De trinitate
- Edition reference
- De trinitate (lib. 1) [Sp.], ed. J. Honscheid, Didymus der Blinde. De trinitate, Buch 1 [Beiträge zur klassischen Philologie 44. Meisenheim am Glan: Hain, 1975]: 14–238.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
7
1
κτιστῶν θεῶν τοὺς πιστεύον[τ̲α̲ς̲ ̲τ̲]ῷ υἱῷ ὁ ἔν[ν̲ο̲μ̲ο̲ς̲ ̲Π̲α̲ῦ̲λ̲ο̲ς̲]
τῷ θεϊκῷ πνεύματι σεσοφισμένος ἐγγυᾶται.
2
[ἔ̲τ̲ι̲ ̲δ̲ὲ̲ ̲κ̲α̲ὶ̲ ̲“̲ἀ̲]θέ-
ους” ἀποκαλεῖ τοὺς πρὸ τούτο[υ̲] ἐκτὸς τοῦ υἱοῦ [τ̲ὸ̲ν̲ ̲θ̲ε̲ὸ̲ν̲ ̲κ̲α̲ὶ̲]
πατέρα μόνον ἐγνωκότας, ἐ[π̲ε̲ι̲δ̲ὴ̲] οὐκ ἐν π?ο?ι?[ή̲μ̲α̲σ̲ι̲] τ?ελ?εῖ, γρά-
φων πῇ μὲν ὅτι „μνημονεύετε ⸤ὅτι ποτὲ ὑμεῖς τὰ ἔ⸥θνη ⸤ἐν⸥
σαρκί, οἱ λεγόμενοι ἀκροβ⸤υστία ὑπὸ τῆς λεγομέν⸥ης περιτο-
μῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ⸤ἦτε τῷ καιρῷ ἐκείνῳ χω⸥-
ρὶς Χριστοῦ, ἀπηλλοτρι?ω?μ?ένοι τ⸤ῆς⸥ ἐλπ?ί?δο⸤ς τοῦ Ἰσραὴλ καὶ ξέ⸥-
νοι τῶν διαθηκῶν τῆς ἐπ?⸤αγ⸥γ⸤ελίας, ἐλπίδα μὴ ἔχοντες⸥
καὶ ἄθεοι ἐν τῷ κ?όσ⸤μῳ“.⸥
3
[πῇ δέ] ⸤”ἀλλὰ τότε μὲν οὐκ εἰδό⸥-
τες θεὸν ἐδουλεύσατε ⸤τοῖς⸥ φύ⸤σει μὴ οὖσι θεοῖς—νῦν δὲ⸥
γνόντες θεόν, μᾶλλον γν?⸤ωσθέντες ὑπὸ⸥ θεοῦ, ⸤πῶς⸥ ἐ⸤πι⸥-
στρέφετε πάλιν ἐπὶ τὰ ⸤ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς⸥
πάλιν ἄνωθεν δ?ουλεύειν θ?έ⸤λετε”;⸥
4
[ἀ̲λ̲λ̲ὰ̲ ̲μ̲ὴ̲〈ν〉 τ̲ο̲ῦ̲ ̲π̲ρ̲ε̲σ̲β̲υ̲]-
τέρου νόμου τὸ ἀεὶ [ν̲έ̲]ον [κ̲α̲ὶ̲ ̲ο̲ὐ̲κ̲ εἰς γ̲ῆ̲ρ̲α̲ς̲ ̲ἀ̲π̲οκ̲λ̲ῖ̲νον̲]
σω?τ?ή?ρ?ιον κήρυγμα τὸ [π̲ε̲ρ̲ὶ̲ ̲Χ̲ρ̲ι̲σ̲τ̲ο̲ῦ̲ ̲κ̲α̲ὶ̲ ̲ἁ̲γ̲ί̲ο̲υ̲ ̲π̲ν̲ε̲ύ̲μ̲α̲τ̲ο̲ς̲ ̲κ̲α̲ὶ̲ ̲τ̲ὸ̲ν̲]
[ἐ̲κ̲κ̲λ̲η̲σ̲ι̲α̲σ̲τ̲]ικὸν θεσμὸν [π̲ρ̲ο̲φερέστερον ἡγεῖται δ̲ι̲ὰ̲ ̲τ̲ὸ̲ ̲τ̲έ̲]-
λ?ε?ι?ο?ν [κ̲α̲ὶ̲ ̲τ̲]ὸ μὴ ἔχειν μή[τ̲ε̲ ̲ἀ̲ν̲ο̲μ̲ ἐ̲ν̲ο̲χ̲λ̲ο̲ῦ̲ν̲ ̲μ̲ή̲]-
τε !!κάλλιον [ἢ̲ ̲μ̲ε̲ῖ̲ζ̲ο̲ν̲ χ̲ρ̲ὴ̲ ̲π̲ρ̲ο̲τ̲ε̲θ̲η̲ ]
ο[!!] λόγῳ ἢ τρόπῳ[ κ̲α̲λ̲λ̲ γ̲ὰ̲ρ̲ ̲τ̲ῷ̲ ̲χ̲ρ̲ή̲]-
[μ̲α̲τ̲ι̲ ̲τ̲ο̲]ύτῳ γράφει π?ε?[π̲ σ̲ι̲]
[τ]ὸ μὲν ὅ?τι [„̲ἐ̲γ̲ε̲ν̲ό̲μ̲η̲ν̲“̲ ]⸤”κατὰ ζῆ⸥-
λον διώ[κων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν⸥
ἐν νόμῳ ⸤γενόμενος ἄμεμπτος· ἀλλὰ ἅτινα ἦν μοι κέρ⸥-
δη, ταῦτα ⸤ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μὲν οὖν γε καὶ⸥
ἡγοῦ⸤μαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώ⸥-
σεως Ἰησοῦ Χριστοῦ τ?ο?ῦ κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐζημιώθην
καὶ
ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω”.
5
Ῥωμαίοις δέ·
„εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξα-
μεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε“.
6
Ἆρα δὲ καὶ
πρὸς τί ἀπιδὼν καὶ οἷα διανοηθεὶς ἀκραιφνοῦς θεογνω-
σίας αὖθις ἴδια γέγραφεν· Κορινθίοις μὲν τὸ δεύτερον ὅτι γε
εἰ [τ̲ῷ̲] υ?[ἱ̲ῷ̲ ̲τ̲ι̲ς̲] καταλλαγῇ, τῷ θεῷ κατηλλάγη κ?αὶ ὅτ?ι
ἐν Χριστῷ ἡ? πρὸς τὸν θεὸν σ?ύμβασίς ἐστι τοῦ κόσμου·
7
ἔχει δέ·
”ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ
λογ⸤ιζόμ⸥ενος αὐτοῖς τὰ παραπτώμα?τα αὐτῶν, καὶ θέ-
με?⸤νος ἐ⸥ν ἡμῖν τ⸤ὸν λόγ⸥ον τῆς καταλλαγῆς. ὑπὲρ Χριστοῦ
⸤οὖν⸥ πρε?⸤σ⸥βε⸤ύομεν ὡς τ⸥οῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν.
⸤δεόμεθα ὑπὲρ Χριστο⸥ῦ· καταλλάγητε τῷ θεῷ”.
8
Καὶ πάλιν ὡς
πάντα τὰ ἄλλα[ ]ᾶ παρεὶς ἐκήρυττεν μεγάλα
αὐχῶν ὅτι καὶ τὸ δοκοῦν ἐπονείδιστον εἶναι Χριστῷ διὰ
τὴν φιλάνθρωπον αὐτοῦ οἰκονομίαν, πᾶσαν εὔκλειαν καὶ
ῥώμην βρύει, ἐγᾦμ[αι] τοῦτο ποιῶν ἐξ ἔργου, ἵνα καὶ
ὁ ἐκ τοῦ ἐνδόξ[ο̲υ̲] πάθους τὴν ἀγένητον καὶ ἀκήρα-
τον καὶ [ἀναλλοίωτον] θεότητα μὴ κατοπτεύων
γραφὴν ὑ[περηφανίας] ὀφλοῖ.
9
ἔλεγεν δὲ τοιάδε·
„οὐκ ἔκρινά ⸤τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ⸥ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυ-
ρωμένον“.
Ῥωμ[α̲ί̲ο̲ι̲ς̲ ̲δ̲έ̲·̲] ”δικαιοσύνη δὲ θεοῦ διὰ πίστε-
ως ⸤Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς⸥ πιστεύοντας”.
10
διὰ τῆς εἰς τὸν υἱὸν
φησ?ὶ [πίστεως δικαιοῦται] ὑπὸ θεοῦ ἕκαστος.
11
Γαλάτ[α̲ι̲ς̲ ̲δ̲έ̲·̲] ⸤„εἰδότες δὲ ὅτι⸥ οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔρ-
γων ⸤νόμου ἐὰν μὴ διὰ πίσ⸥τεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς
Ἰησοῦν Χριστὸν ⸤ἐ⸥πιστεύ⸤σαμεν, ἵνα δικ⸥α?ιωθῶμεν ἐκ πίστεως Χριστοῦ
καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθή-
σεται πᾶσα σάρξ“.
12
ἐξηγεῖται δὲ καὶ ἑτέρωθι ὅτι ”οὔτε περι-
τομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ πίστις δ?ι?' ἀ?-
γάπης ἐνεργουμένη”.
13
Τοῦ δὲ λόγου βαθύνοντος τὸν νοῦν
ἀναπτυκτέον.
14
διδάσκειν [μὲν] οὖν βούλεται ὡς ἡ Χριστοῦ ἐπιφά-
νεια καινήν? τινα καὶ τὴν μόνην πίστιν ἅ?[πα]σιν ἀνθρώποις ἐξεύ-
ρετο· καθ' ἣν οὐδεμίαν χώραν οὔτε Ἰουδαισμ[ῷ̲ οὔτε Ἑλληνι]-
σμῷ καταλέλοιπεν.
15
αὕτη δὲ νοηθ?ε?ί?η? ἂν καὶ[ ]
κατὰ τό· „ἰδο?ὺ? τὰ ἀρχ⸤αῖα⸥ παρῆλθεν, καινὰ γέγονε?⸤ν πάν⸥-
τα“. καὶ ἵνα συνελ[!!]ε?ι?[ ]παύεται μὲν? ὁ τὸν?[ ]
θεὸν εἰδὼς νόμ[ου] ὡς[ μὴ] τελεία?ν τὴν π?ε[ρ̲ιτομὴν φη]-
σίν.
