The Greek Library Catalogue

Anonymous

Commentarii in Job

Edition reference
Commentarii in Job (7.20c–11), ed. U. Hagedorn, D. Hagedorn, and L. Koenen, Didymos der Blinde. Kommentar zu Hiob, pt. 3 [Papyrologische Texte und Abhandlungen 3. Bonn: Habelt, 1968]: 2–220.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

212

ὅτι υἱῶν ἁμαρτόντων καὶ πολλὴν

ὠφέλειαν ἐκ τοῦ Ἰὼβ ἐχόντων δῆ-

λον, ὡς καὶ θυγατέρες ἥμαρτον. κατ'

αὐτὸν δὲ πάλιν καὶ τὴν διάλημψι(ν)

αὐτοῦ καὶ ταῦτα ἐκλημπτέον.

>>σὺ δὲ ὄρθριζε πρὸς κ(ύριο)ν πα〈ν〉τοκράτοραδε-

>>όμενος· εἰ καθαρὸς εἶ καὶ ἀληθινός,

>>δεήσεως ἐπακούσεταί σου, ἀποκατα-

>>στήσει δέ σοι δίαιταν δικαιοσύνης.

μαχόμενα καὶ ἐν τούτοις λέγ[ε]ι. εἰπὼ(ν)

213

γὰρ ὅτι “[ἀπέ]στειλεν ‘ἐν’ χειρὶ ἀνομίαςτῶ(ν)

υἱῶν [σου]”, αὐτῷ φησι‵ν′· “σὺ ὄρθριζε πρὸς

κ(ύριο)ν· εἰ κ[α]θαρὸς εἶ, δεήσεως καὶ ἐπ-ακού-

σεταί σο[υ”. π]ῶς γὰρ καθαρός, περὶ οὗ διε-

λάμβανεν, ὅτι δι' ἁμαρτίας ἀνιᾶ-

ται; —μάλιστα, ὅτι ἐπάγει· “ἀποκαταστή-

σει δέ σοι δίαιταν δικαιοσύνης”, ἀν-

τὶ τοῦ· δ[ώ]σει σοι ὡς καθαρῷ πάλιν

τὰ ἡδέ[α ἀ]ποκαθιστὰς αὐτά. ἔχομεν

δὲ τὸ κ[αθαρ]ὸν σημαινόμενον ἀν-

τὶ τοῦ ἐ[ναρ]έτου, καθὸ καὶ εἴρηται·

>“μακάριοι οἱ καθαροὶ τ[ῇ] καρδίᾳ”· [καθὸ

εἴρηται] διὰ γὰρ τοῦ〈το〉 καθαροί εἰσιν,

ὅτι οὐκ ἔχουσι τὴν ἐκ κακίας ἀκαθαρ-

>σίαν· ‘καθὸ εἴρηται’ περὶ τῶν φαύλων· “συν-τρίβε-

>ται δὲ δι' ἀκαθαρσίαν ψυχῆς”· καὶ ἔτι

>περί τινος· “ἀκαθαρσία αὐτῆς πρὸς

>ποδῶν αὐτῆς.” τοιοῦτοι δέ εἰσιν καὶ

ὧν “οἱ πόδες ἐπὶ πονηρίαν τρέχου-

σιν”. εἰ δὲ ἀποκαθίσταται αὐτῷ ἡ

δικαιοσύνη, νῦν οὐκ ἔχει αὐτήν·

εἰ δὲ νῦν οὐκ ἔχει, πῶς καθαρός

ἐστιν; ἢ πῶς ἀμφιβάλλει, ὅτι καθα-

ρός ἐστιν, διακείμενος, ὅτι περιπί-

πτων περιστάσεσιν ἁμαρτωλὸς

ὑπάρχει; αὕτη δὲ ἡ ἐναντιότης

αὐτῶν ἠκολούθησεν ἐκ τοῦ ἐσφαλ-

μένην ἀρχὴν θεῖναι, ὅπερ πάσῃ

αἱρέσει ἕπεται. λέγων γὰρ τῷ ἐν

κακοπραγίᾳ· “εἰ καθαρὸς εἶ καὶ ἀλη-

θινός, δεήσεως ἐπακούσεταί σου

καὶ ἀποκαταστήσει σοι δίαιταν δι-

καιοσύνης”, δείκνυσιν, ὅτι ἐνεχώρει

214

τὸν ἀγαθὸν καὶ ἀληθιν[ὸν] ὑποπε-

σεῖν τούτοις· ᾧ ἀναγκα[ίως] ἕπεται,

ὅτι οὐ πᾶς ὁ ἐν περιστάσε[σ]ιν ὢν φαῦ-

>>λός ἐστιν καὶ ἐν ἁμαρτ[ίαι]ς· ἔσται οὖ(ν)

>>τὰ μὲν πρῶτά σου ὀλ[ί]γα, τὰ δὲ ἔσχα-

>>τά σου ἀμύθητα. πάλιν καὶ νῦν τῇ

ἀρχῇ ἑαυτοῦ μάχεται· ὡς γὰρ ἑπόμε-

νον λαμβάνει, ὅτι τῷ κα[θ]αρῷ μετὰ

ἀλγηδόνας ὁ θ(εὸ)ς ἀπο[καθί]στησιν

τὰ ἡδέα πολυπλασί[ως. φ]αίνεται

γὰρ διὰ τούτων εἰσάγ[ειν] τὸν τρό-

πον τῆς ἐπ?αγωγῆς τῶν ἀνιαρῶ(ν),

ὃν οὐ πρότερον ἐτίθετο, δι' ὧν φησι(ν)

εἶναι “τὰ ἔσχατα αὐτοῦ ἀμύθητα” δη-

λονότι ὡς γενναίως ὑπομείνα(ν)-

τος, εἰ μή πού τις λέγοι, ὅτι μετανο-

ήσαντι αὐτῷ ταῦτα λέγει συμβῆ-

ναι ἐκ τῆς πρὸς θ(εὸ)ν εὐχῆς· ἀλλὰ τοῦ-

το ‘οὐ’ συνχωρεῖ τὸ λέγειν· “εἰ καθαρὸς

εἶ”, καίτοι πρὸς ἀντιδιαστολὴν τὸ

εἰρημένον τό· “σὺ δὲ ὄρθριζε πρὸς

κ(ύριο)ν παντοκράτορα.”

>>ἐπερώτησον γὰρ γενεὰν πρώτην,

>>ἐξιχνίασον δὲ κατὰ γένος πατέ-

>>ρων. βεβαιῶσαι βούλεται τὸν ἑαυ-

τοῦ λόγον ἐκ τῶν προτέρων ἀνδρῶ(ν)

ἢ συγγραμμάτων, ἃ περιεῖχεν τοὺς

βίους αὐτῶν. οὐδὲν γὰρ ἀπεικὸς

καὶ γράμματα εἶναι, μάλιστα διὰ

τὸ λέγεσθαι· “τίς ἂν δῴη γραφῆ-

ναι τὰ ῥήματά μου;” καὶ τὰ ἑξῆς· ἄλ-

λως τε καὶ νόμοι ὑπῆρχον, καθ' οὓς

καὶ οὗτοι ἦρχον, οἱ φίλοι φημί.

215

>>χθιζο[ὶ γάρ] ἐσμεν καὶ οὐκ οἴδαμεν,

>>σκιὰ γ[ὰρ ἡ]μῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς.

⸤συνε[τῶ]ς γὰρ δεῖ ἀκούειν τοῦ “χθι-

ζοὶ γάρ [ἐσμε]ν”, ὅτι ὡς πρὸς τὴν ἀν-

θρ[ω]πί[νη]ν γένεσιν τοῦτό φησι(ν),

μάλιστα [ὅτ]ι λέγει· “ἐπερώτησον

γὰρ γενε[ὰ]ν πρώτην”.⸥ δεῖ γὰρ τὰ λε-

γόμεν[α] περὶ τοῦ ἀν(θρώπ)ου φρονίμως

ἀκούε[ιν,] οἷον—ἵνα ἀπὸ τῶν γραφῶ(ν)

εἴπ[ωμεν]—περὶ τοῦ Δα(υὶ)δ εἴρηται

>πολλ[άκ]ις, ὅτι “πυρράκης μετὰ κάλ-

>λους ὀφθαλμῶν” ἐτύγχανεν. τοῦ-

το δὲ οὐ περὶ τῆς ψυχῆς, ἀλλὰ περὶ

τοῦ σώματος ἀκούομεν. ὅταν δ'

>αὐτὸς “τὰ ἄδηλα” λέγῃ “καὶ τὰ κρύφι-

>α τῆς καρδίας μου ἐδήλωσάς μοι”,

περὶ τῆς ψυχῆς τοῦτο ἐκλαμβά-

νομεν. καὶ τὸ “χθιζοὶ” οὖν μὴ κατὰ

τὴν ψυχήν, ἀλλὰ κατὰ τὸ ἄνθρω-

πον γενέσθαι ἀκούομεν. οὕτω

>καὶ συνῆπται· ⸤“σκιὰ γὰρ ἡμῶν ἐ-

>στιν ὁ βίος ἐπὶ τῆς γῆς.” περὶ τοῦ βίου

οὖν τοῦ ἐπὶ γῆς φησιν, ὅτι σκιὰ τυγ-

χάνει.⸥ ἅπαξ δὲ ἐπεὶ τῆς λέξεως

ταύτης μνήμη γέγονεν, ἀναγ-

καῖον ἡμᾶς περὶ αὐτῆς διαλαβεῖ(ν).

λέγεται τοίνυν ἡ σκιὰ καὶ πρὸς

πρωτότυπον, καθὸ καὶ εἴρηται·

>“σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγα-θῶν”. σκιὰ δὲ

καὶ τὸ παρακολούθημα, καὶ ὁ προσεγγισμὸςπολλάκις σκιὰ

λέγεται, καθὸ εἴρηται

πα-

>ρηγμένως· “πν(εῦμ)α ἅγιον ἐπελεύσε-

>ται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου

>ἐπισκιάσει σοι.” λέγεται δὲ καὶ σκια-

γραφία ἡ πρὸ τῆς φανερᾶς γραφῆς

216

εἰκόνι τύπωσις ἄδηλο?[ς!] ⸤δυνα-

τὸν οὖν ἐκλαβεῖν σκιὰ[ν εἶ]ναι τὸ(ν)

βίον τὸν ἀνθρώπιν[ον κ]ατὰ τὸ

εὔσειστον καὶ εὐπαρ[άγωγο]ν.⸥ δύνα-

ται δὲ καὶ {κατα} πρὸ[ς πρ]ωτ[ότ]υπο(ν)

ἀντιδιαστέλλεσθα[ι·] ὡς γὰρ πρὸς

τὴν μέλλουσαν ζω[ὴ]ν ὁ παρὼ(ν)

αἰὼν σκιὰ ὑπάρχει, [μα]ταιότης

ὑπάρχων. δύναται [δὲ κα]ὶ σκιαγρα-

φία ὁ βίος οὗτος λέγ[εσθαι, κ]αθὸ ἐν-

ταῦθα μὲν “ἐκ μέρο‘υ’[ς” ἡ γ]νῶσίς ἐστι(ν)

τελειότητος ἐν τῷ μέλλοντι αἰῶ-

νι ἐσομένης. δύναται δὲ καὶ ἀνη-

γμένως θεωρεῖσθαι σκιά, καθὸ πα-

ρακολούθημα λέγομεν εἶναι καὶ

τὴν τῶν σωμάτων σκιάν· καὶ ὅρα,

>μὴ τοῦτο δηλοῦται ἐν τῷ· “μαται-

>ότης ματαιοτήτων, τὰ πάντα μα-

>ταιότης.” οὐ γὰρ 〈ἁπλῶς〉 τὰ θ(εο)ῦ κτίσ-ματα μα-

ταιότης, ἀλλ' ὡς πρὸ‘ς’ τὰ οὐράνια αἰ-

ώνια ὄντα τὰ πρόσκαιρα καὶ ῥᾳδί-

ως μεταβάλλοντα ματαιότης ὑ-

πάρχει. καὶ ὁ βίος δὲ πολλὰ σημαί-

νει, ἤτοι τὸ ζῆν τοῦτο ἢ τὴν πολι-

τείαν· δηλοῖ δὲ καὶ τὴν κτῆσιν, κα-

>θὸ εἴρηται· “ὃς δ' ἂν ἔχῃ τὸν βίον τοῦ

>κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν

>αὐτοῦ χρείαν ἔχοντα.” καὶ τὰ χρήμα-

τα δὲ εἴρηται βίος, καθὸ εἴρηται· “ἐὰ(ν)

>δ〈ῷ〉 ἄνθρωπος τὸν βίον αὐτοῦ ἐν

>τῇ ἀγάπῃ ἐξουδενώσουσιν αὐτό(ν).”

