De trinitate
- Edition reference
- De trinitate (lib. 2.1–7) [Sp.], ed. I. Seiler, Didymus der Blinde. De trinitate, Buch 2, Kapitel 1–7 [Beiträge zur klassischen Philologie 52. Meisenheim am Glan: Hain, 1975]: 2–246.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
2
Μωυσὴς μὲν ἐν τῇ γενέσει ἐκ προσώπου τοῦ θεοῦ·
„οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις
εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας“.
Ἀγγαῖος ὁμοίως ἀπὸ θεϊκῆς φωνῆς·
”ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ
ὑμῶν·”
2
3
Ζαχαρίας ὁμοίως·
„πλὴν ἀκούσατε τοὺς λόγους μου, καὶ τὰ νόμιμά μου δέχεσθε,
ἃ ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς
προφήταις·“
2
4
Ἠσαίας ἀπὸ τοῦ πατρὸς τὸν υἱόν·
”πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἃ δέδωκα
εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου καὶ
ἐκ τοῦ στόματος τοῦ σπέρματός σου·”
σπέρμα λέγων αὐτοῦ τοὺς πιστούς, οὓς καὶ εἰς υἱοθεσίαν ἐκά-
λεσεν.
5
καὶ πάλιν ἀπὸ τοῦ υἱοῦ·
„πνεῦμα κυρίου ἐπ' ἐμέ.“
ἐκπεπεράνθαι σὲ ταῦτα ἐν τῇ οἰκονομίᾳ Ματθαῖος οὕτως εἶπεν·
”ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος·
‚ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐ-
δόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν·‛”
6
καὶ πάλιν ἀπὸ τοῦ πατρός·
„πνεῦμα γὰρ ἐξ ἐμοῦ ἐξελεύσεται.“
7
καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ ὕψιστος πατὴρ τὸ μὲν ἡμέτερον πνεῦμα
”ὑμῶν” πνεῦμα, τὸ δὲ ἅγιον πνεῦμα ἴδιον ἐξονομάζει, ἅτε
ἐξ αὐτοῦ ἐκπορευθὲν κατὰ φύσιν·
„καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ
ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ
δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά μου δώσω ἐν
ὑμῖν·“
2
8
καὶ ἐν τῷ Ἰωήλ·
”ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·”
9
καὶ ταῦτα τετελέσθαι Παῦλος ἔγραψεν Τίτῳ·
„ὅτε ἐπεφάνη ἡ χάρις ἡ σωτήριος ἡμῶν, οὐκ ἐξ ἔργων, ὧν
ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀνα-
γεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώ-
σεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ
Ἰησοῦ Χριστοῦ.“
10
πότε δὲ ἐξέχεεν; ὅτε ὁ Χριστὸς ἐμφυσῶν ἔλεγεν·
”λάβετε πνεῦμα ἅγιον,”
εὖ δὲ καὶ τὸ „ἐξέχεεν“, ἅτε ὕδωρ ἐξ αὐτοῦ ὁμοουσίως ἐκπορευ-
θὲν καὶ μύρον θεϊκόν, καθὰ εὐκαίρως ἐν τοῖς ἁρμόζουσιν τό-
ποις δειχθήσεται πρὸς ἡμῶν·
11
καὶ τὸ ”ἐπὶ πᾶσαν σάρκα.” αἱ γὰρ λέξεις αὗται ἐπὶ τῆς ἐν
ὁμάδι μεθεκτῆς οὐσίας τῆς ἁγίας τριάδος ἁρμόζουσιν, ἀλλ' οὐκ
ἐπὶ κτιστῆς ἀμεθέκτου λογικῆς φύσεως· οὐ γάρ που ἐγράφη οὔτε
λέγειν πιθανόν· „ἐκχεῶ ἀπὸ τοῦ ἀρχαγγέλου“, ἀλλ' ἀπὸ πνεύματός μου,
καὶ οὐδὲ οὕτως ἀπολελυμένως, ἀλλ'· ”ἐπὶ πᾶσαν σάρκα”.
12
καὶ Δαυὶδ δὲ ἱκετεύων βοᾶ·
„τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ“
καὶ πάλιν·
”τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.”
καὶ Ματθαῖος ἀπὸ τοῦ υἱοῦ·
„οὐ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ
πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν“,
ὅ ἐστιν· οὐχ ὑμεῖς οἱ κτιστοί, ἀλλὰ τὸ ἄκτιστον πνεῦμα τοῦ
θεοῦ.
13
γράφει δὲ καὶ Παῦλος πρὸς μὲν Κορινθίους ἐν τῇ πρώτῃ
ἐπιστολῇ·
”ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ
καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς
ἀγαπῶσιν αὐτόν, ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύ-
ματος αὐτοῦ. τὸ πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ
θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ
τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ
θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ἡμεῖς
δὲ οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ
ἐκ τοῦ θεοῦ· ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα
ἡμῖν.”
2
14
τὰ „ἡτοιμασμένα“ παρὰ τοῦ θεοῦ ἀγαθὰ εἶπεν, ὅτι ”τὸ πνεῦμα”
„ἀπεκάλυψεν“ ὡς συνδοτήρ· καὶ ”τὸ πνεῦμα αὐτοῦ” κατὰ ἀντι-
παράθεσιν τοῦ ἡμετέρου πνεύματος. καὶ ἐπασφαλιζόμενος αὖθις
τὸ μὴ νομίζεσθαι αὐτὸ ὡς ἄγγελον ἢ ἄλλο πνεῦμα κτιστόν,
ἐπήγαγεν· „οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν“—τουτέστιν γε-
νητόν—”ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ”—τουτέστιν ἐξ
ὑπολειπομένων, τὸ ἐκ τοῦ θεοῦ τῆς ὑποστάσεως ἐκπορευθέν·
καὶ ὡς αὐτὸ μόνον οἶδεν τὰ τοῦ θεοῦ, ὡς κύριος, καὶ ἔχον
ὡσαύτως τῇ φύσει πρὸς τὸν πατέρα. ὁ γάρ·
„δοῦλος“, —ὡς ἐν εὐαγγελίῳ λέγει, —”οὐκ οἶδεν τί ποιεῖ
ὁ κύριος αὐτοῦ.”
15
οὐκέτι δὲ ὡς ἐπὶ τοῦ ἀνθρώπου εἶπεν τὸ κατοικοῦν „ἐν τῷ θεῷ“,
ἵνα μὴ σύνθετος νομισθείῃ ὁ ἀσύνθετος θεός.
16
πρὸς δὲ Ἐφεσίους·
”μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφρα-
γίσθητε εἰς ἡμέραν ἀναπολυτρώσεως”·
17
πρὸς δὲ Ῥωμαίους·
„ὑμεῖς οὔκ ἐστε ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἴπερ
πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις πνεῦμα Χριστοῦ
οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ“·
18
πρὸς δὲ Γαλάτας·
”ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ
υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον ἀββᾶ ὁ πατήρ”·
19
πρὸς δὲ Φιλιππησίους·
„οἶδα γὰρ, ὅτι τοῦτο μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ
τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ
Χριστοῦ“·
2
20
ἄθρει δὴ οὖν, ὡς καὶ μόνον τὸ φάναι αὐτὸ ”πνεῦμα τοῦ θεοῦ”,
καὶ ἡ προσθήκη δὲ τοῦ „μοῦ“ καὶ ”σοῦ”, καὶ τοῦτο τηλαυγῶς
ἐσήμανεν, ὅτι καὶ ἄκτιστόν ἐστι καὶ θεός, τοὔνομα ἔχον οὐκ
ἐπακτόν, ἀλλ' ἀπὸ τοῦ εἶναι ἐκεῖνο φυσικῶς τοῦτο ὅπερ καὶ
προσηγορεύεται.
21
καὶ τὸ γεγράφθαι δὲ αὐτὸ „πνεῦμα τοῦ υἱοῦ“, ὁμοίως τὴν πρὸς
αὐτὸν κοινωνίαν τῆς φύσεως ἐδήλωσεν, καὶ ὥστε μὴ κτίσμα αὐτοῦ
νομισθῆναι. πῶς γὰρ ἂν τῷ ἰδίῳ πατρί, ὡς οὐκ ἔχοντι πρὸ τούτου
ἐξ ἑαυτοῦ, ἔκτισεν ὁ υἱὸς τοῦθ' ὅπερ ἔστι τε καὶ γέγραπται
πνεῦμα θεοῦ; ὅπερ οὐ βλάσφημόν ἐστι μόνον, ἀλλὰ καὶ ἠλίθιον.
νοηθείη ἂν ”πνεῦμα Χριστοῦ”, τουτέστιν δύναμις Χριστοῦ, ὃν
τρόπον εἴρηται „Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.“
ἐπειδὴ γὰρ ἑνὸς πατρὸς φύσει καὶ οὐ δημιουργικῇ ἐνερ-
γείᾳ προῆλθον αἱ μακάριαι ὑποστάσεις αὖται, εἰς τὸν αὐτὸν
ἕνα ἀνάγονται.