16
ἀνέλαμψεν δὲ εἰς σωτη?ρία?ν? [καὶ] διδασ?[καλίαν πᾶσιν]
φῶς τὸ ἀληθινὸν καὶ ἐλεύθε[ρ̲]ο?ν ὁ υἱός· καὶ πα[ρίστησι τοῦτο τό]
τισιν αὐτῶν ἀγν?οού?μενον μυστι?[κῶς] διὰ τὴν ἔναυλον ἐν
αὐτοῖς τῆς πολυθεΐας ἐξ Αἰγύπτου μνήμην·
17
προσμαρτυ-
ρῶν τοίνυν ὁ σεπτὸ?ς θεοῦ υἱὸς τῇ οἰκείᾳ φύσει τὸ ἄνωθεν
ἐλεύθερον καὶ μὴ ἀδελφὴν οἷον ἔχειν τὴν κτίσιν—δοῦλον
γὰρ πᾶν τὸ παραχθὲν {καὶ} εἰς γένεσιν τοῦ παραγαγόντος
καὶ τὸ κτισθὲν κτίσμα [τοῦ κτίσαντος—λέγει πρὸς Π]έτρον·
18
”οἱ βα-
σιλεῖς τῆς γῆς ⸤ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κ⸥ῆ?ν?σον; ἀ-
πὸ τῶν υἱῶν αὐτῶν ⸤ἢ ἀπὸ τῶν ἀλλοτρίων;⸥ ἀπο-
κρινομέ?[νου]· ἐκ τῶν ⸤ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄρα γε ἐλ⸥ε?ύ-
θεροί εἰσιν οἱ υἱοί. ἵνα δ⸤ὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορ⸥ευ-
θεὶς εἰς θάλασσαν ⸤βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶ⸥τον
ἰχθῦν ἇρον, καὶ ⸤ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα. {υ}
ἐκεῖνον λαβὼν ⸤δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.”⸥
19
[ταῦτα μ]ὲν
περὶ τούτων. οἱ[δὲ ]παύονται ἔτι.
8
n
Περὶ τῶν διαμυθολογούντων ὅτι ὁ πατὴρ ἐποίησε τὸν υἱὸν ἐπὶ τῇ ὑπουργίᾳ τῆς κτίσεως.
1
Βλασφήμως ἀντεξάγοντες καὶ διαμυθολογοῦντες φασὶ
τὸν πατέρα πεποιῆσθαι υἱὸν χρειωδέστατον ἐπὶ τὸ ὑπουργεῖν
αὐτῷ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων, οὔκετι κατανοοῦντες
ὡς ἐξήρτ?ηται τοῦτο [ἐκ τ]οῦδε στ?ο?χαστικοῦ αὐτῶν λόγου· φθό-
νος τε καὶ ὄκνος καὶ ἕτερα ὑ?λ?ι?[κ̲ά̲.̲]
2
Δεῖ γὰρ δήπου καὶ ταῦτα
ὁρᾶν. εἰ γὰρ καλὸν τὸ δημιουργεῖν—ὥσπερ οὖν καλὸν καὶ
μόνον ἴδιον καὶ μόνον ἐξαίρετον τῆς θεϊκῆς ἀφθόνου φύσε-
ως, ἵν' ἔχ[ο̲]ι καὶ ὑπό του δοξάζηται—, ἀνθ' ὅτου μὴ πάντα
δι?' [ἑ̲α̲υ̲]τ?ο?ῦ ἔκτισεν, ἀλλ' [ο̲ἱ̲ο̲ν̲]εί πως κατώκνησεν;
3
εἰ δὲ
καὶ μ?έγα? τοῖς κτιζομένοις τὸ ὑπὸ τοῦ μείζονος καὶ ἐ–
[ π̲α̲ρ̲α̲] φέρεσθαι, εἴπερ κατ' αὐτοὺς μείζων τοῦ
[ἰ̲δ̲ί̲ο̲υ̲] υἱοῦ λόγου ὁ πατήρ, ἐ?[β̲ά̲σ̲κ̲α̲ι̲ν̲ε̲] τοῖς δοξάζουσιν αὐ-
[τ̲ὸ̲ν̲ ̲τ̲ὴ̲ν̲] δι' ἑαυτοῦ ποίησιν;
4
εἰ δὲ καὶ ὑπερηφαν[ί̲]α?ς?
[ἀ̲δ̲υ̲ν̲α̲μ̲ί̲α̲ς̲ ̲τ̲ε̲] ἅμ?[α̲] παν[τάπα]σιν οὐκ ἀπήλλακται τὸ διὰ
[μ̲ε̲σ̲ί̲τ̲ο̲υ̲ ̲π̲ο̲ι̲ε̲ῖ̲ν̲ ]τὸ παραγόμενον, τοῦ παράγον-
τος αὐτὸ δι' ἑαυτοῦ ἤ[περ τ̲]οῦ δι' ἑτέρου ποιοῦντος μείζονα
τὴν δόξαν ἐκφαίνει.
5
οὔπω γὰρ ὂν τοῦ ἀεὶ ὄντος νεύμασιν
ὑπακούει καὶ ὅσον οὐδέπω διαπεραίνεται καὶ μέτρα
προσήκον[τ̲α̲ δέχεται ]καὶ οὐκ ἔχει ἔν τινι τὸ ἐλ-
λεῖπον[ οὐχ ὑ]περήφανος μόνον
ὁ ὑ[π̲ε̲ρ̲η̲ ]ἀλλ' ἤδη καταν?
τ?[ ]ι δειχ[θ̲ε̲ί̲η̲] πάν?τ?α ὅ?σα
ἂν[ ἐξ]ουσίαν καὶ ἀπ[ ]ρω[μ̲]
τ[ εἰ δὲ Ἰησοῦς λέγει τῷ] Λαζά?ρ?ῳ τεθνηκότι· „δεῦ-
⸤ρο ἔξω.“⸥ [ κα]ὶ ἄλλῳ·
6
”ἀφέων-
ταί ⸤σοι αἱ ἁμαρτίαι σου”⸥ [καὶ ἄλλῳ·] ⸤„ἐγώ σ⸥ο?ι? ἐπιτάσσω. ἔξελ-
θε ⸤ἐξ αὐτοῦ“⸥ [ τὸ δὲ τὸν θεὸν ταῦτα ]ποιεῖν δι' ἄλλου
κατὰ τὸν ἐκείνων νοῦν δείκνυσι τὸν μὲν θεὸν πατέρα, οὗ αἱ νοή-
σεις ποιήσεις εἰσίν, μὴ δύνασθαι δι' ἑαυτοῦ τὸ πᾶν διαπε-
ραίνειν δίχα τῆς ἐπικουρίας ἐκείνου τοῦ δι' οὗ ἢ ἐν ᾧ ποι-
εῖ· τὸν δέ γε υἱὸν ὥς τι ἄψυχ[ο̲ν̲] ὄρ?γ?ανον.
7
πῶς οὐ μέγα προσ-
πτύσας καὶ τὰς χεῖρας [ὑπ]τί?ας ἀντιθεὶς ταῖς οὑτωσὶ? ἀ-
γρίαις δυσφημίαις [ἀ̲ν̲α̲]χωρήσει δεδιὼς μὴ ὑπόδι-
κος γένηται τοῦ θείου δικαστ?[η̲]ρίου καὶ ἀκοῆ?ς ἀπρο-
αιρέτου χά?ρι?ν;
9
n
Περὶ ὧν λέγουσιν αἱρετικοί· ‘πότε ὁ υἱὸς ἐγεν〈ν〉ήθη καὶ τὸ
πνεῦμα ἐξεπορεύθη;’ καὶ τὰ λοιπά.
1
Τοσούτων τοίνυν καὶ οὕτω σαφῶν ἀποδείξεων οὐσῶν
καὶ τῆς γραφῆς παραινούσης ”ποικίλαις καὶ ξέναις
διδαχαῖς μὴ παραφέρεσθαι”, φεύγειν δὲ „τὰς κενοφω-
νίας“, οἱ ἑτερόδο?ξο?ι συστῆσαι [ἀ̲π̲ὸ̲] γραφῶ?ν? τὰ τῆς θρησκεί-
ας αὐτῶν ἀποροῦντες καὶ? [!!!!] ὡσαν[ε̲ὶ̲] μεθύοντες τῇδε
κἀκεῖσε τὸν ἐφ' ἑκάστῳ λόγον διαριπτούμενον ἔχοντες διά-
φορα σοφίσματα συνταγέντα αὐτοῖς κακ[ο̲τ̲έ̲χ̲]νως καὶ
κατὰ πολὺ μελετηθέντα προβάλλουσιν, ἐν οἷς ἐστι ταῦτα·
2
‘̲τ̲ὰ̲ ̲σ̲ύ̲μ̲π̲α̲ν̲τ̲α̲ ̲ο̲ὖ̲ν̲,̲ φησίν, ο̲ὐ̲κ̲ ̲ἔ̲σ̲τ̲ι̲ν̲ ̲ἐ̲κ̲ ̲τ̲ο̲ῦ̲ ̲θ̲ε̲ο̲ῦ̲;̲’̲
3
οἷς ἀποκριτέον·
ἀλλ' οὐ γεννητικῶς ὁ υἱὸς οὐδ' ἐκπορευτικῶς καθὰ
τὸ πνεῦμα τοῦ θεοῦ οὐδὲ τοιούτων ἐστιν ἐνεργειῶν ἢ οὕτω περι-
βλέπτων ἠξιώθη συστάσεων[ ].
4
εἶτα· ‘̲π̲ό̲τ̲ε̲ ̲ο̲ὖ̲ν̲ ̲ὁ̲ ̲
̲
̲
̲9̲
̲4̲
̲υ̲ἱ̲ὸ̲ς̲ ̲ἐ̲γ̲ε̲ν̲ν̲ή̲θ̲η̲ ̲κ̲?̲α̲ὶ̲ ̲τ̲ὸ̲ ̲π̲?̲[̲ν̲ε̲ῦ̲μ̲α̲ ̲ἐ̲ξ̲ε̲π̲ο̲ρ̲ε̲ύ̲θ̲η̲]̲;̲’̲ τότε, ὅτε ὁ πατὴρ
9
4
οὐκ ἐγεννήθη. εἰ γὰρ καὶ [ἐξ αὐτοῦ, ἀλλ' οὐ με]τ' αὐτόν.