>>ἦ οὐχ οὗτοί σε διδάξουσιν ‘καὶ’ ἀ〈να〉γγε-λοῦσιν

>>καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήμ[α]τα;

217

⸤ἐκ τῶ[ν π]αλαιοτέρων πιστοῦσθαι τὰ

καθ' ἑα[υτὸ]ν οὗτος βουλόμενος ταῦ-

τά φη[σιν] ὡς ἂν ἐκείνων πλείστοις

παρ[ατυχό]ντων πράγμασιν, οἷς οἱ εἰς

τ[ὸν] κα[ιρὸ]ν αὐτοῦ οὐ παρέτυχον.⸥

ἅπαξ δὲ [ἐπε]ὶ περὶ διδασκάλων ἐστὶ(ν) 〈ὁλόγος, λέγωμεν, ὅτι ἐστὶν〉

μέγας ἔ[παι]νος τῷ διδάσκοντι, ἐ-

άν, πρ?[ὸς οἷς] ἔμαθεν ἢ αὐτὸς ἀνα-

γνοὺ[ς ἢ π]αρ' ἑτέρου μαθών, συνισ-

τᾷ π?[οτε κ]α?ὶ αὐτὸς οὐκ ἐναντία,

ἀλλὰ σ[ύμφ]ωνα. ὡς γὰρ οὐκ ἄν τις

ἀποδέξοιτο γῆν τὴν τὰ καταβαλ-

λόμενα σπέρματα ἀποδιδοῦ-

σαν, οὕτως οὐκ ἄν τις ‘ἐν’ τῇ γῇ τῇ ἰδί-

ᾳ παραδεξάμενος παίδευσιν

καὶ μόνα, ἃ ἤκουσεν, παρέχων

θαυμάσιος, ἀλλὰ πρὸς τούτοις ἕ-

τερα γεννήσας, θαυμάσια δέ, καὶ

ὁ ἃ ἔμαθεν προενεγκεῖν διὰ γλώτ-

της δυνάμενος· εἰσὶν γὰρ οἱ πρὸς

τοῦτο ἀδυνατοῦντες ἑαυτοὺς μό-

νους καὶ οὐχ ἑτέρους ὠφελεῖν

δυνάμενοι. εἰ δὲ δύναται τὸ δι-

δάσκειν καὶ ἀναγγέλλειν εἶναι

διάφορα, ἐπίσκεψαι, ὡς τοῦ μὲν δι-

δάσκειν ἀποδείξεις ἐπάγοντος,

τοῦ δὲ ἀναγγέλλειν διήγησιν πε-

ριέχοντος τῶν σαφῶν, ἐξ ὧν τὰ

ἀσαφῆ γνωρίζεται. ⸤ὅτι δὲ ἐκ καρ-

δίας οἱ λογισμοὶ τὰ ῥήματα παρα-

πέμπουσιν, ἐκ τοῦ ἐναντίου ὁ σ(ωτ)ήρ

>φησιν· “ἐκ γὰρ τῆς καρδίας ἐξέρχον-

>τ[αι] διαλογισμοὶ πονηροί.”⸥ εἰ δὲ καὶ τὸ

218

ἐξάξαι ῥήματα τὸ εἰς ἔργα [αὐτ]ὰ μεταβα-

λεῖν λέγοις, οὐκ ἂν ἁμάρτ[οις ἄ]λλων

ἐκ παραλλήλου ἀκουό[ντω]ν τοῦ ἐξ-

άξαι καὶ ἀναγγεῖλαι.

>>μὴ θάλλει πάπυρος ἄν[ευ ὕ]δα[το]ς,

>>ἢ ὑψωθήσεται βού[ταμ]ον ἄ[ν]ευ

>>πότου; ἔτι ὂν ἐπὶ ῥίζ[ης κ]αὶ οὐ μὴ θε-

>>ρισθῇ. εἰπών, ὅτι πα?[ρὰ τῶν] παλαιῶν

καὶ πατέρων ἡ διδα[σκαλί]α τοῖς με-

ταγενεστέροις παρα[γίνετ]αι, ἐκ πα-

ραβολῆς αὐτὸ παρασ[κευ]άζει φά-

σκων ὅτι· ὡς ἄνευ ὕδατος πάπυ-

ρος οὐ θάλλει οὐδὲ ὑψοῦται βούταμο(ν)

μὴ ἀρδευόμενον, ἕως ἔτι ἐπὶ γῆς

ἐστιν—οὕτω γὰρ αὐτὰ συμβήσεται

μηδὲ θερίζεσθαι—, ⸤οὕτως ἀδύνα-

τον μὴ δεχόμενον ἐν διανοί-

ᾳ ὠφέλειαν τῶν κρειττόνων καρ-

πὸν προενεγκεῖν ὠφέλιμον.

δύναται δὲ καὶ περὶ τῶν ἀνθρω-

πίνων πραγμάτων λέγειν, ὅτι κα-

θάπερ ὑπὸ ὕδατος ὑπὸ τῆς προνοί-

ας ταῦτα ἄρδεται, ἧς μὴ ἐπιούσης

αὐτὰ ῥᾳδίαν καὶ εὐμάραντον ἕξει

τὴν διάλυσιν.⸥ κἂν οὖν τις ἀνιαροῖς

περιπέσῃ, εἶτα πάλιν μεταβολὴ(ν)

ἔχῃ ἐκ τούτω‘ν’, προνοίᾳ τοιοῦτον γε-

‘γέ’νηται. ἐὰν δὲ καὶ τὴν δοκοῦσα(ν)

ἀνθρωπίνην ῥίζαν ἔχῃ τὰ γιγνό-

μενα ὑπ' ἀνθρώπων, οὐχ ἕξει ὑ-

πόστασιν μὴ τῆς προνοίας αὐτὰ

διοικούσης. τούτῳ ὅμοιον καλῶς

παρὰ τοῦ ψαλμῳδοῦ εἰρημένον·

219

>“ἐὰν μ[ὴ ὁ κ(ύριο)]ς οἰκοδομήσῃ οἶκον, εἰς

>μάτη[ν ἐ]κοπίασαν οἱ οἰκοδομοῦν-

>τες αὐ[τόν.]”

>>πρὸ τοῦ π[ιεῖ]ν πᾶσα βοτάνη ξηραν-

>>θήσετα[ι.] ταὐτὸ τῷ προτέρῳ τοῦ-

το ἐπὶ π[άση]ς βοτάνης λεγόμενο(ν).

⸤λέγοι οὖ[ν, ὅτι,] κἂν μικρὸν κἂν μέγα

ᾖ, τὸ? ἐ[ν τ]ῷ βίῳ ὑπὸ πρόνοιάν ἐ-

στιν, ξ[ηραι]νόμενον, εἰ μὴ αὕτη

ἐφοπ[τεύοι.]⸥

>>οὕτως [τοίνυ]ν ἔσται πάντα τὰ ἔσχατα

>>τῶν ἐπ[ιλα]νθανομένων τοῦ κ(υρίο)υ.

λέγει τι ἔνδοξον ἀπὸ ἐννοίας

οὐκ ἀπολειπομένης ἐντρεχείας,

ὅτι ὥσπερ τὰ φυτὰ μὴ ἀρδευόμε-

να ὑπὸ ὕδατος ξηραίνεται, οὕτω

τὰ ἀνθρώπινα πράγματα ἔξω προ-

νοίας γιγνόμενα ὑπόστασιν οὐκ

ἔχει. εἰ δὲ καὶ οὗτος ἔσχατα λέγει

ἔννοιαν ἔχων περὶ τοῦ μέλλο(ν)-

τος αἰῶνος, συνεπίσκεψαι· οὐ γὰρ

ἀναντιρήτως οἱ ἐπιλανθανόμε-

νοι τοῦ κ(υρίο)υ τ‘οι’ούτοις κατὰ τὸαἰσθη-

τὸν ἐσχάτοις περιτεύξονται τῷ

περί τινων εὐετηρίᾳ διαγόντω(ν)

>εἰρῆσθαι· “ἐν δὲ ἀναπαύσει ᾅδου

>ἐκοιμήθησαν.”

>>ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. ⸤τῷ ὄν-

τι ἡ τῶν ἀσεβῶν ἐλπὶς οὐ περὶ ὑ-

φεστηκότα γίνεται. ἡ γὰρ ἐλπὶς οὐδὲν

{ουδεν} ἕτερόν ἐστιν κατὰ γένος

ἢ προσδοκία ἀγαθῶν. καὶ 〈ὁ〉 φοβού-

μενος δὲ προσδοκᾷ, ἀλλ' οὐκ ἀγαθά·

κακῶν γὰρ προσδοκία ἐστὶν 〈ὁ〉 φόβος,

220

ἀγαθῶν δὲ ἡ ἐλπίς. ἐπε[ὶ οὖν] οὐχ ὑφε-

στηκότα πράγματα οἱ ἀ[σεβ]εῖς προσ-

δοκῶσιν, ἀπόλλυται [αὐτ]ῶν ἡ ἐλ-

πίς· ὡς γὰρ μένουσιν [τοῖς] ἡδέσιν

χρῶνται, καὶ ἐν τούτ[ῳ μ]αταίαν ἔ-

χουσιν ἐλπίδα.⸥ ἔχε[ις τοῦ]το ἐν Πα-

ροιμίαις τῆι μὲν λ[έξει] πολὺ δια-

φέρον, συνᾷδον δ[ὲ τῷ] νῦν λεγο-

μένῳ· “ἀποθανὼν δ[ίκαιο]ς ἔλιπε(ν)

>μετάμελον·” ἂν γὰρ [ἀποθά]νῃ ὁ δί-

καιος, εὑρίσκει τὰ προ[σδο]κώμενα

καὶ οὐ μετεμελήθη πονήσας ὑπὲρ

αὐτῶν. ἐνταῦθα μὲν οὖν εἴρηται·

>“ἐλπὶς ἀσεβῶν 〈ἀπ〉όλλυται”, ἐν δὲ τῷ Ἠσα-

>ίᾳ· “ἐλπὶς τῶι εὐσεβεῖ.” οἱ δὲ “ἐν τῇ ζω-

ῇ ταύτῃ ἠλπικότες μόνον” καὶ “λέ-

γοντες· φάγωμεν καὶ πίωμεν”, μα-

ταίαν καὶ κενὴν ἔχουσιν ἐλπίδα

πρὸς τὰ βλεπόμενα ταύτην τείνο(ν)-

τε‘ς’· φυσικώτατα δὲ ὁ Παῦλός φησιν·

>“ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλ-

>πίς· ὃ γὰρ βλέπει τις, ‘τί’ καὶ ἐλπίζει;”

>>ἀοίκητος δὲ αὐτοῦ ἔσται ὁ οἶκος.

