The Greek Library Catalogue

Anonymous

Commentarii in Ecclesiasten

Edition reference
Commentarii in Ecclesiasten (11–12), ed. G. Binder and L. Liesenborghs, Didymos der Blinde. Kommentar zum Ecclesiastes, pt. 6 [Papyrologische Texte und Abhandlungen 9. Bonn: Habelt, 1969]: 2–244.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

316

(11,1b) καὶ λέγει ὅτι “ἴσ〈θ〉ι ὅτι ἐν πλήθει ἡμερῶνσου εὑρίσκεις τοῦτον τὸν ἄρτον”.

οὐ μέχρι τοῦ | παρόντος ζῆν “ἐνεργεῖ” καὶ τρέφει,ἀ?λλὰ καὶ “ἐν πλήθει ἡμερῶν”.

δυνατὸν δὲ καὶ | τοῦτο ὅτι, ὅσω?ν φωτισμοὶ πολλοὶ γί-

νο?νται ἀπὸ τοῦ “ἡλίου τῆς δικαιοσύνης”, “πλῆ|θος ἡμερῶν”ἔχεις κατὰ τὸ “μακρότητι ἡμερῶν ἐνπλήσω αὐτὸν” καὶ “ἔσῃ

πολυ|ήμερος”. “εὑρήσεις τὸν ἄρτον ἐν τῷ π[λή]θει τῶν ἡ-

μερῶν”. ἔτι μᾶλλον καὶ μᾶλλο(ν), | ὅσον “φωτίζῃ”, “εὑ-ρίσκεις” τὸν τῆς ἀληθεί[ας] “ἄρτον”, τὸν “τῆς ζωῆς”, ἵνα

ἡ σπορὰ τῆς δικαι|οσύνης τὸ “ὕδωρ” ἦν καὶ μετὰ σπορὰ?ν?

τῆς δικαιοσύνης, “ἐπάνω”, σπείρῃς τὸν | τρύγητον καὶ τοῦ“φωτὸς τοῦ ἀληθινοῦ” τὴν γνῶσιν.

317

ἐπερ()· “ἐπὶ” ψεκτοῦ “ὕδατος” | “ἐνεργήσει” ὁ “ἄρ-[τ]ος” ὁ ἐπαινετός; —οὐ λέγομεν “ἐπ?ὶ?” ψεκτοῦ “ὕδατος”, ἀλλ' ὥσπερ λέ|-

γομεν τὸ[ν] “ἐν ἀγνοίᾳ” καὶ “σκότει πορευόμενον?” προσ-

ιέναι τῷ “φω?τὶ” καὶ οὐ λέγομε(ν) | ὅτι μένοντ?ε?ς “ἐν ἀ-γνοίᾳ” καὶ “ἀγνωσίᾳ” πλησιάζουσιν τῷ “φωτί”· [ὁ] σ?υν-

δ?[υα]ς|μ[ὸ]ς λύει καὶ τὰ πρῶτα. οὕτω γοῦν καὶ τὸ “δεῦτε

πρὸς ἐμὲ πάντες οἱ κοπιάσαν|τες καὶ πεφορτισμένοι”, οὐχ

ἵνα μείνητε “πεφορτισμένοι”, “ἐγὼ” γὰρ “ἀναπαύ|σω ὑμᾶς”.κα?ὶ τό γε παράδοξον· ὁ σὺν ἡ[δ]ονῇ πράτ[τ]ων τὴν ἁμαρτί-

[αν] βαρυτάτην | οὖσαν οὐ βαρεῖται, οὐ “φορτίζεται”, οὐ

δοκεῖ κακὸν ὑ?φ?ί?[στ]ασθαι. ὅταν δὲ αἰσθηθῇ οἷο(ν) | βάροςκαὶ ἄχθος ἔχει ἡ ἁμαρτία, τότε “φορτίζεται” καὶ [“κοπι-

ᾷ”] καὶ π?ρ?[όσ]εισιν τῷ “ἀνα|παύοντι”. τοιοῦτόν ἐστιν καὶ[τ]ὸ ἐν [Ἰσ]αΐᾳ λεγόμενον [ὅτι “ἐκο]π?[ί]ασεν Αἴγυπτος,

ἐμπορί|α Αἰθιόπων”—κατὰ κοινοῦ δηλονότι? ἢ “ἐμπορία” ἢ

“ἐμ?[πόρια”—“κ]α?ὶ? ο?ἱ? Σαβαὶτ ἄνδρες | ὑψηλοὶ”—κα?[ὶα]ὐ?τοὶ “ἐκοπίασαν?”· καὶ λέγει εὐθέως ὅ?τ?ι? [“ἐπὶ σὲ” προσ-

ία]σιν, ὅτε. “ἐκοπί|ασαν”· ὅτε προσεληλύθασι[ν, τότ]ε?

“προσκυνήσουσίν σοι” !!!![!!!!!]ε?!!!![!!]!![?] | ἀδύνα-τόν ἐστιν προσ[ιέναι] τῷ “φωτὶ” ![!!!!]!!![!] κα?ὶ? [τῇ]

ἀρετῇ τὸν μ?!!!!!ο(ν)|τ[α] “ἐν τῇ ἀγνοίᾳ” καὶ κακίᾳ·ὅσον γὰρ ἥδεται καὶ τέρπεται οὐ πρόσεισιν.

11,2a δὸς μερί|δα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ. θεωρεῖς ὅτι ἡ ἐπιφορὰ τοῦ ἑξῆς στίχου οὐκ ἐπιτρέ-

πει | πρὸς ῥητὸν τὸ “ἐξαπόστειλον τὸν ἄρτον σου” λαβεῖν.

“δίδωσιν μέρος τοῖς ἑπτὰ” ὁ προσιέ|μενος τὴν παλαι-ὰν γραφὴν τὴν πρὸ τῆς ἐπιδημία〈ς〉 τοῦ σ(ωτῆ)ρ(ο)ς· κα-

λεῖται δὲ “ἑπτὰ” δι|ὰ τὸν σαββατισμόν. “δίδωσιν μέρος

τοῖς ὀκτὼ” ὁ παραδεξάμενος τὴν τ[οῦ] σ(ωτῆ)ρ(ο)ς | ἀνά-στασιν· μετὰ γὰρ τὸ σάββατον γενομένη α?ὕτη ἐστίν.

οἱ Ἰουδαῖοι “το[ῖς] ἑπτὰ | διδόντες” οὐ “δεδώκασιντοῖς ὀκτὼ” [κ]αὶ διὰ τοῦτο οὐκ ἐσώθησαν. οἱ ἀπὸ τῶν |

αἱρέσεων πάλιν παραιτοῦνται τὸν νόμον καὶ τὴν παλαιὰν

γραφήν· [δι]ὰ τὸ | μὴ “διδόναι τοῖς 〈ἑπτὰ〉 μερίδα” ἐξ-

έπεσαν [τ]οῦ σκοποῦ. καὶ ἵνα ἀκριβέστερον ε[ἴ]πω, | οὐ-δὲ ὁ Ἰουδαῖος μὴ “διδοὺς τοῖς ὀκτὼ μερίδα δίδωσιν τοῖς

ἑπτά”, οὐδὲ ὁ ἀπὸ τῶν ἐθνῶ(ν) | “δίδωσιν τοῖς ὀκτὼ” μὴ“διδοὺς μέρος [τ]οῖς ἑπτά”, τοῖς προαναφωνήσασιν τὴν |

ὀγδοάδα. καὶ ὥσπερ ἐὰν λέγομεν ὅ[τι] ἔστιν ἦθος ἔχειν

ῥερυθμισμέν[ο]ν ἄνευ | θείας γνώσεως καὶ δοκεῖν θείαν

318

γνῶσιν ἔχειν ἄνευ πρακτικοῦ βίου, | καὶ λέγομεν ὅτι πρα-κτικὸς βίος ἄνευ γνώσεως, θεωρητικὸς β?[ίο]ς ἄνευ πράξε-

ως, | τὸ δὲ ὅλον οὐδὲ οὗτος ὠφελεῖ οὐδὲ ἐκεῖνος. ἐκεῖ-

νος γὰρ τοῦ συνεζευγμένου ἀπο|λειπόμενος ἀσθενέστερός

ἐστιν καὶ ἀνωφελής. ὁ ἐκκλησι[α]στικῶς μόνως | φρονῶν,ἐκεῖνος “δίδωσιν καὶ τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ μερίδα”.

ἑτερολέξως ἐ?ν? τῷ | Μιχέᾳ λ[έξ]ι?[ς] δ?[ι]άνοιαν ταύ-την ἔχουσα· λέγει ἐκεῖ γὰρ “καὶ αὕτη ἔσται εἰρήνη, ὅτ-

αν | Ἀσσοὺρ ἐ[π]έλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν δράμῃ

ἐπὶ τὰ ὅρια ὑμῶν, | καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ

ποιμένες καὶ ὀκτὼ δήγματα ἀν(θρώπ)ων, καὶ ποιμα|νοῦσιντὸν Ἀσσοὺρ {καὶ} ἐν ῥομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρὼν ἐν

τῇ τάφρῳ | 〈αὐτῆς〉”. τὸ μέρος τ?[οῦ] ῥ?[η]τοῦ τούτου τινὲς

ἐξήτασαν λέγοντες ὅτι ‘πῶς “εἰρήνη” γί|νεται, “ὅταν ἐπ?-[έλ]θ?ῃ ἐπὶ τὴν γῆν” τῆς ψυχῆς ἡμῶν “ὁ Ἀσσοὺρ κ[α]ὶ ὅταν

ἐπιβῇ | ἐ[πὶ] τὰ ὅρια” αὐτῆ[ς]; τ?ότε τάραχον ἐργάζεται’.

[καὶ] ἔλεγον τοῦτο ὅτι ὅσον μακράν ἐστι(ν) | οὗτος ο!!!![!!—π]ονηρὰ δὲ δύναμίς ἐστιν?, [?] α?ὐ?τ?[ὸ]ς ὁ διάβολος—

ἡττᾶ[τ]αι πρὸς ὑμῶ(ν). | ὅταν δὲ ἐγγίσῃ καὶ πλησιάσῃ καὶἰ?σ?χυ?ρ[οὺς] εὕ?ρ?ῃ, τότε καταλύ?ε?τ?α?ι?.