5
καὶ
ὡς ἀθέμιτον τὸ ζητεῖν[ ]γὰρ ἐν τόπῳ,
ἐπειδὴ μήτε πε[ρ̲]ι?[ο̲ρ̲ ὁ γε]ν?ν?ήσας καὶ ὁ γεν-
νηθείς?—, οὕτως οὐδ[ ]χ?ρόνῳ.
6
θεὸς γὰρ ὢν
ὁ υἱὸς καὶ λόγος το?ῦ[ ]υ?το, ἀλλὰ τοῦ ποιεῖν.
ὡσαύτως καὶ τὸ πνεῦμα[ ].
7
π̲ῶ̲ς̲ ̲δ̲έ, φησίν, ἐ̲γ̲ε̲ν̲ν̲ή̲θ̲η̲;̲
τοῦτο—εἰ καὶ ἐγράφη περὶ μὲν τοῦ υἱοῦ· ”ἐκ γαστρὸς πρὸ ἑωσφό-
ρου ἐγέννησά σε”, περὶ δὲ τοῦ ἁγίου πνεύματος· „πνεῦμα παρ' ἐμοῦ
ἐκπορεύεται“, καὶ εἰ Δαυὶδ ψάλλει· ”τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ
ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι
αἱ δυνάμεις αὐτῶν”, καὶ εἰ λέγει ὁ Ἰώβ· „πνεῦμα θεῖον τὸ
ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με“,
καὶ εἰ κύριος διδάσκει: ”τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ
πατρὸς ἐκπορεύεται”, καὶ εἰ Παῦλος γράφει, πνεῦμα εἶναι
αὐτὸ τοῦ θεοῦ ὡς ἀνθρώποις τὸ αὐτῶν—
8
ὅμως οὕτω πάντα
νοῦν ὑπερβαίνει ὅτι ὁ αὐτὸς ἀπόστολος Κορινθίοις
γράφει· „τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι
ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως φα-
νερώσαντι δι' ἡμῶν“, ὡς μὴ πάσης τῆς γνώσεως
ἡμᾶς διὰ τὸ ἀχώρητον, ἀλλ' οἷόν τινος ἰνδάλματος ἢ
αὔρας ὥσπερ μετασχόντας.
9
καὶ πάλιν· ”βλέπομεν δὲ
δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι” τὰ περὶ αὐτοῦ. καὶ μάλα εἰκό-
τως. „δόξα γὰρ κυρίου κρύπτει λόγον“ κατὰ τὸ θεῖον ῥητὸν ὑπερ-
κειμένη ἀφράστῳ καὶ ἀπείρῳ λόγῳ πάσης αἰσθήσεως
γενητῆς.
10
οὐ διὰ τὸ ἀβάστακτον μόνον. ἀλλ' ὅτι τὸ προαιώ-
νιον καὶ πρὸ πάσης κτίσ?ε?ω?ς, εἰ μὴ ὑπὸ γραφῶν δεδήλω-
το, τῇ κτίσει ἠγν?[οεῖτο·
11
κ̲α̲ὶ̲ ̲π̲ά̲λ̲ι̲ν̲] τοῖς αὐτοῖς τὸ δεύτερον
εἰς τοῦτο παγ[κ̲α̲λ̲ο̲ ·] ⸤”ἡ⸥μεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα
καυχησόμεθα, ⸤ἀλλὰ κατὰ⸥ τ?ὸ μέτρον τοῦ κανόνος, οὗ ἐ-
μέρισεν ἡμῖν ὁ θεὸς ⸤μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν”.⸥ καὶ ἐν τῇ πρώτῃ δὲ
ἐπιστολῇ φησιν· „εἴ⸤τις δοκεῖ ἐγνωκέναι⸥ τι, οὔπω ἔγνω κα-
θὼς θεῖ γνῶναι“.
12
[ τ̲ί̲ς̲ ̲ἡ̲ ̲δ̲ι̲α̲]̲φ̲[̲ο̲]̲ρ̲ὰ̲ ̲τ̲ῆ̲ς̲ ̲γ̲ε̲ν̲ν̲ή̲σ̲ε̲-̲
̲
̲
̲9̲
̲1̲2̲
̲ω̲ς̲ ̲κ̲α̲ὶ̲ ̲τ̲ῆ̲ς̲ ̲ἐ̲κ̲ ̲π̲ο̲ρ̲?̲ε̲[̲ύ̲σ̲ε̲ω̲ς̲;̲ ]ὡ?ς ὁ τρ?όπος ἄγνωστος
9
12
οὕτω καὶ ἡ διαφορά, εἴγε δὴ ἄρα ἐξὸν αὐτὸ τοῦτο ἀκούειν ἢ λαλεῖν, τὸ γὰρ
αἰτίας τῶν ὑπὲρ πᾶσαν αἰτίαν καὶ νόησιν ἀποδιδόναι τολμηρόν· τὸ δὲ θαυμάζειν
τὸ θεῖον καὶ {φόβον εἶναι} τὴν περὶ αὐτοῦ ἔννοιαν φοβερὰν νομίζειν, ἀσφαλές.
13
‘̲Θ̲έ̲λ̲ω̲ν̲ οὖν, φησίν, ἐ̲γ̲έ̲ν̲ν̲η̲σ̲ε̲ν̲ ̲ὁ̲ ̲θ̲ε̲ὸ̲ς̲ ̲ἢ̲ ̲μ̲ὴ̲ ̲θ̲έ̲λ̲ω̲ν̲;̲’̲
ἀλλ' ἡμᾶς χρὴ προειπεῖν τὸν σκοπὸν αὐτῶν καὶ οὕτως ἀποκρίνασθαι.
14
ὁ
οὖν σκοπός ἐστιν, ἵνα πρὸς ἀκεραίους ἀπὸ ἑκατέρας λέξεως τὴν ἀντίθεσιν ποι-
ῶνται.
15
ἤντε γὰρ δράξωνται τοῦ ‘μὴ θέλων ἐγέννησεν’—οὐδεὶς δὲ αὐτοῖς
τοῦτο ἀποκρίνεται—λέγουσιν· ‘οὐκοῦν ὃ μὴ θέλει ὁ θεὸς ὑπομένει γεννήσας
τὸν υἱόν, φύσεως ἀνάγκης εἰς τοῦτο ἄκοντα αὐτὸν περιαγούσης’.
16
ἤντε
δοθῇ αὐτοῖς τὸ ‘θέλων ἐγέννησεν ἐπάγουσιν· ’ἄρα ἡ γέννησις τοῦ υἱοῦ ἐξῆπται
τῆς πατρικῆς θελήσεως, δημιουργικῶς ὕπαρξιν αὐτῷ παρεχούσης‘·
17
ἡ δὲ
ἀπόκρισις αὕτη ἀνουστάτη τυγχάνει. τῆς θελήσεως γὰρ καὶ τῆς ἀνεθελησίας
καὶ πάσης ἐννοίας προτερεύει ὅ τε γεννήσας θεὸς καὶ πατὴρ τό τε ”ἀπαύγασμα
τῆς δόξης αὐτοῦ”, ὁ υἱός· καὶ οὐδὲν τούτου μέσον καὶ ἐκείνου, ἐξ οὗ ἐστιν,
ἐπινοηθῆναι δύναται.
18
Ὁμοίως δὲ καὶ ἡ „εἰκὼν τοῦ θεοῦ“. ἔστιν δὲ πάλιν ὁ υἱὸς οὐκ ἀρχομένη
οὐδὲ παυομένη πρώτη ὕπαρξις τῆς θελήσεως ἢ μὴ θελήσεως.
19
ἐγέννησεν
οὖν ἐν τῇ ὑπὲρ βουλὴν καὶ νοῦν φύσει.
20
Ἀλλὰ καὶ ἥδε ἡ πρότασις αὐτῶν ἀτοπίας ἀνάμεστος. ἡγεῖται γὰρ
τοῦ μὲν θέλειν πάθος ἐπιθυμίας, τοῦ δὲ μὴ θέλειν μέν, ποιεῖν δέ, ἡ ἐξ ἀνάγκης
βία μετὰ τοῦ προεπινοεῖσθαι τὴν βούλησιν καὶ πρὸ ἐκείνης τὴν νόησιν τῆς τοῦ
πατρὸς ὑποστάσεως τῆς πάντῃ τε καὶ πάντως ἐχούσης συνυφεστὸς τὸ ἀπαύ-
γασμα.
21
Πρὸς τούτῳ εἰ πιστεύουσι τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ πατρὸς διὰ
τοῦ υἱοῦ γεγονέναι, οὐ προϋπάρχει ἡ βούλησις. ἀμήχανον γὰρ καὶ ἀδύνατον μὴ
τὸν δημιουργὸν ὑφεστάναι καὶ μετέπειτα δεδόχθαι τὸ δι' αὐτοῦ δημιουργῆσαι.
22
Ἀλλὰ καὶ τοῦτο ἀσυνεσίας μεστόν. εἰ γὰρ αὐτός φησιν· ”ἐγώ εἰμι καὶ
οὐκ ἠλλοίωμαι”, πῶς ἡ ἀναλλοίωτος φύσις ἀλλοίωσιν ὑποσταίη κατὰ τὰς
ὑποστάσεις μὴ ἐν ταυτότητι τῶν προσώπων ἑστῶσα, ἀλλὰ κινουμένη καὶ
μεταπίπτουσα;
23
Ἔτι καὶ τοῦτο. εἰ ἀληθές, ὥσπερ οὖν ἀληθές, τό
„ἅπερ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ“,
ποιήσει καὶ ὁ υἱὸς ἄλλον υἱόν, ἵνα πάντα ὁμοίως τῷ πατρὶ ποιήσῃ.
24
εἰ
δὲ οὐκ ἐποίησεν οὐδὲ ποιεῖ, οὐκ ἔστιν κτίσμα οὐδ' ἡγεῖται αὐτοῦ πατρικὴ βού-
λησις.
25
Εἴποιμι καὶ ἕτερον· εἰ λέγει ὁ σωτήρ·
”θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς
αὐτὸν ἔχῃ ζωὴν αἰώνιον”,
οὐκ ἐκ θελήματος ὁ υἱὸς, ἀλλ' ὁ θεωρῶν αὐτόν.
26
τὸ γὰρ θέλημα μετὰ τὸν
υἱὸν κἀνταῦθα εὑρίσκεται.