⸤πρὸς τὸ αἰσθητὸν τοῦτο οὐ πάντως

ἐστὶν ἀληθές. δῆλον δέ ἐστιν, ὅτι

ὁ τοὺς Ἰ(ησο)ῦ λόγους εἰς ἔργα μεταβαλὼ(ν)

μένουσαν οἰκίαν οἰκοδομεῖ· αὕτη

δέ ἐστιν ἡ ἀρετή, ἧς ὁ ἀντεχόμε-

νος οὐδέποτε ἕξει τὴν οἰκίαν ταύ-

την ἀοίκητον· δεῖ γὰρ τὸν δίκαιον

μένειν ἐν τῇ αὑτοῦ ἀρετῇ· “ἡ δικαι-

>οσύνη” γὰρ “αὐτοῦ μένει εἰς τὸν αἰ-

>ῶνα⸥ τοῦ αἰῶνος.” ἐπειδὴ δὲ ἀνυ-

πόστατός ἐστιν ἡ κακία, διὰ τ[οῦ]το

221

ἄ[οικός ἐστι]ν? ὁ φαῦλος ἄ⟦ν⟧τακτος ὑ-

π?[άρχω]ν? ἀεὶ καὶ οὐδὲν ἔχων ἑ-

δ?[ραῖον δ]ιὰ τὸ καὶ τὴν κακίαν αὐ-

τὴν [εἶναι] παρακολούθημα· εἰ δέ

τις καὶ π[ερὶ] τοῦ ἀγαθοῦ τοῦτο λέγοι

φάσκω[ν, ὅτ]ι καὶ τὴν ἀρετὴν ἄν-

θ[ρ]ωπο[ι ἐκ σ]πουδῆς κτῶνται, ἀλλ'

ὑ?[φέστηκεν] αὐτὸ τὸ ἀγαθόν. “ἀοίκη-

το[ς]” ο?[ὖν “ἔστα]ι? τοῦ ἀσεβοῦς ὁ οἶκος·”

φαν[ερῶς γ]ὰρ ἡ ἀλήθεια διαλύει

τὴν [ἀπάτη]ν.

>>ἀράχνη [δὲ α]ὐτοῦ ἀποβήσεται ἡ σκη-

>>νή. ⸤ἡ ‘ἀ?’ράχνη ποικιλίαν ἐπιδείκνυ-

ται ἐξ ὑφάσματος φυσικοῦ κατεσκευ-

ασμένη‵ν, ἥ′τις ῥᾷστα διαλύεται ἐπι-

ψαύσαντός τινος. τὰ τῶν φαύλων

οὖν ἔργα καὶ ἡ κατασκευὴ τῆς πο-

λιτείας ἀράχνῃ ἔοικεν οὐχ ὑφιστα-

μένῃ.⸥ καὶ ἐν Ἠσαίᾳ οὖν λέγεται

περὶ τῶν φαύλων κυησάντων

ἀνομίαν καὶ λαλούντων ἀδικί-

>αν· “ἱστὸν ἀράχνης ὑφαίνουσιν,

>ὅτι κύουσιν πόνον καὶ τίκτουσι(ν)

>ἀνομίαν·” διηγεῖται δὲ αὐτῶν καὶ

>τὴν πρᾶξιν φάσκων· “ᾠ〈ὰ〉 ἀσπίδω(ν)

>ἔρηξαν καὶ ὁ μέλλων τῶν ᾠῶν

>αὐτῶν φαγεῖν συντρίψας οὔριον

>εὗρεν καὶ ἐν αὐτῷ βασιλίσκον·

>ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτι-

>ον, ἱστὸν δὲ ἀράχνης ὑφαίνουσι(ν).”

καὶ ὅρα, ὅτι πρὸς τῷ ἀνυποστάτῳ

αὐτῶν καὶ τὸ δολερὸν διὰ τῶν ἀσπί-

δων σημαίνει. εἰ μέντοι τις εἴη

περιστερὰ κατὰ τὸ λεγόμενον·

222

>“τίνες οἵδε; ὡς νεφέλαι π[έτανται] καὶ

>ὡς περιστεραὶ σὺν νεο[σσοῖς”, ἔχοι] ἂν

ᾠά, ἅπερ διαιρεθέντα [εὐγε]ν?ε?ί?α?ς? ἕ-

νεκεν παρέχει γόν[ον ζ]ω?τικόν· τὰ

δὲ τῶν φαύλων ἀπ[ατῶ]ντα ἀγα-

θοὺς ὄφεις ἀναιρετ[ικοὺς] γενν[ᾷ,] οἵ-

τινες ὑπὸ τοῦ ἁγίου [καταπατο]ῦν-

ται κατὰ τὸν ψαλμὸν [λέγοντ]α περὶ

>τοῦ τελείου· “ἐπ' ἀσπίδ[α καὶ βασ]ιλίσκο(ν)

>βήσεις καὶ καταπατ[ήσεις λ]έοντα

>καὶ δράκοντα.” οἱ δὲ τοιοῦ[το]ι οὐχ ἱμα-

τίων εἰσὶν ὑφάνται τῶν καλυπτό(ν)-

των τὴν ἀσχημοσύνην τῆς ἁμαρ-

τίας, ἀλλὰ ἀράχνης ἀνωφελοῦς καὶ

εὐδιαλύτου, ὅπερ δηλοῦται καὶ ἐκ

>τοῦ· “οὐ μὴ περιβάλλωνται ἀπὸ τῶν

>ἔργων τῶν χειρῶν αὐτῶν” το‘ῦ’ σπου-

δαίου περιβαλλομένου ἀπὸ τῶν

ἔργων τῶν χειρῶν ἑαυτοῦ, ὡς παρ-

ρησιαζόμενον καὶ εὐχαριστοῦντα

>λέγειν· “ἀγαλλιάσεται ἡ ψυχή μου

>ἐπὶ τῷ κ(υρί)ῳ· ἐνέδυσεν γάρ με ἱμάτι-

>ον σωτηρίου·” ὅπερ ἱμάτιον προσ-

τάττει Παῦλος ἐνδύεσθαι λέγων· “ἐν-

>δύσασθε σπλάγχνα οἰκτιρμοῦ” καὶ τὰ

>ἑξῆς. καὶ πάλιν· “ἐνδύσασθε τὸν κ(ύριο)ν

>Ἰ(ησοῦ)ν Χ(ριστό)ν.” τοῦτο τὸ ἱμάτιονοὐκ ἔστιν ἀ-

ράχνη· ἀφθαρσία γάρ ἐστιν καὶ διὰ τοῦ-

το μένον· τὸ ⟦σ⟧ δὲ τῶν φαύλων ἀνυπό-

>στατόν ἐστιν· κακία γάρ. διὸ εἴρηται· “ζη-

>τηθήσεται ἡ ἁμαρτία αὐτοῦ καὶ οὐ μὴ

223

>ε[ὑρεθῇ δι' α]ὑτήν·” ἀράχνῃ γὰρ ἔοικεν

![!!!!! !!!] διαλυομένη· διὸ καὶ σκη-

νήν, [ἀλλ' οὐ]κ οἶκον ἔχει ὡς ὁ τοὺςἸ(ησο)ῦ

λόγους [φυλάτ]τ?ων.

>>ἐὰν ἐπερ[είσῃ τ]ὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ.

ὁ? [ἀσ]εβὴς? [γοῦν· ὃ]ς δ' ἂν κομψείᾳ καὶπιθα-

ν[ό]τητ[ι μὴ ἀγ]αθῇ συνιστᾷ τὰ οἰκία ἀ-

[πάτης, οὗτος ὑπ]ὸ τῆς ἀληθείας ἐλεγχό-

μεν[ος οὐ μὴ στ]ῇ?, ὡς μηδὲ στάσιν δύνα-

σθαι [ἔχειν αὐ]τοῦ τὴν ἀπάτην.

>>ἐπι?λα[μβανομ]ένου δὲ αὐτοῦ οὐ μὴ ὑ-

>>πομεί[νῃ. ⸤ῥ]ᾷστα γὰρ ἡ τῶν φαύλω(ν)

ἐπίνοια [σκη]νὴ ὀνομαζομένη κα-

ταπίπτ[ουσ]α εὐάλωτός ἐστιν οὕτως,

ὡς μηδ[ὲ δ]οκεῖν γεγονέναι ποτέ.⸥

>>ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρί-

>>ας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύ-

>>σεται. ὑπ[οτ]ίθεται χαῦνόν τινα

εἶναι τὸν βίον τοῦ ἀσεβοῦς ὡς ὑπὸ

θέρμης βραχείας διαλυόμενον. οὐ

ξενιστέον δέ, εἰ “ὑγρὸς ὑπὸ ἡλίου”

λέγεται εἶναι· ἔστιν γάρ, ἃ διαλύε-

ται ὑπὸ ἡλίου ὡς κηρός, ἐπεὶ καὶ ὑ-

πὸ πυρός. οὕτως οὖν ἔσται ὁ ἀσεβής.

>εἴρηται γάρ· “ὡς τήκεται κηρὸς ἀπὸ

>προσώπου πυρός, οὕτως ἀπόλοιν-

>το οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου

>τοῦ θ(εο)ῦ.” διυγραινόμενος δὲ ὑπὸ “ἡ-

λίου”—οὐ τοῦ “τῆς δικαιοσύνης”, ἀλλ' ἐ-

>κείνου, περὶ οὗ λέγεται· “ἡμέρας ὁ ἥ-

>λιος οὐ συνκαύσει σε”—ῥάδαμνον ἐξ-

άγει ἐκ κακίας καὶ σαπρίας βλαστῶν-

τα “ὑπ' ἐκείνην” γινόμενος “τὴν φυ-

τ[εί]αν, ἣν [ὁ] πατὴρ οὐκ ἐφύτευσεν,

224

ἥτις καὶ ἐκριζωθήσεται.”