τοιοῦτόν | τι καὶ πρὸ ὀλίγου μνημονευθέντος τοῦ ἐν Ἰ-

σαΐᾳ εἶπον· “πρὶν ἢ γνῶναι | τὸ παιδίον καλεῖν π(ατέ)ρα ἢ

μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦ|λα τῆς Σα-

μαρίας ἀπέναντι Ἀσσοὺρ τοῦ βασιλέως”. | οὐ μέγα ἦν, εἰ“εἰλήφει τὴν δύναμιν Δαμασκοῦ”, τουτέστιν τὰ ἔθνη, καὶ

“τὰ σκῦλα | τῆς Σαμαρίας λαβὼν” “παραδώσει”, εἰ ἀπῇ ὁ

“Ἀσσύριος”. ὡς ἐάν τις κρατῇ χώρας | ἀπόντος τοῦ κρα-τοῦντος βασιλέως καὶ λάβῃ αὐτήν, οὐ μέγα ἐστὶν οὐδὲ “εἰ-

ρήνη” | ἐστὶν ἀσφαλής· “ἐπελθὼν” γὰρ ἐκεῖνος ἐκδικήσει

τὰ λημφθέντα τῇ ἀπουσίᾳ αὐτοῦ. | ὅταν δὲ παρόντος τοῦὑπερασπίζοντος ληφθῇ ἀπ' αὐτοῦ, ἰσχυροί εἰσιν καὶ “εἰ|-

ρήνην” βαθυτάτην ἔχοντες ο?ἱ? ἀφαιρ〈οῦντες〉 τὰ ἐκείνου.

τοῦτο οὖν λέγει ὅτι “αὕτη εἰρήνη” | ἐστὶν ἡ ἀληθῶς. “αὕ-τη εἰρήνη” ἐστίν, ὅταν “ἐπελθὼν ὁ Ἀσσύριος εἰς τὴν γῆν

ὑμῶ(ν)” | ἡττηθῇ, ὅταν ἀπορηθῇ μηδὲν δυνάμενος “σκυλεῦ-

σαι” ἀπὸ τῆς “γῆς” διὰ ἀσθένει|αν τὴν ἑαυτοῦ. “καὶ ἐπεγερθήσονται”, φησίν, “ἐπ' αὐτὸν ἑπτὰ ποιμέ-

νες”—τοὺς πρὸ | τῆς ἐπιδημί〈α〉ς ἁγίους, ὡς εἶπον, διὰ

319

τὸ σάββατον “ἑπτὰ” ὠνόμασεν—“καὶ ὀκτὼ | δήγματα ἀν-(θρώπ)ων” μετὰ τὴν ἐπιδημίαν πιστεύσαντα. “δάκνουσιν”

οὗτοι καὶ | πόνον αὐτῷ ἐνποιοῦσιν. ἡ λέξις γὰρ ἐν τῇ

γραφῇ τοῦτο σημαίνει· “εἰ δὲ ἀλλήλους | δάκνετε καὶκατεσθίετε”· καὶ ἐν τῷ Ἁμβακοὺμ πάλιν περὶ τοῦ αὐτοῦ

τούτου τοῦ | πονηροῦ λέγεται ὅτι “ἐξαίφνης ἀναστήσονται

δάκνοντες αὐτόν”. παρὰ προσδο|κίαν οἱ ἀπὸ τῶν ἐθνῶν οἵ

ποτε ὑπ' αὐτὸν “ἀναστήσονται” πόνον αὐτῷ ἐνποι|οῦντες,

“δάκνοντες αὐτόν”.

319

λέγει οὖν ὅτι οἱ πρὸ τῆς ἐπιδημίας ἅγιοι “ἐπεγερθή-

σονται | ἐπὶ τὸν Ἀσσύριον ἑπτὰ ποιμένες”, ἵνα πάντας

τοὺς προφήτας | πρὸ τῆς ἐπιδημίας, αὐτοὺς τοὺς πατριάρ-

χας {τούτους πρὸς τούτους} “ποιμένας” λάβῃς, | οὐκ ἐπὶτὸν “ἑπτὰ” ἀριθμὸν ἱστάμενον τὸν τεμνόμε[ν]ον εἰς πέντε

καὶ δύο, ἀλλὰ εἰς τὸ μυς|τικὸν τῆς ἑβδομάδος. οἱ τὸν “ἀπολειπόμενον [σαβ]βατισμὸν τῷ λαῷ τοῦ θ(ε-

ο)ῦ” | ἐσχηκ[ό]τες εὕροντες διὰ Ἰ(ησο)ῦ “ψυχῆς ἀνάπαυ-

σιν”—“ε[ὑρή]σετε” γὰρ “ἀνάπαυσιν ταῖς | ψυχαῖς ὑμῶν”—οὗτοι ἐν τῷ ἀληθινῷ σαββάτῳ εἰσὶ[ν] καὶ παρονομάζονται |

ἀπ' αὐτοῦ διὰ τοῦ “ἑπτά”. λέγο?[ντα]ι? “ὀκτὼ δήγματα ἀν-

(θρώπ)ων” οἱ [μ]ετὰ τὴν ἐπιδημ[ί]αν | τοῦ σ(ωτῆ)ρ(ο)ςπροσεληλυθότες τ[ῷ] εὐαγγελίῳ καὶ καταπονοῦντες καὶ

“δάκνοντες” | τὸν ἐχθρόν. καὶ τὸν πόνον αὐτοῦ, ὃν ἔσχεν τοῦ εὐαγγελίου πάντας

καλέσαντος, | διαφόρως ὁ λόγος σημαίνει ὁτὲ μὲν “συν-

τριβὴν” αὐτοῦ—“ὁ θ(εὸ)ς τῆς εἰρήνης συν|τρίψει τὸνσατανᾶν”—, ὁτὲ δὲ τὸν πόνον αὐτοῦ—τὸ “δάκνεσθαι”—,

ὁτὲ τὸ λελῦσθαι τὴν | βλάβην αὐτοῦ—“δέδωκα” γὰρ “ὑμῖν

ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ | ἐπὶ πᾶ-σαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδική-

σει”. τὸ “ἀδική|σει” ὧδε τὸ “βλάψει” σημαίνει. |

11,2b3ab <ὅτι οὐ γιγνώσκεις τί ἔσταιπονηρὸν ὑπὸ τὴν γῆν. ἐὰν πληρωθῶ-

σιν τὰ νέφη ὑε|τοῦ, ἐπὶ τὴν γῆνἐκχέουσιν.> (11,2b) ἐπεὶ ἀγνοεῖς τὸ “ἐπὶ τῆς γῆς πονηρὸν” -

ἤτοι τὸ | πραττόμενον ἐναντίως τῷ ἀγαθῷ ἢ τὸν πόνον

ἐνποιῆσα〈ν〉 τὸ “πονηρὸν” τὸ δια|δεξάμενον τὰ ἀνθρώ-πινα πράγματα—, διὰ τοῦτο ποίησον, ἃ ἐντέλλομαί σοι·

“δὸς | μερίδα τοῖς ἑπτὰ καὶ τοῖς ὀκτώ”· ἐξ αὐτῶν γὰρ

τῶν δύο γραφῶν “γνώσει” τὸ “πονη|ρῶς” πραττόμενον καὶ

τὸ ἐπελευσόμενον “πονηρὸν” κατὰ τῶν τὸ κακὸν | ποι-ούντων. διὰ τοῦτο “δὸς μερίδα τοῖς ἑπτὰ καὶ τοῖς ὀκτώ”. ἐπερ()· σὺ οὖν ὁ “διδοὺς τοῖς ἑπτά”; |

320

—οὐ δύναται ἄλλως “γνῶναι”. ὡς ἐὰν λέγῃς· ἀνάγνω-

θι τὴν γραφήν, ὅτι οὐκ οἶ|δας τί δεῖ πρᾶξαι καὶ τί οὐ.διὰ τοῦτο “γνῶθι τίνα ἔστιν”, τίνα δεῖ πράττειν καὶ τί-

να μή. | τούτῳ ὅμοιόν ἐστιν καὶ τὸ “πάντα δοκιμάζετε”.

διὰ τί δὲ “δοκιμάζετε”; ἵνα “τὸ καλὸν | κατέχητε” καὶ“ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχησθε”.

11,3ab ἐὰν πληρωθῶσιν | τὰ νέφη 〈ὑετοῦ〉, ἐκχέουσινἐπὶ τὴν γῆν.

καὶ πρὸς τὸ ῥητὸν ἀληθές ἐστιν. ὅτε εὖ ἔ|χει τὰπράγματα, ὅτε οἱ διακονούμενοι ὑπὸ τῆς προνοίας καλῶς

ἔχουσιν, | τὸ τηνικάδε “τὰ νέ?φ?[η] πληρωθέντα ἐπὶ τὴν γῆν

ἐκχέουσιν”. τὸ ὕδωρ, ἐὰν | εἰς τὸ πέλαγος ῥέῃ, μὴ γὰρ

χρησιμεύει πρὸς σπόρον. εἰ καὶ ἄλλως πως πά(ν)|τα τὰὑπὸ τῆς προνοίας γινόμενα χρησιμεύει, ὅμως εἰς τὴν “γῆν”

οὐδὲν | λυσιτελεῖ, ἐν τῷ Ἀδρίᾳ ἢ ἐν τῷ πελάγει ἐὰν ῥέῃ.

ὡς πρὸς τὸ ῥητόν, τοῦτο | δὲ πρὸς διάνοιαν.

“νέφη πληρούμενα ὑετοῦ” τυγχάνουσιν αἱ διακο|νοῦσαιτῷ “λόγῳ τῆς σωτηρίας” ψυχαί. μία “νεφέλη” ὢν Μωϋσῆς ἔ-

λεγεν· | “προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μο[υ]”. καὶ

περὶ πάντων τῶν “βρε|χόντων” τὸν πνευματικὸν “ἀμπελῶνα”,

τὸν “τ[οῦ] Ἰσραὴλ οἶκον”, “ἐντολὴ” δέ|δοται, ὅτε ἀντὶ“σταφυλῆς” “ἀκάνθας” ἠγίοχεν, “μὴ βρέχειν εἰς αὐτόν”. καὶ

ἔτι ἐν? α?ὐτῷ | τῷ Ἰσαΐᾳ λέγεται· “αἱ νεφέλαι ῥανάτωσαν

δικαιοσύνην, βλαστησάτω ἡ γῆ ἔλεος”. | ἡ “βλάστη τοῦ ἐλέου”οὐχ ὑπὸ τῆς αἰσθητῆς “γῆς” γίνεται, ἀλλ' ὑπὸ ἐκείνης τῆς

λεγο|μένης “ἀγαθῆς γῆς” “καλῆς καρδίας”, ἔνθα πεσὼν ὁ

Ἰ(ησο)ῦ “σπόρος” “ἐκαρποφόρησε(ν)”. | ταῦτα δὲ τὰ “νέ-φη” πότε “πληροῦται τοῦ ὑετοῦ”, τουτέστιν τοῦ λόγου, ἢ

ὅτε “γίνεται ὁ τοῦ | κ(υρίο)υ λόγος πρὸς” αὐτοὺς ὡς ἕ-καστον λέγειν· “τάδε λέγει πρός με κ(ύριο)ς”. ἰδοὺ ὁ

“ὑετός”. τότε | δὲ “πληροῦται τὰ νέφη ὑετοῦ”, ὅτε “ἐκ-

χέουσιν ἐπὶ τὴν γῆν”. ἐάν τις μὴ “πληρωθῇ” | τοῦ λόγου,οὐ δύναται “βρέχειν”· ἀλλὰ οὐ δύναται ἕτερον “ποτίζειν”·

οἷοί εἰσιν οἱ ψευδο|διδάσκαλοι οἱ μηδὲν ἐπιστάμενοι καὶδοκοῦντες “πάντα κατέχειν”.

