ς ὑπερηφάνο[ις ἀ]ντιτάσσεται,
>ταπεινοῖς δὲ δίδωσιν χάριν.“ ”ἀ-
πολωλότας“ δὲ ”ἐξεγείρεσθ[αι]“ λέ-
γει τοὺς ἐν περ[ιστ]άσεσι κατα-
στάντας καὶ μετα[β]ολῆς πειρα-
θέντας παυούση[ς] μὲν τὰ θλι-
βηρά, ἀντιδιδούσ[η]ς δὲ τὰ τῆς
ἀναπαύσεως, ὅπερ καὶ τῷ μα-
καρίῳ Ἰὼβ συμβέβηκεν ἑδραί-
ῳ διαμείναντι ἐν τοῖς τῆς ψυ-
χῆς ἐναρέτοις ἔργοις. εἰ δὲ τὸν
ἀπολωλότα ἀντὶ τοῦ ἁμαρτή-
σαντος λάβοις, καὶ τούτους ἐξεγείρει
122
θ(εὸ)ς ”μετανοίας τόπον“ διὰ διδασκ[α-
λίας παρέχων. ἀλλ' ὁ Ἰὼβ ὁ μακάρι-
ος οὐκ ἀπολώλει τοιαύτην ἀπώ-
λειαν, ἵνα καὶ τοιαύτης ἐγέρσε-
ως δεηθ[ῇ].
>>”διαλάσσον[τα] βουλὰς πανούργω(ν),
>>καὶ οὐ μὴ [πο]ιήσουσ[ι]ν αἱ χεῖρες αὐ-
>>τῶν ἀλη[θέ]ς.“ ⸤διὰ πάντων περὶ
θ(εο)ῦ κατὰ τ[ὸ]ν δυνατ[ὸ]ν ἑαυτῷ τρό-
πον δ[ιέξ]ε?ισιν ἐν[νοία]ις ἀνθρω-
πίναις ο[ὐκ] ἀπιθαν[ῶ]ς ἐν πολ-
λοῖς κινο[ύμ]ενος. δ[ιεξ]ελθὼν
περὶ προ[νοί]ας θ(εο)ῦ [καὶ] ὅτι 〈δι'〉 αὐτοῦ
ἀδοξί[αι κ]αὶ δόξα[ι συ]μβαίνου-
σιν καὶ τ[α]πεινοῦταί τ[ις] οὐκ ἄνευ
αὐτοῦ, μέτ[ει]σιν ἐπὶ τὸ δεῖξαι, ὅτι
κἂ]ν μεγ[ά]λῃ ποικιλίᾳ συνέσεως
ἄν(θρωπ)οι χρή[σ]ωνται, θ(εο)ῦ ἐστι τὸ τέλος
παρασχ[εῖν]⸥. σημαίνει γοῦν αὐ-
>τῷ τὸ ”δια[λάσ]σοντα βουλὰς πα-
>νούργων“, [ὅ]τι κἂν βουλεύσων-
ται καὶ νομίσωσιν ἑαυτῶν ἄν(θρωπ)οι
πανοῦργο[ν] ἀναντίρρητον καὶ βέ-
βαιον, ἐξα[λ]άττει ταῦτα θ(εὸ)ς πρὸς
τὸ συμφέ[ρ]ον ἑκάστῳ ποιῶν. ἦ
πολλάκις [ἄ]ν(θρωπ)οι ἐλπίσαντες οὐκ
ὀλίγα ἀπέ[τ]υχον καὶ μὴ προσδο-
κηθέντα [ἔ]σχον θ(εο)ῦ διοικοῦντος,
οὐκ ἀνθρωπίνως οἰκονομοῦ(ν)-
τος. οὐδ' αὖ τοιοῦτοι οὐδ' ἐν ταῖς
πράξεσιν ἑαυτῶν ἀληθές τι ἔχο〈υ-
σιν〉, ὅσοι ἐφ' ἑαυτοῖς βαλλόμενοι
123
αὐτάρκεις πρὸς πάντα διὰ τῶν ἰ-
δίων βουλῶν ἐτόπασαν εἶναι.
δεῖ δὲ εἰδέναι, ὅτι ἐν τῆι θείᾳ γρα-
φῇ οὐ μόνον ἐπὶ ψεκτοῦ ἀλλὰ καὶ
ἐπαινετοῦ τὸ τῆ[ς] πανουργίας
ὄνομα κεῖται. ὅ[ταν] γὰρ λέγηται
>περὶ τῆ[ς] σοφίας· ”[ἵν]α δῷ ἀκάκοις
>πανουργίαν“, δῆ[λ]ον, ὡς φρόνη-
σιν λέγει καὶ πρ[ᾶ]γμα ἐπαίνου
ἄξιον· [το]ιοῦτον γὰ?ρ? ὑπὸ σοφίας
>δίδοτ[αι. κ]αὶ πάλ[ιν]· ”πανοῦργος
>κακῶν [ἐ]περχομ[έ]νων ἀπεκρύ-
>βη“ δηλοῖ συνετ[ο]ῦ πρᾶξιν, ἥ-
τις πρὸς [α]ὐτοῦ ἐπ[ι]τελεῖται με-
τανοία[ς] τρόπῳ, [ὅ]ταν ἐπιφο-
ρὰ κακῶν προ[σδό]κιμος ᾖ,
ὅπερ οἱ Νινευῖτ[αι] ποιή[σαν-
τες διέφυγον τὴ[ν] ἀπειλήν·
κρύπτεται γὰρ [τὴν ὀ]ργὴν μετα-
νοίᾳ ταύτην διαδιδ[ράσκ]ων. ὅτι καὶ
ψεκτῶς ἡ πανου[ργία] κεῖται, δη-
>λοῦται ἐν τῷ· ”φοβοῦμαι, μή
>πως ὡς ὁ ὄφις ἐξη[π]άτησε[ν] Εὕ-
>αν ἐν τῇ πανουρ[γί]ᾳ αὐτοῦ, φθα-
>ρῇ τὰ νοήματα ὑμῶν.“ ”χεῖρας“
δὲ τὰς πράξεις ἔχ[ο]μεν σημαι-
νομένας ἐν τῇ [γρ]αφῇ, ὡς καὶ
οὗτος φαίνεται ν[ε]νοηκώς. ὅ-
>ταν γὰρ λέγῃ· ”ἄκανθαι φύονται
>ἐν χειρὶ τοῦ μεθύσου“, οὐ τὸ μέρος
τοῦ σώματος ἐκλαμβάνομεν ὄν
124
—οὐ γὰρ ἐπὶ τούτῳ ἄκανθαι φύονται—,
ἀλλὰ τὰς π[ρ]άξεις, καθ' ἃς ἁμαρτά-
>νει. ”οὐ ποιήσουσιν“ οὖν ”αἱ χεῖρες
>αὐτῶν ἀληθές“, τοῦ θ(εο)ῦ μὴ ἐῶν-
τος τὰς ἐκβ[ά]σεις τῶν βουλευμά-
των αὐτῶ[ν π]ληροῦσθαι.
>>”ὁ καταλαμ[βά]νων σ[ο]φοὺς ἐν τῆι
>>φρονήσε[ι], βουλὴν δὲ πολυπλό-
>>κων ἐξέσ[τη]σεν.“ ἤτοι τῆι φρο-
νήσει τῇ ἰδίᾳ τὰς τ[ῶ]ν σοφῶ(ν)
μηχαν[άς] φησιν [αὐ]τὸν κατα-
λαμβάνε[ι]ν ἢ τῇ τῶν ἀπ' αὐ-
τοῦ μετε[σ]χηκότων τῆς φρονή-
σεως, ᾗ 〈Ἐ〉λ[ισ]αῖε τὴν [σ]οφιστείαν
τοῦ Γιεζί, [ὃν] κατείληφεν μηχα-
νώμεν[ον] λαθεῖν αὑτὸν λέγω[ν·
>”οὐκ ἀπῆλ[θ]εν ὁ δοῦλός σου δε-
>ξιὰν ἢ ἀ[ρισ]τεράν.“ πρὸς ὃν κατα-
λαβὼν α[ὐτο]ῦ τὸ κίνημα εἶπε(ν)·
>”οὐχὶ ἡ κα[ρδία] μου μετὰ σοῦ ἦν;“
vacat ἀλλὰ καὶ τὴ(ν)
βουλὴν τῶν πλεκόντων πανουρ-
γίας ἐξίστ[η]σιν ὡς τοῦ Ἀχιτοφέλ,
εὐξαμέν[ου] τοῦ μακαρίου Δα(υὶ)δ
>καὶ λέγοντος· ”διασκέδασόν μοι
>τὴν βουλ[ὴ]ν 〈τοῦ〉 Ἀχιτοφέλ.“ οὐ μὴ(ν)
δέ, ἀλλὰ κ[αὶ] τὴν ”τῶν παρανόμω(ν)
πρεσβυτ[έ]ρων“ καὶ τῆς Αἰγυπτί-
ας ἐξέστη[σε] βουλὴν κατὰ σωφρο-
σύνης βουλευσαμένων οὕτως,
ὡς τὴν μὲν Σωσάνναν διὰ τὸ πο-
>λύπλοκον αὐτῶν εἰπεῖν· ”στενά
125
>μοι πάντοθεν“, τὸ[ν] δὲ Ἰωσὴφ νε-
ανικῷ καὶ φρονήμ[α]τι καὶ κινή-
ματι διαδρᾶναι τὰς τῆς Αἰγυπτί-
ας παρανόμου γυ[ν]αικὸς μηχα-
>>νάς. ”ἡμέρ[ας] συναντήσε-
>>ται αὐτοῖς σκότο[ς, τὸ] δὲ μεσημβ-
>>ρινὸν ψηλαφήσ[αισ]αν ἴσα νυκτί,
>>ἀπόλοιντο δὲ ἐ[ν] πολέμῳ.“
⸤[λ]έγει, ὅτι ὅσοι ὑπὲρ τ[ὴ]ν ἑαυτ〈ῶ〉ν δύ-
ναμιν [ἐ]πιχειρο[ῦσι]ν ὡς οἴεσθαι,
ὅτι χωρὶ[ς] ἐπιπν[οί]ας θ(εο)ῦ τι κατα-
λαμβάνουσιν, οὐδ[ὲ]ν εὑρίσκουσι(ν),
σκότῳ συνεχόμενοι ἀσαφίας
ψηλαφῶντες καθ[ά]περ ἐν νυκτὶ
τὰ πράγματα, οὐδ[ὲ]ν ὅλως ἀκρι-
βείας συνιδεῖν δ[υν]άμενοι⸥. ὥσ-
περ γὰρ ὑπόχυμ[α ὀ]φθαλμοῖ[ς ἐ]πι-
κείμενον κωλύει [τ]ὴν ὁρατικὴ(ν)
δύναμιν, οὕτω [τοιοῦ]τον περὶ τὸ(ν)
νοῦν πάθος π[οιεῖ κ]αὶ ἐν τοῖς φω-
τεινοῖς καὶ φανε[ροῖς] ἀβλεπτεῖ(ν).