>>ἐπὶ συναγωγὴν λίθων κ[οιμᾶται, ἐ]ν

>>δὲ μέσῳ χαλίκων ζή[σεται.] τοῦτο

λέγει, ὅτι 〈ὁ〉 ἀσεβὴς ἀντ[ίθεος ε]ἶναι καὶ

ἀντί?χριστος εἶναι βο[ύλετ]αι. ὁ μὲν

γὰρ θ(εὸ)ς ἐν ναῷ καὶ Χ(ριστὸ)[ς οἰκ]εῖκατ[ὰ τ]ὸ

>εἰρημένον· “οὐκ οἴδ[ατε, ὅτ]ι να[ὸς] θ(εο)ῦ

>ἐστε καὶ τὸ πν(εῦμ)α τοῦ [θ(εο)ῦ οἰκεῖ ἐνὑμῖν;”]

>καὶ πάλιν λέγεται· [“ἐάν τις ἀγαπᾷ]

>με, ἐλευσόμεθα ἐγὼ [καὶ ὁ πα]τὴρ καὶ

>μονὴν παρ' αὐτῷ π[οιησόμε]θ[α·”]“Χ(ριστο)ῦ γὰρ

>οἶκός ἐσμεν ἡμεῖς, [ἐὰν τ]ὴν παρρη-

>σίαν καὶ τὸ καύχημα [μέ]χρι τέλους

>βεβαίαν κατάσχωμ[εν.”] ⸤οἶκος δέ ἐ-

στιν λίθων σύνθεσις [κα]τὰ τέχνην

πρὸς ἑτέροις ἕνωσιν ἔχων· τοιοῦ-

τον δὲ ἡ ἀρετὴ καὶ ἡ ἁγνότης καὶ

αὐτὴ ἡ μετουσία το[ῦ ἑ]νός. ἐσκορπι-

σμένον δέ τί ἐστιν ἡ συναγωγὴ

τῶν λίθων καὶ ἡ μίξις τῶν χαλί-

κων, παραπλησίον τῇ κακίᾳ τῇ μὴ

ἐχούσῃ ἕνωσιν, ἀλλ' ἀταξίαν. ὁ ἀσε-

βὴς οὖν ἅπασαν τὴν διαγωγὴν

ἐν οἴκῳ κακίας ἔχει διαλελυμένος

κατὰ τοὺς ἔξω οἰκοδομῆ〈ς〉 λίθους,

οἳ οὐχ ἁρμόζουσιν “τῇ οἰκοδομῇ τοῦ

πύργου” κατὰ τὸν Ποιμένα.⸥

>>ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν.

εἰ καὶ τὰ τού‵του′ ῥήματα, ὅσα ἐντρεχῆ

ὑπάρχει, ὑπάγωμεν διανοία〈ι〉ς, ὧ(ν)

εἰσι πλησίο〈ν α〉ἱ ὑπὸ σπουδαίων εἰρη-

μέναι, οὐ δεῖ ξενίζεσθαι. εἶπεν γάρ·

>“ἐπερώτησον γενεὰν πρώτην, ἐξ-

>ιχνίασον δὲ κατὰ γένος πατέρων”,

225

ὡς καὶ αὐτὸ[ς] ἀπ' αὐτῶν [μ]αθών· καὶ

μὴ διόλου σώζει τοὺς λ[ο]γισμοὺς δι-

ὰ τὸ μὴ οἴεσθαι, εἰ μὴ δ[ι'] ἁμαρτίας,

μὴ περιπίπτειν ἀνιαροῖς τινα.

τὸ “καταπίῃ” οὖν πολλάκ[ι]ς ἐπὶ νίκης

ἐν τῇ γραφῇ λαμβάνεται ὡς τό·

>“κατεπόθη Ἰσδραήλ, ἐγ[έν]ετο ἐν

>τοῖς ἔθνεσιν ὡς σκεῦος [ἄχ]ρηστο(ν),”

τουτέστι νενίκηται. κ[αὶ π]άλιν· “ἐν

>τῷ ἐπαναστῆναι ἀν(θρώπ)[ου]ς ἐφ' ἡμᾶς,

>ἆρα ζῶντας ἂν κατέπ[ιον] ἡμᾶς;”

>καὶ πάλιν· “ἵνα καταπο[θῇ] τὸ θνητὸ(ν)

>ὑπὸ τῆς ζωῆς.” λέγεται οὖν καὶ πε-

ρὶ τῶν σοφιστῶν καὶ τῶν πρεσβευ-

όντων τὰς “σοφίας το[ῦ] αἰῶνος

τούτου” καὶ τῶν “ἀρχόντων αὐτοῦ”·

>“κατεπόθησαν ἐχόμενα πέτρας

>οἱ κραταιοὶ αὐτῶν·” ποίας δὴ πέτρας

>ἢ τοῦ Χ(ριστο)ῦ; “ἡ γὰρ πέτρα ἦν ὁΧ(ριστό)ς.” οὕ-

>τω καὶ “ἡ ῥάβδος Ἀαρὼν τὰς ῥάβδους

>τῶν ἐπαοιδῶν τῶν Αἰγυπτίων

>κατέπιεν”, συμβολικῶς δεικνυμέ-

νου, ὅτι “τὰς ψευδωνύμους γνώσεις”

ἡ τῆς ἀληθέιας ὁμ[ο]λογία νικᾷ.

ἐὰν οὖν “καταπίῃ” κα[ὶ ἄρ]ξῃ νικᾶν,

“ὁ τόπος”, ὃν ἐπέχει δι[ὰ “τῆ]ς συνα-

γωγῆς τῶν λίθων”, “ψ[εύσε]ται αὐτό(ν)”,

ἀνυπόστατος ὢν κα[τὰ τὸ] εἰρημέ-

>νον· “καὶ ἡ ἀδικία ἐψε[ύσα]το ‘ἑ’αυτὴ(ν)”

διὰ τὸ μὴ ἔχειν ἀσφα[λὲ]ς πεῖσμα.

ὑπὸ τοῦ ⟦τε⟧ αὐτῆς ἐξάρχ[ον]τος λέον-

τος καταποθέντων “τῶν δύο σκελῶ(ν)

καὶ τοῦ λοβοῦ τοῦ ὠτίου” [ὁ] διὰ τὴν σω-

τηρίαν ἐλθὼν αὐτὰ ἐξ[έσ]πασεν

226

διορθωσάμενος τὰ?[‘ς’] διαβατικὰς ἡ-

μῶν δυνάμεις καὶ τὴν παρακοήν.

λέγεται δὲ πολλάκις ὁ τόπος καὶ

ἀντὶ βαθμοῦ{ς} καὶ τάξεως· “ἀφ' οὗ Ἰού-

δας παρέβη”. οὕτω δὲ καὶ ἐπὶ ψεκτοῦ,

ὃς καὶ ψ[ε]ύδεται τὸν χρώμενον οὐ-

δὲν [αὐ]τῷ βέβαιον προξενῶν.

>>οὐχ ἑό[ρακ]ας τοιαῦτα, ὅτι καταστροφὴ

>>ἀσεβ[οῦς] τοιαύτη; καὶ αὐτὸν ἐπάγε-

ται μ[άρ]τυρα τῶν προειρημένων

ἁπάν[τω]ν περὶ τοῦ ἀσεβοῦς, ἃ καὶ κα-

ταστροφὴν ἀσεβοῦς ὠνόμασεν,

διότι οὐ μένει, ἐφ' οἷς κομπάζει, με-

ταπιπτ〈όντ〉ων αὐτῷ τούτων. τοῦτο δη-

>λοῦται ἐκ τοῦ· “μὴ φοβοῦ, ὅταν πλουτή-

>σῃ ὁ ἄν(θρωπ)ος καὶ ὅταν πληθυνθῇ ἡ

>δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ

>ἀποθνῄσκειν αὐτὸν λήμψεται

>τὰ πάντα, οὐδὲ συνκαταβήσεται

>αὐτῷ ἡ δόξα τοῦ 〈οἴκου〉 αὐτοῦ.” καὶ

ἢ μὲν ἔνδειαι ἢ εὐ〈ε〉τηρίαι ἀντιμε-

ταβάλλουσαι οὐδὲν μὲν ποιοῦσιν·

τῶν γὰρ ἀδιαφόρων εἰσίν. ὁ δὲ ἄχρι

τέλους ἐν κακίᾳ διαμένων μεγά-

λην ἕ?[ξει] τὴν καταστροφήν.

>>ἐκ δὲ γῆ[ς ἄλ]λον ἀναβλαστήσει· οὐ γὰρ

>>ὁ κ(ύριο)ς οὐ μὴ ἀποποιήσεται τὸν ἄκα-

>>κον. ἐμφαίνει, ὅτι οὐκ, ἐὰν ὁ ἀσεβὴς

καταστροφὴν ὑπομείνῃ, οὐχ οἱ πά(ν)-

τες ἀπώλοντο· ἔσται γὰρ σπουδαῖος

ἀναθάλλων. οὐ γὰρ ἀποστραφήσεται

ὁ θ(εὸ)ς τὸν ἄκακον, τουτέστιν οὐκ ἐκλεί-

ψει παντελῶς δικαιοσύνη. ⸤ἄκακο(ν)

ἐνταῦθα λέγει τὸν μὴ ἔχοντα κα-

227

κίαν, οὐ τὸν [εὐ]ήθη· ἀμφότερα γὰρ σημαί-

νει τὸ ὄνομα. ὅταν γὰρ λέγῃ περὶ τῶν

>αἱρετικῶν, ὅτι “διὰ τῆς χρηστολογίας

>καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας

>τῶν ἀκάκων”, ἀκάκους λέγει τοὺς εὐή-

θεις, τοὺς βραδεῖς τὴν ν[ό]ησιν. καὶ

>πάλιν· “ἄκακοι καὶ εὐ{η}θε[ῖς] ἐκολλῶν-

>τό μοι”, ὅπερ τοὺς δικαίο[υς σ]ημαίνει,⸥

>τοῦ “ἄκακος πιστεύει π[αν]τὶ λόγῳ”

δηλοῦντος τὸν ἀνεξέ[λεγκ]τον καὶ μὴ

δυνάμενον φωρᾶσαι τὸ ἐν τοῖς

λόγοις ψεῦδος παντὶ πιθανῷ πιστεύ-

>〈οντα〉. καὶ ὁ λέγων δέ· “ἐμοῦ δὲ διὰ τὴν

>ἀκακίαν ἀντελάβου” τὴν ἀρετὴν

σημαίνει.

>>πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.

κατάλληλον τῷ κ(υρί)ῳ τῷ μὴ ἀποποι-

ουμένῳ τὸν ἄκακον τὸ μηδὲν

τῶν δώρων τοῦ ἀσεβοῦς προσδέ-

>χεσθαι. “οὐκ ἀγαθαὶ γὰρ εὐχαὶ ἀπὸ μι-

>σθώματος ἑταίρας”, καὶ “ὁ ἁμαρτω-

>λὸς θύων μοι μόσχον ὡς ὁ ἀποκτέν-

>νων κύνα.” παρατη‵ρητέον′ δέ, ὅτι τὸ “πᾶν

δὲ δῶρον” ἀντὶ τοῦ οὐδὲν δῶρο(ν)

εἴρηται κατὰ γραφικὴν συνήθει-

αν, ὡς ὅταν λέγῃ ἐν τῷ προφή-

τῃ θ(εό)ς· “ἐὰν μίαν ἁμαρτίαν ποιήσῃ

ὁ δίκαιος, πᾶσαι αἱ δικαιοσύναι

αὐτοῦ οὐ μὴ μνησθήσονται”,

ἀντὶ τοῦ οὐδεμία.

