Commentarii in Job
- Edition reference
- Commentarii in Job (12.1–16.8a) (partim in catenis), ed. U. Hagedorn, D. Hagedorn, and L. Koenen, Didymos der Blinde. Kommentar zu Hiob, pt. 4.1 [Papyrologische Texte und Abhandlungen 33.1. Bonn: Habelt, 1985]:40–198.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
309
νοι νομίζετε μέχρις ὑμῶν εἶ-
ναι τὴν σοφίαν· [οἴ]εσθε δὲ δύνα-
σθαι καὶ τὰ κρίμα[τ]α τοῦ θεοῦ κα-
ταλαμβάνειν καὶ ἀποφαίνεσθαί
τι περὶ αὐτῶν· καὶ τῷ ὄντι ὑπερ-
βαίνει τὰ ἀνθρώπινα.‘ “τὰ κρίμα-
τά σου” γάρ φησιν “ἄβυσσος πολλή.”
ἀλλὰ καὶ Παῦλος “ἀνεξεραύνη-
τα” αὐτὰ εἶναι γράφει. ἐμφαίνει
δὲ διὰ τοῦ “μεθ' ὑμῶν τελευτή-
σει σοφία;” ὅτι ἡ τοῦ θ(εο)ῦ σοφία οὐκ ἄ-
χρι τῶν ἀνθρωπίνων ἐστὶν πρα-
310
γμάτων. οἶδε[ν κα]θὰ καὶ ὁ ἀπόστο-
λος ὅτι “ἐκ [μέρους” κ]α?ὶ τοῖς τελείοις
ἐνταῦθ[α ἡ “γνῶσις”] “ἀραβῶνα πν(εύματο)ς”
ἐχόντω[ν καὶ τού]τ?ων· ὁ δὲ ἀραβῶ-
νά τινο[ς ἔχων οὐ τὸ] ὅλον αὐτὸ ἔχει,
ἀλλὰ “μέρ[ος” αὐτοῦ. τ]οῦ δὲ “τελείου ἐλ-
θόντος” ἔχ[ει σὺν τῷ] ὅλῳ τὸ μέρος·
⸏τοῦτο γάρ ἐ[στιν ὁ ἀρ]αβών.
⸏κἀμοὶ μὲν [καρδία κα]θ' ὑμᾶς ἐστιν.
⸤παραστῆ[σαι αὐτοῖς] βούλεται, ὅτι
ἀναπλασ[μοὺς ἐν] τῇ διανοίᾳ ἑαυ-
τῶν ἔχουσι[ν, φάσκ]ων· ’“κἀμοὶ καρ-
δία καθ' ὑμ[ᾶς ἐστι]ν” καὶ οὐ συμφέ-
ρομαι ὑμῖ[ν εἰς τὴ]ν αὐτὴν διά-
νοιαν. ἢ μ[ὴ νο]μίζετε ὑπερ-
βαλλόντω[ς] νοεῖν; κἀγὼ γὰρ συ-
νίημι· λο[γι]κὸν γὰρ λογικοῦ οὐ
διαφέρει. τ[ῇ] δὲ ἐπιβολῇ ἡ διαφο-
ρὰ γίνεται.‘ περὶ φαύλων γοῦν λέ-
γεται· “ἀκούσατέ μου οἱ ἀπολωλε-
κότες τὴν καρδίαν.” οὐ γὰρ τὴν οὐ-
σίαν, ἀλλὰ τὴν ἐνέργειαν αὐτῆς
τὴν φαύλην ἀπώλειαν αὐτῆς
⸏λέγει.⸥
δίκαιος γὰρ καὶ ἄμεμπτος ἀνὴρ ἐγε-
⸏νήθη εἰς χλεύασμα. ⸤ὅταν τὰ ἐλάτ-
τονα λέγῃ, ἑαυτῷ αὐτὰ προσάπτει·
ἐλαττωτικὸς γὰρ ἑαυτοῦ διὰ ἀτυ-
φίαν ὑπάρχει. ὅταν δὲ⸥ ἐπαίνου
χρεία ᾖ, τῷ δικαίῳ καὶ τῶι ἔχον-
τι τὴν ἀρετὴν αὐτὰ ἕπεσθαι λέγει,⸥
ὡς ὁ μακάριος Παῦλος “οἶδα ἄν(θρωπ)ον
311
ἐν Χ(ριστ)ῷ” λέγων?. [ὁ θ(εὸ)ς] γὰρ αὐτῷ ἐμαρτύ-
ρησεν λέγω[ν· “οἴει δ]έ με ἄλλως σοι
κεχρηματι[κέναι ἢ ἵ]να ἀναφα-
νῇς δίκαιος;” [εἰ δὲ ὁ Ἰὼβ εἶ]πέν ποτε
ἐκβιαζόμε[νος διὰ τὸ τ]οὺς φίλους
ἐναντί[ον δοξά]σ?αι· “οἶδα ὅτι
δίκαιος ἀν[αφανοῦ]μαι”, χαρακτὴρ
γινόμεν[ος τοῦτο ε]ἶ?πεν ἐκ τῶ(ν)
καθ' ἑαυτὸ[ν ἀπαγγεί]λ?ας τοὺς ἀρε-
τῇ χρωμέ[νους καὶ] ἐργαζομένο[υς]
λέγων· ’οἶδ[α ὅτι εἰ χ]ρησαίμην
τῇ ἀνδρείᾳ [ἕως] τ?έ?λους, “δίκαιος
ἀναφανο[ῦ]μαι”.‘ οὐ γὰρ εἶπεν· ’δί-
καιός εἰμι‘, ἀ[λ]λ' εἰς μέλλοντα χρό-
νον ἀνέκλινεν τὴν προσδο-
κίαν, τὸ ἴδιον τῶν ἀρετῶν ἀπαγ-
⸏γέλλων.
εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο
πεσεῖν ὑπὸ ἄλλους οἴκους
τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνό-
⸏μων. δηλοῖ ὅτι παρεδόθη
τοῖς ἐξαιτησαμένοις πειράσαι
αὐτόν. τινὲς καὶ ἐκ ταύτης τῆς
λέξεως οὐ καλῶς αὐτῇ χρησάμε-
νοι εἱμαρμένην ἐλογίσαντο
εἶναι, τὸ “τακτὸν χρόνον” εἰς αὐ-
τὴν ἀναφέροντες. ψεῦδος δὲ
τοῦτο· οὐ γὰρ πᾶς χρόνος τεταγμέ-
νος τὴν εἱμαρμένην σημαί-
νει. ὃ παρίστησιν οὖν, τοῦτ' ἔστι(ν),
ὅτι εἰ καὶ εἰς χλεύασμα ἐγενήθη,
ἀλλά γε οὐκ εἰς ἄπειρον τοῦτο
312
ἐγίνετο, ἀλλὰ [και]ρῷ τοῦ θ(εο)ῦ συν-
χωρήσαν[τος τοῦ]το γενέσθαι, κα-
θὰ καὶ οἱ? “[δοθέντ]ες εἰς χεῖρας
τῶν θλ[ιβόντων]”. “χρόνον” δὲ “τα-
κτὸν” εἶ?[πεν, ὃν ἔστι]ν? τῇ ἀρετῇ
τῇ τοιαύ[τῃ χρῆσθ]αι τὸν ἄν(θρωπ)ον,
καθ' ἣν κ[αὶ λέγεται] ἱκανὸς εἶναι
πολεμεῖ[ν. “οἴκους”] δὲ λέγει “πορ-
θουμέν[ους” τὰς ἀ]ρετάς· τούτο〈υς〉
γὰρ σπουδ?[άζουσι]ν? οἱ ἀντικεί-
μενοι δ[ιὰ τῶν ἐ]πιπόνων σεῖ-
σαι καὶ κλο?[νῆσαι!] ὅτι δὲ οἶκοι ἀν-
τὶ ἀρετῶν παρ[αλ]αμβάνονται,
εἴρηται· “ἐπεὶ ἐφ[οβ]οῦντο αἱ μαῖαι
τὸν θ(εό)ν, ἐποίησ[α]ν ἑαυταῖς οἰκί-
ας.” ἆρά γε ἄοικοι ἦσαν πρὶν φοβη-
θῶσι τὸν θ(εό)ν; ἀλλὰ δῆλον ὡς τὰς
ἀρετάς, κατὰ τὸν ἀκούοντα τοὺς
λόγους Ἰ(ησο)ῦ καὶ οἰκοδομοῦντα τὴ(ν)
ἑαυτοῦ οἰκί[α]ν, ὅ ἐστιν τὸν βίον,
οὐκ ἐπὶ πέτραν αἰσθητήν, ἀλλ'
ἐπὶ τὸν Χ(ριστὸ)ν τὸν εἰπόντα Πέτρῳ·
“σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέ-
τρᾳ οἰκοδομήσω μου τὴν ἐκ-
κλησίαν”, τοῦ Πέτρου δηλονότι ἔ-
χοντος οἰκίαν ἐν τῇ τοιαύτῃ πέ-
τρᾳ. οἰκοδομεῖ δὲ ὁ σωτὴρ τὴν ἐκ-
κλησίαν, αὐτὸς καὶ πέτρα καὶ οἰ-
κοδόμος ὤν· συνεργεῖ γὰρ ὁ θ(εὸ)ς τῷ
σπουδαίῳ. οὕτω καὶ ὁ ψαλμῳδός
φησιν· “ἐν πέτρᾳ ὕψωσάς με.” οὐ μέ-
γα δὲ δῶρον θ(εο)ῦ ἐν αἰσθητῇ πέτρᾳ
313
ὑψωθῆναι, ἀ[λλὰ] δῆλον ὡς τῶι λό-
γωι τῷ ἀσφαλ[εῖ, κ]αθὸ πάλιν ὁ ψαλμῳ-
δός φησιν· “ἔστη[σ]ας ἐπὶ πέτραν τοὺς
πόδας μου.” ση[μ]ειωτέ[ον] δὲ ὅτι δίκαι-
ος ἢ ἀλλοτιν[!!!!!]π[!!!] ἀλλ' ἄνομοι.
τὸ δὲ “ἐκπορθε[ῖσθαι” ἐμφ]αίνει τὸ ἀν-
δρεῖον τοῦ δικ[αίου κ]αταμηχαν〈ηθέ〉(ν)-
τος· εἴρηται κ?[αὶ ἐν ψα]λμοῖς· “πλεο-
νάκις ἐπολ[έμησά]ν με ἐκ νεό-
τητός μου [καὶ γὰρ οὐ]κ ἠδυνήθη-
σάν μοι”, ὡ[ς καὶ Παῦλ]ο?ς· “τίς ἡμᾶς
χωρίσει ἀπ[ὸ τῆς ἀγά]πης τοῦ θ(εο)ῦ;”
καὶ τὰ ἑξῆς. [οἴκους] δὲ πληθυντι-
κῶς δεῖ νο[εῖν] τὸ πλῆθος τῆς ἀρε-
τῆς· σωφρο[σύ]νη οἶκος, ἀνδρεία
οἶκος, πραότ[η]ς καὶ ἄλλαι, καθὸ εἴρη-
ται· “ὀχύρωμα ὁσίου φόβος κ(υρίο)υ·” οὕτω
καὶ δικαιοσύνη. τούτων τῶν οἴ-
κων εἰσὶν ἐναντίοι, οὓς κατασπᾷ
κ(ύριο)ς· “οἴκους γὰρ ὑβριστῶν κα{σ}τασπᾷ
κ(ύριο)ς· ἐστήριξεν δὲ ὅρ[ιον] χήρας.” τὰςγὰρ τῶν
ὑπερηφάνων π[ο]λιτείας κατα-
σπᾷ ὡ?〈ς〉 εἴρηται· “Καφαρναούμ, ἢ ἕως οὐ(ρα)νοῦ
ἀναβήσῃ, ἕως ᾅδου καταβιβασθή-
σῃ.” 〈καὶ〉 “ὁ ὑψῶν ἑαυτὸν ταπεινωθή-
σεται.” “στηρίζει δὲ χήρας τὸ ὅριον”,
ὅ ἐστιν· τὸν οἶκον, τὸν βίον τῶν κατὰ
θ(εὸ)ν χηρευόντων ἀπὸ κακῶν. δη-
λοῖ καὶ τὸ “οἰκίαι παρανόμων ὀφει-
λήσουσιν καθαρισμόν, οἰκίαι δὲ
δικαίων δεκταὶ” τοὺς ἑκάστου βίους.