22
ἵνα γὰρ μή τις ὑποπτεύσῃ ἀρχὴν αὐτοῦ εἶναι ἢ πέρας,
ἀλλ' ἀπὸ τῆς κατὰ τὴν φύσιν αὐτοῦ προόδου πιστεύσῃ ἀληθῶς
αὐτὸ πνεῦμα εἶναι τοῦ θεοῦ, ἀναπνευσθὲν ἀνάρχως, καὶ
οὐ γενόμενον, ὡς ἓν τῶν ἄλλων λειτουργικῶν πνευμάτων,
διδάσκων ὁ κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ λέγει·
”τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται”.
οὐκ εἶπεν δὲ „κτίζεται“. πᾶσα μὲν γὰρ γέννησις καὶ ἐκπόρευσις
διὰ τῶν ἴσων καὶ ὁμοίων ἐπιτελεῖται· μάλιστα δὲ διαφερόντως
ἡ ἀπὸ τοῦ ἑνὸς πατρὸς καθ' ἕνωσιν τῆς ἑαυτοῦ θεότητός ἐστι
γέννησις καὶ ἐκπόρευσις.
23
ἀλλ' ἐπὶ μὲν τῶν κτισμάτων ἡγεῖται τῷ χρόνῳ ὁ πρωτό-
τυπος· ἐπὶ δὲ τοῦ θεοῦ οὐχ οὕτως, ἀλλὰ συνυφεστώτως
καὶ συμπροεληλυθότως.
24
συνᾴδων δὲ τῷ κυρίῳ καὶ Ἰωάννης ἐκήρυξεν τοῦ ἁγίου
πνεύματος τὸ πρὸς τὸν πατέρα ἴσον καὶ ἀπαράλλακτον
καὶ [ὡς μερικὴ αὐτοῦ χάρις] ὅλον, ὡς ἂν εἴποι τις,
τὸν ἀπερίγραφον θεὸν πατέρα περιλαμβάνον, καὶ 〈ὡς
μερικὴ χάρις〉 παρὰ πιστοῖς εὑρισκόμενον δείκνυσιν,
εἰπών·
”ἐν τούτῳ γὰρ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν,
καὶ αὐτὸς ἐν ἡμῖν ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ
ἔδωκεν ἡμῖν”.
ὃν τρόπον ὁ υἱὸς εἶπεν·
„ὁ ἑορακὼς ἐμὲ τὸν πατέρα·“
καί·
”ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον.”
25
οὐδὲν γὰρ ὅλως κατ' οὐσίαν ἢ κατὰ χρόνον ἢ δόξαν
ὕφεσιν ἔχον δύναται τὴν ὅλην ἐκφαίνειν ἀλήθειαν ἢ
ὁμοειδὲς τυγχάνειν καὶ ἴσην ἔχειν ἐπίγνωσιν· οὔτε δέ
τις τύχοι ἂν μετοχῆς θεότητος ἀληθοῦς διὰ κτίσματος·
26
δίδοται δὲ τὸ ἅγιον πνεῦμα, οὐ κατατομῆς μερισμοῖς,
ἀλλὰ τῷ λόγῳ τῆς μετουσίας, καὶ τοῦ μὴ νοεῖσθαι ἑτε-
ροφυῶς ἢ ἑτερογνωμόνως τοῦ πατρὸς οἰκεῖν ἐν ἡμῖν.
27
ἔδειξεν δὲ ἅμα „ὁ τῆς βροντῆς υἱὸς“, ὡς ἔνθα ἐστὶ τὸ
ἅγιον πνεῦμα, πάρεστιν ὁ θεὸς πατήρ, οὗ πνεῦμά ἐστιν·
ὅπερ καὶ αὐτὸς ὁ θεὸς προανεφώνησεν, εἰπών·
”ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι
αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.”
28
ὡς πάλιν τὸ ἀντικείμενον δηλοῖ, ὅτι εἴ τις τὸ πνεῦμα
τοῦ θεοῦ ὡς θεὸν ἀληθινὸν οὐκ ἔχει, οὐδὲ τὸν πατέρα
ἔχει· παρ' οἷς δὲ μὴ οὗτός ἐστιν, οὐδὲν ἀληθὲς οὐδ'
ἀσφαλὲς οὐδὲ βέβαιον.
29
ὡς τὸ ἔμπαλιν ὁστισοῦν λέγων περὶ αὐτοῦ, κἂν αἱρετικὸς
ὢν τύχοι, ἐὰν ἐρωτηθῇ, περὶ ποίου διαλέγεται πνεύματος,
λέγει· „τοῦ ἁγίου“· καὶ εἰ αὖθις πάλιν πεῦσις αὐτῷ
προσενεχθείη, ”ποίου ἁγίου”, ἀνάγκη αὐτὸν εἰπεῖν
εἰς φανερωτάτην δήλωσιν· „τοῦ πνεύματος τοῦ θεοῦ“,
ὡς τῶν ἄλλων μὴ οὐσιωδῶς ὄντων αὐτοῦ.
30
μοχθηροὶ δὲ ἑαυτοῖς τε καὶ τοῖς ἀκούουσιν γινόμενοι
αἱρετικοί, βιαίοις ἐπιχειρήσεσιν συκοφαντοῦσι τοὺς
ἡμῶν καὶ αὐτῶν ἀμείνους καὶ μέγιστον διαφέροντας καὶ
περὶ τοῦ ἁγίου πνεύματος χρήσαντας ἁγίους· οἷς οὐκ
ἐναντία νομοθετητέον.
31
φασὶν γὰρ κατὰ λέξιν οὕτως· ”ὅταν οὖν λέγῃ ὁ θεός·
„ὁ παῖς μου Ἡσαῖας·”
καὶ,
”υἱὸς πρωτότοκός μου Ἰσραήλ“,
ἡ „μοῦ” συλλαβὴ ἔχειν τι κοινὸν τὴν ἀνθρωπείαν φύσιν
πρὸς τὴν τοῦ θεοῦ δείκνυσιν; ὥσπερ οὖν, φησίν, τοῦτο
εἶπεν ὡς τοῦ εἶναι αὐτοῖς αἴτιος. οὕτως καὶ τὴν ψύχωσιν
αὐτῶν ”πνεῦμά μου“ προσεῖπεν.”
32
εἴ τις δὲ αὐτοῖς τῆς ἀληθείας καὶ ἀκριβείας λόγος ὑπ-
ῆν, οὐκ ἂν τηλικαῦτα ἔπταιον. πρῶτον μὲν γὰρ αὐτῷ τῷ
φάναι „Ἡσαῖαν“ καὶ ”Ἰσραὴλ” ἀνθρώπους ἐδήλωσεν· προσ-
έθηκεν δὲ κατ' ἐξαίρετον αὐτοῖς τὸ „μοῦ“ ὡς αὐτῷ ταῖς
πράξεσιν προσήκουσιν.
33
τὸν Ἡσαῖαν δὲ ”παῖδα” ἐκάλεσεν, τουτέστιν οἰκέτην,
τὸν δὲ Ἰσραὴλ „πρωτότοκον“, ὡς πρῶτον ἀρξάμενον λα-
τρεύειν αὐτῷ, καὶ ὄντα τῇ περὶ αὐτὸν διαθέσει καὶ
φροντίδι τοῦ θεοῦ ἐν τάξει υἱοῦ.
34
ὥστε τὸ ”μοῦ” ἐπὶ τοῦ ἀληθινοῦ υἱοῦ καὶ τοῦ ἀληθινοῦ
πνεύματος λεγόμενον παρὰ τοῦ θεοῦ τὴν οἰκείωσιν τῆς φύσεως
δηλοῖ: ἐπὶ δὲ τῶν ἄλλων πάντων τὸ αὐτῷ κατὰ δεσποτείαν ἢ
πίστιν διαφέρειν· ὡς καὶ ἡμεῖς εἰώθαμεν λέγειν ἐπὶ μὲν τῶν
ὁμοουσίων ἡμῖν „ὁ υἱός μου, τὸ πνεῦμά μου“, ἐπὶ δὲ τῶν ἄλ-
λων· ”ὁ ἀγρός μου, ὁ ἵππος μου”, ἀλλὰ καὶ „ὁ θεός μου“.
35
ὃν τρόπον γὰρ τὸν τῆς θείας φύσεως ἐνυπόστατον λόγον οὐ τὸ
ἁπλῶς καὶ ἀπολελυμένως εἰρῆσθαι υἱὸν καὶ μονογενῆ καὶ λόγον
τοῦ θεοῦ Χριστὸν δείκνυσιν γεγεννῆσθαι ἐκ τῆς ὑποστάσεως
τοῦ θεοῦ, ἀλλὰ τὸ ἔχειν συνημμένην τὴν συλλαβὴν τοῦ ”μοῦ”
καὶ „σοῦ“.
36
ὡς ἡνίκα ὁ μὲν θεὸς λέγῃ·
”οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός·”
καὶ πάλιν·
„ὁ λόγος μου ὁ ἀγαθός·“
καί·
”ἡτοίμασα λύχνον τῷ Χριστῷ μου·”
ἡμεῖς δὲ ἀνευφημοῦμεν· „ὁ υἱός σου, ὁ μονογενής σου, ὁ Χριστός
σου“.