ἐπιτεταμένως δὲ αὐτῶν ση-
μαίνει τὴν ἄγν[ο]ιαν γίν[ε]σθαι
τῷ καὶ ἐ〈ν μ〉εσημβ[ριν]ῷ καιρῷ ἀ-
βλεπτεῖν. λέγοις δὲ [ἂ]ν καὶ αὐτὸ〈ν〉
τ〈ῷ〉 πεπιστευκότ〈ι〉 [μ]ὲν τῶι κη-
ρύγματι τῷ εὐαγγε[λ]ικῷ, ἐν ἁμαρ-
τίαις δὲ ἔτι ἐνκαλε[ῖν] δυναμέ-
νῳ φωτὸς μεγάλ[ου] παρόντος
μὴ ὁρᾶν· ᾗ μὲν γ[ὰ]ρ πιστεύει,
φῶς αὐτῷ φαίνεται, ᾗ δὲ οὐ χρῆ-
ται πρὸς τὸ δέον τῶι φωτί, τυφλώτ-
τει. γέγονε δὲ ταῦτα συμβολικῶς
126
τοῖς Αἰγυπ[τ]ίοις· τρεῖ〈ς〉 γὰρ ἡμέρας
καὶ τρεῖς νύκτας ὅλας ἐφεξῆς ἐ[ν
σκότει διέτριψαν. καὶ ὅτι παρὰ
τὴν αὑτῶν αἰτίαν τοῦτ' ἔπασχ[ον,
οὐ πᾶσιν ἁ?[πλ]ῶς ἀφεγγὴς ἦν ἡ [ἡ-
μέρα ἀλλ[ὰ] αὐτοῖς μόνοις, τῶν
Ἰσδραηλ[ι]τῶν οὐδὲν τοιοῦ-
το πασχό〈ν〉τω[ν]. ἀλλὰ καὶ οἱ κατὰ Σοδο-
μὰ ἄνδρ[ες] ἀορασίᾳ πληγέντες
αἰσθητῇ [συ]μβολι[κῶς] ἐδείκνυ(ν)-
το τυφλώ[τ]τειν κα[τ]ὰ τὴν διάνοι-
αν. καὶ οἱ? ἐν [τ]α〈ῖ〉ς Βασιλείαις δὲ ἀο-
ρασίᾳ πλη[γ]έντες, ο[ἳ] καί vacatvacatvacatvacat
ο]ὐ?κ? ἀναγ[κα]στῶς δὲ ἐρεῖς καὶ τοὺς
κατὰ τῆς [ἀλ]ηθείας γινομένους
διὰ σοφισ[τικ]ῶν καὶ πιθανῶν λό-
γων πε[ριπί]πτειν ἐν ἡμέραι
σκότῳ κ[αὶ μ]〈ε〉σημβρίᾳ καθάπερ
ἐν νυκτί, ἀλλ' ἐπὰν ὁ συνιστάμε-
νος τῇ ἀλ[η]θείᾳ ταῖς ἀποδείξεσι(ν)
τὸ σαθρὸ[ν] αὐτῶν τῆς πιθανό-
τητος ἐλέ[γ]χῃ, πρὸς ἃς μὴ δυνά-
μενοι ἀντιστῆναι τυφλοῖς καὶ
ἀνοήτο[ις] ἐοίκασιν. οἳ καὶ ἐν πο-
λέμῳ τῷ [κ]ατὰ τὸν ἀγῶνα τὸν
ὑπὲρ τῆ[ς] ἀληθείας ἀπόλλυν-
ται. ὧν σύμβολα οἵ τε Αἰγύπτιοι ὑ-
πὸ Φαραὼ στρατευόμενοι καὶ ἡτ-
τηθέντες ὑπὸ τῶν Ἰσδραηλιτῶ(ν) θ(εο)ῦ
127
βοηθείᾳ καὶ Γολιὰθ ὑπὸ τοῦ Δα(υὶ)δ καὶ
πάντες, ὅσοι ὑπὸ τῶν θεραπευτῶ(ν)
τοῦ θ(εο)ῦ καὶ κατὰ τὸ αἰσθητὸν ἡττήθη-
σαν. οὗτοι γὰρ δεῖγμ[α ἐ]κφέρουσιν τοῦ
μηδὲ τοὺ[ς] κατὰ δ[ιά]νοιαν πολεμί-
ους τῶν σοφῶν δ[ύν]ασθαι πρὸς τὴ(ν)
πρεσβευομένην [ὑ]π' αὐτῶν ἀλή-
θειαν. οὐ μὴν ἀλλ[ὰ κ]αὶ τὸ κατὰ Μω-
σέα τούτου σαφέστα[τ]όν ἐστι δεῖγμα,
ὅτε πρὸ[ς Ἀ]μαλῆκα [ἐ]πολέμει. ἡνί-
κα γὰρ αἱ χεῖρες κα[θ]εῖντο, τροπὴ
ἐγίγνετο νίκης γι[γ]νομένης ὅ-
τε ἄνω πρὸς θ(εὸ)ν ἐκ[τ]εταμέναι
ἐτύγχανον. ἐξ οὗ π[α]ρίσταται, ὡς
ὁ τῷ ὑψηλῷ φρο[νή]ματι τῆς ἀ-
ληθείας ἐπερειδ[όμ]ενος ἀήττη-
τος ὢν καὶ ”τὴν ψε[υδ]ώνυμον
γνῶσιν“ πατεῖ. ὁ δ[ὲ κ]άτω περὶ τὰ
γήϊνα στρεφό[μεν]ος τυφλώτ-
των καὶ ἀγνοία[ι σκο]τωθεὶς τὴ(ν)
διάνοιαν ἧτταν [ὑ]πομένει
χαλεπωτάτην.
>>”ἀδύνατος δὲ ἐξέλθ[οι ἐ]κ χειρὸς δυ-
>>νάστου.“ ⸤εἴη μὲν ταῦτ[α] καὶ κα〈τὰ〉 τὸ σχῆ-
μα τῆς λέξεως⸥ οὕτ[ω] δηλο〈ῦντα〉 ⸤εὐκτι-
κά, ἵν' ᾖ τὸ λεγόμενον· γένοιτο
τοὺς ἀσθενεῖς τυχε[ῖ]ν βοηθείας,
ὡς διαφυγεῖν τῶν δυνατῶν τὰς
χεῖρας⸥. δυνατὸν [κα]ὶ ὡς ἀπὸ διη-
γ〈ή〉σεως αὐτὸ φέρεσθαι, ἵν' ᾖ οὕτως·
>”ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,
>ἔνδοξά τε καὶ {εν} ἐξαίσια, ὧν οὐκ ἔστι(ν)
128
>ἀριθμός, ὁ διδοὺς ὑετὸν ἐπὶ τὴν γῆ[ν,
>ὁ ἀποστέλλ[ω]ν ὕδωρ ἐπὶ τὴν ὑπ'
>οὐρανόν, ὁ [τ]απεινοὺς ὑψῶν, ὁ ἀπ[ο-
>λωλότας ἐξ[ε]γείρων“, ὡς εἴρηται, κα[ὶ
τὰ ἑξῆς. πά[ν]τας οὗτος καὶ τοὺς ἀδυ-
νάτους ἐκ [χε]ιρὸς δυνατῶν ῥύ-
εται. ἔχομ[ε]ν τοῦτο ἐν ταῖς Βασιλεί-
αις, ὁπην[ίκ]α γὰρ ὁ Σαοὺλ τὸν Δα(υὶ)δ
ἐδίωκεν ο[ὕτ]ως, ὡς εἰς 〈σ〉πήλαιον
αὐτὸν ὑπ[ο]κρύπτεσθαι, ἐν ᾧ καὶ
ηὐλίσθη [ὁ Σα]ούλ. καὶ [τ]ί τὸ παράδο-
ξον; περισ[τοι]χισθεὶς γὰρ ὑπὸ τῶν
ἐχθρῶν δ[υ]νάμει θείᾳ διεσώθη,
ὡς καὶ τὸν [ἐ]χθρὸν ὑπὸ χεῖρα αὐ-
τῷ δοθῆν[αι], εἰ καὶ ἀρετῇ ἀμνη-
σ〈ι〉κακίας ὑ[πε]ρεῖδεν τὴν κατὰ
τοῦ ἀντιπ[ά]λου σφαγήν, οὐ μό-
νον μὴ κ[αθ]ελὼν ἀλλὰ καὶ παι-
δεύων ἀ[πο]στῆναι τῆς μοχθη-
>ρίας. ἀπο[τεμ]ὼν γὰρ αὐτοῦ ”τὸ
>πτερύγι[ον τ]ῆς διπλοΐδος“ ἔδει-
ξεν αὐτῷ, [ὅ]τι καὶ τὴν κεφαλὴν
ἀποτεμ[εῖ]ν ἐδύνατο. ἀμφότε-
ρα οὖν π[αι]δεύει, καὶ τὴν τοῦ θ(εο)ῦ
περὶ τοὺ[ς] ἑαυτοῦ θεράποντας
κηδεμονίαν καὶ τὴν ἑαυτοῦ
ἀνεξικακίαν, ἐφ' ἣν εἰς μίμη-
σιν αὐτο[ῦ] προκαλεῖται τὸν ἐ-
χθρὸν δ[ιδ]άσκων αὐτόν, ὅτι τοὺς
ἀδυνάτ[ου]ς ὁ θ(εὸ)ς ἐξαιρεῖται ἀπὸ
τῶν δυνατῶν καὶ ἐπιβούλω(ν).