οὐ μὴν δὲ ἀλλὰ μηθεὶς πεποιθέ-
τω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι.
ὅσοι παροργίζουσι τὸν κ(ύριο)ν, οὐχὶ καὶ
〈ἔ〉τασις αὐτῶν ἔσται;
⸤διδάσκει ὅτι κἂν χλευάζῃ τις τὸ(ν)
314
δίκαιον καὶ κα[τα]δυναστεύῃ, οὐκ
ἔσται ἀθῷος, κἂν [ἐκ]νικήσῃ αὐτὸ(ν)
τῷ δοκεῖν. πα[ρορ]γίζει γὰρ τὸν
θ(εὸ)ν ὁ τοιο[ῦτο]ς. ἔστ[αι] γὰρ ἐξέτασις
τῶν πρ[αττ]ομ[έν]ων, δι' οὗ αἰνίτ-
τεται κρίσ[ιν⸥, καθὰ] καὶ Παῦλός φη-
σιν· “δεῖ γὰρ ἡ[μᾶς π]άντας παρα-
στῆναι τ[ῷ βήματ]ι τοῦ Χ(ριστο)ῦ, ἵνα
κομίσηται [ἕκαστος] πρὸς ἃ διὰ
τοῦ σώμ[ατος ἔπρα]ξεν.” νοεῖ(ν)
δὲ ὑποβά[λλει ὅτι ’ε]ἰ καὶ οἱ ἐξαι-
τησάμενο[ι πον]ηρεύονται
εἰς ἐμὲ λαβόν[τες] ἐξουσίαν, οὐδ'
οὗτοι ἀθῷοί εἰσι[ν] ὄργανον καὶ
“σκεύη ὀργῆς” γεγ?[ε]νημένοι, κἂ(ν)
ἐπὶ ἁμαρτάνον[τ]α τοῦτο ποιῶ-
σιν.‘ χαίρουσιν γὰρ τῇ τοιαύτῃ
ὑπηρεσίᾳ. πρός τινα γοῦν λέ-
γεται· “ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς
χεῖράς σου, σ[ὺ] δὲ οὐκ ἔδωκας αὐ-
τοῖς ἔλεος” καὶ “ἐγὼ ὠργίσθην αὐ-
τοῖς ὀλίγα, αὐτοὶ δὲ συνεπέθε(ν)-
το εἰς κακά.” οὐ γὰρ ἵν[α] ἀνηλεῶς
χρήσωνται παραδίδωσιν θ(εό)ς·
αὐτοὶ δὲ σὺν πολλῇ προθυμίᾳ τοῦ-
το ποιοῦντες ἀνηλεῶς ποιοῦ-
σιν· καὶ Φαραὼ δὲ πρὸς τοὺς 〈υἱοὺς〉 Ἰσ-
δραὴλ τοιοῦτος. τοιοῦτον τὸ “γίγα(ν)-
τες ἔρχονται πληρῶσαι τὸν θυ-
μόν μου χαίροντες ἅμα καὶ ὑ-
βρίζοντες.” χαίρουσιν γὰρ τοιού-
τοις 〈οἷς〉 ὑπηρετοῦσιν.
315
ἀλλὰ ἐρώτη[σον] τετράποδα, ἐάν
σοι εἴπωσιν, πε[τει]νὰ δὲ οὐρανοῦ,
ἐάν σοι ἀπαγ[γ]είλ[ωσι]ν· ἐκδιήγη-
σαι γῇ, ἐάν σ[οι] φρ[άσῃ,] καὶ ἐκδιηγή-
⸏σονταί σοι ο[ἱ ἰχ]θύ[ες τ]ῆς θαλάσσης.
τὴν τῶν κρ[ιμάτων] βαθύτητα καὶ
τὴν ἀξίαν [τοῦ ἀνθ]ρώπου ἐνταῦ-
θα δηλῶσ[αι βούλε]ται λέγων, ὅτι
ἀκατάλημ[πτά εἰ]σ?ι? τὰ κρίματα
ὧν “ἐκ μέ[ρους” ἄνθρ]ωπος ἐπιστή-
μην δέχε[ται. οὐ π]άντως δὲ οὕ-
τως ἐκλαβ[εῖν πρ]οσήκει, ὅτι ἐρω-
τῆσαι δεῖ τ[ὰ τε]τράποδα ὡς παρ' [αὐ]-
τῶν ἐκδέ[χε]σθαι ἀπόκρισιν, ἀλλ[ὰ]
’τὴν ἐν τοῖς [τε]τραπόδοις ἐραύν[η]-
σον καὶ ἐν π[ε]τεινοῖς καὶ τῇ γῇ δη-
μιουργίαν καὶ κρίματα καὶ σκό-
πησον, εἰ δυνήσει καταλαβεῖν
τοὺς βαθυτά[το]υς ἐν αὐτοῖς λόγους.‘
ταῦτα δέ φ?[η]σ?ιν ἐπιστῆσαι αὐτοῖς
βουλόμεν[ος,] ὅτι ἡ τοῦ θ(εο)ῦ διοίκη-
σις ἐναπ[οκρ]ύπτεται καὶ οὐ πρέ-
πει αὐτο[ὺς ἐ]πιτρέχειν αὐτῇ ἀγνο-
οῦντα〈ς〉, καθ?[ὰ κα]τέτρεχον αὐτοῦ
ὡς δι' ἁμαρ[τί]ας πάσχοντος οὐκ
εἰδότες τὸ κ[ρί]μα. καὶ γὰρ τῷ ὄν-
τι ἐκ προχε[ίρ]ου ἡ τῶν ζῴων ὕ-
παρξις οὐ [π]αραστήσει τὸ ε[ὔ]λο-
γον· τὰ γοῦν [ἰ]οβόλα τοῖς πολλοῖς
δοκεῖ οὐκ ἔ[χ]ειν τῆς παραγωγῆς
τὸ εὔλογον. [ἀ]λλ' ὁ ἅγιός φησιν· “πά(ν)-
τα εἰς χρείαν αὐτῶν ἔκτισται.”
316
καὶ τὸ κεκρυμμέ[νον] δὲ αὐτῶν πα-
ρίστησιν· “α![!]!τ?[! τῶ]ν ἔργων αὐτοῦ
ἐστιν ἐν ἀπ[οκρ]ύφ[οις.]” καὶ γὰρ ἐπὶ
ἰατρικῆς [ἐστι τ]οῦτ[ο] θεωρῆσαι τοῦ
μὲν ἰατρ[οῦ τέ]χ?ν?[ῃ κ]αὶ ἐπιστήμῃ
προσάγον[τος τὰ ἰ]ατικά, τοῦ δὲ ἀ-
νιάτρου δυ[σαρεστου]μένου πολ-
λάκις τοῖς π[αρὰ τοῦ ἰ]ατροῦ ἐπιβαλ-
⸏λομένοις φ[αρμάκο]ις.
τίς οὖν 〈οὐκ〉 ἔγν〈ω〉 [ἐν πᾶσι] τούτοις, ὅτι
⸏χεὶρ κ(υρίο)υ ἐποί[ησεν ταῦ]τα;
τὸν καθ' ἕκα[στον λόγον] τῶν γεγενη-
μένων ἀποκ[εκρυ]μμένον εἰ-
πών, δι' οὗ ἐδίδα[ξεν] τοὺς φίλους
ἐπιστῆσαι καὶ τῷ [κα]θ' αὑτὸν ὡς κε-
κρυμμένῳ καὶ μ[ὴ] προχείρως
φάσκειν ἁμαρτίας χάριν τοῦτο
γεγονέναι, ἕτερόν τι παιδεύει
παριστῶν, ὅτι ὁ καθόλου λόγος
φανερός ἐστιν, [κἂ]ν? ὁ ἕτερος κεκρυμ-
μένος τυγχάνῃ, [λέ]γω δή, ὅτι “χεὶρ
κ(υρίο)υ ταῦτα πεποίη[κεν,]” ἵνα ἔμφα-
σιν παραστήσῃ τ[ῆς ἑτ]έρας αἰτίας,
ὅτι εἰ καὶ οὐ διὰ ἁμ[αρτ]ίας, ἀλλ' ὑπὸ
χειρὸς κυρίου ταῦ[τα γ]ίνεται συν-
χωροῦντος. καὶ γ[ὰρ] εἰ μὴ ἦν ὁ ἐξα?ι?-
τησάμενος λαβ[ὼ]ν τὴν ἐπιτρο-
πὴν πρὸς τοῦ θ(εο)ῦ, [οὐ]δὲν ἠδύνα-
το. ἐλεγκτέον ἐ[κ τ]ούτων τοὺς τὸ
αὐτόματον εἰσά[γο]ντας, ὅτι τάξει
καὶ προνοίᾳ τὰ πάντ[α] διοικεῖται.
ἡ γὰρ σύνπνοια τ[οῦ] παντὸς ἱκα-
νὴ διδασκαλία τοῦ ἐφεστάναι
317
⸏τοῖς ὅλοις τ[ὴ]ν πρόνο[ια]ν τ[οῦ θ(εο)]ῦ?.
εἰ μὴ ἐν χειρὶ αὐτ[οῦ] ψυχ[ὴ] πά(ν)-
των τῶν ζώντων [κ]αὶ π[νεῦ]μα
⸏παντὸς ἀνθρώπ[ο]υ; ⸤βεβ[αι]οῖ
τὰ τῆς πα[ι]δεύσε[ω]ς διδ[ά]σκω(ν)
αὐτούς, ὅτι ὑπὸ τὴ[ν] χεῖρ[α] τοῦ
θ(εο)ῦ πάντα ἐστιν [κ]αὶ ἡ ζωὴ τῶ(ν)
ἀνθρώπων καὶ ὁ [θ]άνατ[ο]ς⸥ —τού-
τῳ ὅμοιον τὸ ἐν τῷ εὐαγγελί-
ῳ· “οὐχὶ δύο στρουθ[ί]α ἀ[σσα]ρίου
πωλεῖται; καὶ οὐ[χ] ἓν [αὐτ]ῶν
ἐμπεσεῖται εἰς [π]αγί[δα ἄν]ευ
τοῦ π(ατ)ρ(ὸ)ς τοῦ ἐν τ[οῖ]ς ο[ὐ(ρα)νοῖ]ς”—οὐ-
δὲν ἕτερον διὰ [τούτου] κατα-
σκευάζων ἢ τὸ ἐ?[πιστῆσ]α?ι τὴ(ν)
ἑαυτῶν διάνο[ι]αν ἐ[πὶ τ]ὰ τοῦ
θ(εο)ῦ κρίματα καὶ [!]ι μὴ [εἰ]κ?αίως
λέγειν δι' ἁμαρτίας α[ὐ]τὸν
⸏πεπονθέναι.