2
37
οὐδέ γε μὴν τὸ ὁμωνύμως ἢ συνωνύμως περὶ ἡμῶν γεγράφθαι·
”υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;”
ἐξέλκει τὸν υἱὸν τοῦ θεοῦ τῇ ὁμωνυμίᾳ τῆς θεότητος· οὕτω τὸ
ἅγιον πνεῦμα οὐ τὸ ἁπλῶς εἰρῆσθαι „πνεῦμα“, ἀλλὰ τὸ συνῆφθαι
τῷ ὀνόματι ἢ ὡς ἀπὸ τοῦ θεοῦ τὸ ”μοῦ” ἢ ὡς ἀπὸ τῆς κτίσεως τὸ
„σοῦ“ ἢ καὶ τὴν ”ἅγιος” ἢ „ἄφθαρτος“ ἢ ”αἰώνιος” λέξιν δηλοῖ
ἐκπεπορεῦσθαι αὐτὸ ἐκ τῆς πατρικῆς ὑποστάσεως· οὐδέ γε μὴν τὸ
ὁμωνύμως εἰρῆσθαι τὰ λειτουργικὰ καὶ τὰ ἡμῶν πνεύματα ἢ ἅγια ἢ
αἰώνια ἐξέλκει αὐτὸ τοῦ κατὰ φύσιν εἶναι ἀληθινὸν πνεῦμα τοῦ θεοῦ.
38
καὶ ἐν τοῖς αἰνίγμασιν γὰρ αὐτοῖς τοῖς περὶ αὐτοῦ εὑρίσκεταί τις
πάντως δήλωσις περὶ τῆς θείας αὐτοῦ φύσεως καὶ δυνάμεως. τὰ δὲ κτίσ-
ματα πρὸς τὴν ἑαυτῶν φύσιν ἔλαβεν τὸ ἅγιον καὶ αἰώνιον, οὐ καθάπαξ
ταῦτα κατὰ φύσιν ἐξ ἑαυτῶν ἔχοντα.
39
ἐπεὶ μή γε αὐτοὶ οὗτοι αἱρετικοὶ εὑρίσκονται κατηγοροῦντες ἑαυτῶν,
ὅτι τὸ „μοῦ“ ἐπὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὸ ”ἅγιον” καὶ τὸ „αἰώνιον“
ἁπλῶς δέχονται ὡς ἀγγέλλον ταυτότητα τῆς θεϊκῆς φύσεως; ἔπειτα πρὸς
τούτοις οὐ τὴν ψύχωσιν ἡμῶν πνεῦμα ὠνόμασεν ἐν ταῖς προκειμέναις ἀπο-
δείξεσιν, ἀλλὰ τὸ αὐτοῦ ἅγιον πνεῦμα.
40
ἐχόντων γὰρ ἡμῶν τὸ ἴδιον πνεῦμα ἐδόθη ἡμῖν καὶ τὸ τοῦ θεοῦ. εἶπεν
γὰρ ὁ πατήρ·
”οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις,”
καὶ ὁ υἱὸς·
„λάβετε πνεῦμα ἅγιον.“
δῆλον δέ, ὡς τοῖς ἤδη ἔχουσιν τὸ οἰκεῖον ἡμῶν πνεῦμα ἐλέγετο περὶ τοῦ
θεϊκοῦ πνεύματος.
41
καθὰ τοίνυν ὁ υἱὸς λόγος τοῦ θεοῦ υἱικῶς γεννητικός· οὕτω τὸ ἅγιον
πνεῦμα πνευματικῶς ἐκπορευτικὸν καὶ οὐ δημιουργικῶς. καὶ ὡς οὐδεμία
παραλλαγὴ οὐσίας καὶ δυνάμεως καὶ δόξης τῷ μονογενεῖ υἱῷ πρὸς τὸν θεὸν
πατέρα, διαφορὰ δὲ πᾶσα, εἴ γε θέμις τοῦτο φάναι, πρὸς τὴν κτίσιν· οὕ-
τω καὶ τῷ ἑνὶ θεϊκῷ πνεύματι.
42
τὸ οὖν μηδὲ ἀκούειν τὰ αἱρετικῶν τοῦ μὴ καὶ προσιέμενον αὐτὰ ἀκού-
ειν δικαιότερον.
3
n
Περὶ τοῦ ἐκ διαφόρων ὀνομάτων σημαίνεσθαι τὴν θεϊκὴν φύσιν
τοῦ ἁγίου πνεύματος.
1
ὃ δὲ ἐλέγομεν ἐξ ἀρχῆς, δεύτερον μαρτυροῦσιν τὰ λόγια, ὅτι
διάφορα θεοπρεπῆ ὀνόματά ἐστιν τῷ πνεύματι τοῦ θεοῦ πολλήν τε
ἄλλην ἔμφασιν ἐπηρμένην καὶ σχέσιν ὑπερτέραν πάντων, καὶ τῷ
πατρὶ καὶ τῷ υἱῷ συνεχῆ καὶ κρείττονα τῆς πρεπωδεστάτης
ἑρμηνείας συνεισφέροντα τοῖς προκειμένοις θεωρήμασι·
2
καὶ ἔτι ἀναπλοῦντα ἔνια μὲν τὴν θεϊκὴν αὐτοῦ φύσιν ἔνια
δὲ τὴν αὐθεντικὴν δύναμιν, καὶ παραμυθούμενα τὴν ἀδυναμίαν
ἡμῶν τὴν περὶ τὸ ἀξίως ἐφικέσθαι αὐτοῦ ἢ ἑρμηνείᾳ ῥημάτων
ἢ θεωρίᾳ νοῦ, καὶ παρρησίαν παρέχοντα ἀκινδύνως ὁμοούσιον
τοῦ θεοῦ καλεῖν αὐτὸ καὶ πιστεύειν τῷ ἁγιασμῷ αὐτοῦ.
3
καὶ οὐχ εὑρίσκομεν οὐδὲν τῶν ἄλλων πνευμάτων καταξιωθὲν
κληθῆναι τοῖς ὀνόμασι τούτοις· τὸ δὲ μόνως καὶ φύσει
ὑπάρχον ταῦτα οὐδέν ἐστι τῶν πάντων, ἀλλὰ θεός.
4
ἔστιν δὲ τὰ ὀνόματα τάδε· πνεῦμα ἅγιον, ὡς πανταχοῦ γέ-
γραπται· πνεῦμα ἁγιοσύνης, καὶ ἁγιάζον, ὡς γράφει Ῥω-
μαίοις
”Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος
ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο
διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ
υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ
σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ
πνεῦμα ἁγιοσύνης,”
5
καὶ πάλιν·
„ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος,
ἡγιασμένη ἐν πνεύματι ἁγίῳ“,
καὶ ἑτέρωθι·
”ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε
περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι
εἵλετο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασ-
μῷ πνεύματος καὶ πίστει ἀληθείας.”
6
πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ, ὡς Παῦλος ἐν δευ-
τέρᾳ ἐπιστολῇ πρὸς Τιμόθεον ἔγραψεν·
„οὐ γὰρ ἔδωκεν ὑμῖν ὁ θεὸς πνεῦμα δουλείας, ἀλλὰ πνεῦμα
δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ“,
καὶ πρὸς Ῥωμαίους·
”παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ καὶ διὰ ἀγάπης τοῦ πνεύματος”,
καὶ ἑτέρωθι·
„ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη,“
7
ὅμοιον τῷ.
”ὁ θεὸς ἀγάπη ἐστίν,”
καὶ τῷ·
„μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης
αὐτοῦ·“
3
7
καί·
”καθὼς ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν,”
καὶ πάλιν·
„τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με,“
ὅμοιον καὶ τῷ·
”ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ
δεξιῶν τῆς δυνάμεως τοῦ πατρός,”
καὶ τῷ·
„ἐγὼ ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.“
8
πνεῦμα σοφίας καὶ συνέσεως, (πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα
γνώσεως καὶ εὐσεβείας· πνεῦμα φόβου θεοῦ, πνεῦμα κρίσεως καὶ
καύσεως), ὡς Ἡσαῖας προφητεύει· καὶ ὡς ἡ σοφία λέγει·
”φιλάνθρωπον γὰρ πνεῦμα σοφίας,”
καὶ ὡς Μωυσῆς ἐν τῇ Ἐξόδῳ διηγεῖται·
„ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν
τοῦ Οὐρί, τὸν τοῦ Ὤρ, ἐκ φυλῆς Ἰούδα, καὶ ἐνέπλησεν
αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης,“
καὶ κατὰ τὸν Βαρούχ·
”ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας”,
καὶ ὡς αἱ παροιμίαι διδάσκουσιν·
„ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐ-
ρανοὺς ἐν φρονήσει,“
καθὰ περὶ τοῦ θεοῦ πατρὸς Ἡσαῖας εἶπεν·
”αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά”.
περὶ δὲ τοῦ μονογενοῦς Παῦλος ἔφη·
„Χριστός, θεοῦ δύναμις, καὶ θεοῦ σοφία·“
καὶ ἄλλος·
”εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με.”