27
Ἀπεώσαιτο δ' ἂν καθ' ὅλου τις θᾶττον αὐτῶν καὶ τουτονὶ τὸν λόγον
οὐκ ἐκ μόνων τῶν προλεχθέντων, ἀλλὰ καὶ τῶν ἐπαχθησομένων πρὸς ἡμῶν·
τουτέστιν, εἴγε παραπλήσιον ἀντέρηται αὐτούς· ’πότερον ποτὲ ὁ πατὴρ θελή-
σας ὑπάρχει ἢ οὔ;‘, τὰ ἴσα γὰρ ὧν ἐμελέτησαν ἀπαντήσει αὐτοῖς· πρὸς μὲν τὸ
’οὐ θελήσας‘, ὅτι παρὰ σκοπὸν αὐτῷ συνέβη τὸ ὑφεστάναι, φύσεως ἀνάγκης
εἰς τοῦτο αὐτὸν ἄκοντα περιτρεπούσης· πρὸς δὲ τὸ δεύτερον, ὅτι πρὸ τῆς
θελήσεως οὐκ ἦν· ἀναχθήσεται γὰρ ἡ ὕπαρξις αὐτοῦ εἰς τὴν βούλησιν αὐτοῦ·
δημιουργικῶς αὐτόν, κατὰ τὰς βαττολογίας αὐτῶν, εἰς ὑπόστασιν περιελαυ-
νούσης.
28
Ὁμοίως καὶ ἄλλο, λέξει μόνον διαφέρον τοῦ πρὸ αὐτοῦ· ’θελητῶς ὁ
θεὸς ἀθάνατός ἐστιν καὶ ἀγαθὸς ἢ ἀνεθελήτως;‘ ἐπενεχθήσεται γὰρ τὰ αὐτά.
29
Κάλλιον δέ τις ποιήσει, εἰ συντόμως ἀποκρίνηται αὐτοῖς, μηδὲν ἐπισυμ-
βαίνειν τῷ παντελείῳ θεῷ μηδέ τι ἀπολιμπάνειν αὐτόν·
30
καὶ ὥσπερ οὐ
προηγεῖται τῆς πατρικῆς ὑπάρξεως καὶ ἀθανασίας καὶ ἀγαθότητος θέλημα,
οὕτως οὐδὲ τῆς γεννήσεως· καὶ ἀπᾴδειν πάντα ὁπόσα τοιαῦτα τῆς περὶ τοῦ
θεοῦ ἐνθυμήσεως·
31
περὶ δὲ τῶν κτιστῶν τὸν Δαυῒδ ᾄδειν ἐν ριγʹ ψαλμῷ·
„ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ· καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἐθέλησεν ἐποίησεν“,
καί
”πάντα ἐν σοφίᾳ ἐποίησας”,
τουτέστιν ἐν τῷ υἱῷ, οὐχὶ δὲ ἐν θελήματι,
32
καὶ ἐν οβʹ ψαλμῷ·
„ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ
μετὰ δόξης προσελάβου με“, καὶ ἐν κθʹ·
”ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ”,
καί {ἐν}·
„κ(ύρι)ε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν“,
καὶ ἐν ιζʹ·
”ῥύσεταί με, ὅτι ἠθέλησέν με”.
33
Καὶ γὰρ ὃν τρόπον, ὑπάρχων ὁ πατὴρ ἀθάνατός τε καὶ ἀγαθός, βούλε-
ται εἶναι ταῦτα καὶ βουλόμενός ἐστιν ταῦτα, οὐκ αἰτίαν, ἵν' οὕτω φράσω, τὴν
βούλησιν ἔχων οὔτε μὴν ἀνεθελήτως ὤν· οὕτως οὐδὲ τοῦ γεννῆσαι ἡ βούλησις
αἰτία.
34
περὶ ἡμᾶς δὲ τὸ τινὰ μὲν ἐκ τῆς τοῦ θεοῦ ἐνεργείας, τινὰ δὲ ἐκ τοῦ
ἐφ' ἡμῖν θελήματος ἔχειν·
35
καὶ γὰρ οὐ βουλήσει μὲν τῇ ἑαυτῶν, ἀλλὰ τῇ
τοῦ θεοῦ κτώμεθα τὸ συνεστάναι ἐκ ψυχῆς καὶ σώματος καὶ τὸ εἶναι λογικοί·
36
οἱ γὰρ οὔποτε ὄντες πῶς εἴχομεν βούλεσθαι ἢ μὴ βούλεσθαι;
37
προαι-
ρέσει δὲ ἰδίᾳ ἔχομεν τὸ εἶναι καλοὺς ἢ κακούς, ἐπιστήμονάς τε κατ' ἐπιτηδειό-
τητα ἢ ἀνεπιστήμονας κατὰ ῥαθυμίαν.
38
Ἐληλύθασιν δὲ ἐπὶ τὸ κεφάλαιον τοῦτο οὐκ ἀτρεκεῖ θεωρήματι παρα-
δεχόμενοι τό
„οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα“,
ἐπεὶ ἂν αὐτόθεν εἶχον τῆς ὀρθῆς πίστεως ἄγκυραν βεβαίαν.
39
νυνὶ δὲ φάσκου-
σιν, ὅτι
τ̲ό̲ ̲”̲ἐ̲ν̲ ̲ᾧ̲ ̲ε̲ὐ̲δ̲ό̲κ̲η̲σ̲α̲”̲ ̲δ̲ε̲ί̲κ̲ν̲υ̲σ̲ι̲ ̲κ̲τ̲ί̲σ̲μ̲α̲ ̲τ̲ὸ̲ν̲ ̲υ̲ἱ̲ό̲ν̲.̲
40
καὶ μὴν πρὸς τὴν ἐνανθρώπησιν αὐτοῦ ὅλον νένευκε τὸ νόημα.
41
ἐπειδὴ
γὰρ λέγοντι αὐτῷ· „υἱὸς θεοῦ εἰμι“ ἀντεφθέγγοντο· ”βλασφημεῖς”, ἐπεψηφίσατο
αὐτῷ ὁ πατὴρ ὅτι ’οὗτος μόνος ἐστὶν 〈ὁ〉 υἱός μου γνήσιος‘.
42
Τὸ γάρ „οὗτος“ καὶ τό ”ἀγαπητός” καὶ τὸ μετὰ ἄρθρου ὠνομά-
σθαι „υἱός“ τοῦτο δηλοῖ· ἐν τούτῳ, φησίν, εὐδόκησα διὰ τῆς ἐνανθρωπήσεως
αὐτοῦ τὴν σωτηρίαν ὑμῖν πορισθῆναι.
43
κἂν περὶ τῆς θεότητος δὲ ἐκλάβῃ
τις τό ”εὐδόκησα”, τὸ σόφισμα αὐτῶν ἀκυροῦται· ἐπείπερ οὐ πᾶσα λέξις ῥηθεῖ-
σα παρὰ τοῦ θεοῦ καὶ μάλιστα περὶ τοῦ θεοῦ λόγου κοσμικοῦ ἔθους ἀποτελεῖ
νόημα.
44
Ἔπειτα εἰ ἐπὶ τῷ ἤδη ὄντι υἱῷ ἔλεγεν·
„ἐν ᾧ εὐδόκησα“,
οὐκ αἰτία ἡ εὐδοκία τῆς ὑπάρξεως αὐτοῦ εὑρίσκεται.
45
Ὥστε δὲ σαφέστερον τὸ ὑπὸ τῆς τοιαύτης λέξεως δηλούμενον γενέ-
σθαι, μάρτυρι χρησώμεθα τῷ ψάλλοντι ἐν ρμθʹ ψαλμῷ·
”ὅτι εὐδοκεῖ κύριος ἐν τῷ λαῷ αὐτοῦ”.
46
οὐ γέγονεν δὲ ἡ εὐδοκία πρὸ τοῦ λαοῦ, ἀλλὰ μετ' αὐτόν.
47
τότε γὰρ
εὐδόκει ἐν αὐτῷ καὶ εἰρήνην καὶ χάριν ἔπεμπεν, ὅτε ὀρθῶς αὐτῷ ἐλάτρευεν·
ὅτε δὲ μὴ ὀρθῶς, τοὐναντίον ἢ νῦν προφητεύει·
„ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν“·
καὶ ἐν μγʹ ψαλμῷ·
”ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων
σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς”,
„δεξιὰν καὶ βραχίονα τοῦ θεοῦ“ καί ”φωτισμὸν τοῦ προσώπου αὐτοῦ”
τὸν υἱὸν ἀνειπών·
48
καὶ ἐν ρεʹ ψαλμῷ·
„μνήσθητι ἡμῶν, κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου“.
10
n
Περὶ τοῦ λέγειν· ’Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς
ἐγέννησεν‘ καὶ ὅτι ’Εἰ μετεβλήθη ἡ οὐσία αὐτοῦ εἰς γέννημα, οὐκ ἀμετάβλητος
ἡ οὐσία τοῦ θεοῦ‘.
1
Αὐτῶν καὶ τοῦτό ἐστι τὸ εἰκαῖον καὶ πλημμελὲς λέξεσιν τοιαῖσδε τεθέν·
2
’̲ε̲ἰ̲ ̲ὅ̲λ̲ο̲ς̲ ̲ἐ̲σ̲τ̲ὶ̲ ̲γ̲ε̲ν̲ν̲η̲τ̲ι̲κ̲ὸ̲ς̲ ̲ὁ̲ ̲ἀ̲γ̲έ̲ν̲ν̲η̲τ̲ο̲ς̲ ̲θ̲ε̲ό̲ς̲,̲ ̲ο̲ὐ̲κ̲ ̲ο̲ὐ̲σ̲ι̲ω̲δ̲ῶ̲ς̲ ̲ὁ̲ ̲γ̲ε̲ν̲ν̲η̲θ̲ε̲ὶ̲ς̲ ̲
̲
̲
̲1̲0̲
̲2̲
̲ἐ̲γ̲ε̲ν̲ν̲ή̲θ̲η̲,̲ ̲ὅ̲λ̲η̲ς̲ ̲ἐ̲χ̲ο̲ύ̲σ̲η̲ς̲ ̲τ̲ῆ̲ς̲ ̲ο̲ὐ̲σ̲ί̲α̲ς̲ ̲α̲ὐ̲τ̲ο̲ῦ̲ ̲τ̲ὸ̲ ̲γ̲ε̲ν̲ν̲ᾶ̲ν̲,̲ ̲ἀ̲λ̲λ̲'̲ ̲ο̲ὐ̲ ̲τ̲ὸ̲ ̲γ̲ε̲ν̲ν̲ᾶ̲σ̲θ̲α̲ι̲.̲‘̲
10
3
ἀλλ' ἀκουέτωσαν ὅτιπερ ’εἰ ὅλον ἐστὶ γεννητικὸν τὸ φῶς, οὐκ οὐσιω-
δῶς τὸ ἀπαύγασμα γεννᾷ, ἀλλ' ἔξωθεν προσλαμβάνει, ὅλης ἐχούσης τῆς
οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι‘.