“ἐπὶ τὴν | γῆν” δὲ ἤτοι τὴν ἀνθρωπότητα ἢ τὴν “καρ-

δίαν” ἑκάστου, τὴν εὐτρεπισμέ|νην πρὸς ὑποδοχήν· ἰδοὺ“σπόρος” ποτιστοῦ. |

11,3cd <ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳκαὶ ἐν τῷ βορρᾷ, τόπῳ, οὗ πίπτει,〈ἐκεῖ μενεῖ〉.> |

321

φανερὸν ὅτι ἀλληγορούμενον καὶ πρὸς ἀναγωγὴν τοῦτο.

τίς γὰρ οὐκ οἶδεν ὅτι, | ὁπότε ἄν τις ἐκκόπτῃ “ξύλα”,“ἐκεῖ μενεῖ” τὸ “ξύλον, ὅπου πίπτει”; οὐδὲ τοῦτο δὲ |

πρὸς τὴν ἱστορίαν ἀληθές ἐστιν· τέμνεται γὰρ τοῦτο “ξύ-

λον”, οὐχ ἵνα “ἐκεῖ μείνῃ, | ὅπου πίπτει”, ἀλλ' ἵναμετενεχθῇ εἰς χρείαν τινά.

“ξύλον” οὖν ὧδε λέγει τὸν | ἄν(θρωπ)ον. καὶ λέγειὅτι, ὅπου ἐὰν καταλημφθῇ ὁ ἄν(θρωπ)ος, “ἐκεῖ” εὑρίσκε-

ται | κἀκεῖ κρίνεται, ἵνα ᾖ ὅμοιον τὸ “τοὺς πάντας δεῖ

ἡμᾶ[ς πα]ραστῆναι ἔνπρος|θεν τοῦ βήματος τοῦ Χ(ριστο)ῦ,

ἵνα κομίσηται ἕκαστος πρὸς ἃ διὰ τοῦ σώματος | ἔπρα-ξεν”. εἰ δὲ “ἀγαθόν”, “πίπτει” εἰς τὸν “νότον”· εἰ δὲ“κακόν”, εἰς τὸν “βορρᾶν”. |

πολλαχῶς διαστέλλεται ὁ “νότος” πρὸς τὸν “βορρᾶν”,

καὶ τοπικῶς, ἀλλὰ καὶ | πρὸς ἀναγωγήν. ἡ νύμφη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων λέγει· “ἐξεγεί|-

ρου, βορρᾶ, καὶ ἔρχου, ν[ό]τε”. ἀποπέμπει τὴν πονηρὰν

δύναμιν ἀπ' αὐ|τῆς. ἐν αὐτῇ δὲ ἦν ἡ πο[ν]ηρὰ δύναμις.

ὅτε τὸ “κακὸν” ἐνήρ?γ?ε?ι?, τὸ “κακὸ?ν” | πρὸ τῆς πίστεως,πρὸ [τῆ]ς? κλή?σεως, εἶχε τὸν “βορρέα〈ν〉” κατασκηνοῦντα |

ἐν αὐτῇ. ὅ〈τε〉 δὲ “ἐξέκλινεν ἀπὸ τοῦ κακοῦ” καὶ ἐπὶ

τὴν “ποίησιν τοῦ ἀγαθοῦ” | ἐλήλυθεν, προσκαλεῖται τὸν

“νότον”. καὶ τὴν αἰτίαν σκόπει· “διάπνευσον | κῆπόνμου καὶ ῥευσάτωσαν ἀρώματά μου” τοῦ “βορρᾶ” τοῦτο οὐ

ποιοῦντος. | καὶ φυσικώτερόν γε τοῖς ὀνόμασιν κέχρηται·

“ψυχρὸν” γὰρ “ἄνεμον” εἶπε(ν) | τὸν “βορρέαν”. ὁ “ψυ-χρὸς” δὲ 〈μ〉ύει τὰς “ὀπὰς” τῶν “δένδρω[ν]”, τοὺς ἀο-

ράτους | λεγομένους {σ}πόρους, ὥστε ἐπέχεσθαι ἔνδον

τὰ μόρ?[ι]α. ἐὰν δὲ ὁ θερ|μὸς “νότος” “διαπνεύσῃ τὸν κῆ-

πον” τῆς ταῦτα λεγούσης ψυχῆς—“κῆπον” δὲ | τὸν κατὰψυχήν—ἀραιοῦνται οἱ πόροι, τουτέστιν αἱ ἔννο[ι]αι,

ὅτι τὰ “ἀρώματα” | τὰ εὐώδη νοήματα. τοῦτο οὖν λέγει ὅτι “ὅπου πέσῃ τὸ ξύλον, ἐκεῖ μενεῖ”.

ἐὰν | “διαπνε{ο}ύσῃ” τῇ ψυχῇ ἀπὸ τοῦ “νότου”, “ῥεύσῃ τὰ

ἀρώματ[α]”, εἰς τ?όπον, ὅπου | τὰ εὐώδη, “πίπτει”. {ἀντὶτοῦ} ἐπερ()· οὐκοῦν οὐκέτι ἔνι μετάθ[εσι]ς;

—ἀλλὰ τέως | τὴν εὐθέως γινομένην 〈πτ〉ῶσιν λέγει,

322

ὡς ἐὰν λέγω [ὅ]τι “πάντα τὰ ἔθνη | παρασταθήσεται ἐπί-προσθεν τοῦ βασιλέως τοῦ ἐρχομένου σ(ωτῆ)ρ(ο)ς, ὥστε |

ἀφ〈ο〉ρίσαι αὐτὸν τὰς ἐρίφους ἀπὸ τῶν προβάτων· καὶ τὰ

μὲν πρόβατα | ἐκ δεξιῶν στήσῃ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων”.

ἦ δέ, “ὅπου ἔπεσεν, ἔμεινεν” | “ἐξ εὐωνύμων τὸ ἐρί-φιον, ἐκ δεξιῶν τὸ πρόβατον”;

—οὐ μήν, εἰ ἀκούει τὰ “ἐρ〈ίφ〉ια” “ὑ|πάγετε εἰς τὸπῦρ τὸ αἰώνιον”, οὐ λέγει ὅτι ἀεὶ “ἐκεῖ μενεῖ” οὐδὲ τὰ

εἰς τὴν | βασιλείαν κεκλημένα ἀεὶ “ἐκεῖ{να} μενεῖ” καὶ

οὐχὶ χωρήσῃ καὶ εἰς μείζο|νας καὶ ὑπεραναβεβηκότας καὶ

ὑπερκοσμίους τόπους, ὥστε φθάσαι ἐπὶ | τὴν “δόξαν” ἐ-κείνην, ἣν “εἶχεν πρὸ τοῦ κόσμου” ὁ σ(ωτ)ήρ.

καὶ τοῦτο λέγει ὅτι “ὅπου | πίπτει, ἐκεῖ μενεῖ”,ὡς ἐὰν λέγῃ ὁ φάσκων· ἐὰν σπουδαῖον ᾖ, εἰς τὴν ἀρετὴν |

“μενεῖ”, ἐὰν φαῦλον, ἐν τῇ κακίᾳ. οὐκ ἔστιν δὲ τοῦτο

ἀμφιβαλλόμενον, ἀλλὰ τὸ | ἑπόμενον δεικνύς· εἰ δὲ καὶ

ἀμφίβολον ε?[ἰρ]ήκει, διὰ τὸ τρεπτὸν τῆς προαι|ρέσεως·οὐκ εἴρηται δὲ ἀμφιβόλως. ἐπερ()· τὸ “[ξύλ]ον” καὶ ἐν ἄλλῃ γραφῇ κεῖται; |

—ὁ μακαριζόμενος ἐπὶ τῷ μὴ βεβαδικέν[α]ι “ἐν βου-

λῇ ἀσεβῶν” μηδὲ | “ἑστάσθαι ἐν ὁδῷ ἁμαρτωλῶν” μηδὲ “κε-

καθικέναι ἐν καθέδρᾳ λοιμῶν” | “ἔσται”, φησίν, “ὡς τὸ

ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν | ὑδάτων”.εἶτα μεθ' ὁλίγα ἐπιφέρει· “καὶ πάντα, ὅσα ἐὰν ποιῇ,

κατευοδωθήσεται”, | δεικνὺς ὅτι περὶ ἀν(θρώπ)ου λέγε?[ι]·οὐ γὰρ φυτο[ῦ] ἔστιν τὸ “ποιεῖν” καὶ “κατευοδοῦσθαι”. |

καὶ ἐπιφέρεται· “οὐχ οὕτως [ο]ἱ ἀσεβεῖς, οὐχ [ο]ὕτως”,

“ὡς τὸ ξύλον”. καὶ πάλιν | ἐν Ἰηρεμίᾳ λέγεται· “εὐλο-γημέ[ν]ος ἄν(θρωπ)ος, ὃς πέποιθεν ἐπὶ τῷ κ(υρί)ῳ· ἔσται

κ(ύριο)ς | ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλ[ον] εὐθηνοῦν

παρ' ὕδατα”· καὶ λέγει αὐτὸ “εὐλογημέ|νον” ὑπὸ κ(υρί-ο)υ. καὶ πάλιν ἐν ψαλ[μο]ῖ?ς? ἔχ?εις· “τότε ἀγαλλιάσονται

πάντα τὰ ξύλα | τοῦ δρυμοῦ πρὸ προσώπου 〈κυρίου〉”. |

11,4ab5a <τηρῶν ἄνεμον οὐ σπερεῖ,κα[ὶ] βλέπων ἐν ταῖς νεφέλαις οὐ

θερίσει, ἐν οἷς | οὐκ ἔστιν γιγνώσ-κων, τ[ίς ἡ ὁ]δὸς τοῦ πν(εύματο)ς.>

(11,4a) καὶ πρὸς τὸ ῥητὸν ἀλη|θές ἐστιν, ἐπεὶγὰρ ὁ σφοδρ[ὸς “ἄ]ν?εμος” διαρίπτει τὸ σπειρόμενον |

323

σπέρμα καὶ οὐ χωρεῖ εἰς οὓς ἔδει αὔλακας τῆς γῆς.