>>”εἴη δὲ ἀδυ[ν]άτῳ ἐλπίς, ἀδίκου δὲ
>>στόμα ἐνφραχθείη.“ ⸤καὶ πρὸς
129
τὸ?ν τῆς π?ρ?[ονο]ίας λ[όγον ἁ]ρμόζει
ἡ] λέξι[ς. εἰ ἀδύνατός ἐστιν] λει-
πόμεν[ος δυν]ά?με[ως], μὴ ἀπο-
δοκιμαζέτω ἑαυτόν, μὴ πᾶσαν
π]ροσδοκίαν ἀποστ[ρε]φέσθω·
κ?α?ὶ? τ?[οῖς ἀδυνά]τοις [γὰρ ἐ]λπίς
ἐστιν. ἐ[μφράσ]σετ[αι δὲ κ]αὶ τοῦ
ἀ]δίκο[υ τὸ στόμα, ὅταν] ὑπ'
ἀλα[ζονείας ἐπιφυσόμενο]ς? κ?α-
τ?ὰ? τῶν [ἀδικουμένων θεά]σ?η?-
ται] αὐτ[οὺς διαφυγόντας τὴν] ἀπ' αὐ-
τοῦ βίαν [καὶ πρὸς τοῦτο ἐν]δό-
ξους γεγ[ενημένους⸥ !!!!!]τα μὲ(ν)
οὖν ο[ 15 ]![!]ς?
κοιναὶ [ 15 ] μεμ-
πτὰς ἰδ[ 12 ἐ]κ τῶν
ἁγίων [ 16 ]ι?λ
!]ισαπ[ 16 ] ὑ-
πὸ φαι[ 16 ]!σ
!]υτ?ου[ 16 ]ω(ν)
!!!]ν?[ 16 ]νο(ν)
18 ]αχως θαρ–
20—24 ]υ
18 ]αντες
18 ]ἀλλὰ καὶ
18 τ]οὺς ἰδό(ν)–
15 ]ν δὲ καὶ
20 ] ἐ?κλα–
18 ]![!]ν?αι
>10 ”τὴν ἰσχὺ]ν τῶ(ν)
>ἐ?[θνῶν προνομεύσω καὶ τῇ] σ?[οφ]ί?-
>[ᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶ]ν?,
>τὴν οἰκουμένην ὅ[λην καταλ]ήμ-
130
>ψομαι [τῇ] χειρὶ ὡς νοσσιὰν καὶ ὡ-
>ς ᾠὰ κ[ατα]λελει[μ]μέ[ν]α ἀρῶ“, ἅπερ
ὑπ' ἀλ[αζο]νείας [π]ρ?[ά]τ?τ?[ε]ται μονο(ν)-
ουχὶ λέ[γ]ων· ἡ πᾶσα οἰκουμένη
ὥσπ?[ερ !!!]μεα![!!!]!! λόγον [!
ων[!!!!!]εικ[!!!!! !]μμεν?!!
πο[!!!!!]!![!!!!! !!]πω πτερ[ω-
θεν[ 14 ἀλ]λ' εὐχει?-
ρωτ[ 16 ]”διαφεύ-
ξετ[αι“ 15 ]ἀλλα ἀ?-
π[ 15 τὰ]ς ἐλπ[ί-
δας [ 15 ] διαφυγεῖν
κατ[ 15 ]του ἐχω[!
π?![ 16 ] διὰ τὴν ἀ-
κακία[ν 15 ] ἀσπίδων
τ[ 18 ]λιου μη[!
>κ?[ 15 ”δέδ]ωκεν [ἐ-
>ξ[ουσίαν τοῦ πατεῖν ἐπά]νω ὄφεω[ν
>κ[αὶ σκορπίων καὶ ἐπὶ] πᾶσαν τ[ὴν
>δ[ύναμιν τοῦ ἐχθροῦ.“ κα]ὶ γ[ὰ]ρ ο[!!
προ![ 18—22
β[ 20—24
>τα αν[ 14 ”καὶ τὴν
>ἔκβα[σιν τοῦ δύνασθαι ὑπενεγ-
>κεῖν“ [ 20—22
ο!![ 20—24
μ![ 20—24
χωρη[ 12—14 ]λω[ 3—5
>”μὴ δ[οξασθήσεται ἀξί]ν[η ἄν]ε?[υ
>τ[ο]ῦ κ[όπτον]τ[ος ἐν αὐτ]ῇ;“ η?[!]η ο![!
τ[!!!!! !!] μὴ γὰρ σὺ εἶ ὁ κόπτων. προη-
131
γουμέν?[ω]ς ἀξίνῃ λόγ[ον ἐ]πέχεις.
ὁ τῆς προ?ν?οίας λόγο[ς πα]ραδίδω-
σιν, τίνα [!!!]!ται ![!!!]ισιν. μὴ
ἐπὶ σαυτῷ σ?[!]!εσο π[εποι]θώς· ἀξί-
νη γὰρ ὑπά[ρχει]ς. ἐγώ [εἰμ]ι ὁ κόπτω(ν)
>ἐν σοί. ”μ[ὴ ὑ]ψ?ωθήσε?[ται] πρίω(ν)
>ἄνευ το[ῦ ἕλκον]τος [αὐτόν];“ παρε{μ}-
λημφθ[ 15 π]ρίσῃς
τὰ μηκ[ 15 ]ο?ντα
δένδρ[α 15 ]ν. ἐγὼ
γάρ εἰμ[ι 15 ]σ?εως
ἕλκων κ[ 8 ἐν τῷ ψαλ]μῷ
>ο̅α̅ λέγε[ι· ”ὅτι ἐρρύσατο πτω]χὸ(ν)
>ἐκ χειρ[ὸς δυνάστου καὶ πέν]ητα
>ὧι οὐχ [ὑπῆρχεν βοηθός. φεί]σε[τ]αι
>πτωχο[ῦ καὶ πένητος, ἐκ τ]όκου
>καὶ ἐξ ἀδ[ικίας λυτρώσεται] τὰς
>ψυχὰς α[ὐτῶν“ 10 ]!!ο
εἰργάσα[το 10 ] σταυ-
ρῷ τόκ[ 15 ]ι?(ν)
οτα[!]σιδ[ 15 ]η-
σαμεν[ 14 ]! χαρι-
σα[με]ν[ 14 ”ἀδ]ύνατο(ν)
ἐκ δυν[άστου χειρός“ !!!!!]!. ἅ-
π[α]ξ δὲ? [ 14 ]ες σκο-
πησ!![ 14 ]ουκου
ρ?ουσε?![!!]μο?[ 10 ἁ]μαρ-
τ]άνοντες ἑαυ[ 12 τ]ῶ(ν)
ἁμαρ[τ]ημάτων [ 14
ὅπερ διὰ τοῦ χρε![!!!!! !!]κ?ους
δ[η]λ?οῦται, τοῦ β[!!!!! ἐπου]ρά-
νια, οὐ δ〈ὲ〉 φαινόμενα [!!!!! !!] [!!
λου ἐκ τοῦ καὶ κατὰ τ[!!!!! !!!!!
132
ὁρμᾶν. [ἐλ]πὶς δὲ ὑπάρχ[ο]υσα τοῖς ἀδυ-
νατο[ῦσιν ἔ]λεγχός ἐστιν κατὰ τῶν
Νοβα[τια]νῶν, ο?ἳ μετάνοιαν ἐξαι-
ροῦν[τε]ς? καὶ τὰς ἐλπίδας ἐκκό-
πτου[σι]. οἳ ὤφειλον κἂν παρὰ
τοῦ [Ἐλιφὰ]ζ παιδε[υθ]ῆναι φυσι-
κο[!!!!! !]εινομ[ένο]υ, ὅτι ἐλπί-
δα [ 10 ]![!! σ]ωτηρίας καὶ
με[ 12 ] γάρ τις ἑκου-
σι[ 12 α]ὐτῶν καὶ
α[ 12 ἐ]στίν. ”ἐμ-
φ[ραχθείη δὲ τὸ στό]μα τοῦ ἀδί-
κο[υ“ 12 ]κουμενη(ν)
ολ[ 12 ]ι? κόρης μὲ(ν)
σ?τ?[ 14 ] ὑπερβαι-
ν?[ 14 ]ινα νεανί-
ου δ?[ὲ 10 ]ης ἐπιρρε-
π[ 12 ]ύντος τοῦ
το[ 8 ”πᾶσα] ἀδικία ἐμ-
φράξει τὸ στόμα αὐτῆ]ς“, ὅπερ ἀν-
τ[ὶ τοῦ ἀδίκου εἴρηται]. πολλάκι〈ς〉
γὰρ [ 12 ]μ[!]υσιν
οιπ[ 12 ]![!!!]. εἰ
γο[ῦν Παῦλος γράφει π]ερὶ τῆς ἀ-
γάπ[ης, τὰ ῥήματα οὐκ] αὐτῇ [ἀ]λλὰ
τῷ [ἔχοντι αὐτὴν ἐφ]αρμόζει.
>φη[σὶν γάρ· ”ἡ ἀγ]άπ[η] οὐ 〈περπε〉ρεύ-
>ε[ται, οὐ φυσιοῦ]ται“ ου?[!]ε?πετ[!!
>τ[!!!!! καὶ ταῦ]τα δὲ περ?[ὶ] τ?[οῦ] ἔχο[ν-
>τος [κυριολε]κτεῖται· ”ἡ ἀγάπη οὐ-
>δέ[ποτε πίπ]τει“. ἀρετὴ δ[ὲ οὐ] πί-
π[τει, ἀλλ' ὁ ἔ]χων αὐτήν. ”ἐμφρα-
χ[θείη“ οὖν ”τῇ] ἀδικίᾳ τὸ στόμα αὐτῆς“
133
τουτέστιν ὁ ἄδικος, ὅς ἐστιν ὁ διάβο-
λος μηκέτι ἔχων τι λέγειν, ὅπερ
>καὶ ὁ Παῦλος γράφει λέγων· ”ἵνα
>καὶ ὁ ἐξ ἐναντίας ἐντρα[π]ῇ μη-
>δὲν ἔχων περὶ ὑμῶν λέγειν“,
ἀντὶ τοῦ· καθ' ἡμῶν.