>>ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλω-

>>τος. δι' ὅλου τοῦ βιβλίου μνημο-

νεύει τοῦ ἀληθινοῦ ἐπὶ τοῦ δικαί-

ου. οὕτω γοῦν καὶ αὐτὸς ὁ Ἰὼβ ἐν ἀρ-

χῇ μεμαρτύρηται, ὅτι “ἀληθινὸς” ἦν

228

>“ἀπεχόμενος ἀπὸ πονηροῦ πράγμα-

>τος”. καὶ τῷ ὄντι ⸤ἀληθινός ἐστιν ἐκεῖ-

νος ὁ μὴ ὑποκρινόμενος μηδ' ἐπι-

μορφαζόμενος τὴν ἀρετήν, ὁ μὴ

ὑποκρινόμενος σωφροσύνην, ἀλλ'

ὁ σώφρ[ω]ν, ὁ τὸ “δίκαιον δικαίως

δι〈ώκ〉ω[ν.”] τούτων οὖν “τῶν ἀληθι-

νῶν ἐ[μ]πλήσει γέλωτος τὸ στόμα

θ(εό)ς”.⸥ καὶ ἔ[στι]ν ἐκ τούτου ἐπιβα-λεῖν, μή-

ποτε κ?[αὶ] οὗτος κατὰ τὸ “ἐπερώτη-

σον γὰρ γενεὰν πρώτην” μαθὼν

ἦν περὶ μέλλοντος αἰῶνος κατὰ

>τὸ εἰρημένον ἐν εὐαγγελίῳ· “μακά-

>ριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσο(ν)-

>ται.” διττὸς γὰρ ὁ γέλως, ὁ μὲν σὺν ἡ-

δονῇ φαῦλος τυγχάνων, ὃν καὶ δι-

αδέχεται κλαυθμός, ὁ δὲ δῶρον

τοῦ πν(εύματο)〈ς〉 χαρὰ ὑπάρχων, ὅστιςἐν τῷ

μέλλοντι βίῳ τοῖς κλαύσασιν νῦ(ν)

>ἀποδοθήσεται. “μακάριοι” γὰρ “οἱ κλαί-

>οντες νῦν, ὅτι γελάσονται”, ἀπεντεῦ-

θεν τούτου τὸν ἀραβῶνα ἔχοντες

διὰ τὴν ἀρετήν· τούτου πεῖραν, ὡς

ἔφην, ἀπεντεῦθεν λαβὼν ὁ ἅγιος

>ἔλεγεν· “ἔστρεψας τὸν κοπετόν

>μου εἰς χαρὰν ἐμοῦ, διέρρηξας τὸ(ν)

>σάκκον μου καὶ περιέζωσάς με εὐ-

>φροσύνην.” τούτου παράδειγμα Λά-

ζαρο〈ς〉 ἐνταῦθα μὲν κλαίων διὰ

τῆς κακοπαθείας, ἐν δὲ τοῖς κόλποις

Ἀβραὰμ ἀναπαυόμενος· ὁ δὲ πλού-

σιος γελῶν δι' ἡδονῆς ἔκλαυσεν

ἐν κολάσει βασανιζόμενος πικρῶς

ἐπὶ τ〈ῷ〉 εἰρημέν〈ῳ〉 γέλωτ〈ι〉. προε-

229

τίμησεν θεοποιῶν αὐτὸν τρόπο(ν)

τινά, καθὰ καὶ ἕτεροι τὴν κοιλίαν, πε-

>ρὶ ὧν λέγεται· “ὧν ὁ θ(εὸ)ς ἡ κοιλία.”εἴρη-

>ται γοῦν καὶ περὶ τοῦ γέλωτος· “ἀρθήσο(ν)-

>ται βωμοὶ τοῦ γέλωτος, ἁμαρτήμα-

>τα τοῦ Ἰσδραήλ.” αἱ γὰρ περὶ τὰ πάθη

καὶ τὰς ἡδονὰς σπου[δ]αὶ τοῦ γέλω-

τός εἰσι βωμοί· ἀναθυ[μ]μιῶντες

αὐτὰ τὰ πάθη ἑαυτῶν [!!]/

241

>>ὁ ποιῶν μεγ[ά]λα κ[αὶ ἀνεξιχνίαστα]

>>ἔνδοξά τε καὶ [ἐξ]αίσ[ια, ὧν οὐκ ἔστιν] ἀ-

>>ριθμός. ὁ μέγα[ς μ]ε[γάλα ποιεῖ ἀναγ]κ?αί-

ως· οὐκ ἀνάγκη δ?[ὲ τ]ὸ?ν π?[οιοῦντα] μ?ε?-

γάλα μὲν μέγαν εἶναι. οὐ γὰρ ἀ[ν]τιστρέ-

φει. μεγάλα γοῦν ποιοῦν[τ]ες [οἱ μ]αθη-

ταὶ παρὰ τοῦ μεγάλου θ(εο)ῦ αὐτὰ εἶχον.ἵνα

καὶ ἀνθρωπί?ν?ῳ? [χρ]ήσωμαι παρα[δεί]-

γματι, λέγω, ὅ?τ?ι? ὁ? γραμμ[ατικὸς γραμ]-

ματικῶς γρά[φει·] οὐ πά[ντως δὲ πᾶς]

ὁ γράφων ὀρθ?[ῶς] ἀπὸ τῆ[ς γραμματικῆς]

αὐτὸ ἔχει, ἀλλ[ὰ καὶ] ἀ?π?ὸ? [τύχης καὶ συνη]-

θείας. ἐμφα[ίνε]ι? [οὖ]ν? [κατὰ τὸ μέγε]-

θος, ὅτι μόν[ο]ς?, ἃ? π?ο?[ι]ε?ῖ?, μ?[εγάλα ποι-εῖ, ὃς]

μέγας ἐστίν· ἀ[ν]αλόγ?[ως δὲ καὶ κατὰ]

τὴν ἡμετέραν δύναμ[ιν ἐκ μεγέθους]

τῶν κτισμάτ[ω]ν θεωρο[ῦμεν θ(εὸ)ν καὶ αὐ]-

τοῦ τοῦ θ(εο)ῦ ἔννοιαν δεχ[όμεθα. ἔλεγεν]

δὲ τοῦτο, ἵνα οἱ φίλοι οἱ μ[ίαν αἰτίαν]

πόνων νομίζοντες ἐν[νοήσωσιν,]

ὅτι ὁ ποιῶν μεγάλα καὶ φ?[οβερὰ καὶ]

βαθέα κρίματα ἔχει καὶ ἀ[νεξιχνία]-

στα, ἅπερ καὶ ἔνδοξά ἐστιν, ὡς λ[έγειν]

δόξης πεπληρωμένα. τούτῳ ὅ[μοι]-

ον καὶ Παῦλος γ[ρ]άφ[ει] λέγων· “[ὦ]

>βάθος πλούτου κα[ὶ] σοφ[ία]ς καὶ γ[νώ]-

>σεως θ(εο)ῦ· ὡς ἀνεξ[εραύνη]τα τὰ [κρίμα]-

>τα αὐτοῦ καὶ ἀνε[ξιχνίαστοι αἱ ὁδοὶ]

>αὐτοῦ· τίς γὰρ ἔγν[ω νοῦν κ(υρίο)]υ?;”κ?[αὶ ἐν]

ψαλμοῖς δέ ἐστιν [τὸ] πα[ρα]πλησίο[ν·]

>“τὰ κρίματά σου ἄβυσσος πολλή.” τίς

γὰρ ἐπιστήσας οὐρανῷ, ἡλίῳ, σ[ε]λή-

νῃ, ἀστράσιν καὶ ταῖς τούτων κινή-

σεσιν οὐ θαυμάσει τὸν δημιουργό(ν);

εἰ δὲ καὶ εἰς τὸ καθ' ἕκαστ[ον] διέλθοις

ἄχρι τῶν μικροτάτων α?[ὐτ]ο?ῦ, ὡς? τοῦ-

242

>τ?[ο διδάσκει τό·] “ἴθι πρὸς τὸν μύρμη-

>[κα, ὦ ὀκνηρέ” κ]αὶ τὰ ἑξῆς, ὑπερθαυ-

[μάσεις τὴ]ν? τ?ο?ῦ? [θ](εο)ῦ σοφίαν.

>>ἐὰν ὑ[π]ερβῇ με, ο[ὐ] μὴ ἴδω, καὶ ἐὰν πα-

>>ρ[έλ]θῃ με, οὐδ' ὧς ἔγνω‵ν′. ⸤τὸ ἀκατάλημ-

πτον τῶν θ(εο)ῦ κριμάτων καὶ ἐνταῦ-

θα σημαίνει· καὶ γὰρ ἀν(θρώπ)ῳ, μᾶλλον

δὲ [γεννη]τῇ φύσει, ταῦτα καταλαβεῖ(ν)

[ἀμήχα]νον ἰδ[ίᾳ] ἐπιβολῇ.⸥ τοῦτο δὲ

[!!!!! !] αὐτῷ [!!!]!ω τοῦτο ὁ ἅγιος

[!!!!! !]ε?λ?θον[!!!!]ι?ς? τὴν νόησιν,

[ὅπως ἐκ] τ?[ο]ῦ μ[ὴ] δ?ύ?[ν]ασθαι τὰ θ(εο)ῦκρί-

[ματα κα]ταλαμβάνειν καὶ περὶ αὐ-

[τοῦ ἐνθυ]μηθῶσιν καὶ τῶν συμβά(ν)-

[των αὐτ]ῶ?ι ὡς οὐκ ἐκλημπτῶν

[καὶ ὅπω]ς? ἀπόσχωνται τοῦ μίαν

[αἰτίαν] περὶ τὰ συμβάντα λογίζ〈ε〉-

[〈σθαι〉. {εἴ]τε οὖν} εἴτε οὖν, φησίν, ὑ-

[περβαί]νοι με εἴτε παρέλθοι ⟦με⟧

[ὁ κ(ύριο)ς οὕτω]ς ὥστε καὶ πλησίον μου

[αὐτὸν] εἶναι, οὐ δύναμαι γνῶναι

[ὑ]πὸ τοῦ ἐμοῦ 〈ν〉ο?ῦ τοῦ γινομένου

[ἀ]ν(θρώπ)οις. λα[θ]εῖν γάρ τι‘ς’ θέλωντινὰ καὶ

[ὑπ]ερβα[ίν]ων αὐτὸν καὶ παρερχό-

[με]νος [οὐχ ἱκ]ανῶς λήσεται. δυνα-

[τὸν] δ?[ὲ καὶ λέγειν, ὅ]τι εἴ τε ⟦συ⟧ τὰὑπὲρ

[γ]ῆ?ς? [ἐμοὶ πλ]ησίον γένοιτο, γνῶ-

ναι δ[ύ]να[μα]ι καθ' ἡμετέραν ἐπι-

βολήν· πῶς γὰρ ἡ τοῦ οὐ(ρα)νοῦ καὶ τῶ(ν)