9
πνεῦμα πραότητος, καθὰ Παῦλος νουθετεῖ Γαλάτας·
„ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι,
ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύ-
ματι πραότητος.“
10
πνεῦμα παιδείας, τουτέστι σοφίας. ἡ γὰρ σοφία λέγει·
”πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ
λογισμῶν ἀσυνέτων.”
11
πνεῦμα υἱοθεσίας, ὡς Παῦλος τὸ πρῶτον Ῥωμαίοις ἀπέστειλεν·
„ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν.
ὅτι γὰρ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ
ὁ πατήρ, αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν,
ὅτι ἐσμὲν τέκνα θεοῦ.“
12
πνεῦμα ἐπαγγελίας, κατὰ τὸν αὐτὸν ἀπόστολον Ἐφεσίοις γράφοντα·
”ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ πνεύματι τῆς
ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας
ἡμῶν,”
3
12
καὶ πρὸς Γαλάτας·
„Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενό-
μενος ὑπὲρ ἡμῶν κατάρα. γέγραπται γάρ· ἐπικατάρατος πᾶς
ὁ κρεμάμενος ἐπὶ ξύλου· ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ
Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ
πνεύματος λάβωμεν διὰ τῆς πίστεως.“
13
πνεῦμα πίστεως καὶ ἀποκαλύψεως, κατὰ τὸν αὐτὸν Κορινθίοις·
δηλοῦντα ἐν τῇ δευτέρᾳ ἐπιστολῇ·
”ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως”,
καὶ πάλιν·
„ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψεν διὰ πνεύματος αὐτοῦ.“
ὅμοιον οὖν 〈ᾧ〉 Ῥωμαίοις ἐδήλωσεν·
”πιστὸς ὁ θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ
αὐτοῦ”,
3
13
καὶ τῷ ὑπὸ Μωυσέως ἐν τῷ δευτερονομίῳ λεχθέντι·
„καὶ γνώσῃ σήμερον, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ὁ
θεὸς ὁ πιστός,“
καὶ τῷ ψάλλοντι·
”πιστὸς κύριος ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν
πᾶσιν τοῖς ἔργοις αὐτοῦ.”
14
πνεῦμα ἡγεμονικόν, πνεῦμα εὐθὲς κατὰ τὸν Δαυὶδ ἐν τῷ νʹ
ἐξομολογούμενον·
„πνεύματι ἡγεμονικῷ στήρισόν με“·
ὁμοίως τῷ ψάλλοντι ἐν λβʹ·
”ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ
ἐν πίστει”,
καὶ τῷ Μωυσεῖ λέγοντι·
„εὐθὴς κύριος ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.“
15
πνεῦμα χάριτος, καθὰ ὁ ἀπόστολος Ἑβραίοις ἐπιστέλλει·
”ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ πνεῦμα τῆς
χάριτος ἐνυβρίσας,”
καὶ γὰρ ὁ αὐτὸς ἔγραψεν περὶ μὲν τοῦ πατρός·
„χάριτι θεοῦ εἰμί, ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμέ,“
περὶ δὲ τοῦ υἱοῦ·
”ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,”
16
πνεῦμα ἀληθείας, ὡς Ἰωάννης ἀπὸ τοῦ σωτῆρος εὐαγγελίζεται·
„ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· κἀγὼ
ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν,
ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα τὸ πνεῦμα τῆς ἀληθείας,“
καὶ πάλιν ἐν τῇ πρώτῃ αὐτοῦ ἐπιστολῇ.
”καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ
ἀλήθεια,”
3
16
ὁμοιότροπον τοῦ εἰπεῖν τὸν υἱόν·
„ἐγώ εἰμι ἡ ἀλήθεια.“
17
πνεῦμα θεῖον καὶ πνοὴ παντοκράτορος καὶ φιλάνθρωπον, κατὰ τὴν
φράσιν Ἰὼβ καὶ τὴν πρὸ ὀλίγων στιχιδίων ἐν τῷ κεφαλαίῳ τού-
τῳ μνημονευθεῖσαν Μωυσέως.
18
ἀνευφημήθη καὶ φῶς τὸ ἅγιον πνεῦμα, ἐν ᾧ καὶ ὑφ' ᾧ φωτιζόμεθα
ὡς ἡνίκα ὁ ἀπόστολος γράφει·
”ἵνα δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει
αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς καρδίας,”
καὶ ὡς Δαυὶδ ψάλλει·
„ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς·“
τουτέστιν ἐν τῷ υἱῷ σου, τῷ ἀπαυγάσματι τῆς δόξης σου τὸ ἅγιόν
σου πνεῦμα.
καί·
”ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.”
τί γὰρ ἂν εἴη ἄλλο τὸ πνεῦμα, ὃ παρὰ τοῦ πατρὸς ἢ ἐκ τοῦ φωτὸς
ἐκπορεύεται; περὶ οὗ Ἰωάννης ὕμνησεν ἐν μὲν τῇ πρώτῃ ἐπιστολῇ·
„φῶς ὁ θεός,“
ἐν δὲ εὐαγγελίῳ περὶ τοῦ μονογενοῦς·
”ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον
εἰς τὸν κόσμον,”
καί·
„ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ζωή.“
19
οὐδὲν δὲ θαυμαστόν, εἰ ἓν ὂν καὶ ἀεὶ ὡσαύτως ἔχον, διαφοροῖς
προσηγορίαις δοξάζεται. τῷ γὰρ ἀπερίληπτον εἶναι θνητῶν λόγων
τὴν ἄφραστον αὐτοῦ θεότητα, κατὰ δύναμιν τὰς εἰς ἡμᾶς αὐτοὺς
γινομένας ἐνεργείας ὑμνοῦντες, διαφοροῖς καὶ τοῖς ὀνόμασι προσ-
χρώμεθα.
20
οἱ δὲ τὸ Μακεδονίου πρεσβεύοντες δόγμα, τῆς αἱρέσεως αὐτῶν
μᾶλλον ἢ τἀληθοῦς γινόμενοι, οὐδέν τι συμβαῖνον τοῖς τῶν λογίων
βλέπουσιν. συναρπακτικῶς γὰρ μυθεύονται ῥήμασιν αὐτοῖς, ὡς οὐ χρὴ
ὁμωνυμίαις ἢ συνωνυμίαις ἢ ὁμοιολεξίαις προσέχειν.
21
τοῦ γὰρ θεοῦ, φησίν, τὸ ”ἀγαθὸς” ὄνομα, τῷ „εἷς θεὸς“ συμπέπλεκται
ἐπὶ δὲ τῷ ἁγίῳ πνεύματι τῷ ”ἀγαθὸς” ὀνόματι οὐ συνέζευκται τὸ
„εἷς θεός“. καὶ πάλιν· ἀγαθός, φησίν, ἐγράφη εἶναι καὶ ἄνθρωπος,
ὡς ἡνίκα λέγει·
”ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς,”
καί·
„ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει
ἀγαθά.“
3
22
ὁμοίως δέ, φησίν, ἀγαθὰ ὁμωνύμως καὶ ἄψυχα, ὡς ὅταν προ-
φητεύῃ·
”ἐὰν θελήσητε καὶ ἀκούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς
φάγεσθε.”
3
22
ἀλλὰ καὶ ἐπὶ ἀνυποστάτων δῆθεν πραγμάτων εἴρηται·
„ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ.“
23
ὁμοίως ἅγιος, φησίν, καλεῖται καὶ ἄνθρωπος,
δύναμίς τε θεοῦ, φησίν, καὶ σκώληξ, ᾗ γράφει·
”ἡ κάμπη, ἡ δύναμίς μου, ἡ μεγάλη,”
καὶ ὁ σωτὴρ δέ·
„αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.“
24
καὶ τοῦτο μὲν (φημὶ δὲ τὸ μὴ προσέχειν ὁμωνυμίαις καὶ ὁμοιο-
λεξίαις) λόγον ἔχει ἐπὶ τοῖς ἑτεροειδέσιν καὶ ἑτεροουσίοις,
οὐ μέντοι ἐπὶ τοῦ ἁγίου πνεύματος καὶ ἐκείνου, οὗ πνεῦμά
ἐστιν, ἔτι μὴν καὶ τοῦ υἱοῦ. προστιθεῖσα γὰρ ἡ γραφὴ τὴν
ἀπὸ ἑαυτῆς ἀσφάλειαν ταῖς ὁμωνυμίαις ἢ συνωνυμίαις συμφράζει
τὴν ”μοῦ” ἢ „σοῦ“ συλλαβὴν ἢ τὴν ”ἅγιος” ἢ „ἀγαθὸς“ λέξιν·
τουτέστιν, ἢ ὡς ἀπὸ τοῦ θεοῦ λέγει·
”τὸ πνεῦμά μου,”
ἢ ὡς ἀπὸ τοῦ Δαυὶδ καὶ ἡμῶν·
„τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με.“
25
πείθεσθαι οὖν δεῖ οἷς πολλῷ λυσιτελέστερον, ταῖς μνημονευθεί-
σαις γραφικαῖς μαρτυρίαις λέγω, καὶ εἰδέναι ὡς τὸ ἅγιον
πνεῦμα τὴν ὁμωνυμίαν ἢ συνωνυμίαν καὶ τὰς ὁμοιολεξίας πρὸς τὸν
θεὸν ἔχει καὶ τὸν μονογενῆ αὐτοῦ υἱόν, τοὺς τοῖς ὁμοίοις
ὀνόμασιν ὑμνηθέντας, οὐ πρὸς τὰ κτίσματα διὰ τὴν εὑρισκομένην
ἔσθ' ὅτε ἐν ἐκείνοις ὁμωνυμίαν.