>>”μακάριος ἄν(θρωπ)ος ὃν ἤλεγξε[ν ὁ] κύριος,
>>νουθέτημα δὲ παντ[οκρά]τορος
>>μὴ ἀπα[ναίνο]υ. αὐτ[ὸς γὰρ ἀλ]γεῖ(ν)
>>ποιεῖ κα[ὶ πάλιν ἀποκαθίστ]ησι(ν),
>>ἔπαισε[ν, καὶ αἱ χεῖρες αὐτοῦ] ἰά-
>>σαντο.“ [ 18 ]!α?-
ται ἐχο?[ 18 π]ρο-
φήτου [ 18 ]εν
ἐν τι[ 20—22
κηδομ[ε]νο?[ 16
μων τ[οῦ]το δε?[ 14 ]ι
χαλεπωτατ[ 12
κατὰ ἀπόδο[σιν 7 ]ι?ν
>γίνεται. λέγ[εται γάρ· ”καὶ] οὐκ
>ἐπισκέψομα[ι ἐπὶ τὰς θυγ]ατέ-
>ρας αὐτῶν, ὅτα[ν] πορνε[ύ]σω-
>σιν ο[ὐ]δ' ἐπὶ τὰς νύμφας αὐτῶ(ν)
>ὅτ[αν μ]οιχεύσωσιν.“ καὶ παρατη-
ρο[ῦ, ὅτι ἐ]πὶ μὲν τῶν θυγ[ατέ]ρω(ν)
τ[ὸ πορ]νεύειν εἴρητα[ι, ἐ]πὶ δὲ
νυμφῶν τὸ μοιχεύ[ειν. ἀλ]λὰ
καὶ τ[ὸ ἐν] Παροιμ[ί]α[ις λεγό]με-
>νον· ”ὃν ἀγαπᾷ [κ]ύ?[ριος παιδε]ύ?-
>ει, μα[στι]γοῖ δὲ πάν[τα υἱὸν ὃ]ν
>π[α]ραδέχεται“ τὴν [αὐτὴ]ν ὑ-
π[οβ]άλλει διάνοια[ν. καὶ εἷ]ς ἐ[κ
τῶν ἁγίων προθυμ[ίαν εἰς τοῦ-
το ἔχων παρρησιαζ[όμενος
134
μετανοίας λόγους τῷ θ(ε)ῷ προσφέ-
>ρων ἔλεγεν· ”ἐγὼ εἰς μάστιγας
>ἕτοιμος“· οἶδα γάρ, ὅτι συμφερό(ν)-
τως παρὰ σοῦ γίνετα[ι], καθὰ καὶ
ἰατρῷ συνετῷ λέγοι τις· ἐγὼ καὶ
πρ[ὸ]ς τομὴν ἕτοιμός εἰμι θαρρῶ(ν)
σου? [τῇ] ἀλήμπτῳ τέχνῃ. ἔτι οὖ(ν)
τῆ[ς α]ὐτῆς ἀρχῆς ἐχόμενος τρό-
π[ον τινὰ 10 ] Ἰὼβ παρα-
κ[ 16 ] ὡς πρὸς ἀ-
ν?[ 15 ἔλ]εγχον κα-
>λ[ 15 ]ο? εἶδος. ”αὐ-
>τ[ὸς γὰρ ἀλγεῖν ποιε]ῖ καὶ πάλι(ν)
>ἀπ[οκαθίστησιν“ !!!!]ς κα[ὶ] πε-
ρ[ὶ 10 ]ω! [ἀ]λλα [!]!α
[ 10 ]ς? αὐθ?[ε]ντικὰ κω-
12 τὸ]ν θ(εό)ν. αὐτὸς δὲ ἐκ
>βο[ 8 ὁ] Μωσῆς φησιν· ”ἐ-
>γὼ [ἀποκτένν]ω καὶ ζῆν ποι-
>ήσ[ω, πατάξ]ω κἀ[γ]ὼ ἰάσο-
>μ[α]ι?.“ ο?ὐδὲ [γὰ]ρ κατὰ [τοὺ]ς Μ[α]νι-
χαίους ἄλλος μὲν [ἀλγεῖ]ν? π?[ο]ιεῖ,
ἄλλος δὲ ἰᾶται· εἷς γά[ρ ἐστι]ν ὁ ἰ-
ώ[μ]ενος, ὃς καὶ τὴν [τῶν κ]ακω-
τι[κῶ]ν ἐπαγωγὴν ἐ?[πέτρ]εψε(ν)
π[ρὸς τὸ]ν σκοπὸν π?ρ?[ονο]ίας ἄ-
γω[ν τὰ] δαιμόνια [!!!]οι γὰρ [!
π?[!!!!! !!!] αὐτο?ῦ? δ[υ]ναμ[!
ν?[!!!!! ὑ]πάρχουσι[!!!] τ?ὰ? τῆ[ς
κα[κώσε]ως πρὸς ὑγ[εῖ]αν ἐπ[ά]γου-
>>σι[!!!! ”ἑ]ξάκις ἐξ ἀναγ[κῶ]ν
>>σε [ἐξελεῖ]ται, ἐν δὲ τῷ ἑβδόμῳ
>>οὐ μὴ ἅψ]ηταί σου κακόν.“ ἐπι-
135
στάνων τῷ εἰρημένῳ καὶ λο-
γιζόμεν[ο]ς, ὡς ὁ Ἐλιφὰζ οὐκ ἔστι τῶ(ν)
ἁγίων, ἀ[π]ορήσειεν ἄν τις, πῶς
τοιοῦτο[ι λ]όγοι παρ' αὐτοῦ [λέγ]ον-
ται, οἳ καὶ πρὸς ἁγίων ῥηθεῖεν. λε-
κτέον οὖν πρὸς τοῦτο, ὅτι οἱ κατὰ
θ(εὸ)ν σοφο?ὶ? καὶ πρὸ τοῦ νόμου καὶ
τῆς ἐνγράφου διδασκαλίας πολ-
λὰ ἀγρά[φ]ως μετὰ σοφία?[ς ἔλ]εγο(ν),
ἅπερ ὕσ[τε]ρόν [τις ἐγ]γρά[φως π]αρα-
δέδωκ[ε]ν? θείᾳ γε? [χορ]ηγ[ίᾳ. εἰκ]ὸς
οὖν, ὅτ[ι κα]ὶ οἱ [τοῦ Ἰ]ὼ?β φ?[ίλοι ἔ]χον-
τες διηρ[θ]ρωμ[ένη]ν ἔ[νν]οιαν
ἐμέμν[η]ντο τῶ[ν] ὑπὸ ἁ[γί]ων δια-
τε]θ?έν[τω]ν λ?[όγω]ν?. καὶ? [τοῦ]τό ἐ-
στ[ι]ν τὸ [ἐν]άγο?[ν αὐ]τ?οὺς? [εἰς] τὸ συ-
νετοὺς προφέρειν λό?[γου]ς, εἰ καὶ
ἔν τισιν διημάρ[τ]α?ν?ο?ν?. ὃ ⸤ὑπο-
βάλλουσιν τοί[νυ]ν οἱ ἐκτεθέν-
τες στίχοι, τοῦτ' ἔσ[τ]ιν· ἐς ὅσον 〈τι〉ς ὑ-
πὸ τὸν ἐν ἓξ ἡμέραις γεγενη-
μένον ὑπάρχει κόσμον, τὰς
〈ἐν〉 [αὐ]τῷ ὑπομένει ἀν[ί]ας καὶ
θλίψεις. κἂν γὰρ ἅγιος τις ὑπάρ-
χῃ, ἔχει τὴν ἐκ τοῦ σώμα[τος
τῆς χρείας ἀνάγκην, ἧς [ἀπ]αλ-
λάττεται ὑπερβὰς τ[ὸν κόσ]μο(ν)
καὶ ἐν 〈ἑ〉βδοματικῇ ἀναπ[αύσ]ει
γεγενημένος. τοῦτο δη[λοῦτ]αι
ἐκ τοῦ· ”ἀπέδρα ὀδύνη κ[αὶ λύ]πη
κα[ὶ] στεναγμός.“ καὶ κατ[ὰ ταύτ]η(ν)
γὰρ τὴν διάνοιαν ο[ὐκ ἀπεμ]φαί-
136
νει ἐκλαβεῖν τὸ ῥητόν. οὐχ ἅπτε-
ται γὰρ κάκωσις τοῦ [ὑ]περβάντος
τὸν κόσμον, ἐπεὶ τοῦ καὶ ἀφιλάρ-
γυρον ἔχοντος τρόπον καὶ ἀ-
κτήμονος οὐχ ἅπτεται ζημί-
α⸥, τοῦ ἅπτεται συνετῶς νοου-
μένου ὡς καὶ πρότερον ἐπε-
σ[η]μηνάμεθα πλείονα τῆς
λ[έξε]ως σημαιν[ού]σης· ἐν μὲ(ν)
>γὰρ τ]ῷ· ”π[άντων] ἅψα[ι]“ τὸν προσ-
εγγισ]μὸ?[ν κ]α?ὶ αὐτὴ[ν] τὴν ἁφὴ(ν)
>δ[ηλο]ῖ, ἐν [δὲ τ]ῶ?ι· ”〈ὁ〉 ἁπ[τ]όμενος
>ὑμῶν ὡ[ς] ὁ ἁπτόμενος τῆς
>κό[ρ]ης τοῦ [ὀφ]θαλμ[οῦ α]ὐτο[ῦ]“ τὴ(ν)
κα[τ]ά τιν[ος ἐ]πιφ[ορὰ]ν κα[ὶ ὁ]ρ-
μὴν δηλ[οῖ] καὶ ἐπι[β]ουλήν, κἂν
μὴ δι' αὑτοῦ αὐτὴν ὁ ἀδικῶν
ἐνεργῇ. νοηθείη δὲ καὶ οὕτως·
ὁ ἔτι ἐπιπρ[ο]κόπτων ὡς δι' ἔρ-
γων καὶ πράξεων ἐπὶ τὸ τέλος
ἐπείγεσθαι, οὗτος ἂν ἐν ἓξ ἀνάγ-
καις εἴη βιαστής τις γιν[ό]με-
>νος· ”βιασταὶ“ γὰρ ”ἁρπάζο[υσι] τὴ(ν)
>βασιλείαν“. ἐπειδὰν δὲ τελειό-
τ[ητ]ος ἐφίκηται, οὐκέτι τῆς δι-
ὰ [πό]νου καὶ ἱδρῶτος το?ῦ? ἐνδεί-
ᾳ [προκο]πῆ〈ς〉 συνισταμένου δε-
ή[σε]ται 〈βίας〉 τῇ τελειότητι διαναγ?[καζ-
ό?[με]νος. τοῦτο τοί〈νυν〉 συμ[β]ολικῶς
ἐ[ν τ]ῷ [π]ατριάρχῃ δείκν[υτ]αι
Ἰ[ακὼ]β μὲν πρότερον καλ[ο]υμέ-
ν[ῳ διὰ τὸ] ”πτερνίζειν“ τὰ πάθη,
ὕστερον] δὲ Ἰσδραὴλ διὰ τὸ θε-
137
ωρίᾳ σχολάζειν μετὰ τὴν πρὸς
τὰ πάθη πάλην. τοῦτο γοῦν καὶ
τοῖς μαθηταῖς ἑαυτοῦ Ἰ(ησοῦ)ς ἔλεγε(ν)·
>”οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου τού-
>του“ ὑπε[ρ]πηδήσασιν {ε} αὐτόν. εἰ
δέ τις ἐνσταίη ὡς μὴ ὑποβαλλο-
μένης ἀνηγμένης θεωρίας
πρὸς τοῦ εἰρημένου ὑπὸ τοῦ
Ἐλιφάζ, δίκαιος ἂν εἴη τὴν δι-
άνοιαν ἀποδοῦναι καὶ [λέγ]ει(ν),
εἰ ο〈ὕτ〉ω[ς μ]ήποτε νοῦν ἔ?[χει]ν? οἴ-
εται, ὅτ[ι ἕ]ως ἕκτης θλίψεως συ(ν)-
χωρεῖ ἀν(θρώπ)ῳ θ(εὸ)ς θλίβεσθαι τὸ ἕ-
βδομο[ν ο]ὐκέτι συνχωρῶν,
πεῖρα[ν αὐ]τοῦ ἔχοντος ὡς πολλά-
κις] ἄν(θρωπ)[οι] πολλοῖς? π?ειρασμοῖς
ε?ἰ?σ?ενέπεσαν· οὐ γὰρ ἀπεικὸς
τοῦτο.