ἐν αὐτῷ γίνεται οἰκονομία, ἐμοὶ

ἄγνωστον· εἴ τε εἰς τὰ γήϊνα πάλι(ν)

ἔλθω θ(εο)ῦ με παρερχομένου καὶ τρό-

πον τ[ιν]ὰ ἐνγυμνάζοντός με ἐν

αὐτοῖ[ς, ο]ὐδὲ οὕτως αὐτάρκης ἐγὼ

243

>>εἰς τὸ γνῶναι. [ἐὰν ἀπαλλάξ[ῃ,] τίς ἀπο-

>>στρέψει; ἢ τίς ἐρεῖ αὐ[τῷ· τί ἐποί]ησας;

>>αὐτὸς γὰρ ἀπέστραπτ[αι ὀργῇ.] τὸ ἀ-

παλλάξαι ἐπὶ π[α]ντὸ[ς λ]α?[βεῖν] πρά-

γματος δυνατόν, οὗ τελεσιουργεῖ

θ(εό)ς· εἴ τε γὰρ διαλῦσαι τὸ ἀνθρώπινο(ν)

ζῆν ἐθέλοι, τίς ἀποστρέψαι δύνα-

ται αὐτοῦ τὸ θέλημα; εἴ τε ἀνιαρὰ [ἐ]πα-

γαγεῖν ἢ παῦσαι ταῦτα, [κ]α[θό]λως οὐ-

δὲν τῶν παρ' αὐτοῦ γιν[ομέ]νων

δύναται κώλυμ?α ὑποσ[χεῖν οὐ]-

δενὸς σθένοντος εἰπ[εῖν αὐτῷ·]

“τί ἐποίησας;” κατὰ τὸν ἀπ[οστολικὸ(ν)]

>λόγον· “μὴ ἐρεῖ τὸ πλάσ[μα τῷ πλά]-

>σαντι· τί με ἐποίησα[ς οὕτως;” !!!!!]

σθωσαν οἱ βλασφήμω[ς λέγοντες]

αὐτῷ· “τί ἐποίησας;” οὐ γὰ[ρ !!!!! !!]

σιν τὸ λόγιον, ἀλλ' ἐπιδ[!!!!! !!]

ξιν αὐτοῦ ἀξίαν τοῦ α?[!!!! “τί ἐ]-

ποίησας;” οἱ γὰρ ἐξ ὀλιγ[ωρίας τὰ]

πικρὰ λογιζόμενοι μ[ὴ ἐπιστά]με-

νοι αὐτῶν τὸν σκοπὸν βλασ[φή]-

μως λέγουσιν· “τί ἐποίησας;” κ[ατὰ]

τὸν ἄφρονα ἐν καρδίᾳ ἑαυτ[οῦ λέ]-

γοντα· “οὐκ ἔστιν θ(εό)ς.” ἐπάγει δ[ὲ κ]αὶ

τὴν αἰτίαν τοῦ μ[ὴ] δύ[ν]ασθ[αί τ]ινα

εἰπεῖν αὐτῶι· “τί [ἐπο]ίη[σα]ς;” φά[σ-κ]ω(ν)·

>“αὐτὸς γὰρ ἀπέστ[ρα]πτ[αι] ὀργῇ·” κρί-

ματι γὰρ ὀργῆς τὴν ἀποστροφὴ(ν)

πεποίηται. εὐγνωμόνως γοῦν

>τις τοῦτο ἐπι‘γι’γνώς‘κ’ων εἶπεν· “ὀρ-

>γὴν κ(υρίο)υ ὑποίσω, 〈ὅ〉τι ἥμαρτον αὐτῶι.”

ὀργῇ οὖν ἀποστρέφεται τὸν ἄξιο(ν)·

244

ὁ δ[ὲ δ]ίκ[α]ιος ο[ὐ]κ ἄξια ὀργῆς ἔχει,οὐκ

ἄ[ρα ἀπέστ]ραπται τὸν δίκαιον. κἄν

[γε πάθῃ] ὁ δίκαιος, οὐχ ὑπ' ὀργῇ ἐστι(ν),

[ἀλλ' ἀ]γ?[ῶ]να ὑφίσταται. φέρε γάρ, εἰ

τύπτοιτ〈ό τ〉ις ἀγωνιζόμενος, ἕτερος

δὲ κεκλοφώς, μὴ ὁ αὐτὸς τρόπος

ἐστὶν τῶν πληγῶν· οὕτω κἂν ἀνι-

αρὰ δικαίωι καὶ φαύλῳ συμβαίνῃ,

οὐ κατ〈ὰ τ〉α[ὐ]τὸ συ〈νέ〉βη, ἀλλ' ὁ μέν〈ἐστιν ὑπ'〉 ὀργῇ,

ὁ φα[ῦλο]ς, λέγω, ὁ δὲ οὐχί, ἀλλὰ μᾶλ-

λ[ον ἀ]πέστρεψε ἀπὸ τοῦ δικαί-

[ου τὴν ὀ]ργήν, νικητὴν αὐτὸν ἀπο-

[δεῖξαι βο]υλόμενος, ὡς τοὺς μάρτυ-

[ρας καὶ α]ὐτὸν τὸν Ἰώβ. τὴν γὰρ ὀρ-

[γὴν τὴν] ἐπὶ φαύλοις πεμπομένη(ν)

[ἀπὸ αὐτ]οῦ ἀπέστρεψεν ὁ τὴν ἀ-

[ρετὴν α]ὐτοῦ φανερῶν.

>>ὑπ' αὐτοῦ δ]ὲ ἐκάμφθησαν κήτη τὰ

>>[ὑπ' οὐραν]όν. καὶ τῷ τῆς ἱστορίας λό-

[γῳ τοῦτ' ἔ]στιν ἀληθές· ⸤εἰ μὴ γὰρ αὐ-

[τὸς αὐτὰ] ὑπέταξεν, ἀνύποιστα ἦ(ν)

[ἀν(θρώπ)οις τ]αῦτα. ⟦δε⟧ καὶ ἐν τοῖς ἄλ-λοις δὲ

[θ]ηρίοις ἰοβόλοις διαβὰς τῷ λογισμῷ

[τοῦ]το εὑρήσεις. ἀλλὰ καὶ τὰ πονη-

[ρὰ] πνεύματα τὰ κήτη ἀλληγορι-

[κῶ]ς ὀν[ο]μ〈α〉[ζό]μενα αὐτὸς ἔκαμ-

ψ[ε]ν· οὐδὲ γὰ[ρ οἵ]α τε ἦν ἀνθρωπί-

νη φύ[σι]ς π[ρὸ]ς αὐτὰ μὴ καμφθέν-

τα ὑπὸ [θ(εο)ῦ.⸥] εἰ[κό]τως δὲ καὶ τὰ ὑπ'οὐρα-

νὸν εἶπεν, ἵνα τὰ πάντα δηλώ-

σῃ καὶ τὰ ἐν ἀέρι καὶ ἐν γῇ καὶ ἐν

καταχθονίοις. ἅπαντα γὰρ ὑπο-

>τέτακται· “ἐπιστήμῃ γὰρ ἔστρωται

>τὸ κῆτος.” καὶ εἰ μὴ γὰρ θ(εὸ)ς συνεχώ-

245

ρησεν, οὐδὲ τῷ Ἰ[ὼ]β π?[!!]ϊ?! [ὁ ἀρ]χέκα-

κος διάβολος. οὐ γ[ὰ]ρ τ[ῇ ἑαυτῶ]ν ἰώ-

δει προθέσει αἱ ἀντ[ικείμεναι] δυ-

νάμ‵ε′ι‵ς′ χρώμεναι ἐπέρχο[νται.] ἐξου-

σίαν γὰρ οὐκ ἔχουσιν κακοῦν καὶ ἐπί-

πονα προσάγειν, εἰ μὴ θ(εὸ)ς συνχω-

ρήσοι. τὴν δὲ κακίαν ὑποβάλλειν

ἰδίᾳ ὁρμῇ σπεύδουσιν. οὕτω γὰρ

καὶ κατ' ἰδίαν πρόθε[σιν “ε]ἰς τὴν

καρδίαν Ἰούδα” τῶν π?[αθῶ]ν? αὐτῷ

παρεχόντων συνάγ?[ει κακὰ ἐκεῖ]

μένων.

>>ἐὰν δέ μου ὑπακούσ〈η〉τ[αι, ἦ διακρι]-

>>νεῖ τὰ ῥήματά μου; δ[ιδάξαι βού]-

λεται, ὅτι οὐκ, εἴ τι πρ[οσευχόμεθα,]

τοῦτο πάντως ‘καὶ’ συμφ[ώνως πρὸς τὰ ῥή]-

ματα ἡμῶν εἰς διάκ[ρισιν γίνεται]

>τοῦ θ(εο)ῦ. “τὸ γὰρ τί προσευ[ξώμεθα καθὸ]

>δεῖ, οὐκ οἴδαμεν.” ὃ οὖν [λέγει, τοι]-

οῦτόν ἐστιν, ὅτι, εἰ καὶ ὑ[πακούσε]τ?α?ι?,

οὐ διακρινεῖ τὰ ἀνθρώ[πινα ῥ]ή?-

ματα οὕτως ἐνκρῖναι, [ἀλ]λ?ὰ? [τὸ ἑ]αυ-

τοῦ κρίμα σοφ⟦οι⟧ῶς ἐπά[ξ]ει κ[αθ'] ἡ?-

μῶν καὶ φιλάνθρ[ω]πος ὑπ[άρ]-

χων καὶ οὐδὲν ἀκρίτ[ω]ς π[οιῶ]ν.