26
ταῦτα γὰρ εἰ καὶ δοίημεν ὀνόματί τινι ἢ λέξει θεῷ κοινωνεῖν,
ἀλλ' οὐκ οὐσίᾳ οὐδὲ ἐνεργείᾳ δυνάμεως καὶ ἁγιασμοῦ. οὐδὲ γὰρ
φύσει ταῦτα καθάπαξ ὑπάρχουσιν· κατὰ σύγκρισιν δὲ τοῦ κακοῦ
τὸ ἀγαθὸν καὶ τοῦ ἁμαρτήματος (ἤγουν τοῦ πάθους) τὸ ἅγιον τέ-
τακται· τὸ γὰρ μὴ λίαν κακὸν καὶ ἁμαρτωλόν (ἤγουν ἐμπαθές)
ἀγαθὸν καὶ ἅγιον ἐνθάδε προσείρηται.
27
ὡς γὰρ κακία καὶ ἁμαρτία (ἤγουν πάθος) καὶ ἀδυναμία ἐν τῷ ἑνὶ
ἁγίῳ πνεύματι οὐχ εὑρίσκεται, ἅτε ἀγενήτῳ· οὕτως ἐν οὐδενὶ
τῶν γενητῶν τὸ ἀγαθὸν καὶ ἅγιον καὶ δυνατὸν κατὰ τὸ τέλειον,
ἀλλὰ κατὰ μετουσίαν· ὅπου δὲ οὐδαμοῦ ταῦτα κατὰ τὸ τέλειον,
οὐδαμοῦ τὸ ἀγένητον.
28
ἔνθα γὰρ σκότος, οὐδαμοῦ τὸ φῶς· καὶ ”ὅπου νύξ, οὐχ ἡμέρα.
ὅθεν” (εἴρηται καὶ τῷ Ἑρμῇ τῷ ἐπίκλην Τρισμεγίστῳ) „ἀδύνατον
ἐν γενέσει εἶναι τἀγαθόν, ἐν μόνῳ δὲ τῷ ἀγενήτῳ. ὥσπερ δὲ
μετουσία πάντων ἐστὶν τῇ ὕλῃ δεδομένη, οὕτω καὶ τοῦ ἀγαθοῦ.“
29
ὅμοιον τοίνυν καὶ ἴσον τὸ ἅγιον πνεῦμα τῆς τοῦ πατρὸς
καὶ τοῦ μονογενοῦς θεότητος· καὶ ἐκ τῆς τῶν τοιούτων δείκ-
νυται κρίσεως, αὐτὸ τῇ φύσει ἁγιότης καὶ ἀγαθότης καὶ δύ-
ναμις ὑπάρχον, ἅτε ἓν ὂν ἐκ τοῦ ἑνός. ἐπεὶ πρὸς τὴν
ἐκείνων ἐρισχελίαν οὔτε ὁ ἀγαθώτατος καὶ ἵλεως τὴν φύσιν
υἱὸς ἔτι ἀγαθὸς ἔσται· ἐπειδὴ μὴ συνηνωμένον ἔχει
τὸ ”εἷς θεός”. οὔτε μὴν ὁ φιλανθρωπότατος καὶ ὅλος ἵλεως
πατὴρ καὶ ὁ υἱὸς ἕξουσιν ἐπίσημα τὰ μνημονευθέντα ὀνόματα
τῆς θεότητος· ἀλλὰ καὶ δι' αὐτῶν ὑποβιβασθήσονται οἷον, ὡς
ἔθος λαλεῖν αἱρετικοῖς, εἰς τοὺς ὁμωνύμους ἡμᾶς. ἵλαθι δέ,
ἁγία τριάς. —ἀλλ' ὁ υἱός, φησίν, συναπογεννηθεὶς ἔμφυτον ἔχει τὴν
ἀγαθότητα, καὶ τὰ ἄλλα ὅσα ὁ πατήρ. —ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συν-
εκπορευθὲν κατὰ φύσιν ἐστὶν ἀγαθόν, καὶ ὅσα ὁ θεὸς πατήρ.
30
εἰ μὲν οὖν περὶ τῶν τυχόντων ἢ βιωτικῶν πραγμάτων ἦν αὐτοῖς
ἡ διάλεξις, καλῶς ἂν αὐτοῖς ἐσθότε χρεία ἐγίνετο συμπλάσσειν
μύθους τινάς, καὶ Ἀριστοτελικῇ δῆθεν δεινότητι καὶ τῇ ἐν λόγοις
τέχνῃ, ὡς Εὐνόμιος, περιστρέφειν τὸ πρᾶγμα καὶ συσκιάζειν τὴν
ἀλήθειαν·
31
νῦν δὲ διδάσκει (Παῦλος)·
„ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε,“
καί·
”ἡ σοφία τῶν ἀνθρώπων μωρία παρὰ τῷ θεῷ.”
καὶ οὐ χρὴ τὰ περὶ τοῦ ἐνδόξου πνεύματος λόγια τὰ μείζονα λογισ-
μῶν ἀνθρωπίνων κατασοφίζεσθαι. οὐ γὰρ βλάπτει ψόγος τὸ ἅγιον
πνεῦμα, οὐδὲ περαιτέρω τῆς ἀκοῆς προέρχονται οἱ ὀνειδ〈ισ〉μοὶ
καὶ τὰ σκώμματα τῶν αἱρετικῶν, οἷς ἐπῆλθε τὸ φαύλως φρονεῖν· ἀλλ'
οἱ χρώμενοι τοιούτοις ἀπέραντα πονήσουσιν καὶ πράξουσιν παραπλή-
σιά πως τοῖς ἐπιχειροῦσιν ἀποσκώπτειν εἰς τοῦτο τὸ φῶς, τὸ ἐκ τοῦ
ἀπροσίτου φωτὸς τὴν ἴσχυν ἔχον, καὶ μιαίνειν τοῖς λόγοις αὐτό.
32
πιστεύειν δὲ δεῖ τὴν ἐκ τῶν ἁγίων διδασκαλίαν τῆς παρ' ἀνθρώ-
πων πλείονα δύνασθαι τὴν δόξαν ἐμποιεῖν. ἡμῖν τοίνυν ἁρμόζει ἐκεί-
νοις ἐπιμέμφεσθαι τοῦ μὴ δι' ὑπερβολὴν εὐνοίας τῆς περὶ τὴν οἰκεί-
αν αἵρεσιν καθέλκειν τό γε ἐπ' αὐτοῖς τὸ θεῖον εἰς τὰ τῶν κτισμά-
των ἀποτελέσματα ταῖς σοφιστείαις, καὶ διὰ τούτων τίκτειν ἀπωλείας
ἔρωτα τοῖς ἁπλουστέροις καὶ ἀπειροτέροις, καὶ προάγειν εἰς ἐπι-
θυμίαν ἁμαρτημάτων μειζόνων.
4
n
Περὶ τῶν λεγόντων αἱρετικῶν· πνεῦμα ὁ θεός· καὶ πῶς τοῦ πνεύματος
πνεῦμα τὸ ἅγιον πνεῦμά ἐστιν; καὶ πάλιν· οἱ ἄγγελοι οὖν, φασίν, οὐκ
εἰσὶν ἀπὸ θεοῦ καὶ ἅγιοι καὶ πνεύματα τοῦ θεοῦ;
1
Ἀλλ' ἀποπεμπόμενοι μὲν τὰ ἁπλᾶ καὶ εὐθέα καὶ τέλεια καὶ ἀν-
επιστημοσύνης ἀναπιμπλῶντες τῶν ἱερῶν λόγων τὴν προαίρεσιν, καθ'
ἣν ἐθέλει ὁ θεὸς πατὴρ τὸ πνεῦμα αὐτοῦ συντάττεσθαι αὐτῷ, ὡς τὸν
μονογενῆ λόγον, καὶ τὸ ἐξῃρημένον αὐτοῦ ἀπὸ τῆς κτίσεως καὶ ὑπερ-
έχον ἀσφαλίζεται, διὸ καὶ τρισαγιολογεῖται, φασίν· πῶς τοῦ πνεύ-
ματος πνεῦμα τὸ ἅγιον πνεῦμά ἐστιν;
2
ὅτι δὲ τοῦτο γέγραπται, δέδεικται· τὸ δὲ πῶς, νοῦ καὶ λόγου
τοῦ καθ' ἡμᾶς, ἔτι δὲ καὶ ἀγγέλων γνώσεως ἐπέκεινα τυγχάνει. ὡς
γὰρ πατρὸς ὑπάρχοντος αὐτοῦ, ἐγεννήθη ἐξ αὐτοῦ ὁ θεὸς λόγος·
οὕτως ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ ἐξεφάνη τὸ ἅγιον πνεῦμα· δείκνυταί
τε ἐν τούτῳ μάλιστα τὸ ἀκατάληπτον αὐτοῦ, ἐν τῷ τὸ φαινόμενον
καὶ ὂν τῇ κτίσει ἀδύνατον εἶναι παρ' αὐτῷ δυνατόν. ἐπεὶ τίς ἡ
διαφορὰ τῆς ἀναιτίου καὶ ζωοποιοῦ φύσεως καὶ τῆς δημιουργηθείσης
καὶ ζωοποιουμένης; οὐκ ἐγχωρεῖ δὲ τὸ πνεῦμα μὴ εἶναι ὁμοούσιον
καὶ ἰσότιμον ἐκείνου, ἐξ οὗ ἐστιν. διόπερ ἐστὶν καὶ ἅγιον φυσικῶς.