4
εἰ δὲ τὸ φῶς οὐ προσλαμβά-
νει ἔξωθεν τὸ ἀπαύγασμα, ἀλλ' ἐκ πάσης τῆς οὐσίας αὐτὸ γεννᾷ ἀδιαστάτως,
οὐδ' ὁ θεὸς ἐπεκτήσατο ἔξωθεν τὸν υἱόν, ἀλλ' ἐξ ὅλης τῆς ὑποστάσεως ἐγέν-
νησεν ἀδιαστάτως, ἅτε ἀσώματος. ὅθεν ἀληθῶς ἐστι πατήρ.
5
Ἐπάγουσι πάλιν, πανταχοῦ τὴν ἐναντίαν τάξιν τῆς γραφῆς διώκοντες·
’̲ε̲ἰ̲ ̲μ̲ε̲τ̲α̲σ̲χ̲η̲μ̲α̲τ̲ι̲σ̲θ̲ε̲ῖ̲σ̲α̲ ̲ἡ̲ ̲ο̲ὐ̲σ̲ί̲α̲ ̲τ̲ο̲ῦ̲ ̲θ̲ε̲ο̲ῦ̲ ̲γ̲έ̲ν̲ν̲η̲μ̲α̲ ̲λ̲έ̲γ̲ε̲τ̲α̲ι̲,̲ ̲ο̲ὐ̲κ̲ ̲ἀ̲μ̲ε̲τ̲ά̲β̲λ̲η̲τ̲ο̲ς̲ ̲
̲
̲
̲1̲0̲
̲5̲
̲ ̲ ̲ἡ̲ ̲ο̲ὐ̲σ̲ί̲α̲ ̲α̲ὐ̲τ̲ο̲ῦ̲,̲ ̲τ̲ῆ̲ς̲ ̲μ̲ε̲τ̲α̲β̲ο̲λ̲ῆ̲ς̲ ̲ἐ̲ρ̲γ̲α̲σ̲α̲μ̲έ̲ν̲η̲ς̲ ̲τ̲ὴ̲ν̲ ̲τ̲ο̲ῦ̲ ̲υ̲ἱ̲ο̲ῦ̲ ̲ἰ̲δ̲ι̲ο̲π̲ο̲ί̲η̲σ̲ι̲ν̲.̲‘̲
10
6
Ἀλλ' οὐδεὶς οὐδὲ τοῦτο συγχωρεῖ αὐτοῖς λέγειν. ἀλλότρια γὰρ εἶναι
ταῦτα Χριστιανῶν ἡ μνημονευθεῖσα ἐλέγχει γραφή, παντὶ αἱρετικῷ ἀντιβαί-
νουσα παγχαλέπῳ πάθει.
7
εἰ γὰρ μετασχηματισάμενον τὸ φῶς ἀπαύγασμα
γίνεται, οὐκ ἀμετάβλητον τὸ φῶς, τῆς μεταβολῆς ἐργαζομένης τὴν τοῦ ἀπαυ-
γάσματος ἰδιοποίησιν.
8
Εἰ δὲ οὐ μεταβληθὲν τὸ φῶς ἀπαύγασμα γεγέννηκεν, μεῖναν καὶ
αὐτὸ φῶς καὶ ἔχον τὸ ἀπαύγασμα συμφύτως ἐξ αὐτοῦ τέλειον, καὶ ὁ θεὸς
μένει ἀτρέπτως θεός, ἀπαυγάσματος ἰδίου τυγχάνων πατήρ, οὔκετι ἔξωθεν
αὐτὸ προσλαβών, ἀλλ' ἐκ τῆς οὐσίας γεννήσας τέλειον.
11
n
Περὶ τῶν φλυαρούντων ὡς ’ἐκ τῆς πατρὸς ὀνομασίας παρηλλαγμένη ἐστὶν
ἡ οὐσία αὐτοῦ τοῦ υἱοῦ‘.
1
Αὐτὰ περὶ τῶν αὐτῶν ἀνακυκλοῦντες καὶ ἕως τοῦ παντὸς παρασημαί-
νοντες τῆς ἀληθείας τὸ κάλλος, ἀφ[ι̲λ̲]ο?θέως καὶ τοῦτο φάσκουσιν·
2
ὧ̲ν̲ ̲τ̲ὰ̲ ̲ὀ̲ν̲ό̲μ̲α̲τ̲ά̲ ̲ἐ̲σ̲τ̲ι̲ ̲δ̲ι̲ά̲φ̲ο̲ρ̲α̲,̲ ̲τ̲ο̲ύ̲τ̲ω̲ν̲ ̲π̲α̲ρ̲η̲λ̲λ̲ά̲χ̲θ̲α̲ι̲ ̲κ̲α̲ὶ̲ ̲τ̲ὰ̲ς̲ ̲ο̲ὐ̲σ̲ί̲α̲ς̲ ̲
̲
̲
̲1̲1̲
̲2̲
̲ ̲ ̲ἀ̲ν̲ά̲γ̲κ̲η̲.̲ ̲
̲3̲
̲ ̲φ̲η̲σ̲ὶ̲ν̲ ̲γ̲ά̲ρ̲·̲ ̲’̲ἡ̲ ̲π̲α̲τ̲ὴ̲ρ̲ ̲λ̲έ̲ξ̲ι̲ς̲ ̲ο̲ὐ̲ ̲σ̲η̲μ̲α̲ί̲ν̲ε̲ι̲ ̲τ̲ὴ̲ν̲ ̲υ̲ἱ̲ὸ̲ς̲ ̲ο̲ὐ̲δ̲'̲ ̲α̲ὖ̲ ̲υ̲ἱ̲ὸ̲ς̲ ̲
̲ ̲ ̲ὀ̲ν̲ο̲μ̲α̲σ̲ί̲α̲ ̲δ̲η̲λ̲ο̲ῖ̲ ̲τ̲ὴ̲ν̲ ̲π̲α̲τ̲ρ̲ὸ̲ς̲ ̲ὑ̲π̲ό̲σ̲τ̲α̲σ̲ι̲ν̲ʹ̲.̲
11
4
Ἀκουέτωσαν δέ, ἓν μέν, ὅτι, εἰ μὴ καταλλήλῳ προσηγορίᾳ πεφανέρωντο
αἱ θεῖαι ὑποστάσεις, ποίῳ συμβόλῳ ἄν τις χρησάμενος, μὴ λέγων τὴν πατρὸς
προσηγορίαν, ἐμήνυσεν αὐτόν τε τὸν πατέρα καὶ ὅτι υἱὸν ἔχει; ἢ μὴ ὀνομάζων
τὴν υἱὸς καὶ πνεῦμα προσηγορίαν, προσεφώνησεν αὐτόν τε τὸν υἱὸν ἢ τὸ πνεῦμα
καὶ ὅτι ὁ μὲν υἱὸς πατέρα ἔχει, τὸ δὲ πνεῦμα τοῦ θεοῦ ἐστιν πνεῦμα;
5
Ἕτερον δέ, ὅτι ἐπὶ τῆς ἁγίας τριάδος—πλὴν τοῦ πατέρα λέγεσθαι τὸν
ἀληθῶς ὄντα τοῦτο, καὶ τοῦ μονογενῆ καλεῖσθαι τὸν φυσικῶς γεννηθέντα,
καὶ τοῦ πνεῦμα θεοῦ προσαγορεύεσθαι τὸ ἀκριβῶς τοῦτο, ὃ κέκληται, τυγχάνον
τοῦ πατρός—τἄλλα πάντα ὀνόματα καθέστηκεν τὰ αὐτά, ὡς τὸ θεός, κύριος,
ἅγιος, δίκαιος, ἀγαθός, φῶς, ζωή.
6
Οὐκοῦν τοὐναντίον, ἐπὶ τῆς μακαρίας τριάδος μόνης, ὧν τὰ
ὀνόματά ἐστιν τὰ αὐτά, τούτων καὶ ἡ οὐσία μία καθέστηκεν· ἵν' ἀκολουθῇ τὸ
ὑπὸ ὁμοίου ὅμοιον χαρακτηρίζεσθαι.
7
τῷ γὰρ ἀληθινῷ καὶ ἀϊδίῳ φωτί,
πρὸς τὸ ἀληθινὸν καὶ ἀΐδιον φῶς, καὶ τῇ ὄν[τως ..........
15
1
〈”ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν
πάρεξ ἐμοῦ. ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς.
ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος. κατ' ἐμαυτοῦ ὀμνύω· ἦ μὴν〉 ἐξελεύ-
σεται ἐκ τοῦ στόματός μου δικαιοσύνη καὶ οἱ λόγοι μου οὐκ ἀποστραφήσον-
ται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ὀμιεῖται τὸν θεόν”, ὅ ἐστιν
ἐπιγνώσεται τὸν θεὸν (ἤ „ἐξομολογήσεται τῷ θεῷ“).
2
οὐκ ἔστιν οὖν ἔμπροσθεν τοῦ υἱοῦ ὁ θεὸς καὶ πατήρ, οὐ τῷ ἀνάρχῳ, οὐ
τῇ οὐσίᾳ, οὐ τῇ δόξῃ, ἀλλ' ἐπ' ἴσης, πλὴν εἰ μή που τῷ τῆς πατρότητος λόγῳ.
3
ὅτι γὰρ τοῦ μονογενοῦς υἱοῦ τὰ ῥήματα, ὁ θεσπέσιος Παῦλος Ῥωμαίοις
γράφων ἐσαφήνισεν οὕτως εἰπών·
”πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καθὼς γέγραπται·
‘ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολο-
γήσεται τῷ θεῷ’”.
4
Ὁμοίως δὲ καὶ ὁ θεολόγος Ἰωάννης ἐν μὲν τῷ εὐαγγελίῳ εἶπεν·
„ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος.
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ
ἐγένετο οὐδὲ ἓν ὁ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν
ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλα-
βεν“.
5
ἐν δὲ τῇ Ἀποκαλύψει·
”ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος κύριος ὁ θεὸς ἡμῶν ὁ παντοκράτωρ”.