ὡς δὲ πρὸς ἀναγωγὴν ὁ “ἄνε|μος” πολλάκις ἐπὶ ἀβεβαί-

ου πράγματος λαμβάνεται· εἴρηται γὰρ ὅτι “περιφέρου|σινπαντὶ ἀνέμῳ”. ἐὰν “τηρεῖς” τὸν “ἄνεμον” τοῦτον, “οὐ σπε-

ρεῖς”, ἀλλ' ὅταν κατα|παύσῃ, ὅταν γένηται αἰθρία πολλῇ

νηνεμίᾳ· τουτέστιν ὅσον ἡ ψυχὴ ὑπὸ | παθῶν περιφέρεταιὧδε κἀκεῖσε, οὐ δύνῃ “σπεῖραι ἐν δάκρυσιν”, ἵν' “ἐν ἀ-

γαλλιά|σει θερίσῃς”, οὐ δύνῃ “σπεῖραι εἰς δικαιοσύνην”.“τήρει” οὖν τὸ[ν] “ἄνεμον”. {δυνατὸν δέ} |

δυνατὸν δὲ καὶ τὸ “τηρεῖν” ἀντὶ τοῦ παρατηρεῖν λαμ-

βάνεσθαι. λαμβάνεται δὲ ἡ | λέξις καὶ ἐπὶ τούτου, ὁτὲ

μὲν ἐπὶ φυλακῆς, ὁτὲ δὲ ἐπὶ παρατηρήσεως. ὅταν | λέγῃὅτι “παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον” καὶ “ζητεῖ

τοῦ θανατῶσαι”, | ἐπιτηρεῖ δὲ ὡς εἰ τοξότης τηροίη,

ποῖον μέλος γυμνόν ἐστιν τοῦ ἀντιπα|ρατεταγμένου, ἵν'ἐκ[εῖ] πέμψῃ τὸ βέλος. ὅταν δὲ λέγῃ {ὅταν δὲ λέγῃ} ὅτι |

“διατηρήσεις ἡμᾶς”, ἀντὶ [τοῦ “δι]αφυλάξῃς ἡμᾶς”. οὕτω

καὶ ὁ ὄφις [!]!!ου τὴν πτέρ|ναν τοῦ ἀν(θρώπ)ου ἐπιτη-ρε?[ῖ, εἰ] ἔξω ἐστὶν τοῦ ὑποδήματος. ὁ? [?] “ὑ?π?οδεδεμέ-

νος | τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου” οὐ πλήττε-

ται τὴν πτέρναν ὑπὸ τοῦ | ὄφεως. οὕτω γοῦν ἐν εὐλογίας

τρόπῳ λέγεται πρός τινα· “σίδηρος καὶ χαλκ[ὸ]ς | τὸ ὑπό-δημά σου”. οἶδας δὲ ὅτι “σίδηρος καὶ χαλκὸς” οὐκ ἔστιν

εὐλογία εἰς ὑπο|δήματα παραλαμβανόμενον· πλήττει γὰρ τὸν

πόδα· ἕλκει γὰρ εἰς τὸ ἑαυτοῦ | σχῆμα τὸ ὑπόδημα τὸν

“ὑποδεδεμένον” καὶ τραῦμα γίνεται περὶ τὸν πόδα. | τὸἄτρωτον οὖν δείκνυσιν ὁ [λ]αβὼν “ἐξουσ[ί]αν πατεῖν ἐπάνω

ὄφεων καὶ | σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν [το]ῦ

ἐχθροῦ”. τὸ ἀκαταμάχητον καὶ | τὸ ἄτρωτον διὰ τούτωντῶν ὑλῶν πο[λλ]άκι?ς σημαίνεται.

11,4b καὶ βλέπων ἐ?[ν τ]αῖς | νεφέλαις οὐ θερίσῃ. ὅταν “βλέπει ἐν ταῖ[ς ν]ε?[φ]έλαις”, ὁρᾷ ὄμβρον ἐπι-

κείμενον, | “οὐ θερίζει”. βιαζόμεθα τὰ τοῦ ῥητοῦ· ἐὰν? [?]!!![!!]η?ς ἐπικειμέ-

νου “ὑετοῦ”, κατενεχ?θεὶς | ὁ “ὑετὸς” βλάπτει τὰ θεριζό-μενα ὑγραίν[ων καὶ] εὐκόλως εἰς σῆψιν ἔρχονται.

τοῦτο | οὖν ἐστιν, ὃ προστάττει· ἐν καταλλήλῳ “και-

ρ[ῷ” ἕκ]αστον “πρᾶγμα” καὶ ἰδίῳ καὶ σὺ | ποίει. διὰ δὲτῶν δύο λέξεων τούτων με?τ?[α]φ?έρει αὐτὰ εἰς πάντα. οἷον

324

ὁ εἰ?σ?αγόμενος | εἰς θεοσέβειαν, ἀπὸ γνώσεως θείας τύχῃ

“σπειρέτω”, ὅτε “καιρός” ἐστιν, δεχόμε|νος μαθήματα, ἃ

προσῆκεν τῷ εἰσαγομένῳ δέξασθαι. καὶ μὴ παραυτὰ | “θε-ριζέτω”, ἀλλ' ὅταν ἴδῃ ἐπικείμενον “ὑετὸν” δυνάμενον

ποτίσαι, τότε “θεριζέ|τω”. ἅμα γὰρ ἐπὶ τῶν τοιούτων ἀμ-φότερα λαμβάνεται.

ὁ σπουδαῖος ἄρχεται | καὶ τέλος ἔχει ἀεὶ ἐν τῷ προ-

κόπτειν. αἱ προλαβοῦσαι προκοπαὶ τέλος λαμβά|νουσιν,ἀρχὰς? δὲ αἱ διαδεχόμεναι. τοιοῦτό {ιουν} τι οὖν καὶ ἐν

εὐαγγελίῳ ὁ σ(ωτ)ὴρ | περὶ πν(εύματο)ς “θεριζόντων” καὶ

“σπειρόντων” λέγει· “ἵνα ὁ σπείρων ἅμα χαίρῃ | καὶ ὁθερίζων”. οὐκ ἔστιν δὲ τοῦτο ἐπωφελὲς ἐν τῷ αὐτῷ καιρῷ

τὸ αἰσθητὸν | “σπείρειν” καὶ “θερίζειν”. τὰ δὲ τῆς ἀ-

ρετῆς καὶ “θεριζόμενα” φύεται καὶ φυόμενα | εἰς τὸ “θε-ρίζεσθαι” ἔρχεται. εἶπον γὰρ ὅτι τῶν μὲν ἀπολείπεται,

τοῖς δὲ ἐπέρχεται. | εἴρηται γοῦν “ὅταν συντελέσῃ ἄν-(θρωπ)ος, τότε ἄρχε[τ]αι”· ᾗ δὲ “ἄρχεται” καὶ “συντε-

λεῖ” “ἅμα”. | σημαίνει δὲ τὴν “σπορὰν” ἡ “ἀρχή”, τὸ δὲ

“τέλος” ὁ “θε[ρισ]μός”. “ἅμα χαίρει σπείρων καὶ | θερί-

ζων”.

324

δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ὅτε τὸ [σπ]έρμα αὐτοῦ

“τελεσφορεῖται”, | οὐκ ἔχει τὸν “θερίζοντα”. ὁ “θερί-ζων”, ὅτε οὐκ ἔχει “σπεῖραι”, οὐκ ἔχει, ὃ “θερίσῃ”.

“ἅμα” | οὖν δύνατα[ι] α?ὐ?τ?ὰ ὑπαρχθῆναι “εὐλογίᾳ”κα[ὶ] “χάριτι θ(εο)ῦ”.

11,5a ἐν οἷς οὐκ ἔστιν | γιγνώσκων, τίς ἡ ὁδὸςτοῦ πν(εύματο)ς.

τοῦτο λέγει ὅτι “ἐν οἷς οὐκ ἔστιν γιγνώς|κων τὴνὁδὸν τοῦ πν(εύματο)ς” αἱ ἐντολαὶ αὗται χρησιμεύουσιν.

εἶπον δὲ ὅτι ὁ σπου|δαῖος καὶ τέλειός γε σπουδαῖος καὶ

ἀεὶ ἐ[κ] προκοπῶν εἰς προκοπὰς δια|βαίνων ἀμφότερα ποι-εῖ· οἶδεν γὰρ ἐκεῖ[ν]ος τὴν “ὁδὸν τοῦ πν(εύματο)ς”.

οὕτως οὖν | “ἐστιν ὁ γιγνώσκων τὴν ὁδὸν τοῦ πν(εύ-

ματο)ς”· “τηρ[εί]τω”, εἰ “ἄνεμός” ἐστιν, μὴ “σπει|ρέτω”,καὶ π?ότε ἐπίκειται “ὑετός”, καὶ μὴ “θεριζέτω”. |

11,5bc <ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφο-ρούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματατοῦ θ(εο)ῦ.> |

τὸ? ἀκατάλημπτον τῶν “ποιημάτων” τούτων ἢ τὸ δυσκατά-

λημπτον | σημαίνει. οἱ περὶ φύσεως ζῴων πραγματευσάμε-

νοι ἑκάστου μορίου | εἴρηκαν ὁδόν τινα καὶ ἀκολουθίαν

μεταβολῆς· περὶ “ὀστέου” οὐκ ἔσχον | εἰπεῖν. λέγουσινὅτι αἷμα συνίστα?τ?αι τ?οιῶσδε· τῆς τροφῆς τῆς προσενεχ-

θεί|σης δι?αγευθείσης—ὅταν 〈διὰ τοῦ〉 πεπέ{μ}φθαι φλέγ-

325

μα γένηται—ἡ τροφὴ εἰς αἷμα μεταβάλλει· | τὸ δὲ ἄπεπ-τον ἐκβλητέον ἐστίν, οὐκ ἀναλύεται εἰς τὴν σύνστασιν

τοῦ βε|βρωκότος, ἀλλ' ὡς περίττευμα ἀποβάλλεται. ὅταν

δὲ πεφθῇ, τότε κατὰ με〈τα〉|βολὴν καθεξῆς γινομένη〈ν〉

ἀναλύεται εἰς αἷμα. εἶτα ἐκ τοῦ αἵματος λέ|γουσιν πυκ-νωθέντος καὶ παγέντος γίνεσθαι σάρκα καὶ ἐκ τῶν περιτ-

τευ|μάτων τῆς τροφῆς γίνεσθαι τρίχας, ὄνυχας καὶ τὰ τοι-

αῦτα, {τ}ἃ ὥσπερ πε|ριττεύματά ἐστιν. περὶ δὲ τῆς γενέ-

σεως τοῦ “ὀστέου” οὐδεὶς ἐκείνων εὗρεν, | ἵνα ἦν τοῦτοὡς “τὰ κρίματά σου ἄβυσσος πολλή”. τοιοῦτό[ν] ἐ?στιν καὶ

τὸ ἐν ἑνὶ τῶ(ν) | ψαλμῶν λεγόμενον· “οὐκ ἐκρύβη τὸ ὀσ-

τοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυ|φῇ”. καὶ τὸ “ὃ ἐ-ποίησας ἐν κρυφῇ” τοῦτο λέγει ὅτι κεκρυμμένη ἐστὶν αὐ-

τοῦ | ἡ γένεσις· “οὐκ ἐκρύβη” δὲ τοῦτο “ἀπὸ σοῦ”.