3
οἱ οὖν ἄγγελοι, φησίν, οὐκ εἰσὶν ἀπὸ τοῦ θεοῦ καὶ ἅγιοι καὶ
πνεύματα τοῦ θεοῦ; ἐκεῖνοί εἰσιν ἀπὸ θεοῦ, καθ' ὃ προστάξει αὐτοῦ
γεγόνασιν, ὡς πάντα· ἅγιοι δὲ μετὰ τὸ ἁγιασθῆναι, ὡς οἱ ἄνθρωποι·
πνεύματα δέ, καθὸ πρὸς ἡμᾶς ἀσώματοι·
4
οὐ κληθέντες πνεύματα τοῦ θεοῦ ἢ ἐκ τοῦ θεοῦ ἢ ἐκπορευόμενα
παρὰ τοῦ πατρὸς ἢ θεῖα ἢ πνεύματα ἀληθείας ἢ πνεύματα ἁγιοσύνης·
ἀλλ' ἄγγελοι λειτουργοὶ καὶ σώματα οὐράνια διὰ τὸ ἀπείρως ἀπ-
έχειν καὶ ὑφιζάνειν τοῦ ἀκτίστου πνεύματος τοῦ θεοῦ, κατὰ τὸν
γράφοντα ἔμπειρον ἀπόστολον·
„σώματα ἐπίγεια καὶ σώματα ἐπουράνια“.
5
ὡς γὰρ οὐ κατ' αὐτοὺς τὰ πνεύματα τῶν ἀνέμων, οὐδὲ αὐτοὶ κατὰ
τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ. αὐτοὶ γὰρ ἐκτίσθησαν, οὐ μέντοι ἐξεπο-
ρεύθησαν ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ καὶ πατρός· οὐκ ἀναγεννῶσιν
ἡμᾶς, οὐ θεοποιοῦσιν, ἁμαρτίας οὐ συγχωροῦσιν, οὐ ζωοποιοῦσιν,
οὐ δημιουργοῦσιν, οὐχ ἁγιάζουσιν, οὐ κρίνουσιν, ἀλλὰ καὶ κρίνονται.
”ὑμεῖς” γάρ, φησίν, „καὶ ἀγγέλους κρινεῖτε“.
6
οὐδ' ἐν αὐτοῖς εἰσιν τῶν οὐρανῶν αἱ δυνάμεις. οὐ τόποις εἰσὶν
ἀπερίγραφοι καὶ διαστήμασιν ἀμέτρητοι. ὁ γὰρ Γαβριὴλ λαλῶν τῷ
Δανιήλ, ἢ εὐαγγελιζόμενος τὴν θεοτόκον παρθένον, οὐκ ἦν καὶ ἐν
οὐρανῷ τῇ οὐσίᾳ, ὡς τῇ διανοίᾳ, ἀλλὰ τότε ἐπὶ γῆς διέτριβεν μόνον.
οὐδὲ τοῖς αἰῶσίν εἰσιν ἀπερίληπτοι·
”ὁ ποιῶν” γάρ, φησί, „τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς
λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.“
7
οὐχ ἕν τι τῶν γινομένων παρὰ τοῦ ἁγίου πνεύματος ποιοῦσιν,
ἀλλὰ καὶ λειτουργοῦσιν αὐτῷ, ὡς ἔδειξεν ὁ ἀρχάγγελος Γαβριήλ,
διακονησάμενος πρὸς τὴν θεοτόκον Μαρίαν καὶ εἰπών·
”πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ.”
οὔτε οὖν ναὸς αὐτῶν ἐστιν ὁ ἄνθρωπος, καθά ἐστιν τοῦ θεοῦ καὶ
τοῦ πνεύματος αὐτοῦ καὶ τοῦ μονογενοῦς υἱοῦ. οὐ συμπεριλαμβάνον-
ται μετὰ τοῦ θεοῦ. οὐ μία τίς ἐστιν ὑπόστασις ἀγγελική, ἀλλὰ
καὶ δυσαρίθμητος.
8
τὸ δὲ ὑπερπάμφαες ἅγιον πνεῦμα συμφυῶς καὶ ἑνοειδῶς ἀπὸ τῆς
ἀρρήτου καὶ ὑπερουσίου καὶ προουσίου καὶ καθολικῆς καὶ ἀμόρφου
προῆλθεν ἀχρόνως πατρικῆς ὑποστάσεως, καὶ προσηγόρευται θεῖον·
ἕν τέ ἐστιν ἀπλήθυντον, ἀγαθόν, ἄφθονον, ἀπρόσιτον, ἀπερίγραφον
πάσαις νοήσεσιν, ἀπειροδύναμον, ἀνέκλεκτον, μόνως ὑπάρχον· καὶ
φύσει ἅγιόν τε καὶ πνεῦμα τοῦ θεοῦ, καὶ οὐδὲν ὂν τῶν πάντων,
ἀλλὰ θεὸς ἐν οὐρανῷ τε ὢν καὶ συνὼν ἡμῖν, αἴτιος πᾶσιν πάντων
καλῶν· παρὼν μὲν τοῖς ὅλοις ἀύλως, ἀνειδέως, ἀμετασχηματίστως·
9
οὐκ ἐξιστάμενος δὲ τοῦ συνιδρῦσθαι ἀφράστως τῷ πατρί, καὶ
ἐξαπλούμενος πάντη καὶ χωρῶν, καὶ ἐν ἅπασιν ἀμιγῶς κατοικῶν·
καὶ ταῖς ἐννοίαις ἡμῶν τε καὶ τῶν ἡμῖν ἀοράτων ἐμβατεύων, καὶ
ἀκριβῶν ἅπαντα, καίτοι πάντα εἰδώς· καὶ ἀφώνως ἐνηχῶν, καὶ ψυχῶν
ἐπακούων ἔνδοθεν σιγῇ κραζουσῶν, καὶ πάσας ἐπὶ πᾶσιν οἰκτείρων
ἀμελλητί, καὶ ἐπιρωννύων, καὶ εὐφροσύνην ἄφατον ταῖς ἑκασταχοῦ
φύσεσιν ἐνδιδούς· περιέχων τοῦδε τοῦ παντὸς τὴν σύστασιν, καὶ
πάντα ἔχων ὑφ' ἑαυτῷ· καὶ θεσπεσίῳ φωτίζων φωτὶ καὶ εὐεργετῶν
τῇ ἀπλέτῳ αὐτοῦ ἐνεργείᾳ καὶ ἀγαθότητι·
10
τὰ μὲν ἀμείνω τὴν γνώμην ἐπὶ τελειότερον ἄγων σκοπόν, τὰ δὲ
χείρω καὶ πλημμελῶς ἀναστρεφόμενα οὐκ ἀποστερῶν τῆς ἑαυτοῦ βασιλι-
κῆς καὶ ὁμονοητικῆς καὶ ἀμερίστου προστασίας, ἀλλ' ἐν ἐφέσει καθ-
ιστῶν αὐτὰ καὶ συννοίᾳ τῆς χορηγοῦ τῶν ὁλικῶν ἀγαθῶν ὁμοουσίου
τριάδος· καὶ πᾶσι τοῖς καλλιεργοῦσι συλλαμβανόμενος, μετὰ τοῦ
πάντων ἐξῃρημένος εἶναι οὕτως, ὅτι ἄλλῳ μὲν τῶν ἀποστόλων δι-
άγοντι ἐν Ἰνδίᾳ, ἑτέρῳ δ' ἐν Σπανίᾳ ἄλλῳ δ' ἐν ἄλλῳ τόπῳ ἕως
τῆς ἐσχατιᾶς τῆς γῆς παρ' αὐτοῦ νενεμημένῳ τῆς ἑαυτοῦ ἀπλανοῦς
καὶ ἀκιβδήλου μετεδίδου σοφίας· οὐ τῷδε μὲν νῦν, ἑτέρῳ δ' εἰς-
αῦθις παραγινόμενος, οὐδὲ τῷ μὲν μᾶλλον, τῷ δὲ ἔλαττον ἐπιπνέ-
ων, ἀλλ' ἅμα τε καὶ ἑκάστῳ ὁμοῦ καὶ διακεκριμένως ἀεὶ ὁμοίως ἐπι-
λάμπων, καθὰ καὶ ὁ εἰπὼν κύριος·
„μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰ-
ῶνος.“
4
11
ἐπεὶ μή γε—ἐπειδὴ αὐτοὶ τὴν παρ' Ἰωάννῃ κειμένην θεολογίαν
περὶ τοῦ πνεύματος ἔνθα εἶπεν·
”πνεῦμα ὁ θεός”
μεταφέρουσιν εἰς τὸν θεὸν καὶ πατέρα, λέγοντες διὰ τὸ εἶναι πνεῦμα
αὐτὸν οὕτω γεγράφθαι, ἔτι δὲ ἐπειδὴ γέγραπται καί·
„πνεῦμα τοῦ προσώπου ἡμῶν Χριστὸς κύριος·“ —
ἆρα καὶ τὸν παρέρα καὶ τὸν υἱὸν ἅτε πνεῦμα τοῖς ἄλλοις συναριθμήσουσι
λειτουργικοῖς πνεύμασιν; εἰ δὲ τοῦτο οὐχ οὕτως, οὐδὲ τὸ ἅγιον
πνεῦμα νοεῖται μετὰ τῶν ἄλλων πνευμάτων. ἀρχάγγελος γὰρ οὔκ ἐστιν.