νοῦς μὲν γὰρ ῥήματ[α δ]ιακρί-
⸏νει, λάρυξ δὲ σῖτα γε[ύ]εται. ἐπίστη[σ]ον,ε[ἰ ταῦ]τα ἀ-
ποδίδοται π[ρ]ὸς ἐκ[εῖ]να· “ἀλλὰ
ἐρώτησον τ[ε]τράπ[ο]δα, ἐάν
σοι εἴπωσιν.” δῆλον [ἐκ] τῆς ἀ-
κολουθίας, ὅτι οὐκ [ἀλ]όγων
ἢ ἀψύχων ἐστὶν εἰδ[έ]ναι τὰ
τῆς προνοία[ς] κρίμ[ατ]α, ἀλλὰ
τοῦ νοῦ. καὶ π[α]ράδει[γμ]α λαμβά-
νει, ὅτι καθάπερ ὁ [λ]άρυγξ κρι-
τικός ἐστι τῶν σιτί[ω]ν, οὕτως
ὁ νοῦς τῶν τε λεγο[μέ]νων καὶ
τῶν ἐγκειμένων ἐ[ν] τῇ φύσει
τοῦ παντός. ’διακρίν[ε]τε τοίνυ(ν)
318
[κ]αὶ ὑ[με]ῖς‘, λέγοι ἂν πρὸς τοὺς
φίλου[ς,] ’ταῦτα κα[ὶ] εὑρήσετε
τὸν τ[ρό]πον τῶ[ν] ἐμοὶ συμ-
⸏[β]εβηκ[ό]των.‘
318
ἐ[ν] πολ[λ]ῷ χρόνῳ σοφία, ἐν
⸏δὲ πολ[λ]ῷ βίῳ ἐπιστήμη.
παιδε[υ]τικώτατα καὶ ταῦ-
τά φησ[ι]ν· ἵνα γὰρ μὴ πρόχει-
ρον [κ]α[ὶ ε]ὐχερῆ τὴν τῶν ὄ(ν)-
τ[ων] γνῶσιν οἰηθῶσιν διὰ
τ[ὸ ε]ἰρῆ[σ]θαι “νοῦς μὲν γὰρ ῥή-
μ[ατα δια]κρίνει” καὶ λογίσων-
τ[αι, ὅτι εὐ]χερὲς αὐτοῖς τοῦτο
ἅτ[ε νοῦ]ν? ἔχουσιν, ἐνάγει αὐ-
τ[οὺς] ε?[ἰς ἐ]πιμέλειαν τῆς σο-
φ[ίας] λέγων· “ἐν πολλῷ χρό-
ν[ῳ] σοφία, ἐν δὲ πολλῷ βίῳ
ἐπ[ισ]τήμ[η.]” ἐλεγκτέον ἐκ τού-
του [το]ὺς μὴ βουλομένους πο-
ν[εῖν,] ἀλλ' [οἰ]ομένους αὐτοῖς
ἀρκ[εῖ]ν τὴν ὅπως ποτὲ γιγνο-
μέ[νη]ν ἐπ[ι]βολὴν ἐπιστή-
μη[ς τι]νός. οὐ γὰρ ἅμα τῷ ἄρ-
ξα[σθ]αί τινα ἡ γνῶσις τῶν
τελ[εί]ων παραγίνεται. πρὸς
δὲ τ[ούτ]ωι ἐλ[έ]γχονται καὶ οἱ
φύσ[ει ν]ομί[ζ]οντες εἶναι τὰς
μαθή[σ]εις· οὐδὲν γὰρ τῶν κα-
τὰ φύ[σι]ν καὶ ἀναγκαίως τῇ οὐ-
σίᾳ το[ῦ] ἀν(θρώπ)ου προσόντων χρό-
νῳ κα[τ]ορθοῦται. οὐδεὶς
γοῦν θ[ν]ητὸς ᾗ ζῷον χρόνῳ
προστ[ί]θεται· τὸ δὲ σοφὸς εἶ-
319
ναι χρόνῳ προσγίν[ε]ται· “ὅτε
γὰρ ἤμην νήπιος, ἐλάλουν
ὡς νήπιος, ἐφρόν[ο]υν ὡς νή-
πιος, ἐλογιζόμην ὡς νήπι-
ος· ὅτε γέγονα ἀνήρ, κατήρ-
γηκα τὰ τοῦ νηπ[ίο]υ.” πρὸς ταῦ-
τα ἀντιθήσει τι[ς] τὸ “οὐχ οἱ πο-
λυχρόνιοί εἰσιν σοφοί, οὐδὲ
οἱ γέροντες οἴδασιν κρίμα,”
ἐναντίον τοῦ[τ]ο τῷ ὑπὸ τοῦ
Ἰὼβ εἰρημέν〈ῳ〉 οἰόμενο{ι}ς.
δυνατὸν δὲ ἀμφότερα ἀκο-
λούθως εἰρημένα συνιδεῖ(ν)·
ὁ μὲν γὰρ μακά[ρ]ιος Ἰ[ώβ] φη-
σιν, ὅτι ὁ ἀρχόμ[ε]νος [σ]οφίας
καὶ σπεύδων [α]ὐτὴν [ἀ]να-
λαβεῖν οὐχ ὡς ἔτυχε[ν] αὐ-
τήν, ἀλλ' ἐν πολλῷ χρόνῳ ἀνα-
λήμψεται. ἀλλὰ καὶ ὁ Ἐλιοὺς
οὐκ ἀπιθάνως ἂν λέγοι· οὐ-
δὲ γάρ, εἰ μὴ ἐπεθύμησέν
τις σοφίας, τῇ δὲ ἡλικίᾳ προ-
βέβηκεν, ἤδη σοφὸ[ς ἂ]ν εἴη·
οὐ γὰρ ἐξ ἀνάγκης ὁ γέρων σο-
φός. ἐπιστήσεις τῷ ὑπὸ τοῦ
ὑμνῳδοῦ λεγομέν〈ῳ〉, εἰ συμ-
βάλλεται τ[ῷ] ἐν πολλῷ χρό-
νῳ τὴν σοφίαν ἀναλαμβά-
νεσθαι ἐν τῷ λέγειν· “γνώρι-
σόν μοι, κ(ύρι)ε, τὸ πέρα[ς] μου καὶ
τὸν ἀριθμὸν τῶν ἡμερῶ(ν)
μου, τίς ἐστιν, ἵνα γνῶ, τί ὑστερῶ
320
ἐγώ.” ἀναλημπτὴ γὰρ δείκνυ-
ται καὶ [ο]ὐ φύσει ἡ ἀρετή, ἀλλὰ
καὶ χρ[ό]νῳ κατορθουμένη
ἐν τῷ “ἵνα γνῶ, τί ὑστερῶ ἐγώ”.
τί δέ ἐστ[ι]ν σοφία, ἐν τοῖς ἑξῆς
εἴρητα[ι] οὕτως· “ἰδοὺ ἡ θεοσέ-
βειά ἐστιν σοφία, καὶ τὸ ἀπέ-
χεσθαι ἀπὸ κακῶν ἐστιν ἐ-
πιστήμη.” καὶ πρῶτον δεῖ
κατορθῶσαι τὴν ἀποχὴν
τῶν κακῶν, ἵνα οὕτω ἡ θε-
οσέβεια προσγένηται σοφί-
α οὖσα. εἴ[ρ]ηται γάρ· “ἐπιθυμή-
σα[ς σο]φί[α]ν διατήρησον ἐν-
το[λὰ]ς κα[ὶ] κύριος χορηγήσει
σοι [αὐ]τή[ν·]” ἡ γὰρ σοφία καθαρ-
θε[ίσ]ης τῆς ψυχῆς προσγίνε-
ται. παρ' αὐτῷ σοφία καὶ δύ-
ναμις, αὐτῷ βουλὴ καὶ σύνε-
⸏σις. εἰπὼν “ἐν πολλῷ χρόνῳ
σοφία” πρὸς τὸ μὴ νομίσαι αὐ-
τοὺς λέγειν αὐτὸν περὶ ἀν-
θρωπίνης [σ]οφίας {λέγειν} μη-
δὲ ζ[η]τεῖν [α]ὐτὴν ἐν τοῖς γε-
νητοῖς διδάσκει, πῶς εὑρίσκε-
ται, λέγων· “παρ' αὐτῷ σοφία καὶ
δύν[α]μις.” οὐ γὰρ ἔξωθεν αὐ-
τοῦ ἐ[στι]ν?, ἀλλ' ἐν αὐτῷ ἐστιν ὁ-
μοούσιος αὐτῷ τυγχάνουσα·
πηγὴ γὰρ αὐτῆς ὑπάρχει,
ἡ πηγὴ δὲ οὐκ ἄλλοθεν δέ-
χεται. καὶ ἡ δύναμις δὲ πα-
ρ' αὐτῷ ἐστιν ὁ Χ(ριστό)ς· “Χ(ριστὸ)ς γὰρ
θ(εο)ῦ δύ-
ναμις καὶ 〈σοφία〉.” αὐτῶι δὲ
321
καὶ βουλὴ καὶ 〈σύνεσις〉 πρόσ-
εστιν, ὥστε μὴ ἀνθρωπίναις
ἐπιβολαῖς ταῦτα ζητεῖται,
ἀλλὰ παρ' αὐτοῦ. ταῦτα δὲ πάν-
τα ὁ υ(ἱό)ς ἐστιν· τὸ γὰρ “ἡτοίμασε(ν)
⸏οὐρανοὺς ἐν φρονήσει” περὶ υ(ἱο)ῦ λέγεται.
ἐὰν καταβάλῃ, τίς οἰκοδομή-
σει; ἐὰν κλείσῃ κατὰ ἀν(θρώπ)ων,
τίς ἀνοίξει; ἐὰν κωλύσῃ τὸ
ὕδωρ, ξηρανεῖ τὴν γῆν·
ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν
⸏αὐτὴν καταστρέψας.
⸤τὸν περὶ προνοίας λόγον, ὡς
καὶ πρότερον ἐλέχθη, ἠρέμα
διδάσκει τοὺς [ἀ]ντι[λ]έγοντας
αὐτῷ. εἰ γὰρ καὶ ἐτίθε[ν]το πρό-
νοιαν, ἀλλά γε ἐναν[τι]ώμα-
σιν περιέπιπτον. λέγει οὖν
ὅτι “τῷ βουλήματι αὐτοῦ τίς
ἀνθέστηκεν;” ἔστι γοῦν εὑρεῖ(ν)
τὸν μὲν πενόμενον, τὸν
δὲ ἐν περιστάσει, τὸν δὲ νό-
σῳ πεπιεσμένον καὶ ὅλως
ἐν διαφόροι[ς] συνπτώμασι(ν)
ἄλλον καὶ ἄλλον κατειλημ-
μένους καὶ μὴ σθένοντας
ἀπώσασθαι τὸ κεκ[ρι]μένον.