λοιπὸν πρὸς ἀναγωγὴν τοῦτο λάμ|βανε. “κυοφορεῖ” ἡσυνλαβοῦ[σ]α ὑπὸ ἀνδρὸς ἡ σπέρματα δεξαμένη. τὸ σπέρ|-

μα δὲ καταβληθὲν εἰς τὴ[ν] ὑστέραν πρώτην μεταβολὴν δέ-

χεται εἰς φύσι(ν). | οὐδὲν γὰρ ἕτερόν ἐστιν φ[ύσι]ς ἢ

σπέρμα πεπυκνωμένον ἐγγὺς ἔχον τοῦ | μεταβαλεῖν εἰς σάρ-κ[α]. μετὰ τὴν φύσιν ἡ μεταβο?λὴ εἰς τὸ ἔν?βρυον ἄγει, |

τὸ ἔνβρυον εἰς τὸ ζῷον, μεθ' ὃ ἡ ἀπότεξις εὐθέως γίνεται.

ὥσπερ οὖν “οὐ γιγνώ|σκεται” τὰ “ἐν γαστρὶ τῆς κυοφο-ρούσης”, εἰ μὴ τύχοι ἀποκάλυψις ὑ?π?ὸ θ(εο)ῦ [γ]ε?νέσθαι, |

οὕτως ἡ ψυχὴ ἡ προσηκαμένη τὰ σπέρματα καὶ τὰς γονὰς

[τὰς τοῦ] “νυμ|φίου” τοῦ σ(ωτῆ)ρ(ο)ς, περὶ οὗ λέγεται

“ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστ?ί?[ν]”, κεκρυμ|μένας ἔχειτὰς γονάς. τότε δὲ γίνοντα[ι] φανεραί, ὅταν εἰς ν?[οήμα]-

τα καὶ | ἔργα μεταβάλωσιν αἱ γοναί, ἃς ἔσπειρε [θ](ε-

ό)ς. οὐ δεῖ οὖν ἀεὶ “ἐν γασ?τ?ρ?ὶ” [αὐτὰ] ἔχειν. | “ἐνγαστρὶ” δὲ ἔχει αὐτὰ κα[ὶ] “κυοφορεῖ” ἡ μὴ μεταβάλλου-

σα τοὺς λόγ[ου]ς? κ?[α]ὶ? [τ]ὰς | νοήσεις τῶν ἔργων εἰς

ἔργα καὶ θεωρήματα δογματικά. ὥσ[περ οὖν] ἐ?κεῖνα | “οὐγιγνώσκεις”, εἰ μὴ μεταβάλωσιν εἰς ἔργα ἀγαθὰ καὶ θεω-

ρίας εὐ?[σεβεῖς, οὕ]τ?ως | οὐδὲ τὰ ἄλλα “ποιήματα τοῦθ(εο)ῦ γνώσει”, ἐὰν μὴ μεταβάλωσιν εἰς τ?[ὰ κατ' ἐν]ερ-

γεί|αν ἔργα. ἵνα “ὀστᾶ τῆς κυοφορούσης” κατὰ ἀναγωγὴν τὰ ἰσχυρὰ

δ?ό?γ?μ?α?τ?α | λάβῃς· διακρατητικὰ γάρ ἐστιν τὰ “ὀστέα” ὅ-

λου τοῦ σώ?μ?ατος· οὕτω κα?[ὶ] ἄ?ν?ευ | τῶν δογμάτων τῆς εὐ-

326

σεβείας τὰ πάθη καὶ ἐπιτηδεύματα οὐκ? ἔ?[σ]τ?[ιν] | ὀρθῶςκείμενα. διὰ τοῦτο λέγεται περὶ τούτων τῶν “ὀστέων” ὅτι

καὶ “γνῶσιν” | ἔχουσιν “θ(εο)ῦ” καὶ ἴσασιν ὅτι οὐδεὶς“αὐτοῦ ὅμοιός” ἐστιν.

οὐ καθάπαξ οὖν εἶπεν, ἀλλ' ὅσον | “ἐν τῇ γαστρὶ τῆς

κυοφορούσης”· ὡς ἐὰν λέγω ὅτι νυκτὸς οὔσης οὐδὲν ὁρᾶ|ταιτῶν ὁρατῶν, οὐ τοῦτο λέγω ὅτι οὐδὲν ὁρᾶται, ἀλλὰ νυκτὸς

οὔσης· οὐ ταὐτὸν | δέ ἐστιν τὸ μηδὲν ὁρᾶσθαι καὶ νυκτὸςμηδὲν ὁρᾶσθαι. |

11,6abc <ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρ[μ]ασου καὶ ἐν ἑσπέρᾳ μὴ ἀφέτω ἡ χείρ

σου, ὅτι οὐ γιγνώ|σκεις, ποῖονστοιχήσει{ς} τοῦτο ἢ τοῦτο.>

(11,6ab) ἐπειδὴ πάνυ τ〈ρε〉πόμεθα ὡς ἐπὶ τὸ | πλεῖ-στον πρὸς ῥητόν, καὶ τοῦτο πρὸς ἱστορίαν λημπτέον.

πολλαχοῦ | τὸ ὄνομα τῆς “ἡμέρας” οὐ τὸν πεφωτισμέ-

νον ἀέρα μόνον, ὅταν ὑπὲρ | γῆς ἦν ὁ ἥλιος, σημαίνει,ἀλλὰ καὶ ὅλον τὸν βίον τοῦ ἀν(θρώπ)ου, ὡς ἐὰν λέγῃ ὁ |

ὑμνῳδὸς “καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν”. πολλάκις δὲ

λέγεται | “ἡμέρα” καὶ “καιρός” τις ἀρχόμενος καὶ λή-

γω[ν]. λέγει οὖν ὅτι ἐν τῇ ἀρχῇ τοῦ | “καιροῦ”—ἵνατὸν “καιρὸν” τοῦ “σπόρου” καὶ τοῦ “[θ]ερισμοῦ” λάβῃς “ἡ-

μέραν” | μίαν—λέγει ἀρχομένου τοῦ “καιροῦ” ἐκείνου,

καθ' ὃν ἔστιν “σπεῖραι”, μὴ | ἀργὸς ἔσο, “σπεῖρον τὸ

σπέρμα σου”. οὕτω γὰρ ἐν τῇ “ἑσπέρᾳ” οὐκ “ἀφῆται | ἡχείρ σου” εὑρίσκουσα τί “θερίσει”· “πληρωθέντος τοῦ χρό-

νου” ὁ “θερισμὸς” | ἐνστήσεται. καὶ ταῦτα μὲν ὡς πρὸς ῥητόν.

ὡς δὲ πρὸς διάνοιαν οἱ? “ἐν | δάκρυσιν σπείροντες”,οἱ “σπ[είρο]ντες εἰς τὸ πν(εῦμ)α, ἵνα θερίσουσιν ζωὴν |

αἰώνιον”, ἐν ἀρχῇ “ἡμέρας” “σ[π]είρουσιν”, “ἡμέρας” δὲ

ἐκείνης, ἧς ἔρωτα | καὶ πόθον ἔλαβεν ὁ “Ἀβραάμ, ἵνα ἴ-

δῃ” καὶ δε?ι?χ?θῇ αὐτῷ ὑπὸ τοῦ σ(ωτῆ)ρ(ο)ς· καὶ | ἡ “ἡμέ-ρα” ἐκείνη, περὶ ἧς πως ὁ τῶν ἁγίων χόρος λέγει· “αὕτη

ἡ ἡμέρα, | ἣν ἐποίησεν ὁ κ(ύριο)ς”. τὴν αὐτὴν ταύτην

ὑποσημαίνει καὶ ὁ ἀπόστολος Ῥωμαί|οις γράφων· “ἡ νὺξ

προέκοψεν, ἡ δὲ ἡμέρα ἤνγισεν, ὡς ἐν ἡμέρᾳ | εὐσχημόνωςπεριπατοῦμεν”. τοῦτο οὖν λέγει· τέλος ἀπείληφεν ὁ τῆς

“ἀγν?οί|α[ς]” καιρὸς “νὺξ” ὀνομαζόμενος· τούτου “προκό-ψαντος” διαδέχεται ἡ “ἡμέρα”. |

327

ἀρχὴ τῆς “ἡμέρας” ἐστὶν “πρ〈ω〉ΐα”, ἐν ᾗ σπεύδουσιν

πάντες οἱ ἅγιοι. καὶ ὁ μὲν αὐ|τῶν λέγει· “τὸ πρωῒ παρα-στήσομαί σοι καὶ ἐφόψομαι” καὶ “ὁ θ(εό)ς, ὁ θ(εό)ς μου, |

πρὸς σὲ ὀρθρίζω”. ἄλλος· “ἐκ νυκτὸς ὀρθρίζει τὸ πν(εῦμ)ά

μου πρὸς σέ, ὁ θ(εό)ς”. ἐν ταύτῃ | τῇ πρωϊνῇ “σπεῖρον ἐν

δάκρυσιν”, σὺν πόνοις “σπεῖρον” τὰ τῆς ἀρετῆς σπέρ|ματα,σὺν ἱδρῶτι “σπεῖρε εἰς τὸ πν(εῦμ)α”, ἵνα “θερίσῃς ζωὴν

αἰώνιον” καὶ “σπεί|ρας ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θερί-

σῃς” καὶ ἔλθῃς “ἀγαλλιώμενος” φέρω(ν) | τὰ δράγματα τοῦσπόρου. “μὴ ἀφέτω” οὖν “ἡ χείρ σου” τὴν ἀρχὴν τῆς σπο-ρᾶς. |

ἐπ' ἀμφοτέρους τοὺς λόγους “σπεῖρον”.