>>”ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν
>>πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου
>>λύσει σε.“ ⸤εἴποι μὲν ἄν τις, ὡς
οὐδὲν ἀπεοικὸς τὸν νομίσαν-
τα δι' ἁμαρτίας τὸν πάσχοντα
πάσχειν νομίσαι, 〈ὅτι〉 καὶ ὁ{τι} νου-
θετούμενος ὑπὸ κ(υρίο)υ μετὰ τὴν
νουθεσίαν εὐθὺς τοιούτων ἀ-
ξιοῦται ὡς καὶ ὑπὸ 〈θ(εο)ῦ ἐν〉 λιμῷ ἐκ
θανάτου ῥύεσθαι καὶ ἐν πολέ-
μῳ ἐκ σιδήρου ὑπὸ θ(εο)ῦ λύεσθαι⸥,
τούτου ἀναντιρρήτου μὴ ὑπάρ-
χοντο[ς]· πολλοὶ γὰρ ἐπαπέθανο(ν)
σπουδ[α]ῖοι ἐν λιμῷ καὶ οὐ πάν-
τες οἱ ἐν πολέμῳ ἀπολλύμε-
νοι φαῦλοι, τοῦ λόγου κατὰ ἀν[α-
138
γωγὴν ἔχοντος τὸ ἀναντίρρητο(ν).
>τὸ γὰρ λεγόμενον ἐν Ψαλμοῖς· ”νε-
>ώτερος ἐγενάμην· καὶ γὰρ ἐγή-
>ρασα καὶ οὐκ εἶδον δί[κ]αιον ἐνκα-
>ταλελειμμένον [ο]ὐδὲ τὸ σπέρ-
>μα αὐτοῦ ζητοῦν ἄρτους. ὅ[λ]ην τὴν ἡ-
>μέραν ἐλεᾷ καὶ δα[ν]ίζει“ ἀλη-
θὲς καὶ ἀναγκαῖον [κ]ατὰ διάνοι-
αν λαμβανόμενο[ν]· οὐδὲ γὰρ
δ[ί]καιος δέεται τῶ[ν] τρεφόντω(ν)
ψυχὴν πλήρης ὑπ[ά]ρχων τοῦ
”ζωοποιοῦντος πν(εύματο)[ς]“. ἀλλὰ καὶ τὸ
σπέρμα αὐτοῦ τὸ κ[α]τὰ τὴν θεί-
αν ἀπογέννησι[ν τ]ικτό[μ]ενο(ν)
〈οὐχ〉 ὑποκείσεται ταύτῃ [τ]ῇ ἐνδείαι
τῶν τροφῶν· μιμητὴς γὰρ ὁ σπο[υ-
δαῖος γινόμενος τοῦ Χ(ριστο)ῦ
>κατὰ] τὸν Παῦλον λέγοντα· ”μιμηταί μου γίνεσθε
>καθὼς κἀγὼ Χ(ριστο)ῦ
βρῶμα
ἔχει τὸ τοῦ θ(εο)ῦ θέλημα ἐν ταῖς ἐν-
τολαῖς καὶ δικαιώμασιν αὐτοῦ
πορευόμενος. ὁ δ' αὐτὸς ἐλεεῖ
καὶ δανίζει οὐκ ἀπηγορευμέ-
νον δάνιον—πῶς γὰρ οἷόν τε; τὸ
γὰρ ἀργύριον αὐτοῦ οὐκ ἔδωκε(ν)
ἐπὶ τόκῳ—, ἀλλὰ παίδευσιν θεί-
αν καὶ διδασκαλίαν, ἐξ ἧς προ-
κοπὴ καὶ κέρδος τοῖς ἀκούουσι(ν)
γίνεται καὶ τῷ διδάσκοντι. το[ῖς
γοῦν γνωρίμοις Ἰ(ησοῦ)ς σπεύδουσι
>μὴ ἔχειν “χαλκὸν εἰς [τ]ὰς ζ[ώ]νας”
μηδ' ὅλως τι ἔχειν ὡ[ς] παρρησια-
>ζομένους εἰπεῖν· “ἀργύριον καὶ
139
>χρυσίον οὐχ ὑπάρχει μοι”, φησί(ν)·
>“τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι
>μὴ ἀποστραφῇς”, δηλονότι ὡς προ-
είρηται. ὁ φαῦλος οὖν δανιζό-
μενος οὐκ ἀποτιννύει. πολλοὺς
γὰρ λόγο[υς] εἰς παίδευσιν ἄγον-
τας ἀκούων οὐδὲν εἰς ἔργον προ-
>φέρει. ἀλ[λ]ὰ καὶ τό· “δανιεῖς ἔθνε-
>σι πολλο[ῖς]”, λεγόμενον ἐν προ-
>στάξει· “σ[ὺ] δὲ οὐ δανιῇ”, οὐκ ἔχο(ν)
ἱστορία[ν]—πῶς γὰρ οἷόν τε ἦν
διαβῆν[αι] ἔθνη πολέμια ἐπὶ
τῷ τοκίζ[ει]ν; ἀλλὰ καὶ τῶν Ἰσδρα-
ηλι]τῶν [δ]ανιζομένων εἴρη-
>τ?α〈ι〉· “τῷ ἀ[δε]λφῷ σου οὐκ ἐκτοκιεῖς”,
>καί· ἐὰν ἐνεχυράσῃς, “πρὸ δυθμῶν
>ἡλίου ἀποδώσεις αὐτό”, ὅπερ
δείκνυσιν αὐτοὺς ἐν χρείᾳ ὄντας—
ἔχει διάνοιαν, ὡς τὸν θεῖον
ἔχοντα πλοῦτον παιδεύειν δεῖ
πάντα τὸν προσιόντα αὐτὸν
μὴ εἰς τὴν τοῦ χρῄζοντος ἐρχό-
μενον κατάστασιν. ὅτι γὰρ ἐλί-
μωξαν δίκαιοι καὶ ἐν πολέμωι
πολλὰς ὑπέμειναν θλίψεις
δῆλον τῷ ἀναγνόντι τὰς βασι-
λικὰς ἱστορίας, τῶν μὲν υἱῶν
τῶν προφητῶν λιμωττόντω(ν)
καὶ Λαζά[ρ]ου, Δα(υὶ)δ δὲ ἐν πολλαῖς
περιστάσεσι γενομένου, δηλο(ν)-
ό]τι τροφὴν ψυχικὴν ἔχοντες
>κατὰ τὸ εἰρημένον· “διάνοιξον το[ὺς
140
>ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρ-
>των”, καὶ ἐκτὸς πειρασμοῦ τοῦ κα-
τὰ διάνοιαν εὑρισκόμενοι, οὐκ ἐ-
ώμενοι θάνατον ψυχῆς ὑπομέ-
νειν ἢ δεσμὰ ἁμαρτίας ἐκτὸς τῆς
ἀπειλῆς γιγνόμεν[οι], καθ' ἣν ἐπά-
>γεται “〈οὐ〉 λιμὸς ἄρ[το]υ 〈οὐδὲ δίψα〉 ὕδατος,
>ἀλλὰ τοῦ ἀκοῦσαι λ[όγ]ον κ(υρίο)υ” πινό(ν)-
των ἐκ τοῦ ὕδατος [οὗ] Ἰ(ησοῦ)ς παρέχει
>τῶν δικαίων, ὃ καὶ “[ἐ]ν αὐτοῖς γί-
>νεται πηγὴ ὕδα[το]ς ἁλλομέ-
>νου εἰς ζωὴν αἰώ[νι]ον”.