>>ἐάν τε γὰρ ὦ δίκαι[ος,] οὐ[κ ε]ἰσα[κού]σε-

>>ταί μου· τοῦ κρί[μα]το[ς α]ὐτοῦ δεη-

>>θήσομαι. βεβα[ιοῖ] τὰ [πρ]οειρημέ-

να παιδεύων, ὅτι κἂν τέλειός τις

ᾖ{ν} ἐν ἀνθρώποις, ἀλλ' ὁ ὀφθαλ-

μὸ〈ς〉 τοῦ θ(εο)ῦ “τὰ τῆς καρδίας ἐραυνῶ(ν)”

καταλαμβάνει καὶ τὰ ἄδηλα. τοι-

>οῦτον ὁ ἀπόστολός φησιν· “οὐδὲν

246

>ἐ[μαυ]τῷ σύν[ο]ιδα, ἀλλ' οὐκ ἐν τού-

>τ[ῳ δεδικ]αίωμαι· ὁ δὲ ἀ〈να〉κρίνων

>μ[ε κ(ύριό)ς ἐστι]ν·” διόπερ τοῦ κρίματος

>α[ὐτο]ῦ δέεται ὁ ἅγιος κατὰ 〈τό〉· “πύρω-

>σον τοὺς νεφροὺς καὶ τὴν καρδί-

>αν μου”, ὅπερ οὐδεὶς ἁμαρτάνω(ν)

λέγει. ἔτι πρὸς τούτοις παιδεύει

αὐτοὺς πάλιν τὸ μὴ κατὰ μίαν

αἰτ[ίαν] ἐκλαμβάνειν τὰ ἐπίπο-

ν[α, ὑποβ]άλλων {οτι} ἔννοιαν, ὅ-

[τι, ἐάν τι]ς δίκαιος ᾖ καὶ καθ' ὑπό-

[θεσιν] εὔχηται τὰ ἡδέα, οὐ πάν-

[τως εἰς]ακούσεται· χρῄζει γὰρ καὶ

[οὗτος το]ῦ? θ(εο)ῦ κρίματος. εἰσί τινες,

[οἳ ἄνευ ὑ]ποστιγμῆς τὸν στίχον

[ἀνέγν]ω?σαν, ἵν' ᾖ· δικαίου μου

[οὐκ εἰσ]ακούσεται {μου}. ἐπίστη-

[σον δ', ὅτ]ι ἔχει λόγον ἡ ἀπόδοσις,

[ὅτι ἐπ]ε?ὶ ὁ προειπὼν φίλος ἔλε-

>[γεν· “σὺ] δὲ ὄρθριζε πρὸς κ(ύριο)ν δεόμε-

>[νο]ς· ε[ἰ ἀ]γαθὸς εἶ καὶ ἀληθινός,

>[δε]ήσεως ἐπακούσεται”, διδάσκων

[αὐ]τόν, ὅ[τι ο]ὐ πάντως τὰ ἡμῖν αἱ-

ρ[ετ]ὰ ὁ θ(εὸ)[ς] δίδ[ω]σιν, ἀλλὰ τὰσυμφέ-

ρ[ον]τα, ὑ[π]οθ[ε]τικῶς φησιν, ὅτι “ἐ-

ὰ[ν] γὰρ [ὦ] δί[και]ος, οὐκ εἰσακούσε-

ταί μου·” [ο]ὕτω γὰρ νικᾷ τὸ κρίμα.

ὑποθετικῶς δὲ εἶπον διὰ τὸ καὶ

τὸ〈ν〉 ἅγιον εἰδότα τὸ κρίμα πειθάρχει(ν)

αὐτῷ καὶ μὴ ἀκαίρως ἀπαιτεῖν αὐ-

τοῦ λύσιν.

>>ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύ-

247

>>ω, ὅτι εἰσακήκοέν μου, μὴ γνόφῳ

>>με ἐκτρίψῃ.

ἐπεὶ εὐχερὲς καὶ εὔκολ[ον ὑπὸ το]ῦ? Βαλδὰδ

πρὸς τὸν μακάριον [Ἰὼβ εἴρητ]α?ι?,

ὡς καὶ προείπομεν, τὸ “σὺ [δὲ ὄ]ρθρι-

ζε” καὶ τὰ ἑξῆς, πρὸς αὐτὴν αὐτοῦ

τὴν οὐ μετὰ διακρίσεως εἰρημέ-

νην λέξιν ἀπαντᾷ παιδεύων,

ὡ〈ς〉 οὐ πάντως ὁ εὐχόμενος τεύ-

ξεται οὐδὲ “ἀνίπτοι[ς χερ]σὶν” πά(ν)-

τα αἰτεῖν τὸν θ(εὸ)ν π[ροσή]κει· ὁ γὰρ

ὀρθῶς εὐχὴν ἀναπ[έμπων τῷ]

θ(ε)ῷ ἐκεῖνα ἀξιοῖ λαβεῖ[ν, ἃ αὐ]-

τῶι λυσιτελεῖ καὶ ἁρμ[όζει τῷ χα]-

ριζομένῳ. καὶ γὰρ ἐπεὶ [διττὸν τὸ]

εἶδος τῶν ἀγαθῶν—τ?[ὰ μὲν κυ]-

ρ‘ί’ως ἀγαθά εἰσιν, αἱ ἀ[ρεταί, τὰ δὲ]

ἡδέα καὶ νενομισμ[ένα ἀγαθά—,]

οὐ δεῖ αἰτεῖν ἀκαίρω[ς θ(εὸ)ν τὰ νο]-

μιζόμενα, ἀλλὰ τὰ κυ[ρίως ἀγα]-

θά· θ(εο)ῦ ἐπικρίσει ἢ ἀπα?λ?[λαττόμε]-

θα ἀνιαρῶν ἢ ἐν αὐτοῖς ἐ?ν?[εχόμε]-

θα. συνετῶς δὲ καὶ τὰ κυρίω[ς ἀγα]-

θά, οἷον χαρίσματα, αἰτεῖ ὁ [σπου]-

>δαῖος εἰδώς, ὅτι “ἑκάστῳ δ[ίδο]ται

>ἡ φανέρωσις 〈τοῦ πνεύματος〉 π[ρ]ὸς τ[ὸ]συ[μφ]έρον

>{τοῦ πν(εύματο)ς}.” πολλ[άκι]ς γ[οῦντ]ι?ν?ε?ς?

λέγουσιν· πῶς ![!!!]![!!!]λ?ιτ?ε?υτο![!]

“χάρισμα ἰάσεω[ς]” ἢ ἕ[τ]ερόν τι, “λό-

γον” φημὶ “γνώσεως” καὶ τὰ λοιπά;

ἀλλὰ ταῦτα λέγουσιν ἀγνοοῦντες,

ὅτι συμφερόντως παρὰ θ(εο)ῦ ταῦτα

γίνεται. οὐ γὰρ πά[ν]τες τοῖς ὑπάρ-

248

χου[σ]ιν καλῶς χρῶνται. πρὸς τὴν

τού[τω]ν? [οὖν, τῶ]ν φίλων λέγω, ὑπό-

λη[μψιν ἀπ]οκρίνεται παιδεύω(ν)

π[άλιν ὑπ]οθετικῶς, πῶς δεῖ προσ-

εύχε[σ]θαι. εἰ γάρ, φησίν, καλέσαντός

μου διὰ προσευχῆς, ὧν νομίζεται

ἡδέων, ὑπακούσῃ, δέος, μὴ διὰ

τὸ 〈μή με〉 γιγνώσκειν τῶν δοθέντων τὴν

αἰτίαν ἀσαφίᾳ καλυπτομένην—

τοῦτο [γὰρ ὁ] γνόφος δηλοῖ—ἐκτρί-

β?ω?ν? [με ᾖ, ὅ] ἐστιν ἀποπέμπων τοῦ

[!!!!! !!]τος· ὥστε δεόντως δεῖ

[τὴν πρὸ]ς θ(εὸ)ν ποιεῖσθαι παράκλη-

[σιν. ἐὰ]ν γὰρ δῷ θ(εὸ)ς τὴν αἴτησιν, οὐ

[πάντω]ς? κατὰ τὸν τρόπον τῆς αἰ-

[τήσεως δί]δωσιν, ἀλλὰ κατὰ λόγο(ν),

[ὅντινα ο]ἶδε‘ν?’ συμφέροντα.

[ὅτι δὲ ὁ γ]νόφος τὴν ἀσαφίαν δη-

[λοῖ, ἔστι] καὶ ἀπὸ ἄλλων γραφῶ(ν)

>[σαφῶς π]αραστῆσαι· “εἰσῆλθεν”, φη-

>[σίν, “Μωσ]ῆς εἰς τὸν γνόφον, οὗ ἦν

>[ὁ θ(εό)ς.”] κ?[α]ὶ? [ὁ] περὶ θεοῦ λόγοςοὐκ ἔστιν

[εὐ]φ?ώρατος οὐδὲ σαφὴς οὐδὲ γνω-

[στ]ός, εἰς τ[ο]ῦτον δ' εἰσῆλθε Μωσῆς

ὡ[ς] δυνατός. ἀλλὰ καὶ ἐν ἑπτακαι-

δ[εκάτ]ῳ [ψ]αλ[μ]ῷ περὶ τοῦ σ(ωτῆ)ρ(ο)ςλέγε-

>τα[ι·] “κ[αὶ ἔκ]λι[νε]ν οὐ(ρα)νὸ〈ν〉 καὶκατέ-

>βη καὶ [γν]όφ[ος] περὶ τοὺς πόδας

>αὐτοῦ.” ἡ [γὰ]ρ π?[ορε]ία τῆς καθόδου {α}

σαφής ἐ[σ]τιν μόνον τούτοις μέ(ν),

ὅτι ἐπεδήμησεν, οὐ σαφὴς δὲ ἡ

γνῶσις, διὰ τί ἐν τῷδε τῷ καιρῷ.

ὅ φησιν ὁ μακάριος Ἰὼβ ἐν ὑποθέ-

σει, τοῦτό ἐσ[τ]ιν, ὅτι ⸤εἰ καὶ τολμηρῶς

249

καλέσω καὶ ὑπακού[σει, δέος,] μὴ τῇ

ἀσαφίᾳ τῶν πραγμ[άτων συ]ντρι-

βὴν ὑπομείνω.⸥

>>πολλὰ δέ μου τὰ συντρίμ[μ]ατα

>>πεποίηκεν διὰ κενῆς· οὐκ ἐᾷ γάρ

>>με ἀναπνεῦσαι, ἐνέπλησεν δέ

>>με πικρίας. πάλιν ταῦτα λέγει

πρὸς τὴν αὐτῶν διάλημψιν ἅ-

παντα. εἰ γὰρ δι' ἁμα[ρ]τήματα λέ-

γετέ με ἐπιτιμίαν [ἐσχ]ηκέναι,

παραμένει δὲ ἡ ἐπ[ιτι]μία οὐκ ἐ-

πιτρέπουσά μοι {ουκ} [ἀνα]π?ν?ε?ῦσαι,

πῶς δύναμαι διαδ[ρᾶναι] τὴν

αἰτίαν τοῦ κακῶς βεβ[ιωκέν]αι. μα-

ταίως γὰρ καθ' ὑμᾶς γέγ[ο]νεν τὰ τῆ[ς]

ἐπαγωγῆς, εἴ γε οὐδὲν ἐμαυτῷ

συνειδὼς ὡς ἁμαρτὼν κολάζο-

μαι, κα〈ὶ〉 τὰ τῆς διορθώσεως δι?[ὰ] τὸ

μηδένα καιρὸν ἔχε[ι]ν ἐν?δ?[ό]σ?ε-

ως ἀνήνυτα.

>>ὅτι μὲν γὰρ ἰσχύει κράτ[ει, τίς οὖ]ν τῷ

>>κρίματι αὐτοῦ ἀντιστ[ήσεται;] εἰ

ὄνομά ἐστιν τὸ “κράτει”, ῥ[ῆμά] ἐστι(ν)

τὸ “ἰσχύει”· ὅτι ἰσχύει ἐν τῷ [κρά]τει.