ὁ γὰρ Μιχαὴλ καὶ Γαβριὴλ καὶ οἱ κατ' αὐτούς εἰσιν ἀρχάγγελοι· μετ'
ἐκείνους δὲ οὐδὲ αἱρετικοὶ εἴποιεν ἂν τετάχθαι τὸ ἅγιον πνεῦμα τοῦ
θεοῦ.
12
ποῦ οὖν λοιπὸν ἢ μετὰ ποίων κτισμάτων τάσσεσθαι δοκιμάζουσιν
αὐτό; μετὰ γὰρ τὸν θεὸν φύσιν ἄλλην λογικὴν ἀπὸ γραφῶν οὐκ ἐδι-
δάχθημεν ἢ τῶν πολλῶν πνευμάτων καὶ καθ' ἡμᾶς σωμάτων.
13
ἔτι σοφιστικῶς ἐκ τῶν προκειμένων ἐπάγουσιν· ὁ πατὴρ καὶ ὁ υἱὸς
”ἀληθινός”, τὸ δὲ πνεῦμα „ἀλήθεια“ γέγραπται, ὡς ἀπᾴδοντος τούτου.
ἔστιν δὲ ταὐτόν, καθὰ ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, καὶ οὐ διαφέρει
τοῦτο ἐκείνου.
5
n
Περὶ τῶν λεγόντων, ὅτι ”μονογενοῦς ὄντος τοῦ θεοῦ λόγου, τί τὸ
πνεῦμα καλέσομεν;” καὶ περὶ τοῦ μαρτυρεῖσθαι τὸν υἱὸν μονογενῆ.
τὸ ἅγιον πνεῦμα ἓν καὶ μόνον· καὶ πάλιν τὸν υἱὸν λόγον· τὸ ἅγιον
πνεῦμα, ῥῆμα. καὶ περὶ συγκρίσεως· καὶ περὶ τοῦ μὴ εἶναι παρά-
δειγμα τοῦ ἀσυγκρίτου οὐσίας.
1
Πρὸς ταῦτα οἱ ποικιλώτατοι καὶ πολυτροπώτατοι κατὰ τὸν λόγον
(οὐκ οἶδα, εἰ μὴ καὶ κατὰ τὴν γνώμην, πάντως δὲ ὅτι καὶ τοῦτο) οἱ
τῆς ἁπλουστέρας καὶ ἀληθεστέρας διδασκαλίας ἀλλότριοι αἱρετι-
κοὶ ἀναστρέφοντες πολλάκις τὰ αὐτὰ ῥήματα, φασίν· „μονογενὴς
ἐκλήθη ὁ θεὸς λόγος, ἐπειδὴ τὸ ἅγιον πνεῦμα οὐκ ἐκ τῆς ὑπο-
στάσεώς ἐστιν τοῦ πατρός. ἐπεὶ 〈εἰ〉 αὐτὸς μὲν οὐκ ἂν ἐλέχθη
μονογενής, τὸ δὲ ἅγιον πνεῦμα προσηγορεύθη ἀδελφὸς αὐτοῦ.“
2
ἐκεῖνοι μὲν οὕτως καὶ πρὸς ἑαυτοὺς ἀνομοιούμενοι, ἡ δὲ ἀλή-
θεια πρὸς αὐτούς. μονογενὴς γέγραπται, διά τε τὸ μόνον γεννη-
θῆναι ἐκ τῆς ὑποστάσεως τοῦ πατρός, καὶ μὴ ἐκπορευθῆναι, ὡς
τὸ ἅγιον πνεῦμα· διά τε τὸ ἀποκλείεσθαι τὰς βλασφημίας αἱρετι-
κῶν λεγόντων αὐτὸν κτίσμα καὶ υἱόν, ὥς ἐσμεν ἡμεῖς. καὶ τὸ
ἅγιον δὲ πνεῦμα ἓν καὶ μόνον εἶναι γέγραπται, διά τε τὸ ἑνιαίως
καὶ μόνως αὐτὸ ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ καὶ πατρὸς ἐκπορευθῆ-
ναι καὶ μὴ γεννηθῆναι, ὡς ὁ υἱός· διά τε τὸ μὴ κτίσμα, ὡς τὰ
ἄλλα πνεύματα, ὑπονοεῖσθαι.
3
τὸ γὰρ ἓν οὐ δύο, οὔτε ἀλλότριόν ἐστι τὸ πνεῦμα τῆς οὐσίας
πατρός, οὔτε διώρισται τῆς πρὸς τὸ ἓν ἑνώσεως· οὔτε πρὸς ἐκεῖνον
ὕφεσιν ἔχει ἢ ἄλλον ἑαυτοῦ μᾶλλον συμφυέστερον ἢ ἀγχίθεον·
οὔτ' ἀνέχεται ἢ ἀριθμὸς προσαγορεύεσθαι τῆς ἑνάδος οὐσίας ὂν
ἢ τοῖς παρηγμένοις συντάττεσθαι, τῶν πάντα παραγαγόντων σὺν
τῷ πατρὶ καὶ τῷ υἱῷ τυγχάνον. οὐ δύναται οὖν τὸ ἓν ἅγιον πνεῦμα
οὔτε τῷ ἑνὶ πατρὶ ἢ τῷ ἑνὶ υἱῷ εἶναι ἀνόμοιον, οὔτε τῷ πλήθει
τῶν πνευμάτων ὅμοιον.
4
καθάπερ γὰρ ἑνὸς ὄντος θεοῦ καὶ πατρὸς καὶ ἑνὸς υἱοῦ ἀληθινοῦ
πάντες οἱ κατ' εἰκόνα δι' ἀγαθότητα καὶ ἀφθονίαν αὐτοῦ ἐκλήθημεν
θεοὶ καὶ υἱοί, —οὐκ ὄντες τῇ ἀληθεῖᾳ—κατὰ τό·
”ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες·”
οὕτως ἑνὸς καὶ μόνου ὄντος ἁγίου πνεύματος ἀληθείας, πολλὰ πνεύ-
ματα λέγεται, οὐκ ὄντα τῇ φύσει πνεύματα τοῦ θεοῦ.
5
οὐ βλέποντες καὶ ἀνασκεπτόμενοι, ὅπως ἂν τοῖς θεολόγοις φαίνοιντο
συμβαῖνόν τι λέγοντες, οὐκ ὀκνοῦσι καὶ ἄλλα ἐπιφέρειν βλαβερά.
καὶ μοί, πρὶν ἅπαντος ἀκοῦσαι τοῦ λόγου, μέμψηται μηδὲ εἷς, εἰ
βλάβην τὰ ἐκείνων καλῶ. εὑρήσει γάρ, ὅτι φθέγγονται, ἄντικρυς
ἀντιπράττοντες τῇ γνώμῃ τῶν θεηγόρων ἀνδρῶν, οἳ τὸ περὶ τοῦτο
διαπρέπειν εἶχον παρὰ τοῦ θεοῦ ἐν δωρεᾶς μέρει. λέγουσι γάρ·
εἰ θεὸς τὸ ἅγιον πνεῦμα ἢ πατὴρ ἢ υἱός ἐστιν· μὴ ὂν δὲ τούτων
μηδέν, οὔκ ἐστι θεός, ὡς οὐδὲ τὰ ἄλλα πνεύματα.
6
ἀπαντητέον τοίνυν αὐτοῖς οὑτωσί, ὥσπερ θεὸς ὁ πατὴρ οὐ διὰ τὸ
εἶναι πατέρα, ἀλλὰ διὰ τὸ εἶναι θείας φύσεως, καὶ ὁ υἱὸς οὐ διὰ
τὸ εἶναι τοῦ τυχόντος υἱόν, ἀλλὰ διὰ τὸ τοῦ θεοῦ εἶναι υἱὸν λό-
γον καὶ ἀναγκαίως τῆς αὐτοῦ θείας φύσεως ὑπάρχειν, οὕτως καὶ τὸ
ἅγιον πνεῦμα θεὸς οὐ διὰ τὸ ἁπλῶς εἶναι πνεῦμα, ἀλλὰ διὰ τὸ τοῦ
θεοῦ εἶναι ἓν καὶ μόνον πνεῦμα ἅγιον, καὶ τῆς αὐτοῦ θείας φύσεως
καθεστάναι, ὡς προελέχθη. καὶ ὥσπερ ἀκούσαντες·
„εἷς ὁ θεός“
καί·
”κυρίῳ τῷ θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·”
ἐξ ἴσου τῷ πατρὶ θεόν τε εἶναι τὸν μονογενῆ λόγον πιστεύομεν
καὶ προσκυνοῦμεν καὶ λατρεύομεν αὐτῷ· τὸν ἴσον τρόπον καὶ περὶ
τοῦ ἁγίου πνεύματος διακείμεθα.