>>“ἀπὸ μάστιγος γλώσσης σε κρύψει καὶ
>>οὐ μὴ φοβηθῇς ἀπ[ὸ] κακῶν ἐρχο-
>>μένων.” περὶ τοῦ [νου]θετ[ουμέ-
νου ἀπὸ κ(υρίο)υ καὶ ὡ[σα]νεὶ μετ[ανο-
ήσαντος ταῦτα πάλιν λέγει ἑ-
πόμενος τῇ οἰκείᾳ ἀρχῇ οὐκ ὄν-
τος οὐδὲ τούτου ἀναγκαίου οὗ
λέγει. πολλοὶ γὰρ πολλάκις ἐλοι-
δορήθησαν δίκαιοι, ὧν ἐστιν ὁ
Ἰωσὴφ ὑπὸ τῆς Αἰγυπτίας ὁ σώ-
φρων εἰς ἀκολασίαν καταμαρ-
τυρούμενος καὶ Σωσαννά, ἥτις
ὑπέμεινεν μάστιγας τὰς ἀπὸ
“τῶν ἀνόμων πρεσβυτέρων” κα-
κηγορίας. εἰ 〈γ〉οῦν τὸ μὴ διαβλη-
θῆναι ἢ λοιδορηθῆναι οἴεται
>τὸ “ἀπὸ μάστιγος γλώττης κρύπ[τε-
>σθαι”, οὐκ ἀληθὴς ὁ λόγος οὕτως
ἔχων ἀληθότητα, [ὅ]τι τὸν κα-
τὰ θ(εὸ)ν ζῶντα οὐ δύναται ἑλεῖ(ν)
κακηγορία ἢ λοιδορία μάστ[ι]ξ
γλώττης ὀνομαζομένη, τῆς
141
ἀρετῆς αὐ[τ]ὸν ἀπὸ τοῦ ἔνοχον τοῖς
λεγομένοις ἀποδει{δη}χθῆναι
καὶ κρυπ[το]ύσης. ὁ δ' αὐτὸς οὗτος
οὐδὲ κακ[ῶ]ν προσδοκίαν δεδίτ-
τεται κατ[ὰ] τὸν μακάριον Παῦλο(ν)
>λέγων· “τ[ίς] ἡμᾶς χωρίσει ἀπὸ
>τῆς ἀγάπ[ης] τοῦ θ(εο)ῦ; θλῖψις ἢ στε-
>νοχωρί[α ἢ] διωγμὸς ἢ λιμὸς ἢ γυ-
>μνό〈τη〉ς ἢ μ[ά]χαιρα;” ὑπερ[ν]ι[κ]ᾷ γὰρ
ταῦτα τῇ τῆς ἀρετῆς περιουσίᾳ.
οὐδὲν δ' [ἧ]ττον καὶ ἀπὸ σοφισμά-
των τῆ[ς ἐπ]εψευσμένης σοφίας
>ὁ τοιοῦτο[ς] κρυβήσεται, τ[οῦ] θ(εο)ῦ “τὴ(ν)
>βουλὴν [τῶ]ν πολυπλόκ[ων] ἐξι-
>στῶντ[ος]” ἀπὸ τῶν χρω[μ]ένω(ν)
>αὐτῇ. τῷ [δ]έ· “καὶ οὐ φοβηθ[ήσ]ῃ ἀ-
>πὸ κακῶν ἐρχομένων” ἴσον
δυνατὸν τὸ προφητικὸ[ν ο]ὕτως
>ἔχον· “ἡ θλῖψις ὑμῶν πό[ρ]ρωθε(ν)
>ἥξει” καὶ ὅπερ οὕτω νοηθείη·
τὸ ἀγαθὸν ἐξ ἡμῶν ἐστιν. εἴρη-
>ται γάρ· “ἡ βασιλεία τῶν οὐρανῶ(ν)
>ἐντὸς ὑμῶν ἐστιν”. ἔχομεν γὰρ
ἐπιτηδειότητα πρὸς ἀρετήν,
ἥντινα “βασιλείαν” κέκληκε(ν).
τὸ δ' ἐπιζήμιον καὶ κακωτικὸ(ν)
ἔξωθεν ἐπέρχεται καὶ τὸ τῆς ἁ-
μαρτίας αἶσχος. ὁ γὰρ ἄν(θρωπ)ος “κατ'
εἰκόνα” θ(εο)ῦ γενόμενος ἔχει
ἐν αὑτῷ τὰ σπέρματα τοῦ καλοῦ.
παρατραπεὶς δὲ τῷ κακῶι περι-
τυγχάνει οὐ λαβὼν ἀφορμὰς
παρὰ θ(εο)ῦ [εἰ]ς τοῦτο.
>>“ἀδίκων καὶ ἀνόμων κατα[γ]ελάσε[ι,
142
>>ἀπὸ δὴ θηρίων ἀγρί[ω]ν οὐ μὴ φοβη-
>>θῇς. θῆρες γὰρ ἄγρ[ιο]ι εἰρηνεύ-
>>σουσίν σοι.” σαφές ἐσ[τι]ν, ὅτι περὶ
τοῦ ἐκ τῆς νουθε{τη}[σί]ας γεγενη-
μένου δικαίου τα[ῦ]τα λέγει, ἐκ
τοῦ ἀδίκου καὶ ἀν[όμ]ων αὐτὸν
καταγελᾶν, δηλ[ῶ]ν ὅτι· διαφυ-
γὼν τὰς παρ' αὐτ[ῶ]ν ἐπιβουλὰς
διαχλευάσεις αὐ[το]ὺς πολλὰ κα-
τὰ σοῦ βεβουλ[ευ]μένους.
τοῦτο δὲ πρὸς δι[καί]ου οὐκ ἂν γέ-
ν[οι]το· οὐ γὰρ χλε[υασ]τικὸς ὁ σπου-
δ[αῖ]ος, ἀλλὰ συμπ[α]θὴς λέγων
>μ[ᾶ]λλον ὡς ὁ Π[αῦλος]· “λύ{μ}πη
>μ[οί] ἐστιν μεγάλ[η κ]αὶ ἀδιάλειπτος
>ὀδύνη τῆι καρδίᾳ μου”, ἃ περ〈ὶ〉 δι-
κα[ίο]υς ἀμελεῖς ἔφασκεν. εἰ μὴ
τὸ [α]ὐτὸ καταγελᾶν [ο]ὕτω τις ἐκ-
λάβοι, ὅτι τοῦ πράγματος γέλω-
τος ἀξίου τοὺς ματαίως ἐπιχειροῦ(ν)-
τας ἀποδεικνύντος ὁ σπουδαῖ-
ος καταγελᾶν λέγεται.
>τὸ δ' “ἀπὸ θηρίων ἀγρίων οὐ μὴ φο-
>βηθῇς” καὶ τὸ ἑξῆς ἐντρεχῶς εἰ-
ρημένον οὕτως ἂν ἐξ ὧν οἱ ἅ-
γιοι ἐπειράθησαν πλείονος
σαφηνείας τύχοι. ὧν ὅμοια ἴσω[ς
καὶ αὐτὸς ἔμαθεν γεγενημέν[α.
οἱ γὰρ τῷ Δανιὴλ ἐπιπεμφθέν-
τες λέοντες οὐδὲν αὐτῷ φόβο(ν)
παρέσχον πρὸς θ(εὸ)ν ἔχοντι τὰς
ἐλπίδας. ἀλλὰ καὶ εἰρήνευον πρὸς
143
αὐτὸν ὅλ[ως] αὐτὸν ἐν μηδε[νὶ] λυ-
πήσαντ[ες]. ὧν ὅμοια ἀνα[λ]έ-
ξει ὁ φιλό[κα]λος ἐκ τῶν γραφ[ῶ]ν,
ὡς τὸν ἀ[πο]θανόντα προ[φ]ή-
την, ὃν ο[ὐ μό]νον 〈οὐ〉 κατέφαγ[εν
ὁ λέων [ἀλλ]ὰ καὶ ἐφυλάττ[ετο] οὐ-
δὲ τοῦ ὄν[ου] προσψαύων, [τὰ κ]α-
τὰ τὸν Ἐλ[ισα]ῖον, ὃς καθάπ[ερ β]α-
σιλεὺς τ[ὰ ἐν] τάξει θῆρα[ς κατ]ὰ
τῶν ὑβριστῶν ἤγαγεν [αὐτ]ὸς
οὐδὲν ὑ[π' αὐ]τῶν βεβλαμ[μένο]ς.
σοὶ δὲ εἰρ[ην]εύουσιν, φη[σίν, οἱ
ὄντες το[ιοῦ]τοι κατὰ φύσι[ν. δυνα-
τὸν δὲ κ[αὶ ἀ]νθρώπους [ἢ δαί-
μονας ἀ[ντὶ] θηρῶν λα[βεῖν
>κατὰ τὸ εἰ[ρη]μένον· “μὴ π[αραδῷς
>θηρίοις ψ[υ]χὴν ἐξομολ[ογου-
>μένην [σοι].” δῆλον γάρ, ὡ[ς περὶ
ὁρατῶν [οὐ] τοῦτο λέγει, ἀ?[λλὰ
οἷόν τε [νο]εῖν ψυχῆς ἄγ?[ρια
>θηρία. ἀ[λλὰ] καὶ “ὁ διάβολο[ς ὡς λέ-
>ων περ[ι]πατεῖ ζητῶν [τίνα
>καταπί[ῃ”. κ]αὶ πάλιν· “τὰς μ[ύλας
>τῶν λεόντων συνέθλα[σεν
>κύριος.” ἀ[φ]' ὧν θηρίων ὁ δ[ίκαι-
ος ῥύετ[α]ι μηδὲν τῶν [βουλη-
μάτων [α]ὐτῶν διαπραττ[όμε-
νος. τὸ δὲ μέγεθος τῆς ἀ[νδρείας
τῶν ἁγ[ί]ω?ν τοῦτ' ἔστιν, ὅ[τι χα-
λε]πόν τι? [τὸ] χειροῦν ταῖς ἀδ[ικίαι]ς
>πο]λεμ[οῦ]ντας. ὁ γὰρ σω(τὴ)ρ “δ[έδω-
>κ]εν ἐξο[υσ]ίαν πατεῖν ἐπά[νω ὄφ]εω[ν
144
>κ[αὶ] σκορπίων καὶ [ἐπὶ] πᾶσαν τὴ(ν)
>δ[ύν]αμιν τοῦ ἐχθρ[οῦ.” ὅ]τι δὲ καὶ ὁ Ἐ-
λ[ιφ]ὰζ οἶδεν ἀντι[κει]μένας ἐνερ-
γ[εία]ς παρεθέμεθα [ἤδ]η? πρὸ τούτο?υ?,
>ὅτε] ἔλεγεν· “ἢ εἴ τι[να] ἁγίων ἀγ-
>>γ?[έλ]ων ὄψῃ.” “εἶτ[α γνώ]σῃ ὅτι εἰ-
>>ρην]εύσει σου ὁ οἶ[κος], ἡ δὲ δίαιτ?α?
>>τ[ῆς σ]κηνῆς σου ο?[ὐ μὴ] ἁμάρτῃ?.