δυνατὸν δὲ καὶ οὕτω λαβεῖν· ἐπεὶ “ὡς ἐν | ἡμέρᾳ εὐ-σχημόνως περιπατεῖν” δεῖ καὶ “υἱοὶ φωτός” εἰσιν καὶ “υἱ-

οὶ ἡμέρας”, | οὗτοι τῆς ἀρετῆς “πρωΐαν” ἔ?[χο]υσιν τὸν

“ἐνεστῶτα αἰῶνα”, ἐν ᾧ “σπείρειν” | ὀφείλουσιν, ἵν' ἐντῷ “ἑσπ[ερι]νῷ” “θερίσουσιν”. οὐκ α?ὐ?τῶν δέ ἐστιν “ἑσπε-

ρι|νὸς” ἐκεῖνος, ἀλλὰ ἄλλων· [αὐ]τ?ο?[ῖ]ς? γ?[ὰ]ρ? ἔσται φῶς

αἰώνιον, ὁ “ἥλιος τῆς δικαιο|σύνης” ἀεὶ αὐτοὺς καταλάμ-

πων. ὅμοιον ἔχεις ἐν ψαλμῷ κείμενον· | “τὸ ἑσπέρας αὐ-λισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις”. ἅμα

“ἀνα|τέλλει καὶ δύει ὁ ἥλιος”, ἀλλ' οὐ τοῖς αὐτοῖς· οἷς

ο?[ὖ]ν? “ἀνατέλλει”, “ἀγαλλιῶνται”· | οἷς δὲ “δύεται”,“κλαίουσιν”. παραπλήσιον τού?τ?[ῳ] ἐν Ἰηρεμίᾳ φέρεται·

“ὀψὲ | φωνὴ αὐτῆς 〈ὠ〉λ〈ό〉λυξεν”, ὅτε “ἔδυε” αὐτῆ[ς ὁ]

“ἥλιος”. ἀπειλῆς δὲ τρόπῳ εἴρηται· | “καὶ δύσεται ἥλιοςἐπὶ τοὺς προφήτας”—“[π]ροφήτας” δὲ ὧδε λέγει τοὺς ψευ|-

δοπροφήτας—“καὶ συνσκοτάσει” γὰρ “ἐπ' [αὐ]τοὺς ἡ ἡμέ-

ρα”.

327

σὺ οὖν, ὦ ἄν(θρωπ)ε, προ|τρεπόμενος “πρωΐᾳ σπεῖρε,

μὴ ἀφέ[τ]ω ἡ χείρ σου” μέχρι τῆς “ἑσπέρας”, | ἵνα λάβῃς“θερισμὸν” ἄριστον παρὰ θ(εο)ῦ γνῶσιν· “φωτίσατε” γὰρ

“ἑαυτοῖ?ς φῶς | γνώσεως, τρυγήσατε εἰς καρπὸν ζωῆς, ἕως

οὗ ἔλθωσιν ὑμῖν γενή|ματα δικαιοσύνης”. 11,6c ὅτι οὐ γιγνώσκεις, ποῖ[ο]ν στοιχήσει{ς} τοῦ-το ἢ τοῦτο.

“οὐ [γιγ]νώ|σκεις”, φησίν, “ποῖον στοιχεῖ τοῦτο ἢ

τοῦτο”.

327

ἐὰν “σπείρας” μὴ γεωργῇς, ο[ὐ]κ | οἶδας, εἰ φέρεικαρπὸν ἢ οὐ φέρει.

328

δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν ὅτι ὁ αὐ?[τὸς] | “ἅμα”“σπείρει” καὶ “θερίζει”, ὡς μὴ “στοιχῆσαι π?ο?ι?ὸ?ν?” πρῶτον

καὶ “π?οιὸν” δεύτερον | “ἅμα” πάντων γινομένων. καὶ ἔλα-

βον χθὲς μαρτύριον τοῦ εὐαγγελίου | ὅτι “ἵνα ὁ σπείρωνὁμοῦ χαίρῃ καὶ ὁ θερίζων”, ὡς τὸν αὐτὸν “καιρὸν” εἶναι

καὶ | “σπόρου” καὶ “θερισμοῦ”, “θερισμοῦ” μὲν τῆς προ-

λαβούσης προκοπῆς, “σπόρου” | δὲ τῆς μελλούση[ς] δ?[ι]α-δέχεσθαι. δύναται δὲ καὶ ἡ ἐπιδημία τοῦ σ(ωτῆ)ρ(ο)ς τοῖς |

μὲν γεγονέναι “πρ〈ω〉ΐα”, τοῖς δὲ “ἑσπέρα”· “ἑσπέρα” μὲν

τοῖς ἀπιστήσασιν, | “πρ〈ω〉ΐα” δὲ οἷς “ἀνέτειλεν” διὰτῆς “πίστεως” καὶ τῆς “εὐσεβείας”.

καὶ τοῦτο δὲ | ῥητέον· ἀδύνατόν ἐστιν ὀρθῶς διδάξαι

μὴ μαθόντα. ἐν τῇ οὖν ἀρχῇ τῆς εἰσαγω|γῆς τῆς παιδεύσε-

ως “σπεῖρε καὶ μὴ ἀφέτω ἡ χείρ σου” ὥστε δυνηθῆναι | πά-λιν ἔχειν γένημα καὶ “σπεῖραι” καὶ θρέψαι ἄλλους. τοιαύ-

τη τις εὐλογία | φέρετα?ι ἐν τῇ Γενέσει περὶ Παύλου· “Βε-

νιαμ[ίν]”, φησίν, “λύκος ἅρπαξ τ?ὸ? πρ〈ω〉ϊνὸν | ἔδετα?ι?[καὶ] τὸ ἑσπέρας διαδώσει τροφήν”. “λ[ύ]κος [ἅ]ρπαξ” ἦν,

ὅτε “ἐδίωκεν τὴν | ἐκκλησίαν καὶ ἐπόρθει αὐτήν”· αλλο[?]

!!!![!!!] τ?ῆ?ς? καταστάσεως ἐκείνης | καὶ λοιπὸν γέγονενἐκ τοῦ “Βενιαμὶν” τοῦ υἱοῦ τῆς δεξίας, τοῦ “υἱοῦ τῆς

ἡμέρας”, | τοῦ υἱοῦ τῆς ἀναπαύσεως, τότε λοιπὸν “τὸ

πρωῒ ἤσθιεν”, ἐπαιδεύετο ἐν τῇ | εἰσαγωγῇ τ?ῇ? κατὰ τὴνπίστιν, “κ?α?ὶ? τὸ ἑσπέρας διέδωκε τροφήν”, “ἀπόστολος” |

γέγονεν, “διδάσκαλος ἐν πί[στει] καὶ ἀληθείᾳ ἐθνῶν”. ἐπερ()· τὸ οὖν “οὐ γιγνώσκεις”; |

—ἐπεὶ “ἅμα” εἰσίν, οὐκ ἔχεις γνῶσι[ν δι]αιροῦσαν

τόδε ἀπὸ τοῦδε. τὸ “στοιχῆσαι” ὧδε | σημαίνει τὸ συν-καταθέσθαι. |

11,6d7ab <καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸἀγαθά. καὶ γ?λ?υκ[ὺ] τὸ φῶς καὶ ἀγα-

θὸν τοῖς ὀφθαλμοῖς τοῦ | βλέπειν

σὺν τὸν ἥλιον.>

(11,6d) ἐάν, φησίν, “σπείρῃς” ἀγαθῶς καὶ “θερίσῃς”,

“τὰ δύο | ἀγαθὰ ἐπὶ τὸ αὐτὸ” γέγονεν. καὶ κ[α]λῶς? τ?ελέ-

σας τὴν προλαβοῦσαν προκοπὴν καὶ | τὴν διαδεχομένην κα-

λῶς παρέ?λ?α?βες. αὐτὸς οὖν Ἰ(ησοῦ)ς λέγει εἶναι “ἀρχὴ καὶ τέλος”· |

“ἐγώ”, φησίν, “εἰμι τὸ ἄλφα καὶ τὸ ὦ, ἡ ἀρχὴ καὶ τὸ τέ-

λος”, “ὁ πρῶτος καὶ ὁ ἔσχατος, | ὁ ζῶν καὶ ἐγενάμην νε-κρὸς [κ]αὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας”. ὅρα πῶς |

α[ὐτ]ὰ τὰ? δοκοῦντα ἀντικείμεν?[α] κ?αὶ πρότερα κατ?' ὕστε-

329

ρα αὐτὸς εἶναι λέγει. | λέγει γοῦν ὅτι “ἐγὼ ὁ πρῶτοςκαὶ ἐγὼ ὁ ἔσχατος”, ἢ πρῶτον “ἐγὼ τὸ ἄλφα καὶ ἐγὼ τὸ ὦ”. |

ἔστιν γράμματα, ἃ χαράττει τὸ πν(εῦμ)α τὸ ἅγιον ἐν τῇ

καρδίᾳ τῶν οὕτω παρεσκευασμέ|νων. λέγει γάρ· “οὐκ ἐνπλαξὶν λιθίναις, ἀλλ' ἐν πλαξὶν σαρκίναις ἐπιγράφω”·

καὶ λέγει | ταύτας γράφεσθαι ὑπὸ τοῦ ἁγίου “πν(εύματο)ς”,ὑπὸ τοῦ “ζῶντος πν(εύματο)ς”. αὐτὸς οὖν ἐστιν καὶ τὰ |

γράμματα τὰ θεῖα· ἐν ᾗ γράφεται ἡ “βίβλος τῶν ζώντων”,

ἐν ᾗ χαράττονται “τὰ ὀνό|ματα” τῶν ἀποστόλων “ἐν τοῖςοὐρανοῖς”, ἐκεῖ ἐνπολιτογραφοῦσιν. λέ[γ]ει οὖν “ἐγὼ τὸ

ἄλφα | καὶ ἐγὼ τὸ ὦ”. διὰ τ?ῶν ἄλλων ἐδήλωσεν ὅτι κ?α?ὶ? τ?ὰ

ἄλλα ἐστίν. “ἀρχὴ” οὖν καὶ “τέλος” αὐτός | ἐστιν. ἐξὸνοὖν αὐτοῦ μετέχειν “ἅμα”, καθ' ὃ “ἀρχή” ἐστιν καὶ “τέ-

λος”· κατὰ ἄλλο μὲν “ἀρχή”, | κατὰ ἕτερον δὲ “τέλος”.καὶ ὥσπερ τὸν αὐτὸν λέγομεν “ἀμνὸν” καὶ “ποιμένα” καὶ

οὐ μά|χεται ταῦτα, οὕτω λέγομεν καὶ “ὁδὸν” καὶ “θ[ύ]-

ραν” καὶ οὐκ ἀντίκειται ταῦτα. οὕτως | αὐτὸς λέγεται“ἀρχὴ” καὶ “τέλος”. “ἀρχή” ἐστιν ὡ[ς] “θεμέλιος” τῆς

“θείας οἰκοδομῆς” καταβ[α]λλό|μενος· “θεμέλιον γὰρ ἄλ-λον οὐδεὶς δύνατ[αι] θεῖναι παρὰ τὸν κείμενον”. αὐτὸς

δέ ἐστι(ν) | ἡ “κεφαλὴ τῆς γωνίας”· αὐτὸς ὁ “τεθεὶ?ς?