θ(εο)ῦ γὰρ βουλήσει συ[μ]βαίνου-
σιν.⸥ οὐ μόνον πε[ρ]ὶ οἰκοδομῆς,
ἀλλὰ καὶ τῶν προ[ε]ιρημένω(ν)
οὐδείς ἐστιν, ὃς δυνήσεται
εἰπεῖν κατὰ τὸν ἀπόστολο(ν)·
“τί 〈με〉 ἐποίησας οὕτως;” ἀλλὰ καὶ
οἱ χωρὶς βουλῆς θ(εο)ῦ τολμῶν-
322
τές τι, ἐπεὶ οὐκ ἐπεκαλέσαν-
το αὐτόν, 〈καταστρέφονται κατὰ τὸ “αὐτοὶ〉 οἰκο-δομήσουσι καὶ ἐ-
γὼ καταστρέψω, λέγει κ(ύριο)ς.” καὶ
περὶ τῶν κακὴν οἰκοδομὴ(ν)
ἐχόντων λέγεται· “καθελεῖς
αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις
αὐτούς.” οὕτω καὶ ἐὰν ἐνκλεί-
σῃ κατὰ ἀνθρώπων, οὐδεὶς
ἀνοίξει· θ(εο)ῦ γὰρ μὴ εὐοδοῦν-
τος ἐπὶ πρᾶξίν τινα, ἣν προ-
ῄρηταί τις, δι' οὓς οἶδεν λό-
γους, τίς ἀνοῖξαι δύναται;
συνέκλεισεν τῷ Φαραὼ καὶ
τοῖς [Α]ἰγυπτίοις τὴν ἀποφυ-
γὴν καὶ [ἀ]νοίγων οὐχ εὑρίσκε-
το. κ[α]ὶ ὅλω[ς] πολλὰ τοιαῦτα εὑ-
ρή[σ]εις. κλείει γὰρ πρὸς τὸ χρή-
σιμον μὴ ἐῶν ἔχειν τῶν
ἀνθρωπίνων ἀπόλαυσιν,
ἀλλ' 〈ἐν〉 ἐνδείᾳ εἶναι· πρὸς δὲ τί{να};
πρὸς τὸ{ν} σωτήριον εἶναι
ἐπάγων τὰ [ἐ]πίπονα. κλείει
δὲ καὶ ἄλλω[ς] κατὰ ἀν(θρώπ)ων, ὅτε
οὐκ ἐᾷ εὐοδοῦσθαι αὐτοὺς ἐν
κακοῖς καὶ τούτου δεόντως
γινομ[έ]νου πρὸς θ(εο)ῦ, οὐ καθὼς
Φαρισ[αῖ]οι ἐπο[ί]ουν· εἴρηται
γὰρ πρ[ὸς] αὐτούς· “κλείετε τὴν βα-
σιλείαν τῶν οὐ(ρα)νῶν, αὐτοὶ οὐκ
εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχο-
μένους ἀφίετε εἰσελθεῖν.”
κλείεται δ' ἡ βασιλεία τῶν οὐ(ρα)νῶν,
323
ὅταν οἱ δοκοῦντες εἶναι διδά-
σκαλοι δι' ὧν ἐνεργοῦσιν φαύ-
λων μιμητὰς ἑαυτῶν ποι-
ῶσίν τινας, ὡς μήτε αὐτ〈οὶ〉
μήτε οἱ μιμούμενοι αὐτοὺς
εἰσιέναι εἰς τὴν βασιλείαν.
ἐὰν οὖν τῷ ἑαυτῷ κλείσαντι
καὶ θ(εὸ)ς κλείσῃ διὰ τὴν πολιτεί-
αν αὐτοῦ, τίς τούτῳ ἀνοίξει;
οὕτω καὶ τὸ ὕδωρ καὶ τὸ κατὰ
αἰσθητὸν κωλύων κατὰ τὸ εἰ-
ρημένον “μερὶς μία βραχή-
σεται καὶ μερίς, ἐφ' ἣν οὐ βρέ-
ξω, ξηρανθήσ[ε]ται” [κ]ωλύω(ν)
ξηραίνει τὴν [γ]ῆν· [κ]αὶ τού-
του ἔχει〈ς〉 ἐν τα[ῖς] Βασιλείαις
τὸ παράδειγμα· αὐτὸς [γ]άρ ἐστι(ν)
“ὁ ἀνάγων νεφέλας ἐξ ἐσχά-
του 〈τῆς〉 γῆς, ἀστραπὰς εἰς ὑετὸ(ν)
ποιῶν.” καὶ κ[α]τὰ τὴν ἑαυτοῦ
ἐξουσίαν ἐπαφίεται τῇ γῇ
καὶ εἰς ἀρδείαν καὶ εἰς φθο-
ρὰν τῶν ἐν αὐτῇ, ὡς ἐν τῷ
κατὰ Νῶε κατακλυσμῷ. ταῦ-
τα δὲ εἰ μετὰ συνέσεως ἀνά-
γοις, εὑρήσεις καὶ [τὸ] ἀπὸ τού-
⸏των ὄφελος.
παρ' αὐτῶι κράτος καὶ ἰσχύς,
⸏αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
⸤τὸ εὔλογον τῆς ἀποδείξεως
τοῦ ἕκαστα τῶν παρ' αὐτοῦ
τοῦ θ(εο)ῦ γιγνομένων μὴ ἂν
324
ἄλλον δύνασθαι ποιεῖν ἢ αὐτὸ(ν)
διὰ τούτων διδάσκει φάσκων·
“παρ' αὐτῷ κράτος καὶ ἰσχύς.”⸥ καὶ
ἵνα μή τις ἀβέβαιος λογίσηται,
ὅτι δυνάμει καὶ ἰσχύι μόν〈αις〉
θ(εὸ)ς ποιεῖ, ἐπάγει· “αὐτῶι ἐπιστή-
μη καὶ σύνεσις.” κἂν γὰρ δυσ-
αρεστῇ τις τοῖς γιγνομένοις
λέγων ὅτι ’διὰ τί μὲν ἥδε ἡ
χώρα ἡ εὔφορος καὶ πολύπλου-
τος πάλιν ἄρδεται, ἡ δὲ δεο-
μένη ἄβροχος διατελεῖ;‘, ἀκου-
έτω τὸ “αὐτῷ ἐπιστήμη καὶ σύ-
νεσις.” αὐτ[ὸ]ς γὰρ “σταθμῶι καὶ
μέτρῳ πάντα {τα} διαταξά-
μεν[ο]ς” ἑκά[σ]τῳ κατὰ τοὺς λόγους
τῆς [π]ρονοίας ἑαυτοῦ ἐπιχο-
ρηγεῖ ἃ βούλεται· οὐ γὰρ ὡς ἔ-
τυχεν ἡ τῶ[ν] ὄντων παραγω-
γὴ ἢ διοίκησις ἔχει τὴν σύ-
στασιν, ἀλλὰ καὶ τὸ τῶν δημι-
ουργημάτων διάφορον καὶ
τὸ τῆς διοικήσεως συνέσει
θείᾳ πέπηγέν τε καὶ ἕστηκε(ν).
ἐπιστατέον ὅτι οὐχ ὡς συν-
θέτο[υ ὄν]τος τοῦ θ(εο)ῦ “ἰσχὺς παρ'
αὐτῷ [κα]ὶ κράτος” καὶ “αὐτῷ ἐ-
πιστή[μ]η καὶ σύνεσις” εἴρηται·
πάντα [γ]ὰρ ταῦτα ὁ υ(ἱό)ς ἐστιν
⸏ἁπλοῦς καὶ ἀσύνθετος ὑπάρχω(ν).
διάγων βουλευτὰς αἰχμαλώ-
τους, κριτὰς δὲ γῆς ἐξέστη-
⸏σεν. ⸤καὶ ταῦτα τῆς προνοίας
325
ἔργα· καὶ [γ]ὰρ τῷ θελήματι καὶ
τῇ κρίσει καὶ βουλευταὶ αἰχμά-
λωτοι διάγονται καὶ κριταὶ
μεθίστανται.⸥ καὶ εἰ μὲν βου-
λευτὰς λέγοι τοὺς ἐν πολιτεί-
ᾳ μεγάλα φυσῶντας, ἔστιν καὶ
τούτων πολλοὺς εὑρεῖν ἐν
αἰχμαλωσίᾳ διαχθέντας· ὅ-
περ δῆλον ἐκ τῆς τοῦ 〈Ἰσδραὴλ〉 αἰχμα-
λωσία〈ς〉, περὶ οὗ θρῆνον ὁ Ἰε-
ρημίας θρηνῶν 〈ἐπὶ〉 τὴν πόλι(ν)
αὐτῶν ἔλεγεν· “πῶς ἐκάθισε(ν)
μόνη ἡ πόλις ἡ πεπληθυμ-
μένη λαῶν, ἐγενήθη
ὡς χήρα πεπληθυμμένη
ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώ-
ραις ἐγενήθη εἰς φόρον.” εἰ
δὲ τοὺς συμβουλεύοντας ση-
μαίνοι τὸ τῆς βουλῆς ὄνο-
μα, καὶ οὕτως τοὺς ἐπὶ κακῷ
τοῦτο ποιοῦντας αἰχμαλώ-
τους διάγει θ(εό)ς· καὶ τούτου πα-
ράδειγμα 〈Ἀχιτόφελ〉, οὗ{κ} ἡ βου-
λὴ καὶ ἡ ζωὴ διεστράφη. καὶ
γὰρ καὶ ἐκ τούτου κατανοῆ-
σαί ἐστιν τὸ ἔργον τῆς προ-
νοίας, ὅτι καὶ οἱ συ[ν]ετώτατοι
τῶν συμβουλευόν[τ]ων καὶ
σκοπῷ τοῦ συμβουλεύειν ἑ-
πόμενοι ἀποτυγχάνου-
σιν πρὸς τὰς ἐκβάσεις οὐχ ὡς
κακῶς συμβουλεύσαντες,
ἀλλ' ὡς τῆς προνοίας ἑτέρως
326
δοκιμαζούσης. οὕ[τ]ω καὶ κυ-
βερνῆται πάντα τ?ὰ παρ' ἑαυτοῖς
πεποιηκότες ἀποτυγχάνου-
σιν· θ(εο)ῦ γάρ ἐστιν τὸ τέλος. τῆι ἑ-
αυτοῦ δυνάμει καὶ τοὺς “κρι-
τὰς ἐξέστησεν”. καὶ εἰ μὲν τὸ “ἐ-
ξέστησεν” σημαίνει τὴν παρα-
φροσύνην, καὶ τοῦτο γίγνε-
ται τοῖς μὴ ὃν δεῖ τρόπον τῇ
κρίσει τῶν πραγμάτων χρω-
μένοις· ἐξιστᾷ δὲ θ(εὸ)ς τοὺς τοι-
ούτους ἀποδεικνύων αὐτοὺς
ἄφρονας. δυνατὸν δὲ καὶ
τὴν μετάστασιν αὐτῶν σημαί-
νειν τὸ “ἐξέστησεν”· αὐτοῦ
γὰρ τοῦ θ(εο)ῦ λόγου προνοίαι καὶ
⸏οἱ κριταὶ μεθίστανται.