6
Τό „ὁ ὤν“ σημαίνει τὸ ἀεὶ ὂν τῆς θείας ὑποστάσεως καθὰ καὶ ἀλλα-
χοῦ ἔφαμεν. ἀόριστος γὰρ ἡ λέξις, ὅθεν ὄνομα ἑαυτοῦ ὁ θεὸς εἶπεν τό ”ὁ ὤν”.
7
Τό
„ἐν ἀρχῇ ἦν“
ποιεῖ προῦπτον καὶ σφόδρα γε συμφανὲς τὸ ἄτοπον καὶ φευκτὸν τοῦ ‘̲ἦ̲ν̲ ̲ὅ̲τ̲ε̲ ̲
̲
̲
̲1̲5̲
̲7̲
̲ο̲ὐ̲κ̲ ̲ἦ̲ν̲’̲. ἡ γὰρ λέξις ἡ ”ἦν” ἀπαρέμφατός ἐστιν. ῥωμαϊστὶ δὲ ἡ ἀπαρέμφατος
15
7
ἐκ δύο λέξεων σύγκειται· PLVSQVAMPERFECTVS, ἑρμηνεύεται δέ· πλέον
ἢ τέλειος.
8
ὥστε νῦν ἀπαιτεῖ νοηθῆναι ὑπεράχρονος ἢ ἄναρχος. 〈τ〉ὸ γὰρ
〈οὐκ〉 ὢν ἐν τῇ ἀρχῇ εἴ τις ἂν εἴποι, ἀρχή ποτε ἀναίτιος οὐκ ἦν. καὶ πάλιν, ὁ
μηδέπω ὢν χρόνος τοῦ ποιήσαντος αὐτὸν πῶς εἶναι μέτρον δύναται;
9
Τό
„ἦν πρὸς τὸν θεόν“
παριστᾷ, ἣν υἱὸς ἔχει πρὸς θεὸν πατέρα φύσεως οἰκειότητα, καὶ τό—ἀφ' οὗ
ἦν, εἰ θέμις οὕτως εἰπεῖν, ὁ αὐτογενὴς πατήρ—συνυπάρχειν αὐτῷ τὸν ἐξ
αὐτοῦ υἱόν.
10
ἐρρωμένως δὲ νοηθείη ἂν τό ”ἦν πρὸς τὸν θεόν”, ὅτι κατὰ
τὸν θεὸν ἦν ἄναρχος, ἀγένητος, ἀχώρητος, ἀγαθός, ἀθάνατος, παμβασιλεύς.
εἰ γὰρ μὴ οὕτως ἔχει ἐπὶ τῆς βρυθείσης σοφίας ταύτης, οὐχ ἕξει οὐδ' ἐπὶ τῆς
πηγῆς τῆς βρυσάσης τὴν σοφίαν. ἔχει δὲ οὕτως ἐπ' ἀμφοῖν.
11
ἐπιφανὴς γὰρ
καὶ βέβαιος καὶ ἀπερίεργος καὶ πρὸς τὸ θεῖον ὁρῶν μόνον ὁ σκοπὸς καὶ ὁ θεο-
παράδοτος λόγος τοῦ Ἰωάννου.
12
Τό
„θεὸς ἦν ὁ λόγος“
συνιστᾷ τὸ οὐσιώδη εἶναι τὸν λόγον καὶ θεὸν εἶναι οἷός ἐστιν θεὸς ἐκεῖνος οὗ
λόγος ἐστίν· καὶ αὖθις τὸ ἀναίτιον.
13
Τό
”πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν”
ἀποφαίνει αὐτόν, ὡς ἤδη ἐλέχθη, μονονουχὶ δημιουργόν, ἀλλ' ὅτι καὶ οὐκ ἐκτίσθη.
14
εἰ γὰρ μηδὲ ἓν κτιστὸν χωρὶς αὐτοῦ τὸ εἶναι ἐδέξατο, παντί που δῆλον ὡς αὐτὸς
οὐκ ἐγένετο, ἀλλ' ἐγεννήθη θεϊκῶς. καὶ γὰρ ἀμήχανον ἐκ μὴ ὄντων εἰς τὸ εἶναι
ἥκειν τὸν ὕπαρξιν τοῖς ὅλοις καὶ τοῖς λογικοῖς οὐσίωσιν καὶ ἀθανασίαν δεδωκότα.
οὐδὲν γὰρ κτιστὸν οὐσιοῦν ἢ ἀπαθανατοῦν ἢ λογικοὺς ποιεῖν δύναται· ἀλλ' ἐκ
τῆς ἤδη παρὰ τοῦ θεοῦ ἐξ οὐκ ὄντων παραχθείσης οὐσίας χρυσοῦ ἢ ἀργύρου ἢ
χαλκοῦ ἢ σιδήρου ἢ ξύλου ἢ λίθου δημιουργοῖ ἄψυχον καὶ ἄλογον, ἀνδριάντα
τυχὸν ἤ τι ἕτερον·
15
αὐτὸ δέ, οὐσίαν μὴ οὖσαν προοῖσαι ἢ ἔμψυχον καὶ λογι-
κὴν ἀναδεῖξαι μόνης τῆς πανδυνάμου καὶ αὐτοτελοῦς μιᾶς θεϊκῆς φύσεως ἴδιον
καὶ ἐξαίρετον τυγχάνει ὄν.
16
ἐποίησεν δὲ δι' αὐτοῦ ὁ πατὴρ ὡς φῶς δι' οἰκεί-
ου ἀπαυγάσματος καὶ ὡς νοῦς διὰ λόγου.
17
Τό
„ἐν αὐτῷ ζωὴ ἦν“
ἐπεκδιδάσκει ὅτι αὐτός ἐστιν ἀνάρχως, ἡ ζωὴ τῆς μιᾶς καὶ ἀνωτάτω φύσεως
ὑπάρχων, καὶ μηδαμῶς ὄντων πάντων αἴτιος ὢν τῶν ὄντων. διὸ καὶ αὐτός
φησιν·
”ἐγώ εἰμι ἡ ζωή, ἐγώ εἰμι τὸ φῶς”.
18
φιλοτιμεῖται δὲ τῷ ἀνάρχῳ τὰς μαρτυρίας τοσαυτάκις εἰπὼν τό „ἦν“,
ἵνα τῇ συνεχείᾳ τῆς τοιαύτης φωνῆς ἢ αἱρετικῶν τὰς κωφὰς ἀκοὰς διανοίξῃ
ἢ μηδὲν περὶ τοῦ ‘ἦν ὅτε οὐκ ἦν’ ἐν τῇ μελλούσῃ καθολικῇ καὶ ἀπαρεγκλίτῳ
διαγνώσει πρόφασις ὑπολειφθείη.
19
Τό
”καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων”
ἐκπαιδεύει αὖθις τὰ αὐτά. φησὶν γάρ· αὕτη ἡ ἀγένητος ζωὴ σύστασις τῆς γενη-
τῆς ἀνθρώπων φύσεως ὑπάρχει.
20
Τό
„καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν“
οὐκ ἀνέχεται τῶν αἱρετικῶν δοξασμάτων. 〈οὐ〉 κρυφίως γὰρ καὶ ἄγαν δριμέως δη-
λοῖ, ὡς ὅνπερ ἄν τις προχρόνιον χρόνον ἢ ἀκαιριαίαν ῥοπὴν ἢ προαιώνιον αἰῶνα
ὑπολάβῃ, φαίνει ἀϊδίως ὡς ἀχώριστον ἀπαύγασμα τοῦ θεοῦ, καὶ οὔποτε σκοτία
ἀνυπαρξίας αὐτὸ κατέλαβεν.
21
Τό
”ὁ παντοκράτωρ”
οὐδὲ ἑρμηνείας δεῖται. δείκνυσι γὰρ ἀδιαίρετον ἔχειν πρὸς τὸν θεὸν πατέρα καὶ
τὸ ἅγιον πνεῦμα αὐτοῦ τὴν βασιλείαν καὶ εἶναι „ἐπὶ πάντων θεόν“.
22
Τό
”ὁ ἐρχόμενος”
τὸν υἱὸν δηλοῖ μέλλοντα ἔρχεσθαι τὸ δεύτερον καὶ „κρίνειν ζῶντας καὶ νε-
κρούς“.
23
Συνιστῶν τοίνυν καὶ ὁ βαπτιστὴς Ἰωάννης, ὅτι τό ”ὁ ὤν” περὶ τοῦ
υἱοῦ εἴρηται, δηλοῖ τῷ δεσπότῃ·
„σὺ εἶ“ (ἀντὶ τοῦ ἐκεῖνος ὁ ὤν, ὃν καὶ ἐν τῇ μήτρᾳ σε ὄντα τῆς παρθένου
θεὸν ἐπιγνοὺς αὐτὸς ἐγὼ ἐν τῇ νηδύϊ τῆς στείρας ὢν διὰ τῆς σκιρτήσεως
προσεκύνησα) ”ἢ ἕτερον προσδοκῶμεν;”
24
Καὶ ἐν τῇ πρώτῃ δὲ ἐπιστολῇ Ἰωάννης ὁ φίλος καὶ ἀπόστολος τοῦ κυ-
ρίου γράφει·
„ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεα-
σάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς—καὶ ἡ
ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν
ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν—ὃ ἑωράκα-
μεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κ̲ο̲ι̲ν̲ω̲ν̲ί̲α̲ν̲ ἔχητε μεθ'
ἡμῶν. καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ
Ἰησοῦ Χριστοῦ“.
25
Πρόσχες καὶ αὖθις τῷ πλήθει τοῦ ”ἦν”, καὶ ὡς κοινωνίαν σωτηρίας
οὐκ ἔχουσιν μετὰ τοῦ πατρὸς ἢ τοῦ μονογενοῦς οἱ μὴ ὁμολογοῦντες κατὰ φύσιν
υἱὸν εἶναι αὐτὸν συνάναρχον τοῦ θεοῦ.
26
πρὸς ταύτην γὰρ ἡμῖν τὴν πίστιν τὴν
παραδοθεῖσαν ἐν τῇ μυσταγωγίᾳ τοῦ φωτίσματος παρὰ τοῦ πάντων δεσπότου
ἐστὶν ἡ κοινωνία ἣν Πέτρος ἔγραψεν·
„ἵνα γένησθε θείας κοινωνοὶ φύσεως“.
τὸ γὰρ κτίσμα καὶ ὑπὸ χρόνον ὂν οὐ θεία φύσις ἐστίν.