>>γνώ]σῃ δὲ ὅτι πο[λὺ τὸ] σπέρμα
>>σου, τ]ὰ? δὲ τέκνα [σου ἔ]σται ὥσπερ
>>τὸ] πανβότανο[ν το]ῦ ἀγροῦ.” οτο?
!!!]ν διηγημ[!!!]νενυπο?ν
!!!]!η τὴν ἀλή[θει]αν δι' ἱστορί-
ας τ]ρόπου ἀπα[γγελλ]όμενον
!!!]οῦμεν, εἰ τὰ [οἱο]ν?εὶ ἱστορι-
κῶς] ἀπαγγελλό[με]να δυνατά
ἐστι]ν ὑπάρξαι ἡμ?[ῖν] ἢ ἀσύμφο-
ρα ἢ] συμφέροντα. κ[αὶ ν]ῦν οὖν ο?[ἶ-
κον] τοῦ Ἰὼβ μηκέ[τι ἔ]χοντος
—αὐτὸ]ς γὰρ ἐν τοῖς ἑ[ξῆ]ς φησιν· “ἀ-
πω]λόμην δὲ κα[ὶ ἔξ]οικος ἐ[γε-
νόμ]ην”—φησὶν πρ[ὸς] αὐτὸν ἐ?π?[ὶ
>κοπ]ρίας ἐρριμμέν[ον]· “εἶτα γ[νώ-
>σῃ, ὅ]τι εἰρηνεύσει [σ]ου 〈ὁ〉 οἶκος.” πά-
λιν γὰ]ρ τὰ περὶ αὐτὸν ἀφανισθέ(ν)-
τα μ]όνης τῆς γυνα[ι]κὸς ὑπο-
λειπ]ομένης τέκνα [τ]ε μὴ ἔχ[ον-
τα α]ὐτὸν ἔτι ἐπιστά[μ]ενός φ[η-
>σιν]· “γνώσῃ δὲ ὅτι π[ο]λὺ τὸ [σπέρ-
>μα] σου, τὰ δὲ τέκν[α σο]υ ἔσ[ται
>ὡς] τὸ πανβόταν[ον] τοῦ [ἀγροῦ.”
οὐδ]ὲ γὰρ διέκειτο ὡ?ς? τε[κνοποι-
οῖ ὁ] οὕτω βεβλαμμ[έ]νος κ[αὶ ἀγέν-
145
νητος· οὗτος γ?[ὰρ τοὺς] ἰχῶρας καὶ
σκώληκ[ας ᾐσθάνε]το. ποία〈ν〉 δὲ “δί-
αιτα〈ν〉 σκηνῆ?[ς” ἔλεγε]ν? μὴ διαμαρ-
τεῖν τοῦ μ[ὴ ἔχον]τος ὅλως μη-
δὲ σκηνὴ[ν ἀλλ' ἀ]περριμ〈μ〉ένου;
ὅθεν γε τῆ[ς ἱστορί]ας πάνυ γε βι-
αζομένη?[ς ἐπὶ τ]ῶν αἰσθητῶ(ν)
ἀναχωρήσ[εων νοε]ρῶς μεθοδευ-
τέον τὴν δ[ιάνοι]αν, μάλιστα
ὅτι ἐν τοῖς π[ροτρέ]χ?ουσιν ἐφά-
σκομεν μὴ [ἀνη]κούστους εἶ-
ναι αὐτοὺς κ[αὶ τ]ῆς κατὰ τρόπο(ν)
διδασκαλίας· ο[ὐ γὰρ] φαῦλοι φαί-
νονται· ὑπὲρ [ἀγνοία]ς γὰρ προσ-
τάττεται Ἰὼβ [θ(ε)ῷ προσα]γα?[γεῖν] θυ-
σίαν ὑπὲρ αὐτ[ῶν 6—10
ἁμαρτήματα ![ 8—12
τε δὴ καὶ φίλοι τ?[ 8—12
τηλικούτου ου[ 8—12
καὶ ἀρετῆς δια[ 8—12 ]υ
τοῖς ἑπομένοι?[ς 8—12 ]!
γιγνώσκειν ὡ[ς !!!!! !!! μί]α
αἰτία τῶν ἐπα[γωγῶ]ν ὑπ[άρχ]ει
ἐσφάλησαν. λ[έγεται] οὖν [ὅτι·
τῶν “ἀγρίων θ[ηρίων]” ὡς ἀ[ποδέ-
δοται “εἰρην[ευόντω]ν σ[οι]” κ?α[ὶ ὁ
“οἶκος” τῆς σῆς δια[νοίας “εἰ]ρη[νε]ύσ[ει”
καὶ “ἡ δίαιτα τ[ῆς σκην]ῆς σου”, ὅ-
περ ἐστὶν ἡ ἐν π[ροκο]πῇ σου
βελτίωσις, “οὐ διαμα[ρτ]ήσεται”.
πρὸς δὲ τούτο[ις] “γνώ[σ]ῃ”, ὅτι ἐν
λογισμοῖς ἀγα[θ]όν σου? “[σ]πέρμα”
πληθύνει ἀποτελού[μ]ενον εἰς
146
τέκνων γέν[εσιν κ]αὶ γινόμενον.
ὡς “τὸ πανβ[ότανο]ν τοῦ ἀγροῦ” δι-
ά τε τὸ ζώπ[υρον τ]ῆς ἀρετῆς καὶ ἐ-
πὶ πλεῖστο[ν αὐ]ξ?άνεσθαι. καὶ τῷ
ὄ?〈ν〉τι ἔχομ[εν ἐν] τοῖς θείοις γράμ-
μασιν καὶ π[ρὸς] ἁγίων οἶκον λε-
γόμενον τ[ὴν ἕ]ξιν, τὴν πολι-
τείαν, τὴν [ἀρετ]ή?ν, καθὰ περὶ τῶ(ν)
μαιῶν τῶν [Ἑβρα]ίων ἀναγέγρα-
>πται ὅτι· “ἐπ[εὶ ἐφο]βοῦντο αἱ μαῖαι
>τὸν θεόν, ἐπ[οί]ησαν αὑταῖς οἰ-
>κίας”, ὅπερ [δη]λοῖ τὴν ἐκ τοῦ φό-
βου τοῦ θ(εο)[ῦ ἀρετὴ]ν παρ' αὐτῶν κατα-
σκε]υα[σμένην. οὐ]δὲ γὰρ ἄοικοι ἐτύγ-
χανο]ν [πρὸ το]ύτου. καὶ τὸ ἐν Πα-
>ροιμίαις λ]εγόμενον· “οἰκία〈ι〉
>τῶν παρανόμω]ν ὀφειλήσουσιν κα-
>θαρισμόν, οἰκί]α〈ι〉 δὲ δικαίων δε-
>κταί.” οὐ γὰρ π]ερὶ αἰσθητῶν, ἀλλὰ
π[ερὶ τῶν ἐν διαν]οίᾳ ἕξεων ταῦτα
εἴρηται, καθάρ]σεως δεομένω(ν)
τ[ῶν] φα[ύλων], τῶν δὲ ἐναρέ-
τ[ω]ν δεκ[τῶν τ]υγχανόντων,
τοῦ] δεκ[τοῦ δη]λοῦντος οὐ τό τινι
αἱρε]τόν, [ἀλλὰ τὸ] ἄξιον ἐπαίνου·
τ[ὸ γ]ὰρ ἀ[γαθὸν αἱ]ρετόν ἐστιν κἂ(ν)
μηδε[ὶς αὐτὸ αἱ]ρῆται, καὶ δεκτό(ν)
ἐστιν [κἂ]ν μηδεὶς αὐτὸ δέχηται.
>καὶ τὸ [π]ερὶ τοῦ “φοβουμένου” δὲ
>“τὸν κ[ύ]ριον [κα]ὶ ἐν ταῖς ἐντολαῖς
147
>αὐτοῦ σφόδρα θέλοντος” εἰρημένο(ν)·
>“πλοῦτος καὶ δόξ[α] ἐν τῷ οἴκῳ αὐτοῦ”
οὐ περὶ αἰσθητ[οῦ ο]ἴκου ἢ δόξης λέγε-
ται· πολλῶν γὰ[ρ] θ(εὸ)ν φοβουμένω(ν)
οὔτε δόξαν ἀν[θρ]ωπίνην οὔτε οἶ-
κον πλούσιον [ἐχ]όντων ὡς Ἠλίας,
>ὡς Ἐλισαῖος [καὶ οἱ] ὅμοιοι, τοῦ “πλου-
>τοῦντος ἐν [ἔργοι]ς ἀγαθοῖς” καὶ “ἐν
>παντὶ λόγῳ [καὶ] πάσῃ γνώσει”, ὡς
Παῦλος γρά[φει], πλοῦτον καὶ δό-
ξαν ἐν τῶι οἴ[κῳ τ]ῆς διανοίας ἔ-
χοντος καὶ τῇ? [πο]λιτείᾳ διὰ πασῶ(ν)
τῶν ἀρετῶν κ?[εκο]σ?μημένου. ἔτι
δὲ καὶ τὸ εὐαγ[γέλι]ον σαφηνίζει
>τὸν τοιοῦτον ο?[ἶκο]ν· λέγει γάρ· “ὃς
>ἂν ἀκούσῃ το[ὺς λό]γους μου καὶ
>ποιήσῃ, ὅμοιό[ς ἐ]στιν ἀνδρὶ φρο-
>νίμῳ, ὅστις ᾠ[κοδ]όμησεν τὴν
>οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν,
>καὶ κατέβη ἡ βροχή, ἔπνευσαν
>οἱ ἄνεμοι, ἦλθ[ο]ν οἱ ποταμοί,
>καὶ οὐκ ἐσείσθη” ἡ? [οἰκί]α, ἥτις ἐστὶν
ἡ τοῦ ἐναρέτου? [ἕξις] τοῦ το[ὺ]ς λό-
γους τοῦ κ(υρίο)υ εἰς ἔ[ργα μ]εταβαλόν-
τος, ὅστις ἀχείμ?[αντος] διαμ[έ]νει
μηδὲν ὑπὸ [τῶν] ἀ[ν]τικειμένω(ν)
ἐνεργειῶν βλ[απ]τόμενος. ἐπὶ
“τὴν πέτραν” γὰρ “τὸν Χ(ριστὸ)ν” τὴν ἑ-
αυτοῦ ὁ τοιοῦτος ἕξιν [τ]ε καὶ προ-
αίρεσιν ἐθεμελ[ίω]σεν. [τ]ῷ γὰρ ὁ-
μολογήσαντι αὐτὸν εἴρηται ὑπ'
148
αὐτοῦ· “σὺ εἶ Πέτρος, καὶ ἐ?π?ὶ? ταύτῃ
τῆι πέτρᾳ οἰ[κο]δομήσω μου τὴν
ἐκκλησίαν”, [το]ῦ ἀκούοντος τῶν λό-
γων ὡς ἔτυχ[εν] καὶ μὴ συνάπτον-
τος πράξεις [τοῖς] λόγοις “ἀνδρὶ μω-
ρῷ ὁμοιουμ[έ]νου, ὃς ᾠκοδόμη-
σεν τὴν οἰκ[ίαν] αὐτοῦ ἐπὶ τὴν
ἄμμον”, ὅ ἐ[στιν τ]ὴν ἕξιν ἐπὶ
τὰ ῥευστὰ τ[οῦ βίου] πράγματα
σπορὰς ἢ [!!!!]μ?ο!!νωσιν οὐκ
ἐπιδεχόμε[να]. διόπερ οὗτος ἀ-
βέβαιος ὢν [ταχ]είαν ἔχει τὴν πτῶ-
σιν ὀλίγου [σταλ]έντος πειρασμοῦ,
ἤτοι διὰ π[αρ' ἄλ]λου διδασκαλίας
ἢ διὰ περ[ιστά]σεώς τινος ὑπὸ
πνεύματ[ος π]ονηροῦ ἐπαγο-
μένης. ὁ τ[ὸν ἐ]παινετὸν οἶκο(ν)
στάσιν ἑδ[ραί]αν ἔχων καθὰ Μω-
σῆς ἀκούσε[ται] πρὸς τοῦ θ(εο)ῦ. “σὺ δ'
αὐτοῦ στῆθι μετ' ἐμοῦ.” καὶ περὶ
αὐτοῦ ὁ σωτὴρ λέγει· “εἰσίν τινες
τῶν ὧδε ἑστ[η]κότων, οἳ οὐ μὴ γεύ-
σωνται θ[ανά]του.” τοιοῦτον οὖ(ν)
καὶ ὁ Ἰὼβ [οἶκο]ν εἶχεν, ὃν “οἰκο-
δομήσα[ς” βέβ]αι{αι}ον “ὁ φρόνιμος
ἐπὶ τὴν [πέτρα]ν ἐθεμελίωσεν”.