7
αὐτῷ γάρ, ᾧ προσετάχθημεν (ἐν) τῷ περὶ τοῦ ἀφθάρτου βαπτίσματος
δοθέντι ὅρῳ, ἐξ οὗ ἤρτηται ἡ τῆς πάσης ἡμῶν πολιτείας καὶ θρησ-
κείας κατάστασις, συντάττειν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ προσ-
ετάχθημεν καὶ συμπροσκυνεῖν καὶ συνδοξάζειν αὐτὸ καὶ λειτουργεῖν
αὐτῷ. αὕτη γάρ ἐστιν ἡ λογικὴ λατρεία, ἢν ἔγραψεν Παῦλος τοιῶσ-
δε·
„ἵνα παραστήσητε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐ-
άρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν.“
8
καὶ ὃν τρόπον, τοῦ ἀποστόλου τὸν θεὸν μόνον σοφόν τε καὶ ἔχειν
ἀθανασίαν χρησμῳδήσαντος, πιστεύομεν καὶ τὸν υἱὸν ὁμοίως ἔχειν
ἀθανασίαν καὶ εἶναι σοφόν, ἅτε ἀπαράλλακτον κατ' οὐσίαν ὄντα
τῷ πατρὶ καὶ λόγον αὐτοῦ καὶ ζωὴν αἰώνιον, ὡς γράφει, ὑπάρχοντα·
οὕτως καὶ περὶ τοῦ ἁγίου πνεύματος. οὐ γὰρ κατὰ χάριν ἤτοι δό-
σιν ἔχει ἀθανασίαν καὶ σοφίαν, ὁμοίως τῶν λειτουργικῶν πνευμά-
των, ἀλλὰ φύσει κέκτηται· πνεῦμα γὰρ σοφίας ἐστίν. τοιγαροῦν
γέγραπται, ὡς·
”οὐδεὶς γινώσκει τὰ τοῦ μόνου σοφοῦ, εἰ μὴ τὸ πνεῦμα αὐτοῦ.”
εἰ γὰρ δοίησαν μὴ ταῦτα οὕτως ἔχειν, ἢ παρακρούσονται τὸν θεὸν
λόγον, ἢ παρὰ τὰς γραφὰς δόξουσιν ποιεῖν.
9
τῇ γὰρ ἐν μιᾷ θεότητι τριάδι οὐ συντάττεταί τι, οὔτε τὰ πνεύ-
ματα διὰ τὸ κεκλῆσθαι πνεύματα, κἂν μὴ τὰ βέβηλα εἴποιμεν, οὔτε
οἱ ἄνθρωποι διὰ τὸ κεκλῆσθαι θεοί· οὐ γάρ ἐσμεν τῇ ἀληθείᾳ. εἰ
δὲ οὐκ οἰηθῶσιν ἀντιπίπτειν αὐτοῖς τό·
„μόνῳ σοφῷ θεῷ“,
καί·
”μόνος ἔχων ἀθανασίαν·”
οὐ δυνήσονται ἀπ' οὐδενὸς ἐξ ἐναντίας τοῦ ἁγίου πνεύματος κατα-
σοφίζεσθαι. ταῦτα γὰρ οὕτως ὑπὸ Παύλου ἐρρήθη, διὰ τὸ τοῦ θεοῦ
λόγον μὲν τὸν υἱόν, πνεῦμα δὲ τὸ ἅγιον πνεῦμα τυγχάνειν, καὶ
ἀχωρίστως αὐτοῦ ἔχειν κατὰ τὴν φύσιν, καὶ εἰς μίαν ἀνάγεσθαι
θεότητα, ὡς καὶ παρὰ τοῖς ἔξω λέγεται·
εἷς θεὸς αὐτοπάτωρ, ἐξ οὗ τάδε πάντα γένοντο.
10
ὡς τοίνυν περὶ τοῦ πατρὸς Παῦλος Ῥωμαίοις, Γαλάταις καὶ
Τιμοθέῳ γέγραφεν·
„εἷς ὁ θεὸς,“
οὕτω περὶ μὲν τοῦ υἱοῦ Ἰωάννης εἶπεν·
”ὁ μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός.”
περὶ δὲ τοῦ ἁγίου πνεύματος Παῦλος Κορινθίοις ἐδίδαξεν·
„ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι·“
τὸ γὰρ ἑνιαῖον τῆς θείας καὶ ἀπληθύντου φύσεως ἴδιον. καὶ καθὰ
ἐγράφη, ὅτι ὁ υἱὸς ἐγεννήθη, καὶ μαρτυρῶν λέγει·
”ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον·”
οὕτως ἐγράφη, καὶ ὁ αὐτὸς εἶπεν·
„τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται,“
ἤγουν ἐξεπορεύθη.
11
καὶ ὥσπερ ὁ υἱὸς θεὸς καὶ κύριος ὥν, τοῦ θεοῦ καὶ κυρίου
ἐστὶν υἱός· οὕτω τὸ ἅγιον πνεῦμα, θεὸς καὶ κύριος ὥν, τοῦ θεοῦ
καὶ κυρίου ἐστὶν πνεῦμα. καὶ ὃν τρόπον λόγος γέγραπται ὁ υἱὸς
διὰ τὸ συνυπάρχειν τῷ πατρί, τὸν αὐτὸν τρόπον καὶ τὸ ἅγιον
πνεῦμα γέγραπται ”ῥῆμα τοῦ θεοῦ” καὶ „πνεῦμα τοῦ στόματος“ αὐτοῦ
καὶ ”πνοὴ παντοκράτορος”, ἐπειδὴ συνυφεστὼς ἐξέλαμψεν ἐξ αὐτοῦ·
ἵνα μὴ ἔξωθεν αὐτὸ τῆς θεότητος τοῦ πατρὸς ἢ τοῦ λόγου αὐτοῦ
εἶναί τις ὑπολάβῃ. ἴδιον γὰρ τὸ ῥῆμα τοῦ λόγου, καὶ ὁ λόγος τοῦ
νοῦ· καὶ πληροῦται τό·
„ὁ εἷς θεὸς καὶ πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ
πάντων καὶ ἐν πᾶσιν.“
12
καὶ καθὰ ὁ υἱὸς δείκνυται ἀπαράλλακτος τοῦ πατρός, ᾖ γράφει·
”ὁ ἑορακὼς ἐμὲ ἑόρακε τὸν πατέρα·”
ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα δι' ὧν φάσκει·
„ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ θεός, ἐκ τοῦ
πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.“
ἀνάγκη οὖν πᾶσα, θεοῦ ἀληθινοῦ ὄντος τοῦ πατρός, θεὸν ἀληθινὸν
εἶναι ἴσον αὐτῷ καὶ τὸν δεικνύντα αὐτὸν τῇ ἑαυτοῦ ἐμφανείᾳ.
13
καὶ ὥσπερ διὰ τοῦ υἱοῦ πάντα ἐγένετο, οὕτως ὑπὸ τοῦ πνεύματος
πάντα ἡγιάσθη καὶ ἐδυναμώθη. φασὶν γὰρ οἱ ἀπόστολοι·
”δέσποτα, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασ-
σαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ πνεύματος ἁγίου, στόματος
δὲ Δαυὶδ παιδός σου εἰκών.”
καὶ καθὰ ἰσοδύναμος καὶ ὅμοιος ὁ μονογενὴς τῷ πατρὶ καὶ ἐξουσιαστὴς
σημαίνεται κατὰ τό·
„ὅσα ἂν ποιῇ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ“
ὡσαύτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ κατὰ τό·
”πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.”
14
καὶ ὥσπερ περὶ ἑαυτοῦ εἶπεν ὁ Χριστός·
„οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς,“
οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος τὸ ὅμοιον εἴρηται, ὅτι·
”τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.”
καὶ ὃν τρόπον ὁ υἱὸς τὸ ἀγγελτικόν,
„μεγάλης βουλῆς ἄγγελος“
ἐκλήθη· οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος·
φησὶν γάρ·
”ἀλλὰ ἐλάβομεν τὸ πνεῦμα τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ
θεοῦ χαρισθέντα ἡμῖν.”
15
καὶ ὁμοιότατον τῷ·
„ἀπαρχὴ Χριστός,“
5
15
τὸ λέγον ῥητόν·
”καὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες.”
καὶ ἰσοπαλὲς τῷ·
„ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς,…
εἰ…
The complete text is available when the reading interface loads.