καθιζάνων βασιλεῖς ἐπὶ θρό-
⸏νους. ὅμοιον τούτῳ τὸ “δι' ἐ-
μοῦ βασιλεῖς βασιλεύουσιν”
καὶ τὸ “κ(ύριο)ς καθιστᾷ βασιλεῖς καὶ
μεθιστᾷ”. πολλάκις τούτους
καὶ κατ' ὀργὴν δίδωσιν {και} κα-
τὰ τὸ “ἔδωκα αὐτοῖς βασιλέα
ἐν ὀργῇ μου”. ὅτι δὲ σαθρὰ τὰ
χωρὶς [τ]ῆς τοῦ θ(εο)ῦ ἐπικρίσεως,
αὐτὸς [κ]αταμεμφόμενός
φησιν· “ἐβασίλευσαν καὶ οὐ δι'
ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώ-
ρισάν μοι,” δι' ὅπερ ἐν ὀργῆι
οἱ τοιοῦτοι πάλιν ἀφίενται,
τῆς συνχωρήσεως πάλιν τὴ(ν)
327
ἐπιτροπὴν παρεχούσης ἄχρι
καιροῦ. ὅτι δὲ ὁ θρόνος ἀντὶ
βασιλείας πολλάκις παραλαμ-
βάνεται, εἰ καὶ ἐσθότε ἀντὶ δι-
δασκαλίας, δῆλον ὡς τὸ “καθι-
εῖται κ(ύριο)ς βασιλεὺς εἰς τὸν αἰῶ-
να”, καὶ πάλιν· “ὁ θρόνος σου,
ὁ θ(εό)ς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος”,
καὶ ἔτι· “μετὰ γὰρ 〈δικαιοσύνης〉 ἑ-
τοιμάζεται θρόνος ἀρχῆς.”
ἀλλὰ καὶ τοῖς μαθηταῖς εἴρη-
ται· “καθήσεσθε καὶ ὑμεῖς ἐ-
πὶ δ〈ώ〉δ〈ε〉κα θρόνους κρίνο(ν)-
τες τὰς δώδεκα φυλὰς τοῦ Ἰσ-
δραήλ.” ὅταν δὲ λέγηται· “ἐπὶ
τῆς καθέδρας Μωσέως ἐκά-
θισαν οἱ γραμματεῖς,” ἡ καθέ-
⸏δρα αὕτη διδασκαλίας ἐστι(ν).
καὶ περιέζωσεν ζώνῃ ὀσφύ-
⸏ας αὐτῶν. εἰ μὴ αὐτὸς ζώ-
σῃ, οὐκ ἔχει ἰσχὺν ὁ ζωσθείς,
ὥστε θεός ἐστιν ὁ καὶ ταῦτα
τῇ ἑαυτοῦ προνοίᾳ διοικῶ(ν).
καὶ τὸ τῆς ζώνης δὲ ἀρχὴν
σημαίνει ὡς τὸ “καὶ ἄρχοντες
⸏δι' ἐμοῦ κρατήσουσι γῆς.”
ἐξαποστέλλων ἱερεῖς αἰχμα-
⸏λώτους. ⸤εἰ μὲν τοὺς οὐ-
κ ὀρθῶς χρωμένους τῷ πρά-
γματι λέγοι, δηλοῖ, ὅτι οὐ-
δὲ ἐκείνων φείδεται καιροῦ
καλοῦντος. εἰ δὲ τοὺς εἰς δέο(ν)
328
χρωμένους σημα[ί]νει, καὶ τού-
τους πολλάκις ὡς τοὺς περὶ Δα-
νιὴλ καὶ Ἰησοῦν τὸν τοῦ Ἰω-
σεδὲκ εἰς τὴν αἰχμαλωσί-
αν ἐξαποστέλλει θ(εὸ)ς διὰ τὸ χρή-
σιμον τοῦ ἄλλου πλήθους· ὅ-
σον γὰρ ἐφ' οἷς ἔπραττον οὗτοι,
οὐκ ἦσαν ἄξιοι τοῦ αἰχμαλω-
σίαν ὑποστῆναι.⸥ ἀμέλει γοῦ(ν)
τὸ μέγεθος αὐτῶν σκόπει, ὅτι
καὶ ἐν τῇ αἰχμαλωσίᾳ γεγε-
νημένοι καὶ ἐν τῇ Βαβυλῶ-
νι ἔμειναν ἀσάλευτοι. κἂν
οὖν εἰς τὸν βίον τοῦτον ἐξαπο-
στελλομένους τοὺς ἁγίους ὁ-
ρῶμεν, λογιζώμεθα ὅτι οὐ δι-
ὰ ἑαυτούς, ἀλλὰ τὸ τῶν ἄλλω(ν)
ὄφελος τοῦθ' ὑπέστησαν. τοῦ-
το αὐτὸ ὁ ἀπόστολος αἰνιττό-
μενος γράφει· “τοῦτο φρονεῖ-
τε ἐν ὑμῖν ὃ καὶ ἐν Χ(ριστ)ῷ Ἰ(ησο)ῦ, ὃς
ἐν μορφῇ θ(εο)ῦ ὑπάρχων οὐχ
ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι
ἴσα θ(ε)ῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε(ν)
⸏μορφὴν δούλου λαβών.”
⸏δυνάστας δὲ γῆς κατέστρεψεν.
αὐτοῦ γὰρ τοῦ θ(εο)ῦ κρίσει καὶ οὗτοι
τὴν καταστροφὴν ὑπομένου-
σιν καθὰ καὶ Φαραὼ καὶ Ναβου-
χοδονοσόρ. καὶ τὸν ἀρχέκακο(ν)
διάβολον ὁ θ(εὸ)ς κατέστρεψεν·
εἴρηται γάρ· “ἀγγέλους δὲ τοὺς
μὴ τηρήσαντας τὴν ἑαυτῶ(ν)
ἀρχὴν ὑπὸ ζόφον τετήρηκε(ν).”
329
⸏διαλλάσσων χείλη πιστῶν.
ἔνιοι δοκοῦσιν πιστοὺς λόγους
ἔχειν κα[ὶ ἀ]νελέγκτους, καὶ το[ύ]-
τους διαλλάττει θ(εό)ς. ἀμέλει γοῦ[ν]
περὶ τοῦ Ἀχιτόφελ λέγεται τ[οῦ]
συμβούλου τοῦ βασιλέως Ἰσδρ[α]-
ήλ, ὃς πρότερον τοῦ Δα(υὶ)δ ἐτύγ-
χανε σύμβουλος, ὕστερον δὲ
τοῦ Ἀβεσαλώμ—ἐλέγετο γὰρ περὶ
αὐτοῦ, ὅτι ἔμπροσθεν ἡ βουλὴ
Ἀχιτόφελ ὡς βουλὴ θ(εο)ῦ· τοῦτο δὲ
περὶ αὐτοῦ περιεφέρετο ὡς ἀ-
διαπτώτου ἐν ταῖς συμβου-
λαῖς—ἀμέλει γοῦν ὁ Δα(υί)δ, ᾧ “τὰ
ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας”
πεφανέρωτο, εὐχόμενος
τῷ θ(ε)ῷ ἔλεγεν· “διασκέδασόν
μοι τὴν βουλὴν τοῦ Ἀχιτόφελ,”
⸏ὃ καὶ γέγονεν.
⸏σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.
καὶ τῶν πρεσβυτέρων τῶν ἐ-
χόντων ἀντὶ πολιᾶς τὴν
φρόνησιν καὶ τὸν βίον τὸν ἀ-
κηλίδωτον ἀντὶ τοῦ γήρως
τὴν σύνεσιν αὐτὸς ἔγνω· ἀ-
ξία γὰρ ἦν τῆς γνώσεως αὐ-
τοῦ. τοῦ δὲ “ἔγνω” συνετῶς ἀ-
κούειν προσήκει· καὶ τοὺς ἀ-
συνέτους γὰρ καὶ τὰς τούτω(ν)
βουλὰς γιγνώσκει· ἀλλὰ δῆλο(ν),
ὡς ἐκείνας γιγνώσκων—τὰς
τῶν πρεσβυτέρων λέγω{ν} κα-
τὰ τὸν Ἀβραάμ—καὶ ἀποδέχεται.
330
ἐκχέων ἀτιμίας ἐπ' [ἄ]ρχοντας,
⸏ταπεινοὺς δὲ ἰάσατο. αὐτοῦ γὰρ
τοῦ “καθιστῶν[το]ς καὶ μεθιστῶ(ν)-
τός” ἐστιν κατὰ μὲν τὸ καθιστᾶ(ν) [τιμὰς πα]ρ?-έ[χειν, κατ]ὰ? δὲ [τὸ μεθιστ]ᾶν
ἀτιμίαν καταχεῖν· τὸ δὲ ἐκχεῖ(ν)
τὸ δαψιλῶς τοῦτο ποιεῖν ση-
μαίνει· πολλάκις γὰρ τοῦτο
παρετηρήσαμεν, ὡς ἐν τῷ
“ἡ ἀγάπη τοῦ θ(εο)ῦ ἐκκέχυται ἐ(ν)
ταῖς καρδίαις ἡμῶν,” ἀντὶ τοῦ
’μεγάλως δέδοται‘ κατὰ τὸ εἰ-
ρημένον· “μύρον ἐκκενωθὲ(ν)
ὄνομά σου,” ὅπερ “ἐν πάσῃ τῇ γῇ
θαυμαστὸν” γέγονεν κατὰ τὸ(ν)
ψαλμῳδόν, πρὸ τούτου ἄχρι
μόνης τῆς Ἰουδαίας τὴν εὐ-
ωδίαν ἐκπέμπον, ὕστερον
δὲ ἐπὶ πάντας φθάσαν ὡς
λέγεσθαι· “ἐμεγάλυνας ἐπὶ πά(ν)-
τας τὸ ὄνομα τὸ ἅγιόν σου.”
ἀλλὰ καὶ τὸ “ἐκχεῶ ἀπὸ τοῦ πν(εύματό)ς
μου ἐπὶ πᾶσαν σάρκα” τῆς πλου-
σίως διδομένης χάριτος πα-
ραστατικὸν ὑπάρχει. λέγει οὖ(ν),
ὅτι ὀργῆς ἐπιπεμπομένης
κατ' ἀξίαν ἐπ' ἄρχοντας ἔκ-
χυσις ἀτιμίας ἐπ' αὐτοὺς ἔσται
τῶν ταπεινῶν ἰωμένων
παρὰ θ(εο)ῦ· αὐτὸς γὰρ ἐξ ἐντίμω(ν)
ἀτίμους ποιεῖ, ἐκ πενήτων
πλουσίους, ἐξ ἀσθενῶν δυνα-
331
τοὺς κατὰ τὸ “ἐγείρων ἀπὸ γῆ[ς]
πτωχὸν καὶ ἀπὸ κοπρίας ἀν[ι]-
στῶν πέν[η]τα.” ἐὰν δὲ ταπει[νοὺς]
λάβῃς τοὺς κατὰ γνώμην κα[ὶ]
προαίρεσιν, τούτους “εἰς ὕψ[ος]
ποιῶν” ἰάσατο τὴν δοκοῦσαν
συντριβὴν ἐκ τοῦ ἐξευτελίζε-
σθαι καταστήσας κατὰ τὸ “ὁ κα-
λῶν τὰ μὴ ὄντα ὡς ὄντα.” οὕ-
τω γοῦν λέγει· “〈ταπεινώθητε οὖν〉 ὑπὸ τὴν χεῖρα
τοῦ θ(εο)ῦ τὴν κραταιάν, ἵν' ὑμᾶς
ὑψώσῃ ἐν καιρῷ.” καὶ πάλιν·
“κ(ύριο)ς ὑπερηφάνοις ἀντιτάσσε-
ται, ταπεινοῖς δὲ δίδωσιν χά-
ριν.” τοὺς γὰρ τὴν τῆς ταπεινο-
φροσύνης ἀρετὴν κατορθώ-
σαντας εἰσάγει εἰς τὴν βασι-
λείαν τῶν οὐ(ρα)νῶν· αὐτὸς γάρ
ἐστιν, περὶ ο[ὗ] εἴρηται· “καὶ τοὺς
⸏ταπεινοὺς τῷ πν(εύματ)ι σώσει.”