ὃν ἔχον[τες ἐπ' ἴ]σης καὶ οἱ μα-
θηταὶ τ[ο]ῦ [Χ(ριστο)ῦ ἀ]κίνητον εἶχον
τὴν στ[άσ]ιν τηροῦντες τοὺς 〈σ〉ωτη-
ριώδε[ις] λόγους. “εἰρηνεύει” δ' “ὁ οἶ-
κος” τῆ[ς] διανοίας ἀσυνχύτου
καὶ ἀκ[α]μάν[το]υ μὲν οὔσης, τῆς
149
ἀρετῆς τὴν εἰρήνην ἐργαζομέ-
νης δ[ι]ὰ τὸ ἀντακολουθεῖν αὐτάς·
ἀσύ[μφ]ωνον γ[ὰρ] οὐδὲν ἐν τῶι
σπο[υδ]αίῳ. περ[ὶ τῶ]ν ἀρετῶν οἰκεί-
>ως λ[εχ]θείη τὸ [π]αροιμιῶδες· “σο-
>φαὶ γυναῖκες ᾠ[κ]οδόμησαν οἶ-
>κον, ἡ δὲ ἄφ[ρω]ν κατέσκαψεν
>ταῖς χερ[σὶν αὐτῆ]ς.” ἡ γὰρ κακία τα-
χείαν τ[ῶν οἰκο]δομημάτων
ἐργάζετ[αι δια]στροφήν. μία
μὲν οὖν [ἀρετὴ] πρὸς οἰκο-
δομὴν οἰ[κίας οὐ]κ ἔστιν αὐτάρ-
κης. διὰ τοῦτ[ο πλ]ηθυντικῶς εἴ-
ρηται· “γυνα[ῖκες] ᾠκοδόμησαν
οἶκον.” μία δὲ [κακ]ία πρὸς διαστρο-
φὴν ἱκανή. [εἴρη]ται γοῦν· ἐάν
τις πάσας τὰς δ[ικ]αιοσύνας ποιή-
σῃ, μίαν δὲ π[αρα]νομίαν ποι〈ή〉-
σῃ, ἀθετοῦνται πᾶσαι αἱ δ[ι]και-
οσύναι αὐτοῦ. οὐκέτι γὰρ ἵ[σ]ταν-
ται οὐδὲ παραμένουσιν μιᾶς εἰσ-
ελθούσης κακίας. τοῦ δ' αὐτοῦ ἐνα-
ρέτου τυγχάν[ει] “μηδὲ τὴν δίαι-
ταν τῆς σκην[ῆς αὐ]τοῦ διαμαρ-
τεῖν”. εὐκτέον [γὰρ π]ροκόπτοντι,
ὅπερ διὰ τῆς σ[κην]ῆς δη[λ]οῦται,
μὴ πταῖσαι μ[ηδὲ ἁμ]αρτεῖν· ἐν-
δέχεται γὰρ ἕω[ς ἔτι] προκόπτει, τοῦ
ἐν οἴκῳ διά[γον]το[ς] εἰρηνεύο(ν)-
τος ἤδη διὰ τὴν τελε[ι]ότητα, ἐκ
τοῦ προκόπτειν τοῦ [κ]αρπωσα-
>μένου καὶ ψάλλοντ[ο]ς· “δι-
>ελεύσομαι ἐν [τ]όπῳ σ[κ]ηνῆς θαυ-
150
>μαστῆς ἕω[ς] τοῦ οἴκου τοῦ θ(εο)ῦ”, ἐν ᾧ ὁ
φθάσας τῷ ε?[ἰ]ς? τὴν ακ?[!]!ριαν
τ[ῆ]ς ἀρετῆς [ἐλ]ηλυθέ[ναι] δυσκί-
νητός ἐστι [κα]ὶ βεβαιό[τα]τος. τοῦ-
>το δηλοῦτα[ι ἐ]κ τοῦ· “π[ᾶς ὁ] γεγεν-
>νημένος [ἐ]κ τοῦ θ(εο)ῦ [ἁ]μαρτίαν
>οὐ ποιεῖ.” κα[ὶ τὴν] αἰ[τί]αν ἀποδι-
>δοὺς ἐπιφέ?[ρει· “ὅτι σπ]έρμα αὐτοῦ
>ἐν αὐτῷ μέ[νει”, λέγων τ]ὸ? ποιῆσαν
αὐτόν. περ[ὶ γὰρ τοιο]ύτου καὶ ἐν εὐ-
>αγγελίῳ εἴ[ρηται· “οὐ]δεὶς δύναται
>ἁρπάσαι ἐκ [τῆς] χ[ε]ιρὸς τοῦ πατρός
>μου.” καὶ οὐ τ[οῦτο] ἔ[φ]αμεν, ὡς ἀμετά-
πτωτός ἐ[στιν ὁ] ἐνάρετος, ἀλλ' ὅ-
τι ![!] δυσμ[ετάπ]τωτός ἐστιν. πα-
ρ' ἑαυτὸν [δὲ ἔ]ξ?ω γένοιτο τῆς χει-
>ρὸς τοῦ θ(εο)ῦ μ?[ε]τ?απίπτων· “αὐτοὶ”
>γάρ φησιν “[ἐκ τ]ῆς χειρός σου ἀπώ-
>σθ[η]σαν”, ἀνάξιοι δηλονότι γε-
γενημένοι τοῦ φρουρεῖσθαι ὑπὸ
τῆς θ(εο)ῦ χειρός, ὅπερ Ἰούδας πέ-
πονθεν αὐτ[ὸ]ς ἐξελθὼν ἐκ τῆς σκεπα-
ζούσης το[ῦ θ(εο)ῦ] χειρός. οὐ γὰρ εἴρη-
>κε[ν]· οὐδε[ὶς ἐξελ]εύσεται, ἀλλ'· “οὐ-
>δε[ὶ]ς δύν[αται] ἁρπάσαι ἐκ τῆς
>χε[ι]ρὸς τ[οῦ πατρός] μου.” αὐτὸς δ' ἀπω-
θεῖται τ[οὺ]ς [ἑαυτ]οὺς ἀποσπάσα(ν)-
>τας πρό[τ]ερο[ν. εἴρ]ηται γάρ· “ἀπώσε-
>ται αὐτο[ὺ]ς ὁ θ(εό)ς, ὅτι οὐκ εἰσήκουσα(ν)
>αὐτοῦ”, τ[ο]ῦ φυλαττομένου ὑπ' αὐ-
τοῦ γιγνώσκο[ν]τ〈ο〉ς, ὅτι “πολὺ τὸ σπέρ-
151
μα” αὐτοῦ τυγχάνε?ι?. ἀγαθὴ γ[ὰ]ρ γῆ
ἡ τοῦ [σ]πουδαίου διάνοια τὰς ἀ-
πὸ τ[οῦ νυ]μφίου λ[όγο]υ σπορὰς οἰκείως
καὶ [προ]θύμω[ς] δεχομένο[υ] ἢ αὐ-
τὸς τ[οὺς] μαθητ[ευ]ομένους διὰ
τοῦ δο[θ]έντος αὐτῷ λόγου κατα-
σπειρῶν. λέγε[τ]αι δὲ πολλάκις
καὶ τὸ σπ[έρμα τ]έκνον· “σπέρμα
Ἀβραὰμ” [τέκνα αὐ]τ?οῦ vacatvacat
οὐ πάντ[ω]ς τοῦ [σ]πέρματος ἤδη
καὶ τέκνου τυγ[χ]άνοντος. τῶν
γοῦν Ἰουδαί[ων α]ὐχούντων σπέρ-
μα Ἀβραὰμ ε[ἶναι] οὐκ εἰπὼν ὁ
>σ(ωτ)ὴρ ὅτι· ψεύδε[σθε], ἐπήγαγεν· “εἰ
>τέκνα τοῦ Ἀβ[ραά]μ ἐστε,…
…
The complete text is available when the reading interface loads.