θε[μέ]λιος” “γέγονεν κεφαλὴ τῆς γωνία?ς?” | συνάπτων·ἡ “γωνία” δὲ δύο τοίχων συναφή ἐστιν. ὡς οὖν συνήχθη-

σαν αἱ δύο δια|θῆκαι καὶ οἱ δύο λαοὶ καὶ ἡ ἐκκλησία μία

γέγονεν “κεφαλῇ” τῷ Χ(ριστ)ῷ χρωμένη, | γέγονεν καὶ“τέλος”. ἰδοὺ “ἀρχὴ καὶ τέλος”, “πρῶτος καὶ ἔσχατος”.

τὸ “πρῶτον” ὧδε κατὰ τιμὴ(ν) | λάβε· εἰσὶν “ἐν τῇἐκκλησίᾳ” τὰ πρωτεῖα φ[ερόμ]ενοι οἷον “ἀπόστολ[οι],

προφῆται”· | εἰσὶν καὶ τὰ ἄλλα ἔχοντες οἷον “χάρισμα

ἰαμ[άτω]ν, ἀντίλημψιν, κυβέρνησιν, | [γ]λῶτταν”. πάνταοὖν αὐτός ἐστιν. αὐτὸν γ?[ὰρ μιμ]ούμενοι γίνονται ταῦτα.

καὶ οὕτω | λέγεται 〈κ〉αὶ “πρῶτ〈ος〉” κατὰ τιμὴν καὶ“ἔσχατος” κ[ατὰ τι]μ?ήν.

εἰ δὲ θέλεις καὶ βαθύτερον λόγον | ἀκοῦσαι· Ἰ(η-σοῦ)ς “διερχόμενος τοὺς οὐρανοὺς” [οὐ μό]νον ἐν τῇ ἀν-

όδῳ ἀλλὰ καὶ ἐν τῇ | καθόδῳ πάντας ἐμιμήσατο τοὺς λογι-

κο?[ύς, ὡ]ς ἐν Ἰσαΐᾳ φέρεται τῷ ἀναβατικῷ, | [ἵ]ν' ὠφε-λήσει πᾶν τάγμα· οὐ διέβη γὰρ τόπ[ον] κ?ατιώ?ν, ἔνθα? οὐ

πεποίηται ὠφέλειαν. | [δ]ύναται οὖν καὶ τὸ ὑπεραναβε-βηκὸς ζῷον ε?ἶ?[ναι], “ἔσχατον” δὲ τ?άχα ὁ “ἄν(θρωπ)ος ἢ

ὁ κα?[τα]χθό|νιος. πάντας? οὖν ἐμιμήσατο, ἵνα πᾶν? τ?[άγ-

μα] ὠ?φελήσει. ε?ἰ? γὰρ ὁ ἀπόστολος αὐτὸ?[ς] ”τοῖς | πᾶσινπάντα γέγονεν, ἵνα πάντας κ[ε]ρ?δ[ήσῃ“—ἐ]κ?[εί]ν?οις δὲ

”πάντα γέγονεν“ καὶ ᾧ? ”[ἔσ]χατοί“ | εἰσιν, ”γέγονεντοῖς ἀνόμοις ἄνομος, [ἵνα τοὺς ἀνό]μ?ους κερδήσῃ, τοῖς

330

Ἰο?[υ]δ?[αίοι]ς? | {Ἰουδαίοις} Ἰουδαῖος“, τοῖς ”σοφοῖς“σοφός—, εἰ οὖν ὁ μιμητὴς αὐτοῦ ταῦτ' ἐποίει, πολλῷ

[πλ]έ|ον αὐτός. εἶτα λοιπὸν εἰρηκὼς λέγει· ”ὁ ζῶν καὶ ἐγενάμην νε-

κρός“. ”ἐγὼ ὁ ζῶν“, ο[ὐ]χ? | ὁ ”γενάμενος ζῶν“· ”ζῶν“γάρ ἐστιν, ”ζωὴ“ γάρ ἐστιν, ”ἐγένετο“ δὲ ”νεκρός“· ἀλ-

λὰ τὸ μεσολα|βῆσαι λύεται· ἐπήγαγεν γάρ· ”καὶ ἰδοὺ ζῶνεἰμι εἰς τοὺς αἰῶνας“. εἰ γὰρ καὶ ”ζῶν“ τυγχάν[ω](ν) |

”νεκρὸς γέγονα“, οὐ ”γέγονα εἰς τοὺς αἰῶνας νεκρὸς“

ἀναλαμπούσης ἐκείνης | τῆς ”ζωῆς“, ἧς εἶχον πρὸ τῆςνεκρώσεως. 11,7a καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖ[ς]. |

ἑκατέρως τὸ ”φῶς γλυκύ“ ἐστιν ”τοῖς ὀφθαλμοῖς καὶ ἀ-

γαθόν“. ὠφελεῖ τοὺς ”ὀφθαλμο[ύς]“. | καὶ εἰ μὲν ἐπὶ τῶναἰσθητῶν λαμβάνεις, δείκνυσιν αὐτῷ τὰ ὁρατά. εἰ δὲ περὶ

τοῦ? | θείου ”φωτὸς“ τοῦ ἀϊδίου, περὶ οὗ λέγεται ”ἦ[ν] τὸ

φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα | ἄν(θρωπ)ον“ ”τοὺς ὀ-φθαλμοὺς τῆς καρδίας? φωτίζον“, ”γλυκύ“ ἐστιν αὐτοῖς.

ἑκατέρως δὲ | λημπτέον τὸ ”φῶς“ καὶ τοὺς ”ὀφθαλ-

μού[ς]“, ὡ?σ?αύτως καὶ τὴν ”γλυκύτητα“. ὁμοίως ἐὰν | πε-ρὶ τῶν ὁρατῶν λέγῃ τῶν δεικ[νυμ]ένων ὑπὸ τοῦ αἰσθητοῦ

”φωτός“, τὸ ”γλυ|κ?ὺ?“ ἀ?ν?τὶ τοῦ? ἡδύ ἐστιν?. ἐὰν δὲ [λά]-β?[ῃ]ς? τοὺς ἔσω ”ὀφθαλμοὺς“ καὶ τὸ ”φῶς τὸ ἀληθινό(ν)“, |

οὕτω ”γλυκύ“ ἐστιν, ὡς εἴρητ[α]ι ”γ?ε?ύ?[σα]σθε? καὶ ἴδετε

ὅτι χρηστὸς ὁ κ(ύριο)ς“ καὶ ”ὡς γ?λ?υ|κ?έ?α? τ?ὰ? λόγ?ι?ά? σουὑπὲρ μέλι καὶ κ[ηρί]ον“, ”φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ

κηρίον, ἵνα | γ?λυ?κα[ν]θ?ῇ ὁ? φ?[ά]ρ?υ?ν?ξ“. κα[!!!!!]τ?ο ”μέ-λι“, τὸ ἐσθιόμενον, τὸ{ν} ”ἀγαθόν“, τὸ πνευματικὸν |

ἀ?π?ό?σταγμ?α? τ?ῶν γ[ρ]α?φῶν ε?[!!! τὸ ”κη]ρίον“ δέ, ἐν ᾧ

συνίσταται ἡ λέξις τῶν γραφῶν | ![!!] !!! [!!!]. 11,7b τ?ο?ῦ? β?λ?έ?πειν? [σὺν τὸν ἥλιον]. ὁ? ἔχων τὸ ”φῶς“ τοῦτο τὸν ”ἥλιον βλέπει“.

ἑκατέ|ρως πάλιν ἄκουε. τὰ ἄλλα? ὁ?[ρατὰ δεί]κ?ν?υται ὑπὸ ”ἡλίου“ καὶ ”φωτός“·

αὐτὸ δὲ τὸ ”φῶς“ | ο?[ὐ]χ? ὑ?π?ὸ ἄλλου δείκνυται, ἀλλ' αὐ-τὸ [ἑαυτὸ] ἐ?μφανίζει.

ὅπερ οὖν ἐπὶ τῆς ἱστορίας γίνεται | τοῦτο καὶ ἐπὶτῆς ἀναγωγῆς. ε[ἰς τὸ ἁρ]μ[ο]νίως ἰδεῖν δεῖ ὄψιν εἶναι καὶ ”φῶς“

καὶ | ὁρατά. ἔ?σ?[τ]ι?ν? γάρ π?οτε τῆ?ς? [ὄψ]ε?ω?[ς οὔση]ς? τὰ

ὁ?ρατὰ μὴ θεωρεῖσθαι, ὅταν νὺξ ᾖ. καὶ πάλιν | τ?[ο]ῦ ”φω-τὸς“ ὄν?[τ]ο?ς? [ὅ]τ?αν τι?ς? μ?[ὴ] σ?κ?[οπῇ, κ]ἂ?ν? μ?ὴ στερηθῇ

αὐτοῦ, οὐχ ὁρᾷ αὐτά. τότε οὖν | τ?[α]ῦ?τ?α ὁρᾶτα?[ι], ὅτε[?] τ?ὸ ”φῶς“ !!![!!!!!!]!!!! εἰς ἀντίλημψιν αὐτῶν καὶ

αὐτὰ [?] | φ?ανερώσει. κ[αὶ ἄ]λλο ἐσ[τ]ὶ?[ν] [?] [τὸ

δ]εικν[ύ]ον ”φῶς“ καὶ ἄλλο τὰ δεικνυόμενα | [ὁ]ρ?α?τ?ὰκαὶ ἕτερον ἡ δεικν[ύουσα ὄψις. περ]ὶ? μ?έ?ντοι τῶν νοητῶν

331

οὐχ οὕτως ἔχει. τὸ ”φῶς“ ‖ οὐχ ὑπ?ὸ ”φωτὸς“ δ[είκ]ν?υταικαίτοι? [ὂ]ν? ὁρατόν, ἀλ?〈λ〉' ἑαυτὸ φανεροῖ. τοῦτο μέν|-

τοι Μω?ϋσῆς θ?εασ?![!]ε?!!ς καὶ ει[?]!!!κ?ρως ἔλεγεν· ‘”ἐμ-

φάνισόν μ[ο]ι? σεαυτόν“, | οὐκ ἄλλος δὲ δύναταί μοι”ἐμφ[α]νίσ?α?ι“’, ὡς εἴ τις τῷ ”ἡλίῳ“ ἔλεγεν· ‘”ἐμφά|-

νισόν μοι σεαυτόν“, ἄλλο γὰρ οὐδὲν δύναται σὲ δεῖξαι’.