ἀνακαλύπτων βαθέα ἐκ σκό-
⸏τους. εἰπὼν τὰ περὶ τῆς δη-
μιουργίας καὶ προνοίας διέ-
ξεισιν καὶ τὰ περὶ προγνώσε-
ως καὶ τοῦ ἀναποδράστου
αὐτοῦ ὡς καὶ τὰ ἐν ἀποκρύφῳ
πρατ[τ]όμενα ἐπισταμένου.
τούτῳ ὅμοιον τὸ ὑπὸ Δα(υὶ)δ
λεγόμενον· “κ(ύρι)ε, ἐδοκίμασάς με
καὶ ἔγνως με, σὺ ἔγνως τὴν κα-
332
θέδραν μου κα[ὶ] τὴν ἔγερσίν μου,
σὺ συνῆκας πάντας τοὺς διαλογι-
σμούς μου ἀπὸ [μα]κρόθεν·” οὐ
γάρ, ὅτε λογίζομ[αι,] γινώσκεις
τοὺς διαλογισμ[ο]ύς, ἀλλ' ὥσπερ
τῶν πραγμάτων προγνώ-
στης ὑπάρχεις, οὕτω καὶ τῶν
διαλογισμῶν. “ποῦ γὰρ πορευ-
θῶ ἀπὸ τοῦ πν(εύματό)ς σου, ἢ ἀπὸ τοῦ
προσώπου σου ποῦ φύγω; ἐὰν
ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ
εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν
ᾅδην, πάρει· ἐὰν ἀναλάβω
τὰς πτέρυγάς μου κατ' ὀρθὸν
καὶ κατασκηνώσω εἰς τὰ πέρα-
τα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ
χείρ σου ὀδηγήσει καὶ καθέ-
ξει με ἡ δεξιά σου.” ἀλλὰ καὶ
ὑπὲρ ταῦτα ἕτερόν τι λέγει
ἐν τῷ “εἶπα· ἄρα σκότος κατα-
πατήσει με,” ἀντὶ τοῦ ’κρύψει με‘.
ἀλλὰ καὶ τοῦτο πάλιν παιδεύ-
ων, ὅτι οὐ δύναται κωλῦσαι
τὴν γνῶσιν τοῦ θ(εο)ῦ, φησὶν ὅ-
τι “τὸ σκότος οὐ σκοτισθήσε-
ται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέ-
ρα φωτισθήσεται.” ἀν(θρώπ)οις μὲν
γὰρ ἡ νὺξ διαφορὰν ποιεῖ πρὸς
ἡμέραν, σοὶ δέ, ὦ κ(ύρι)ε, καὶ ταῦ-
τα πεφώτισται, ἀντὶ τοῦ ’φα-
νερὰ τυγχάνει‘· ὅπερ καὶ ὁ ἀ-
πόστολος φανερο[ῖ] λέγων·
333
“πάντα δὲ [γυμνὰ καὶ τετραχηλι]-
σμένα τοῖς ὀφ[θαλμοῖς αὐτοῦ.”]
καὶ ἐν τῷ Δαν[ιὴλ εἴρηται·]
“γιγνώσκων πά[ντα τὰ ἐν τῷ]
σκότει, καὶ τὸ φῶ[ς μετ' αὐτοῦ ἐ]-
στιν,” ὅ ἐστιν ὁ σ(ωτ)ὴ[ρ ἡμῶν, ὃς “φω]-
τίζει πάντα ἄν[θρωπον”. φα]-
νερὰ οὖν αὐτῷ [!!!!! !!!!!]
καὶ τὰ ενκατα[!!!!! !!!!!]
τὰς πρ[ά]ξεις τῶν [ἀ]ν[θρώπων]
τὰς ἐν ἀποκρύφ[ῳ] κα[ὶ σκότ]ε?[ι]
γιγνομένας φ[α]νερὰ[ς π]οι-
ῶν ὅτε δεῖ. δύν[α]ται δὲ καὶ τὰ
ἀ〈σ〉αφῆ τῶν λόγ[ω]ν κατὰ τὸ “νο-
ήσ〈ε〉ι τε παραβο[λὴ]ν καὶ σκο-
τεινὸν λόγον” ἀπ[οκα]λύψαι διὰ
φωτισμοῦ ἐν δι[αν]οίᾳ [γεν]ο-
⸏μένου.
ἐξήγαγε〈ν〉 δὲ εἰς φ[ῶς] σκιὰν θανά-
⸏του. σκιὰν θανά[το]υ νῦν τὴ(ν)
κακίαν λέγει τὴ[ν ἐ]πικεκρυμ-
μένην καὶ ἐνερ[γου]μένην
μετὰ δόλου πρός [τιν]ος ὡς αὐ-
τὸν λέγεσθαι τὴν [σ]κιὰν τοῦ
θανάτου· πολλάκι[ς γ]ὰρ τῷ τῶ(ν)
ἕξεων ὀνόματι [οἱ ἐ]νεργοῦ(ν)-
τες σημαίνονται, [ὡς] ὁ δίκαι-
ος δικαιοσύνη καλ[εῖ]ται ἐν
τῷ “ἵνα ἡμεῖς γε[νώ]μεθα
δικαιοσύνη θ(εο)ῦ ἐν α[ὐ]τῷ”. καὶ
τοὺς ἔχοντας δὲ ἀγά[π]ην ὁ ἀπό-
στολος τῶι ὀνόματι τ[ῆ]ς ἀγάπης
ἐδήλωσεν λέγων· “ἡ ἀγάπη
334
[μακροθυμεῖ, οὐ] φυσιοῦται, οὐ
[περπερεύετ]α?ι, οὐ λογίζεται τὸ
[κακόν, πάντ]α πιστεύει.” ταῦτα δὲ
[οὐ περὶ τῆς ἕ]ξεως λέγει, ἀλλὰ πε-
[ρὶ τοῦ ἔχοντ]ο?ς τὴν ἀγάπην.
[εἶτα δὲ πά]λιν ἐπιλέγει· “ἡ ἀγά-
[πη οὐδέπο]τε πίπτει·” καὶ οὐ μέ-
[γα ὅτι ἀρετὴ “ο]ὐ πίπτει”· οὐ πέφυκε(ν)
[!!!!! !!, ἀλ]λὰ περὶ τοῦ [ἐ]ν ταύτῃ τε-
[θεμελιωμέν]ου λέγει· [ἐ]ς ὅσον γάρ
[τις ἔ]χ?ε?τ[αι] αὐτῆς, ἄπτωτός ἐ-
σ[τιν!] ἐὰν [οὖ]ν λέγῃ “τὴν σκιὰν
τ[οῦ θ]ανάτ[ο]υ εἰς φῶ[ς] ἄγειν”, οὐ
τὴν κακί[α]ν, ἀλλὰ τὸν ἐνεργοῦν-
τα αὐτὴν [λέ]γει κατὰ τὸ “ἦτε γάρ
ποτε σκ[ότος,] νῦν δὲ φῶς ἐν κ(υρί)ῳ”.
ὅτε γὰρ σ[κό]τος ἦσαν ἐν ἀγνοί-
ᾳ [ὄ]ντες, [σκι]ὰ θανάτου ἐτύγχανο(ν).
ὅτε δὲ μ[ε]ταγνόντας ἐφώτισε(ν),
τότε ἀπ[ὸ τ]ῆς σκιᾶς τοῦ θανάτου
αὐτοὺς ἐ[ξ]ήγαγεν, ἵνα λεχθῇ
περὶ αὐ[τῶ]ν· “ἐν οἷς ἐστε ὡς φω-
στῆρες [ἐν] κόσμῳ,” οἵτινες “ἀπο-
θέμεν[οι] τὸ ψεῦδος”, ὅ ἐστιν ’σκό-
τος‘, “ἀλ[ήθ]ειαν λαλοῦσιν”, ὅπερ
⸏ὑπάρχε[ι] φῶς.
πλανῶ[ν] ἔθνη καὶ ἀπολλύων
⸏αὐτά. ἡ πλάνη ὁμώνυμός ἐ-
στιν. λέ[γε]ται γὰρ καὶ ἡ ἀπάτη πλά-
νη, λέ[γε]ται καὶ ἡ ἀνομία, κατὰ
τὸ λεγ[ό]μενον· “καὶ ἐγένοντο πλα-
νῆτα[ι] ἐν τοῖς ἔθνεσιν.” πλανᾷ
δὲ θ(εὸ)ς [οὐ]κ ἀσυμφόρως τοῦτο ποι-
ῶν, ἀλλ' ἀπὸ τῆς κακίας ἀποσπῶν.
335
εἰ δὲ καὶ τὸ “π?[αραδοῦναι εἰς ἀδόκι]-
μον νοῦν” π[λανᾶν λέγει, καὶ]
τοῦτο οὐκ ἀσυμ[φόρως ποιεῖ, ὡς]
ἔστιν ἀκοῦσαι λέ?[γοντος τοῦ κ(υρίο)υ·]
“ἰδοὺ ἐγὼ πλαν[ῶ αὐτήν”, ὅ ἐστι(ν)·]
ἐπεὶ ἐπὶ τὰ κακ?[ὰ τρέπεται,]
τῆς σωτηρίας ἐπιμ[ελούμενος]
αὐτῆς διαστρέφ[ει] α?[ὐτήν, ἀντὶ τοῦ]
τὴν εὐοδουμέ[νην ἐν κακοῖς]
ψυχήν. διαστρέ[φε]ι? [δὲ πλάνην]
χρησίμην αὐτ[ῇ] ἐν[τιθείς.]