27
Μέμνησο δὲ πρὸς τούτοις, ὅτιπερ
”τὴν κοινωνίαν ἡμῶν” εἶπεν „μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ“,
ἰσοτίμως, καὶ οὐχί ‘̲δ̲ι̲ὰ̲ ̲τ̲ο̲ῦ̲ ̲υ̲ἱ̲ο̲ῦ̲ ̲α̲ὐ̲τ̲ο̲ῦ̲’̲.̲
28
Καὶ ὁ Ἀμὼς δὲ προφητεύων ”παντοκράτορα” ὁμοίως τὸν υἱὸν ὀνομάζει
οὕτω που λέγων·
„ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ
γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ
ἐπὶ πρόσωπον πάσης τῆς γῆς, κύριος, ὁ θεός, ὁ παντοκράτωρ ὄνομα αὐτῷ“.
29
Περὶ ἦς ἀναβάσεως ψάλλει καὶ Δαυΐδ·
”ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος”.
30
Ἄμφω ταῦτα περὶ τοῦ υἱοῦ. ὁ γὰρ πατὴρ οὔτε κατέβη οὔτε ἀνέβη, ὡς ὁ
ἀπόστολος ἑρμηνεύει γράφων ὧδε·
„τὸ δὲ ‘ἀνέβη’ τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον; ὁ καταβὰς αὐτός ἐστιν
καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα“
ὡς πάντων φησὶν ὑπερανεστηκὼς καὶ ὑπερφέρων ὁμοῦ τῷ τεκόντι πατρί, ἅτε ἀγέ-
νητος.
31
φανερὸς γάρ ἐστι τοῦτο νοήσας, ἀφ' ὧν καὶ αἱ νοεραὶ δυνάμεις,
ἐπειδὴ κτίσματα μεμετρημένα τυγχάνουσιν οὖσαι ἐν οὐρανῷ, ἀλλ' οὐχ ὑπεράνω
τῶν οὐρανῶν, οὐδὲ πληροῦσαι τὰ πάντα εἰσίν.
32
Καὶ Σοφωνίας ”παντοκράτορα” ὡσαύτως ἀναγορεύει αὐτὸν λέγων·
„αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν
ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. ἐπιφανήσεται κύριος ἐπ' αὐτούς, καὶ ἐξολο-
θρεύσει κύριος πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προκυνήσουσιν
ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ“.
33
Καὶ Μαλαχίας ἑπομένως ἐκ προσώπου τοῦ δεσπότου φάσκει·
”διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν δεδόξασταί μου τὸ ὄνομα ἐν τοῖς
ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνοματί μου καὶ θυσία
καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ.
ὑμεῖς δὲ βεβηλοῦτε αὐτό”.
34
Ἡ γὰρ μνήμη τῆς τε ἐπιφανείας καὶ τοῦ δοξάζεσθαι ἐν τοῖς ἔθνεσιν,
τὸν υἱὸν σημαίνεσθαι δείκνυσιν, οὗ τὸ ὄνομα βεβηλοῦσιν Ἰουδαῖοι σὺν τοῖς κτισ-
ματολάτραις. καὶ αὐτὴ δὲ ἡ ἀκολουθία παντοκράτορα αὐτὸν εἶναι βούλεται, καθὸ
εἰκὼν καὶ μονογενὴς παντοκράτορος κεχρεωστημένος τὸ καὶ ἐν τούτῳ εἰκὼν
νοεῖσθαι τοῦ παντοκράτορος.
35
Καὶ Παῦλος δὲ Ἑβραίοις γράφει·
„ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρός“,
τοῦτ' ἔστιν συνάναρχος καὶ ὁμοούσιος. ἵνα γὰρ τὰ ἀπαράβλητα παραβολικῶς
πως παραδειχθείη, εἰ κἂν οὕτω ποσῶς εἰς νοῦν δεχθείη τὸ ὑπὲρ νοῦν, ἐρῶ—
τὸ μέγα καὶ μόνον μέγα μικρῷ συμβάλλων—ὡς ἅμα τε ἥλιος, ἅμα ἐξ ἡλίου
φύσεως καὶ ἐξ ὅλου τοῦ δίσκου ἀμερίστως καὶ ἀδιαστάτως καὶ ἰσομέτρως ὅλον
τὸ φῶς συνεκφαίνεται καὶ συνενεργεῖ καὶ συμπαρέχει τὴν θέρμην τοῖς αἰσθή-
σεως δεκτικοῖς. καὶ τῆς τοῦ προέντος οὐσίας τὸ ἀμέσως καὶ οὐχ ὕστερον προ-
χεόμενον καὶ συμπροϊὸν καὶ συνυφιστάμενον φῶς ὅλην ἐν ἑαυτῷ διεκφαίνει
τὴν ποιότητα.
36
Εἰ δέ, πρὸς τὸ εἶκον ἐκείνοις, ‘ἦν ὅτε οὐκ ἦν’ τὸ ἀπαύγασμα, ποῦ ἡ
ἀπαυγάζουσα αὐτὸ ὑπόστασις τοῦ φωτός; συνδιολισθήσει γάρ που πάντως
ἐκείνῳ τοῦτο. καὶ μὴν καὶ Δανιὴλ προφητεύων εἶπεν·
”καὶ φῶς μετ' αὐτοῦ ἦν”
ἀντὶ τοῦ ‘ὁ υἱὸς μετὰ τοῦ πατρός’.
37
Τοῦτο γὰρ μάλιστα δείκνυσιν τὸ ἀσυνείκαστον καὶ μέγα τῆς θεότητος,
ὅτι συνάναρχον αὐτοῦ καὶ σύναρχον ὁμοῦ δὲ καὶ τέλειον καὶ ἀπαράλλακτον
ἀπαθῶς ἐγέννησεν ὁ πατήρ.
38
κτίσματος γὰρ ἴδιον καὶ οὐ κτίστου, τρεπτοῦ
καὶ οὐκ ἀτρέπτου, ὑπὸ κρίσιν καὶ οὐ κριτοῦ, ζωοποιουμένου καὶ οὐ ζωοποιοῦντος,
ὑπὸ ἁμαρτίαν καὶ οὐ θεοῦ τὸ μὴ οὕτως γεννῆσαι καὶ γεννηθῆναι.
39
εἰ γὰρ
αὐτός, οὔπω ἐνεργείας ἄλλης οὐδεμιᾶς γενομένης, „ἐποίησεν τοὺς αἰῶνας“, οἱ
ἐκ τῶν χρόνων ἀποτελοῦνται, καὶ τοῖς πᾶσιν ἀρχὴν ἐπέθηκεν, οὐδὲν δὲ πρὸ τῶν
χρόνων καὶ αἰώνων νοεῖσθαι δύναται (εἰ μὴ ἡ ἀκατάληπτος καὶ ἀληθῶς μόνη
πρωτίστη καὶ πρωτουργὸς φύσις ἡ μόνως οὖσα ἄναρχος καὶ αἰώνιος καὶ ὕφεσιν
πρὸς ἑτέραν οὐκ ἔχουσα), πῶς οὐκ ἀνάρχως ἐκ τῆς ὑποστάσεως γεννηθῆναι
πιστεύεται τοῦ πατρὸς καὶ οὐκ ἐκ τῆς ἐνεργείας;
40
χρόνου γὰρ οὐ διορίζοντος
οὐκ ἔστιν πρότερον καὶ ὕστερον, ἀλλ' ὁ μὴ ὢν ὑπὸ χρόνον ἄναρχός ἐστιν, ὁ δὲ
ἄναρχος ἄκτιστος.
41
ὥσπερ γὰρ οὐκ ἔστι χρόνος ἀγένητος, οὕτως οὐδὲ κτίσις ἄχρονος,
ἀλλ' ἔχει μέτρον τὸν χρόνον· σὺν αὐτῇ γὰρ καὶ ὁ χρόνος γέγονεν. καὶ εἰκότως
πάντα μὲν ἀπὸ τοῦ δημιουργοῦ μετρεῖται ὡς δεύτερα, αὐτὸς δὲ ὑπ' οὐδενός,
ἐπειδὴ ἄναρχος καὶ φύσει θεός.
42
Τὰ δὲ ἴσα θεωρεῖται καὶ περὶ τοῦ ἁγίου πνεύματος. οὐ γὰρ γέγραπταί
ποτε ‘ἐξεπορεύθη’, ἀλλ'
”ἐκπορεύεται”.
πῶς δὲ αὐτὴ ἡ ζωὴ ζωοποιεῖται ἢ τὸ ἀληθινὸν φῶς φωτίζεται;
43
Ἦν δὲ ἄρα τό τε θεῖον φῶς καί „ζωὴ αἰώνιος“ ἀεί, καὶ αὐτὸς ἑαυτὸν
λέγει ὁ ἀψευδὴς καὶ μέγας θεός.
44
οὐ μὴ ἦν ὅτε
”ἀπαύγασμα δόξης καὶ χαρακτῆρα ὑποστάσεως καὶ εἰκόνα ἀγαθότητος καὶ
δύναμιν καὶ σοφίαν καὶ δικαιοσύνην θεοῦ”
(ἃ ὑπάρχειν τὸν αὐτὸν μονογενῆ Παῦλος μαρτυρεῖ) οὐκ εἶχεν ὁ πατήρ, ἀλλ', ὃ
μὴ προσῆκεν εἰπεῖν, ὕστερον ὁτιοῦν προσέλαβεν.
45
εἰ δὲ εἶχεν, ἦν ἀεὶ ὁ ταῦτα
ὢν μονογενής.
46
οὔτε γὰρ ὁ ταῦτα ὢν ἐκτὸς τοῦ θεοῦ οὔτε ὁ θεὸς χωρὶς τοῦ
ὄντος αὐτοῦ ταῦτά ποτε νοηθῆναι δύναται. ταῦτα δὲ ὑπάρχει ὁ μονογενής, οὐ
καθάπερ ἕξις ἢ ἐπιτηδειότης, ἀλλ' οὐσιωδῶς, καθὰ προείρηται.