οὕτω καὶ ὁ σ(ωτ)ὴρ ἐν εὐαγ|γελίοις ἔλεγε[ν]· ”ὁ? ἔχωντὰς ἐντολάς μου? καὶ τηρῶν αὐτάς, ἐκ[εῖ]νός ἐστι(ν) |

ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ π(α-

τ)ρ(ό)ς μου, καὶ ἐμφ[α]|νίσω αὐτῷ {ἑαυτῷ} ἐμαυτόν“.πάλιν ”ἐμφανίζω“, ‘οὐκ ἄλλος με δείκνυσιν’. |

ἀλλὰ λέγεις ὅτι ὁ? [υ(ἱὸ)ς] ”δείκνυσιν τὸν π(α-

τέ)ρα“.

331

ἀλλὰ σκόπει ὅτι ἡ αὐτή ἐστιν π(ατ)ρ(ὸ)ς καὶ |

υ(ἱο)ῦ οὐ?σία· ὥσπερ γὰρ ὁ ”π(ατ)ὴρ δείκνυται“ ὑπὸ τοῦ

υ(ἱο)ῦ, οὕτω καὶ ὁ υ(ἱὸ)ς ὑπὸ τοῦ π(ατ)ρ(ό)ς· | ”ὁἑωρακὼς ἐμέ“, φησίν, ”ἑώρακεν τὸν π(ατέ)ρα“. καὶ ὅρα

ὅτι ἀποκαλύπτει | ὁ υ(ἱὸ)ς τὸν π(ατέ)ρα, ἀποκαλύπτειδὲ κα[ὶ ὁ] π(ατ)ὴρ τὸν υ(ἱό)ν. Παῦλος γοῦν λέγει ὡς

”εὐ|δόκησεν ὁ θ(εὸ)ς ἀποκαλύψαι τὸν υ(ἱὸ)ν [αὐτο]ῦ

ἐν ἐμοί“. καὶ ὁ Πέτρος ἐμαρτυρήθη | ὅτι ”[σ]ὰρξ καὶαἷμα οὐκ ἀπεκάλυψεν“ αὐ[τῷ] τὸν υ(ἱό)ν, ἀλλ' ὁ γεν-νήσας αὐτὸν ”οὐρ[ά]ν[ιος] π(ατ)ήρ“. |

11,8abcd <καὶ ἐὰν ἔτ[η πολ]λ[ὰ ζήσεταιὁ ἄν(θρωπ)ο]ς?, [ἐν π]ᾶ?σιν ![!!] εὐφραν-

θήσετ?αι καὶ μνη[σ]θή|σεται τὰς ἡμέ-ρας τοῦ σκότου[ς], ὅ?τι πολλαὶ ἔσον-[τ]αι.>

(11,8a) ”κἂν“ μυρία ”ἔτη ζήσει | ὁ ἄν(θρωπ)ος“, ἦνδὲ ”ἄν(θρωπ)ος“ φυλάττων τὸ ”κατ' εἰκόνα καὶ ὁμοίωσιν“

καὶ οὕ|τω ὁ ”ἄν(θρωπ)ος“ ὡς ”εὐθὴς“ γέγονεν ὥστε εἰδέ-

ναι τὴν εὐθύτητα τοῦ φωτὸς καὶ | τὸ ”πρωῒ σπείρειν“ καὶ

τὸ ”ἑσπέρας μὴ ἀφιέναι τῇ χειρὶ“ μηδέν, ”εὐφραν|θήσε-

ται“.

331

(11,8ab) ”κἂν πολλὰ ἔτη ζήσεται, εὐφρανθήσεται“.

”ἔτη“ δὲ ”πολλὰ“ γίνεται | ἐκ περιόδου τοῦ ”ἡλίου τῆς

δικαιοσύνης“. ὡς γὰρ ὁ αἰσθητὸς ἥλιος περιοδεύ|ων κύ-κλ〈ους〉 τινὰς ”ἔτη“ καὶ ἐνιαυτοὺς κατασκευάζει, οὕτω

καὶ ”τὸ φῶς | τὸ ἀληθινόν“. περὶ τούτων οὖν λέγει ὁ

ἅγιος ὁ φωτισθεὶς ὑπ' αὐτοῦ· ”ἔτη αἰώ|νια ἐμνήσθην καὶἐμελέτησα“. εἰ ”πρόσκαιρά“ ἐστιν πάντα τὰ καθ?' ἡμᾶς, |

πῶς ”αἰώνια ἔτη“ ῥητέα τὰ παρ' ἡμῖν γινόμενα;

καὶ ἔτι· ”ἐμνήσθην ἡμε|ρῶν αἰωνίων, σύνετε γενεὰς γε-

332

νεῶν“. ἐξ ”αἰωνίων ἡμερῶν“ κατασκευάζεται | τὰ ”αἰώ-νια ἔτη“. ”κἂν πολλὰ“ οὖν ”ἔτη ζήσῃ ὁ ἄν(θρωπ)ος, εὐφρανθή-

σεται ἐν αὐτοῖς“, | ἐὰν οὕτως ὡς ”ἄν(θρωπ)ος“ ἐνεργῇ,

ἐὰν μὴ ”σ?υνπαραβληθ?εὶς“ γένηται ”κτηνώ|δης“, ἐὰν μὴ”ἵππος θηλυμανής“, ”μὴ συνετὸς“ κατὰ τὴν ”ἡμίονον“.

ἐπερ()· | τὸ ”καὶ ἐάν“; —ἐπεὶ οὐ πάντες ”ζῶσιν“ ταῦτα τὰ ”ἔτη“· ἀλλ' οὐ-

δὲ κατὰ φύσιν ὁ ”ζῶν | ζῇ“, ἀλλὰ ἐὰν θελήσῃ, ”ζῇ“.

κἂν τοῦτο οὖν ὑπαρχθῇ, ”εὐφρανθήσεται“ ἐν | πάσαιςταῖς ἡμέραις.

ἐπὶ τοῦ ῥητοῦ οὖν οὐκ ἀναφέρεται τὸ ἀληθές” | οὐκ,“ἐὰν” μυρία τις “ἔτη ζήσῃ”, “ἐν πᾶσι?ν αὐτοῖς εὐφραν-

θ[ή]σεται”, εἰ μὴ ἄρα | οὕτως εἴποις· ὁ σοφὸς οὐκ ἐπὶ

τοῖς ἡδέσιν μόνοις χαίρει, ἀλλὰ καὶ ἐπὶ | τοῖς ἀηδέσινγενναίως αὐτὰ φέρων· “εὐλογήσω” γοῦν “τὸν κ(ύριο)ν ἐν

παντὶ και|ρῷ”, λέγει, κἂν ἀηδῆ ἦν τὰ περιεστ[η]κότα,

κἂν ἀνιαρὰ ἦν· ὥσπερ ὁ Ἰὼβ | “ἐν παντὶ καιρῷ” “εὐ-

φραίνετο”.

332

11,8cd καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους,

ὅτι πολλαὶ | ἔσονται. ὡς ἐπὶ τὸ πλεῖστον ὁ ἐν κακίᾳ ὢν οὐ “μνημονεύει”

τῶν “αἰωνίω(ν) | φωτῶν”, ὁ δὲ ἐν ἀρετῇ ὢν οἶδεν καὶ

τ[ὴ]ν? κακίαν καὶ “μνημονεύει” αὐτῆς· οὕτω | γοῦν “ἐκ-κλίνει” ἀπ' αὐτῆς [!!]!σ?κ?ο?![!!!!!!]!![!!!!!]![!!!·

μ]έχρ?ι? γ?[ὰ]ρ? τ?[οῦ] | παρόντος ζῆν ἐνεργοῦσιν, ἀλλ'

οἱ κακοὶ [πα]ραδίδονται καὶ μετὰ ταῦτα | τῷ σκότῳκαὶ τοῖς ἄλλοις ἀηδέσιν, ταῖς τιμωρίαις πάσαις. ὁ

“μνη|μονεύων” οὖν οὐ πειραθήσεται αὐτῶν.

ἑτέρως δὲ τὸ “μνημονεύειν” λαμβά|νομεν· λαμβάνο-

μεν δὲ καὶ τὴν χρῆσιν πολλάκις μνήμην καὶ τὸ | μὴχρᾶσθαι 〈λήθην〉. ὅταν γὰρ λέγῃ περὶ τῶν δικαίων τῶν

τὰς θείας | ἐπαγγελίας ἀπολαμβανόντων ὅτι “ἐπιλήσον-

ται τῆς θλίψεως αὐτῶν | τῆς πρώτης”—ἀντὶ τοῦ οὐπειραθήσονται αὐτῆς ἔτι—“οὐδὲ ἐπέλθῃ αὐτῶν ἔτι |

ἐπὶ τὴν καρδίαν”. διὰ τί; “ἔσται γὰρ ὁ οὐρανὸς και-

νὸς καὶ ἡ γῆ καινή”· μεταστοι|χ[ει]ωθέντος τοῦ κόσ-μου καὶ τῶν ἐπαγγελιῶν ἀποδοθησομένων, οὐκέτι |

μνήμη ἔσται θλιβηροῦ. καὶ οὕτως εἰώθαμεν λέγειν·

ὅταν μεταβολὴ γένηται, | λέγομεν λήθην “τῶν προτέ-

ρων” λαμβάνειν, κἂν ἀγαθὰ κἂν μὴ ἀγαθὰ | ὦσιν. λέ-γεται γοῦν· “ἐν ἡμέρᾳ ἀγαθῇ ἀμνηστία κακῶν”. μὴ γὰρ

333

τοῦτο λέγει ὅτι ὁ | πειραθεὶς “ἡμερῶν ἀγαθῶν” καὶ

φωτεινῶν ἐπελάθετο ὅτι πεπείραται “κακῶν”. | ἀλλ'οὐκέτι οὕτω “μνημονεύει” αὐτῶν κατὰ πεῖραν. |

11,8e9abcd <πᾶν τὸ ἐρχόμενον ματαιό-της. εὐφραίνου, νεανία, ἐν νεότητί

σου, καὶ ἀγα|θυνάτω σε ἡ καρδίασου ἐν ἡμέραις νεότητός σου, καὶ

περιπάτει ἐν ὁδοῖς | ἄμωμος καὶἐν ὁράσει ὀφθαλμῶν σου.>

(11,8e) “τὸ ἐρχόμενον” οὐκ ἔστιν | αἰώνιον·“πρόσκαιρά” εἰσιν πρὸς ταῦτα “τὰ βλεπόμενα”, τὰ ὁ-

ρατὰ δημι|ουργήματα·…

The complete text is available when the reading interface loads.