τῷ δ' αὐτῷ τρόπῳ [κ]αὶ α?[ὐτὸν]
τὸν φαῦλον ἢ κολ[ά]σει ὑπ?ο?[βάλ]-
λων ἢ διὰ ἐπισ[τρο]φ?ῆς ἀπο?[λλύ]-
ων τὴν ἐπὶ κακ[ὰ αὐ]τοῦ ἕξ?[ιν]
ἀπολλύειν τοὺς φ[αύ]λους λ[έγε]-
ται. ἑκατέρως ο[ὖ]ν ὁ θ(εὸ)ς ἀπ[όλ]-
λυσιν τὰ ἔθνη ἢ τ?[ι]μ?ωρ[ούμε]-
νος αὐτὰ ἢ ἀπολλύων 〈τὴν κακίαν αὐτῶν〉. οὕτω
καὶ “ζητῆσαι καὶ σῶ[σ]αι τὸ ἀπ[ολω]-
⸏λὸς ἐλήλυθεν”. [κα]ταστρ[ων]-
νύων ἔθνη καὶ κ[αθ]οδηγ[ῶν]
⸏αὐτά. τῶν τιθεμέ[ν]ων πρ[όν]ο?ι?-
αν καὶ λεγόντων θ?[εὸ]ν διοικεῖ(ν)
τὰ ὅλα διαφορὰ φέ?[ρε]ται· οἱ μὲ(ν)
γὰρ λέγουσι τὸ καθόλου διοικεῖ(ν)
θ(εό)ν, οὐ μὴν τ〈ὰ〉 κα[θ'] ἕκαστα· ἡ-
μεῖς δὲ καὶ τοῦτο λ[έ]γομεν.
χρῶνται δὲ καὶ παρ[α]δείγματι
τοιούτῳ· ὁ ἀγορανόμος, φασίν,
προνοεῖται τῆς πόλεως, τὰ
ὤνια δαψιλῆ ποιεῖ, τὴν ἄλ-
λην διοίκησιν οὐ μέντοι φερε
336
[!!!!! !!!!! !!!!] τῷ δήμῳ τῆς
[πόλεως. !!!!! κα]ὶ? περὶ δημιουρ-
[γοῦ φασιν ἐκ]εῖνοι, ὅτι τὰ γένη
[τῶν ὄντων δ]ημιουργεῖ, οὐ μέντοι
[τὰ καθ' ἕκαστα.] ἡμεῖς δὲ καὶ τοῦ-
[το λέγομεν] ἀκούοντες τοῦ “ὅ-
[τι σὺ ἐπο]ίησάς με” καὶ “αἱ χεῖρές
[σου ἔπλα]σάν με καὶ ἐποίησάν
[με” καὶ “πρὸ τ]οῦ με πλάσαι σε ἐν
[κοιλίᾳ ἐπίσ]ταμαί σ[ε”, ὃ] ἐκεῖνοι
[φέρουσ]ι?ν [ἐ]π?ὶ τὸν τρ[ό]πον τῆς
[πλάσε]ως?, [ο]ὐ μὴν τ[ό]νδε ἢ τό(ν)-
[δε σφ]αλλ[ό]μενοι. τὸ ’καταστρω(ν)-
[νύ]ειν‘ οὖ[ν] τοῦτο δηλοῖ· αὕτη
[γὰ]ρ ἡ λέξι[ς κ]αὶ ἐπὶ τῶν ἐνγραφο-
[μέ]νων [τῇ] πολιτείᾳ παραλαμ-
[βά]νεται. [ὃ λ]έγει ἐστὶν ὅτι προνοί-
[ᾳ θ(εο)]ῦ? εὖ καὶ τ[ετ]αγμένως ἅπαντα
[!!!]εῖται [κ]αὶ ἐπὶ τῶν καθ' ἕκα-
[σ]τα τοῦτο ποιῶν· τοῦτο γὰρ δη-
[λ]οῦται μ[ά]λιστα ἐκ τοῦ “καθοδη-
[γ]ῶν αὐτά”.
οὐ] μὴν δ[ὲ ἀ]λλ' ἐγὼ πρὸς κ(ύριο)ν λαλή-
σω,] ἐλέγ[ξ]ω δὲ ἐναντίον αὐτοῦ,
⸏ἐὰν βού[λη]ται. ⸤αἰτιασάμενος αὐ-
τοὺς ὡς [σ]φαλλομένους φησὶ(ν)
ὅτι “πρὸ[ς κ](ύριο)ν λαλήσω” τὸ εὐπαρη-
σίαστον [ἑ]αυτοῦ δεικνύς. τὸ δὲ “ἐ-
λέγχω ἐναντίον αὐτοῦ” ἀντὶ
τοῦ ’ἀπο[δε]ίκνυμι τὰ κατ' ἐμαυτόν,
εἰ καθ' ὑπόθεσιν ἤθελεν· οἶδα
γὰρ ὅτι αὐτὸς τὴν αἰτίαν τῆς κα-
κώσεως ἐπίσταται‘. ὅμοιον τού-
τῳ τὸ “ἄρτι γὰρ ἀν(θρώπ)ους πείθω 〈ἢ θεόν〉;” καὶ
τὸ “ὁ δὲ ἀνακρίνων με κ(ύριό)ς ἐστιν”.⸥
337
οὐ μικροῦ δ[ὲ !!!!! !!!!! !!!!!]
ἀλλὰ τελείου κ[αὶ ὡς ὁ θ(εὸ)ς ἐν ἀρχῇ]
ἐμαρτύρησεν [“δικαίου καὶ ἀμέμ]-
πτου” τὸ λέγειν [“πρὸς κ(ύριο)ν λαλήσω”]
καὶ τὸ “ἐλέγξω δ[ὲ ἐναντίον αὐ]-
τοῦ, ἐὰν βούλητ[αι”. χωρὶς γὰρ τῆς]
αὐτοῦ βουλήσεως [ποιῆσαι τοιοῦτό]
⸏τι οὐ θεμιτόν. [ὑμεῖς δέ ἐστε ἰατροὶ]
⸏ἄδικοι καὶ ἰατ[αὶ κακῶν πάντες.]
⸤ἄδικο[ς] ἰατρός ἐ[στι κατὰ τὸ πρό]-
χειρο[ν] ὁ ἄλλα β[οη]θή[ματα πα]-
ρὰ τὰ σ[υ]μφέρον[τ]α π[ροσ]άγω[ν]
τοῖς κάμνουσιν. [δι]ττῶ[ς] δὲ τ[οῦ]-
το γίνεται, ἢ ἐξ [ἀ]πειρίας τοῦ ἰ-
ατροῦ ἢ κακοη[θεί]ας. οὗτοι δ[ὲ]
οἱ ἐλεγχόμενο[ι ἔλ]εγον ἐξ ἀμ[α]-
θίας μᾶλλον ἢ [ἐκ] κακουρ[γ]ί[ας]
τῷ Ἰὼβ ὅτι ’δι' ἁμ[α]ρτήμ[ατα] π[ά]-
σχεις‘, οἰόμενοι π[α]ρακλήσεως
προσάγειν λόγους, ἄδικοι οὖν
κατὰ τὸ ἀγνοεῖν [τ]ὴν αἰτίαν. τ[ὸ]
δὲ “ἰαταὶ κακῶν π[ά]ντες” εἴη ἂ[ν]
⸏λέγων κατὰ τῶν οἰομένων μεγάλα περὶ
ἑαυτῶν ὡς δυναμένων ἰάσασθαι τὰ
περιστατικῶς ἑτέροις συμβαίνοντα.⸥
εἴη δὲ ὑμῖν κωφ[εῦ]σαι, καὶ ἀπο-
⸏βήσεται ὑμῖν εἰς [σο]φίαν. εὔχε-
ται αὐτοὺς καιρῶ[ν] ἐπιστήμη[ν]
ἔχειν ὅτε δεῖ λαλ[ο]ῦντας καὶ
ὅτε δεῖ σιωπῶντα[ς,] ἐγνωκό-
τας ὅτι σφάλλοντ[αι!] τοῦτο γὰρ
αὐτοῖς σοφίας ἀρχὴ καὶ προοί-
μιον γενήσεται. εἰ γὰρ μάθοι-
εν, ὅτι ἔστι καὶ ἑτέρως θλίβεσθαι
ὑπὲρ τοῦ ἀναφανῆναι τὴν ἐνοῦ-
σαν ἀρετήν, σοφία αὐτοῖς ἔσται.
338
[!!!!! !!!!! !!!!!]υ?σ?ιν φρονη
[!!!!! !!!!! !!!]α?ι? τὸ ἐπέχειν πε–
[!!!!! !!!!! !!]!, καθὰ ἐν Παροι-
[μίαις λέγεται·] “ἀνοήτῳ ἐπερω-
[τήσαντι σοφ]ίαν σοφία λογισθή-
[σεται.” ὅταν] γ?άρ τις ἐπιγνῷ, ὅτι χρῄ-
[ζει παιδευμ]ά?των καὶ διδασκά-
[λου τοῦ φω]τ?ίζοντος, ἀποβήσε-
[ται αὐτῷ εἰς σο]φίαν. ὥσπερ γὰρ
[ὁ λέγειν δυνά]μενος π[ε]ρὶ σοφίας
[καὶ διδ]ά?σκ?[ει]ν σοφός [ἐ]στι καὶ
δι[δάσ]καλ[ος,] οὕτως ἀπὸ μέρους
σοφ[ό]ς ἐστ[ι]ν ὁ δυνάμενος ἐρω-
τῆσαι ἃ δ[εῖ] ἐρωτῆσαι. “ἀνόη-
τον” δ' αὐ[τὸν] εἶπεν οὐχ ὡς πά(ν)-
τῃ ἐστερ[ημ]ένον, ἀλλ' ὡς ἔχο(ν)-
τ[ά] τι ἐλλεῖπ[ο]ν. ὅμοιον τῷ “εἴη
δ[ὲ] ὑμῖν [κ]ωφεῦσαι” τὸ “καιρὸς
τοῦ σιγᾶν” 〈— — —〉
⸏επι “καιρὸς” δὲ “τοῦ λαλεῖν”.
ἀκούσατε [ἔ]λεγχον στόματός μου,
κρίσιν δ[ὲ] χειλέων μου προσ-
έχετε. ⸤στ[ό]μα καὶ χείλη ἀντὶ
τοῦ λόγο[υ] φησίν. ἐλέγχει δὲ ὁ ἅγι-
ος ὡς ἅγ[ιο]ς καὶ κρίνει ὡς πρέ-
πει αὐτῷ· ἐπιστημονικῶς καὶ
νομίμως χρῆται τῷ ἐλέγχῳ
καὶ τῇ κρ[ί]σει· οὐ γὰρ ἄκαιρον ἔλεγ-
χον ἔχε[ι] ὁ δίκαιος οὐδὲ ψευδῶς
τοῦτο ποιεῖ, ἀλλὰ κεκριμένως.
“στόμα γὰρ δικαίου μελετήσει
σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λα-
λεῖ κρίσιν. ὁ νόμος τοῦ θ(εο)ῦ αὐτοῦ
339
ἐν καρδίᾳ α[ὐτοῦ, καὶ οὐχ ὑπος]-
κελισθήσεται [τὰ διαβήματα αὐ]-
τοῦ.”⸥ ὅτι γὰρ ὁ ν[όμος τοῦ θ(εο)ῦ ἐν τῇ]
καρδίᾳ τοῦ δικ[αίου ἐστίν, σο]-
φίαν μελετᾷ κα[ὶ τὰ διαβήματα]
οὐχ ὑποσκελίζο[νται, ὅ ἐστιν ’αἱ]
πορευτικαὶ τῆ[ς] ψυ[χῆς δυνάμεις‘.]