εἰ δὲ ἰσχὺς ὄνομ[α,] οὕτω[ς ἂν]

εἴη· τῇ ἰσχύι κρατεῖ· [ῥ]ῆμ[α το]ῦτο

γάρ. ὅπως δ' ἂν ἔχοι, τὸ αὐτὸ δη-

λοῦται· ἰσχύω[ν γ]ὰρ [κ]ρατ‘ε’ῖ θ(εὸ)ς καὶ

κρατῶν ἰσχύε[ι, β]ασιλεύων ἰσχύ-

ει καὶ ἰσχύων βασιλεύει. διά τοι

τοῦτο οὐ λεκτέον, ὅτι δι' ἁμαρ-

τήματα ἡμέτερα ἰσχύει ὥστε

ἐξουσιάζων· μηδὲ τοῦτο ὑμεῖς

τίθεσθε καὶ μὴ ἁ[μ]αρτόντες

250

μ![!]!ρ?![!]ο?υ?δ?!ν?· ἐξουσίαν ἔχει

του[!!!!! !] ὡ?ς? ἐπιστάμενος τὸ

σ?[υμφέρο]ν?· βασιλέα γὰρ αὐτὸν οἶ-

δ[α. οὐ]κ ἔστιν δὲ βασιλέως τὸ παρα-

νόμως ἄρχειν, ἀλλ' οὐδὲ ἄλλα προ-

τιθέμενος δι' ἀσθένειαν ἕτερα

>ποιεῖ· κ(ύριο)ς γὰρ “δίκαιος, ἰσχυρὸςκαὶ μα-

>κρόθυμος”, διόπερ οὐδε〈ὶς〉 “τῷ κρίματι

>αὐτοῦ [ἀν]τιστήσεται” μηδενὸς δυ-

ναμ[ένο]υ εἰπεῖν· “τί ἐποίησας;” κα-

θὰ π[ροεθ]έμεθα τὸ ἀποστολικὸν

>ἐν [τοῖς] προλαβοῦσιν· “μὴ ἐρεῖ τὸ

>π[λάσμ]α τῶι πλάσαντι· τί με ἐποί-

>ησας ο[ὕ]τως;”

>>ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσε-

>>βήσει. ⸤δίκαιος ὢν οὐκ ὤφειλον

λέγειν αὐτὸ τοῦτο, ὅτι δίκαιός εἰμι·

[οὐ] γὰρ π[ε]ρὶ αὑτο〈ῦ〉 ὁ δίκαιος ᾗ περὶ

>ἄ?[λλου λ]έ[γ]ει. τούτῳ ὅμοιον τὸ “γέγο-

>[να ἄφρ]ων, ὑμεῖς με ἠναγκάσα-

>τε.”⸥ [τῶν γ]ὰρ φίλων τιθεμένων,

ὅτ[ι δι'] ἁμαρτίας πάσχει, τρόπον

τι[νὰ] ἠναγκάζετο λέγειν, ὅτι 〈οὐ〉 δι' ἁ-

μ[αρ]τίας, ἀλλὰ δίκαιός εἰμι. ἔστιν

γ[ὰρ εὑ]ρεῖ[ν] τὸ εἶδος τοῦτο ἐν τῇ γρα-

φῇ, καθὰ [κ]αὶ Κορινθίοις γράφει

>Παῦλος· “[ε]ἰ ν[ε]κροὶ οὐκ ἐγείρονται,

>οὐδὲ Χριστὸ[ς ἐ]γήγερται.” οὐ γὰρ ἐξ

ἰδίου προσώπου τοῦτο λέγει, ἀλλὰ

πρὸς τὴν ἐκείνων ὑπόνοιαν.

>>ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβή-

>>σομαι. ⸤τῆς αὐτῆς διανοίας ἐστὶν

καὶ τοῦτο δ[η]λοῦντος αὐτοῦ, ὅτι εἰ

251

οὐδὲν ἐμαυτῷ συνει[δ]ὼς περιστά-

σεσιν ὑποβέβλημ[αι,]⸥ τ[ο]ῦτό φατε

δι' ἁμαρτίας γίνεσθ[αι·] “ἄμεμπτος”

ὢν “σκολιὸς ἀπ[ο]βήσομαι” [‘κ’]αθ' [ὑ]μᾶς·

ἄμεμπτος δὲ καὶ δίκαιος τῇ ἐπι-

νοίᾳ διαφέρει. ἔστιν δὲ τὸ ἄμεμ-

πτον διττόν, τὸ μὲν τῷ μηδὲν

ἐνεργεῖν, τὸ δὲ τῷ δικαιοπραγεῖ(ν)·

ὅπερ ἐπαινετόν ἐστιν, ὡ?[ς] καὶ τῷ Ἀβρα-

>ὰμ εἰρῆσθαι· “εὐαρέ[στει ἐ]ναντί-

>ον μου καὶ γίνου ἄμ[εμπτος,”] τὸ

δὲ τῶν Ἑβραίων ἄμ[εμπ]τον οὐκ

ἐξ ἀρετῆς ἐστιν. τοῦτο δ[ὲ] αὐτῷ

καὶ ἐξ ἀρχῆς τὸ συ〈ν〉γραφικὸν ἐμαρ-

>>τύρησεν πν(εῦμ)α. εἴ τε γὰρ ἠσέβη-

>>σα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ἀφαι-

>>ρε‘ῖ’ταί μου ἡ ζωή. ἤτοι τῇ ψυχῇ

ἀσεβήσας οὐκ οἶδα ἢ ἀσεβήσαν-

τα ἐμαυτὸν οὐκ ἐπίσταμαι, οὐ-

δὲ σύνοιδεν ἡ ψυχή μου τοῦτο·

καὶ ὁ Παῦλος δὲ ὅμοιον τούτῳ

>φησίν· “οὐδὲν ἐμαυτῷ σύνοιδα.”

πλὴν εἰ καὶ οὐκ οἶδα, φησίν, ἀσε-

βήσας, ἀλλ' ἀφαιρεῖταί μου ἡ ζω-

ή· ὅ ἐστιν· ἐν κακοπαθείαις ἄχρι

θανάτου τυγχάνει. τοῦτο δὲ εἶ-

πεν ἐφιστάνων αὐτούς, ὅτι ἔ-

στιν καὶ μὴ ἁμαρτήσαντα πε-

ριπεσεῖν ἐπιπόνοις. μεγάλη δὲ

μαρτυρία ἐστὶν τὸ μηδὲν ἑαυ-

>>τῶι συνειδέναι. διὸ εἶπον· μέ-

>>γαν καὶ δυνάστην ἀπολλύει ὀρ-

>>γή, ὅτι φαῦλοι ἐν θα[ν]άτῳ ἐξαισίῳ.

252

παιδεῦσαι βούλεται, ὅτι τὰ ἐπίπονα,

ἅπερ ὀργ[ὴν λέγει,] ἢ καὶ τὸν θάνα-

τον κο[ι]ν?[ὰ ε]ἶ?ναι καὶ βασιλεῦσιν καὶ

ἰδιώταις. ⸤ἔοικεν δὲ καὶ διεγείρει(ν)

αὐτο‘ὺς’ πρὸς τὸ μὴ νομίζειν, ὅτι δι'

ἃ περ〈ί〉κεινται ἀξιώματα τῶν

ὁμοίων ἀπηλλάγησαν· ταῦτα

γὰρ κοινὰ καὶ σπουδαίῳ καὶ φαύ-

λῳ καὶ ἐλευθέρῳ καὶ δούλωι καὶ

ἰδιώ[τῃ κ]αὶ ἄρχοντι καὶ ἁπαξα-

πλ[ῶς ἅπ]ασιν.⸥ τὰ δὲ διὰ φαυλότη-

τα ἐ?π?[ιπε]μπό〈με〉να ἴδια τῶν ἁμαρ-

τ‘αν’όν‘τ’ων καθέστηκεν κεχ〈ω〉ρισμέ-

>να πάντῃ τῶν δικαίων· “τίμιος”

>γὰρ “ἐναντίον κ(υρίο)υ ὁ θάνατος τῶ(ν)

>ὁσίων αὐτοῦ.” περὶ δὲ τῶν φαύλω(ν)

>εἴρηται· “θάνατος ἁμαρτωλῶν

>πονηρός.” καὶ τὸ μὲν τῆς διαλύσε-

ως τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ταὐ-

τόν· διαδέχεται δὲ τὸν φαῦλον

κόλασις, ὡς διὰ τοῦτο εἶναι αὐτοῦ

τὸν θάνατον ἐξαίσιον, τὸν δὲ σπου-

δαῖον ἐπαγγελία καὶ ἀμοιβαὶ θεῖ-

>αι διαδέχονται· “ἀναλαμβάνων”

>γὰρ “πραεῖς ὁ κ(ύριο)ς.” καὶ ἑκάστῳ τῶν δι-

καίων ὁ[μο]ία φωνή, καθ' ἣν λέγου-

>σιν· “ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ

>θανάτου.” ποίου δὴ θανάτου ἢ τοῦ

κατασπῶντος τὴν ψυχὴν ἀπὸ τῆς

μακαρίας ζωῆς; οὗτος γὰρ ἐκ τῶν

πυλῶν τοῦ θανάτου ὑψωθεὶς

εἰς τὰς πύλας ἔρχεται τῆς μακαρί-

>ας ζωῆς ἑξῆς ἐπιφέρων· “ὅπως

>ἂν ἐξαγγε[ίλω] πάσας τὰς αἰνέσεις

253

>σου ἐ[ν] ταῖς πύλα[ι]ς τ[ῆς] θυγατρὸς Σί-

>ων.” αὕται δέ εἰσ[ι]ν ἐ[νά]{ι}ρετοι πρά-

ξεις καὶ εἴσοδοι εἰς τὰ [ἀ]γαθὰ ἔργα.

>>ἀλλὰ δίκαιοι καταγελῶνται, πα-

>>ραδέδονται δὲ εἰς χεῖρας ἀσεβοῦς.

οἱ μὲν φαῦλοι, φησίν, τῷ ὄντι ἐν

τῷ θανάτῳ, ὡς εἴρηται, τῷ ἐξαισί-

ῳ τυγχάνουσιν, οἱ δὲ δίκαιοι κατα-

γελῶνται τῶν φαύλ[ω]ν τοῦτο ποι-

ούντων, ὅταν αὐτοὺ[ς θε]άσωνται

ὄντας ἐν περιστάσε[σιν.] οὐκ ἔστιν

τοῦτο ψόγος τῶν δικαίων, ἀλλὰ

τῶν διαχλευαζόντων ἀγνοούν-

των, ὅτι παραδέδονται εἰς χεῖρας

ἀσεβοῦς· ὅπερ φησὶ φανεροποιῶ(ν)

πως λοιπὸν τὴν αἰτίαν τῆς κακο-

πραγίας ἑαυτοῦ. οὐ γὰρ ἦν πρέπο(ν)

αὐτόθεν εἰπεῖν, ὅτι ἀγῶνος ἕνε-

κα εἰς χεῖρας ἀσεβοῦς παραδέδο-

μαι καὶ πειρασμὸς τοιοῦτόν ἐστι(ν)·

ἐνίοτε γὰρ ὡς περιαυτ〈ιζ〉όμενος

ἐδίδου χώραν τῷ ἀντικειμένῳ

λαβῆς.

>>πρόσωπα κριτῶν αὐτοῦ συνκαλύ-

>>ψει. τὴν χαλεπότητα τοῦ ἀσε-

βοῦς ἐμφαίνει καλύπτοντος αὐ-

τοῦ τὰ πρόσωπα πρὸς τὸ δολίως

ἀπάτην προσάγειν. εἴρηται οὖν·

>“τίς ἀποκαλύψει ἔνδυμα προσώ-

>που αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος

>αὐτοῦ, τίς ἂν…

δι…

The complete text is available when the reading interface loads.