47
Εἰ δὲ καὶ ἐν τῇ ἀρχῇ τῆς κοσμογονίας τὰ πρῶτα δένδρα σὺν τοῖς ἐξ
αὐτῶν καρποῖς συνυπέστη—καὶ παράδοξον οὐδέν, εἰ σὺν τῇ ῥίζῃ ὁ καρπὸς
συνανέτειλεν—, πῶς ἀμήχανον κατ' ἀρχὰς τὸν εὐμήχανον πατέρα μὴ ἔγκαρ-
πον γεγενῆσθαι τοῦ ἰδίου υἱοῦ καὶ εὐθὺς ἐκ τῆς δόξης τῆς ὑποστάσεως αὐτοῦ
συνεκλάμψαι τὸ ἀπαύγασμα;
48
καθὰ οὖν αὐτοῦ ἡ τῆς ἐνανθρωπήσεως κάτω
γέννησις ἑτέρᾳ γεννήσει οὐ συγκρίνεται—ἐκ παρθένου γὰρ ἄρευστος, ἀπή-
μαντος, ὅπερ ἡ φύσις ἡμῶν οὐκ ἔχει—, οὕτω καὶ ἡ ἄνω γέννησις ἀκατάληπτος
ὑπὲρ τὸ πλέον καὶ πᾶσαν ἐξαλλάττουσα γέννησιν ὑπάρχει. καὶ οὔτε ἀπιστεῖν
χρὴ οὔτε μὴν ζητεῖν ἢ ἐξηγεῖσθαι τὸν τρόπον ἡμῖν ἀσφαλὲς τοῖς εἰπεῖν μὴ
δυναμένοις, πῶς παρθένος ἔτεκεν μείνασα παρθένος μήτε δὲ τὴν ἰδίαν ἡμῶν
γέννησιν ἐπισταμένοις.
49
ὅπου γε καὶ τὴν καθ' ἡμᾶς εἰ ἐγινώσκομεν, οὐ
πάντως καὶ τὴν τοῦ θεοῦ, ἥτις καὶ ταῖς ἐπουρανίοις δυνάμεσιν ἀκατάληπτος
οὖσα τυγχάνει.
50
Διὸ σὺν ἐκπλήξει ὁ προφήτης φησὶν περὶ μὲν τῆς κάτω γεννήσεως·
„καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν;“ (ἀντὶ τοῦ οὐδείς).
51
περὶ δὲ τῆς ἄνω·
”τὴν δὲ γενεὰν αὐτοῦ τίς ἐξηγήσεται, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ;”
τὴν γέννησιν γενεάν, τὴν ὕπαρξιν ζωήν, τὸ ὑπερεξεπῆρθαι ἀμέτρως ἀπὸ τῆς
γῆς καὶ ὑπερφέρειν παντὸς νοῦ „αἴρεται ἀπὸ τῆς γῆς“ καλέσας μυστικώτατα.
52
ὅτι γὰρ παντὸς χρόνου, ὃν ἂν νοήσῃ τις πολλὰ κυκλεύσας τῇ διανοίᾳ, ἀπε-
ράντως ἀνώτατος καὶ ποσότητος πάσης ἀσυγκρίτως ἀμείνων καὶ τὴν οὐσίαν
ἀπερινόητος καὶ πάντοθεν ἄποπτος εἰς ἅπαν καθέστηκεν—αὐτὸς ἑαυτὸν περι-
βαλὼν καὶ οὐδὲν ἑαυτοῦ ἔξωθεν ἔχων—, καὶ παραχωρεῖ τῷ τοσούτῳ αὐτοῦ
ἀκαταλήπτῳ καὶ ἡ ἀγγέλων πληθύς, καὶ πᾶς οὐρανίων ταγμάτων δῆμος ἐκβοῶ-
σιν ὡδί· ὁ μὲν Δαυῒδ ἐν ιζʹ ψαλμῷ·
”ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ καὶ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ”,
ἡ δὲ ᾠδὴ Ἀμβακούμ·
„ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ“,
53
ὁ δὲ Ματθαῖος
”οὐδείς” φησίν „γινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγι-
νώσκει, εἰ μὴ ὁ υἱός“.
54
Τὸ μὲν γὰρ τεχθὲν παρὰ τῆς κτίσεως κατὰ κοινωνίαν ἄλλου πρὸς ἄλλο
γεγέννηται καὶ οὐ συμφυὲς τῷ γεννήσαντι, οὐδὲ τέλειον εὐθὺς καὶ ἀπαθῶς ἐξε-
λήλυθεν·
55
ἐπὶ δὲ τῆς θεότητος τὸ ἔμπαλιν. ἐπειδὴ γὰρ ἡ κτίσις τοιῶσδε, ὁ
γενεσιουργὸς ἐναντίως καὶ οὐχ ὁμοίως τῶν ἰδίων ποιημάτων, ἀλλ' ὡς οἶδεν ταῦ-
τα μόνη ἡ μακαρία τριάς.
56
οὐδὲ γὰρ ἀκατάληπτος, εἰ κατελαμβάνετο, οὐδὲ
μυστήριον, εἰ ἐγινώσκετο, οὐδὲ θεῖον, εἰ ἐχωρεῖτο, οὐδὲ δημιουργὸς πάντων, εἰ
ἀπὸ χρόνου, οὐδὲ ἀσύνθετος καὶ ἀμερής, εἰ πρὸς τὰ σώματα.
57
καθάπερ γὰρ
ἀκούοντες περὶ τοῦ πατρός
”ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ”
καί
„ἕως τῶν νεφελῶν ἡ ἀλήθεια αὐτοῦ“
(οὐχ ὅρους τιθέαμεν αὐτῷ, ἀλλὰ τὸ ἀΐδιον πιστεύομεν· οὐ γὰρ ὁμῆλιξ αὐτῷ
ὁ αἰών), ὡσαύτως περί τε τοῦ υἱοῦ καῖ τοῦ ἁγίου πνεύματος φρονεῖν ὀφείλομεν,
ἐπὶ γὰρ τῆς πάντων ἐπικρατούσης μιᾶς φύσεως, εἰς ἣν αὗται αἱ πάντιμοι ὑπο-
στάσεις.
58
τὰ ἴσα μελῳδεῖ καὶ περὶ τοῦ υἱοῦ·
”σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκ λείψουσιν”.
καὶ εἰ μὴ μικρὸν τὸ περὶ τοῦ πατρὸς γεγράφθαι
„ὁ ὑπάρχων πρὸ τῶν αἰώνων“,
οὐ μικρὸν οὐδὲ τὸ περὶ τοῦ υἱοῦ αὐτοῦ χρησμῳδηθέν, ὅτι
”προαιώνιος θεός”.
δῆλον δ' ὡς ἀπερινόητος, καθὰ δειχθήσεται οὐ πολλῷ ὕστερον. καὶ καθὰ ὁ
πατήρ
„ἔχει ἀθανασίαν“,
(μᾶλλον δὲ αὐτός ἐστιν ἡ ἀθανασία), οὕτως ὁ υἱός ἐστιν
”ζωὴ αἰώνιος”,
ἔστιν δὲ τὸ αὐτό.
59
Καὶ ὥσπερ ὁ πατήρ
„εἷς θεός“
εἴρηται, οὕτω ὁ υἱὸς κέκληται μονογενής, θεός, λόγος καί
”εἷς κύριος Ἰησοῦς Χριστός”.
60
καὶ ὡς Ἰάκωβος περὶ αὐτοῦ γράφει
„εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ μόνος σώζειν δυνάμενος“,
οὕτω τὸ πνεῦμα παρὰ Παύλου Κορινθίοις καὶ Ἐφεσίοις γράψαντος ὕμνηται
”ἕν”
καί
„τὸ αὐτό“ καὶ μόνον,
καὶ μόνον,
ἵνα καὶ αὐτῷ τούτῳ τῷ ὡσανεὶ ἀριθμῷ, ἵν' οὕτω λεχθῇ, δείκνυνται φέρουσαι
αἱ μακάριαι ὑποστάσεις αὗται τὸ ἑναδικὸν ἤτοι μοναδικὸν τῆς πατρικῆς θεότη-
τος.
61
καὶ εἰ ἐπὶ τοῦ πατρὸς ἀληθὲς τό
”ὁ θεὸς καὶ κύριος”,
ἀψευδὲς καὶ ἐπὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ πνεύματος.
62
Ὡς γὰρ ἐπεμνήσθημεν πολλαχοῦ, ἥ τε πρεσβυτέρα διαθήκη τὴν ἰσοτι-
μίαν φυλάξασα διελάλησεν·
„εἶπεν ὁ κύριος τῷ κυρίῳ μου“,
καί
”ἔβρεξεν κύριος παρὰ κυρίου”,
καί
„ἐποίησεν ὁ θεὸς κατ' εἰκόνα θεοῦ τὸν ἄνθρωπον“,
καί
”τίς θεὸς πάρεξ τοῦ κυρίου καί τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν;”
63
Καὶ ἐν τῇ νέᾳ δὲ διαθήκῃ ὁ μὲν Ἰωάννης ἔφη, ἅπερ ἤδη ἐλέχθη. ὁ δὲ
Θωμᾶς
„ὁ κύριός μου καὶ ὁ θεός μου“,
καὶ ὁ Παῦλος
”ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία”,
καὶ πάλιν.
„καθάπερ ἀπὸ κυρίου πνεύματος“
καὶ
”δῴη κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου τῷ Ὀνησιφόρου οἴκῳ”.
ὁ δὲ Ἰώβ·
„πνεῦμα θεῖον τὸ ποιῆσάν με“,
καὶ
”πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισίν”.
64
Ταὐτὸν δέ ἐστιν τῇ γραφῇ λέξαι „θεῖον“ ἤ ”θεόν”, ὡς διδάσκουσιν
Παῦλος μὲν Ῥωμαίοις γράφων·
„ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης“,
αἱ δὲ Πράξεις·
”οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης ἢ ἐν-
θυμήσεως ἀνθρωπίνης, τὸ θεῖον εἶναι ὅμοιον”,
ὁ δὲ Πέτρος ἐν τῇ δευτέρᾳ ἐπιστολῇ·
„ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως“.
65
Καὶ ὃν τρόπον ὁ πατὴρ ἀκατάληπτος, οὕτω καὶ τοῦ Χριστοῦ ὁ πλοῦτος
ἀνεξιχνίαστος κατὰ τὸν Παῦλον τυγχάνει ὤν. φησὶν γάρ·
”ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀνθρώπων ἐδόθη ἡ χάρις, εὐαγγελίζε-
σθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ”.
ἀλλὰ καὶ
„τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας“
οὔτε
”τῆς συνέσεως ἀριθμός”
κατὰ τὸν Δαυΐδ, οὔτε
„τῆς εἰρήνης ὅριον“
κατὰ Ἠσαΐαν,
66
καί
”τὸ ἄφθαρτον δέ σου”, φησίν, „πνεῦμά ἐστιν ἐν πᾶσιν“,
καί
”πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην”.
67
οὐδεὶς γὰρ ἂν οὕτω
π…
The complete text is available when the reading interface loads.