τοιοῦτόν τι κα[ὶ σημαίνει τὸ]
τῶν [Π]αροιμιῶ[ν λόγιον “λογι]-
σμο[ὶ] δικαίων [κρ]ίμ[ατα”. τῶν δὲ]
λογι[σ]μῶν το[ιο]ύτω[ν ὄ]ν[των]
ἀκολουθεῖ καὶ τ[ὸ]ν λόγ[ο]ν εἶν[αι]
τοιοῦτον· “ὁ γὰρ ἀ[γ]αθὸς ἄνθρω-
πος ἐκ τοῦ ἀγαθ[οῦ] θησαυροῦ [τῆς]
⸏καρδίας προφ[έρε]ι τὸ ἀγαθό[ν.]”
πότερον οὐκ ἔν[α]ντι κ(υρίο)υ λα[λεῖτε,]
ἔναντι δὲ αὐτ[οῦ] φθέγγ[εσθ]ε
⸏δόλον, ἢ ὑποσ[τε]λεῖσθε;
ἀπὸ τῆς συνειδήσεως αὐτῶν
⸤ἀπάρχεται τοῦ [ἐ]λέγχου διδά-
σκων αὐτούς, ὅτ[ι] πᾶν ὃ προφ[έ]-
ρουσιν ὁρῶντ[ος] τοῦ θ(εο)ῦ φθέγ-
γονται· ἀλλὰ καὶ τ[ὸ]ν δόλον ὡ[ς]
κατέναντι αὐτ[οῦ] προφερόμ[ε]-
νον αὐτοῖς ἀπα[γ]γέλλει διορθ[ώ]-
σεως ἕνεκεν, ἵνα παύσωντ[αι]
τῆς τοιαύτης διαθέσεως ὡς
ἔχοντες τὸν ἐφορῶντα κ(ύριο)[ν.]
καὶ τῆς τόλμας οὖν αὐτοὺς ἀ-
ποκωλύει,⸥ ὅτι καθάπερ ἄν(θρωπ)ον
ὑπεστέλλοντο τὸν θ(εὸ)ν κρύπτ[ον]-
τες τὸν δόλον καὶ ἐναντίον
αὐτοῦ φθεγγόμενοι. δόλον δὲ
340
[ca. 11]!!ν?με?[!]!νοι
[ca. 10 χ]ρήσιμα τὰ ῥήμα-
[τα πρὸς τοὺς ψ]ευδομένους καὶ
[δόλῳ χρωμέ]ν?ους, περὶ ὧν καὶ Δα(υὶ)δ
[λέγει· “τῶν λα]λούντων εἰρήνη(ν)
[μετὰ τῶν πλ]ησίον αὐτῶν, κακὰ
[δὲ ἐν ταῖς] καρδίαις αὐτῶν.”
ὑμεῖς δὲ αὐ]τ[οὶ] κριταὶ γένεσθε.
καλόν γε, ἐὰν] ἐξιχνιάσῃ ὑμᾶς.
[λέγοι ἄν τις] ὅτι ’πῶ[ς] ο?ἷς εἶπε(ν)
[ἄρτι τὸ “ὑ]με[ῖς] δέ ἐστε [ἰ]ατροὶ ἄ-
[δι]κοι” καὶ “π[ότε]ρον οὐκ ἀ[π]έναντι
[κ](υρίο)υ λα[λ]εῖτε, ἔναντι ⟦α⟧ δὲ αὐτοῦ
φθέγγεσθε δόλον;” λέγει νῦν·
“[ὑ]μεῖς δὲ α[ὐ]τοὶ κριταὶ γένεσθε”;‘
πρὸς ὃ λε?[κτέ]ο?ν, ὅτι ἕκαστος τῶ(ν)
[ἁ]μαρταν[όν]των ἡδονῇ θελ-
[γ]όμενος τὸν ἔφορον τοῦ θ(εο)ῦ
ὀφθαλμὸν οὐχ ὑπείδεται.
ἐπὰν δὲ δίκαιος καὶ σοφὸς
ἀνὴρ ἢ καὶ ἄλλος οὐ τοιοῦτος
προ〈κ〉αλῆται τὸ συνειδὸς τοῦ ἁ-
μαρτάνο[ν]τος ἐνάγων αὐτὸ(ν)
〈εἰς〉 τὸ διακεῖσθαι, ὅτι ὁρᾷ ἑκάστου
τὰ ἐνθυμήματα ὁ θ(εό)ς, πλήττει
αὐτὸν εἰς σ[υ]ναίσθησιν. τοῦτ' οὖ(ν)
αὐτὸ ποιε[ῖ] ὁ ἅγιος λέγων· “ὑμεῖς
δὲ αὐτοὶ κ[ρ]ιταὶ γένεσθε. καλό(ν)
γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς.” οἱ γὰρ
συνειδότ[ε]ς ἑαυτοῖς σφάλματος
οὐδ' ὑπὸ δικαίου ἀνδρὸς ἐραυ-
νηθῆναι βούλονται, μή τί γε
δὴ τοῦ θ(εο)ῦ· ἁγίων γὰρ τοιοῦτόν
ἐστιν κατὰ τὸν Δα(υὶ)δ λεγόντω(ν)·
341
“πύρ[ω]σον τ[οὺς νεφρούς μου καὶ]
τὴν καρδίαν [μου.]”
εἰ γὰρ τὰ πάντ[α ποιοῦντες προς]-
τεθήσ〈εσθε〉 α[ὐτῷ, οὐθὲν ἧς]-
σον ἐλέγχει ὑμ[ᾶς. ⸤’κἂν τὰ πάν]-
τα ποιήσαντε[ς ἃ δεῖ ποιῆσαι]
προστεθῆτε αὐτῷ‘—[ἀντὶ τοῦ ’οἰ]-
κεῖοι αὐτοῦ κατασ[τῆτε‘—, ’ὑπόκει]-
σθε πάλιν ἐλ[έγχῳ δι' ἀγνο]-
ήματα.‘ τοῦτο [γοῦν ὁ μακάρι]-
ος ἀπόστολος ἔ[λ]εγ[εν· ’“οὐδὲν]
ἐμα[υ]τῷ σύνοιδα, ἀλ[λ'] οὐκ [ἐν]
τούτῳ δεδικαίωμαι.”⸥ ἐγχωρεῖ [με]
γὰρ παριδεῖν τ[ι τ]ῶν ἀγνοη[μά]-
των, καὶ οὐ δεδ[ι]καίωμαι δ[ι' ἐ]-
κεῖνο. ὅσον δὲ δ?[οκ]ῶ μηδὲ[ν]
ἐμαυτῷ συνειδ[έν]αι, δοκῶ [ἀν]-
υπεύθυνος εἶναι. ο[ὐ]κ ἐμο?[ῦ δὲ ἡ]
κρίσις δείκνυσίν με δεδικα[ι]-
ωμένον, ἀλλ' ἡ τοῦ θ(εο)ῦ.‘ βεβαι[οῖ]
τὸ τοιοῦτον καὶ ὁ μακάριος Δα(υὶ)[δ]
λέγων· “παραπτώματα τίς συ[νή]-
σει; ἐκ τῶν κρυφίων μου καθ[ά]-
ρισόν με.” καὶ γὰρ τῷ ὄντι ἁμαρ-
τήματα μὲν γιγνώσκει τις, π[α]-
ραπτώματα δ[έ,] ἅπερ τρόπο[ν]
τινὰ ἀκούσιά ἐστ[ι]ν, δυσκόλω[ς]
συνίησίν τις. ’καὶ ἐὰν οὖν,‘ φ[η]-
σίν, ’πάντα ποιήσητε πρὸς
καθαρότητα, ἐκ τῶν ἀκουσ[ί]-
ων ὡς θ(εο)ῦ κρίνοντος ἕξετε
τὸν ἔλεγχον.‘ δι' ὅπερ καὶ ὁ κ(ύριο)ς
τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν·
“ὅταν πάντα ποιήσητε, εἴπα-
τε· δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὀφείλο-
342
[μεν ποιῆσαι, πεποι]ήκαμ[ε]ν.”
εἰ δὲ καὶ κρυφῇ π]ρόσωπα θαυμά-
σετε, πότερ]ον οὐχὶ δεινὰ αὐ-
τοῦ στροβήσ]ει ὑμᾶς, φόβος δὲ
παρ' αὐτοῦ ἐ]πιπεσεῖται ὑμῖν;
⸤[ὁ ἄριστος κριτ]ὴς πραγμάτων ἐστὶ(ν)
[ἐξεταστής,] οὐκ εἰς πρόσωπα βλέ-
[πει τῶν] κρ[ι]νομένων. ἐὰν γὰρ
[ὦσιν οἱ κρινό]μενοι πλούσιοι
[ἢ ἄρχοντες] ἢ ἄλλην ὑπερέχο(ν)-
[τες ἀξίαν, οὐκ] εἰς [τ]ὸ πρόσωπον αὐτῶ(ν)
[σ]κοπεῖ, ἀλλ' εἰς τὰς πρά[ξ]εις, ἃς κρί-
νει.⸥ τοῦτο καὶ ἐν τῇ ἐπιστολῆι
τῇ καθολικῇ φέρεται· “θαυμάζο(ν)-
[τ]ες πρόσω[π]α ὠφελείας χάριν”,
δῆλον δ[ὲ ὅτ]ι οἱ δωροδόκ〈ο〉ι δι-
καιοῦντε[ς] τὸν ἀσεβῆ ἕνεκεν
δώρων καὶ τὸ δίκαιον τοῦ δι-
καίου αἴροντες. θεὸς δὲ προσ-
τάττων οὐχ οὕτω βούλεται, ἀλλὰ
νομοθετεῖ· “κατὰ τὸν μέγαν καὶ
τὸν μικρὸν κρινεῖς, οὐ λήμψει
πρόσωπον”, τοῦ πλουσίου δη-
λονότι, καὶ “πένητα οὐκ ἐλεή-
σεις ἐν κρί[σ]ει.” καὶ ἑτέρωθι δὲ
λέγεται· “δ[ι]καίως τὸ δίκαιον δι-
ώξει.” ⸤οὔτε γὰρ πλουσίῳ προστί-
[θ]εσθαι δεῖ οὔτε πένητος τὴ(ν)
[ἔ]νδειαν [ἐ]λεοῦντα παρορᾶ(ν)
τὸ δίκαιον.⸥ ἔργον δὲ ὀρθοῦ κρι-
τοῦ τυγχάνει, καθάπερ καὶ τῇ πε-
ρὶ τοῦ Δα(υὶ)δ ἱστορίᾳ παραδέδοται,
ἵνα μετὰ τὰς κρίσεις καὶ ἐκβάσεις
343
τῶν πραγμ[άτων, εἰ συμβαίη πέ]-
νητα εἶναι ἢ τ[ὸν ἀγνοήσαντα τὸ]
δίκαιον ἢ ἀδι[κ]ο[ῦντα, παρακα]-
λεῖν τὸν πλούσιο[ν ὥστε φιλαν]-
θρωπίαν εἰς αὐτ[ὸν ἐνδείξασθαι.]
ἑτοιμότερος δὲ ἔ[σται πρὸς τοῦ]-
το τὴν ὀρθότητα [τοῦ κριτοῦ ἀπο]-
δεχόμενος. οὕτω γο[ῦν λέγεται]
περὶ τοῦ Δα(υί)δ· “π?[οιῶν κρίμα καὶ]
δικα[ι]οσύνην”[!!!!!…
…
The complete text is available when the reading interface loads.