Commentarii in Zacchariam
- Edition reference
- Commentarii in Zacchariam, ed. L. Doutreleau, Didyme l'Aveugle sur Zacharie, 3 vols. [Sources chrétiennes 83, 84, 85. Paris: Éditions du Cerf, 1962]: 83:190–412; 84:426–788; 85:802–1086.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg010.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ὑμῖν.«
1
13
Σχέσει δὲ καὶ διαθέσει, ἀλλ' οὐ τόπῳ γίνονται αἱ λεγό-
μεν[α]ι? ἐξαναχωρήσεις καὶ ἐγγύτητες.
14
Ἐπιστρέφοντες πρὸς ἐμέ, κἀγὼ πρὸς ὑμᾶς. Οὐ γίνεσθε
καθὼς οἱ γεννήσαντες ὑμ?ᾶς κα?τὰ κακίαν, οἷς π?ρ?οφῆται ἐνεκάλεσαν
ἔμπροσθεν τοῦ ἐνεστῶτος χρόνου?, ἵνα μὴ τὰ αὐτὰ ἐκείνοις πάθητε.
Τί δὲ ἐνεκάλεσαν αὐτοῖς, ἢ ἐπιστραφῆναι ἀπὸ φαύλων ἐπιτηδευ-
μάτων καὶ πονηρῶν ὁδῶν; Μὴ ἀκούσαντες δὲ μηδὲ προσχ?όντες,
ἀπώλοντο ἅμα τοῖς ἀπατήσασιν ψευδοπροφήταις, ὡς μηκέτ'
εἶναι μηδὲ τοὺς φένακας μηδὲ τοὺς συναρπαγέντας τῇ γοητείᾳ
αὐτῶν. Ἐπεὶ οὖν οὔτε οἱ προφῆται οὔθ' οἱ ἀπατηθέντες εἰσίν,
ὑμεῖς οἷς τὸν τοῦ Θεοῦ λόγον προφέρω τὰς θείας ὁδοὺς βαδίζετε
καὶ μὴ τὰς πονηρὰς μεταδιώκοντες.
15
Θεῖα γὰρ καὶ ἐπωφελῆ
ἐπιτηδεύματα ἀπαγγέλλεται [ὑ]μ?ῖ?[ν] ἐν τῷ ἡμετέρῳ Πνεύματι
—τοῦτο δ' ἐστὶ τὸ Ἅγιον—ὑπὸ τῶν ἐχόντων αὐτὸ δούλων μου
τῶν προφητῶν· οὗτοι γὰρ τὸ Πνεῦμα τῆς ἀληθείας ἔχοντες καὶ
ὑπ' αὐτοῦ εἰς τὸ λέγειν παρεσκευασμένοι, ὠφελοῦσιν τοὺς προσ-
έχοντας αὐτοῖς, ὧν πεῖραν ἔσχον οἱ ἐγκαλούμενοι πατέρες ὑμῶν·
ἐπειδὴ οὐκ ἤκουσαν οὐδὲ προσέσχον αὐτοῖς, δι' αὐτῶν τῶν ἔργων
ἀπεκρίθησαν· καθὼς παρατέτακται Κύριος τοῦ ποιῆσαι, οὕτως
γενήσεται αὐτοῖς, καίτοι τοῦ Θεοῦ διεγείραντος εἰς μετάνοιαν,
ἵνα μὴ πάθωσιν τὰ ἀπειληθέντα.
16
Zach. I, 7: Τετράδι καὶ εἰκάδι ἐν τῷ δωδεκάτῳ μηνί,
—οὗτός ἐστιν ὁ μὴν Σαβάτ—ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δα-
ρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου
υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων.
17
Πάντα τὰ ὑπὸ Θεοῦ γιγνόμενα καὶ δωρούμενα τάξιν καὶ
ἁρμονίαν τὴν κατὰ ἀναλογίαν ἔχει »ποιοῦντος μεγάλα καὶ ἀνεξ-
ιχνίαστα«, »κανόνι καὶ ἀριθμῷ πάντα διατάττ?οντος«.
Ἀμέλει γοῦν καὶ ὁ προκείμενος τοῦ προφήτου λόγος κατ' ἐπι-
στημονικὴν θεωρίαν γινόμενος ὁρατὸς μᾶλλον ἢ ἀκουσ?τ[ὸ]ς
ὑπάρχει, ὅθεν κατὰ ἀριθμὸν πολὺ τὸ βέβαιον ἔχοντα τέτακται
ἐν τετράδι καὶ εἰκάδι τοῦ δωδεκάτου μηνὸς καθ' Ἑβρ[αί]ο?υς.
18
Ἔστιν ὁ κδʹ ἀριθμὸς δυνάμ?ει λϚʹ· τοῦτον γὰρ ἀπαρτίζει
τὰ μέρη τοῦ κδʹ οὕτως· ἥμισυ ιβʹ, τρίτον ηʹ, τ?έταρτ[ο]ν Ϛʹ,
ἕκτον δʹ, ὄγδοον γʹ, δωδέκατον βʹ, εἰκοστοτέταρτον [αʹ]. Ὁ
γεννηθεὶς ἀπὸ τοῦ κδʹ κατὰ σύνθεσιν τῶν μερῶν αὐτοῦ τετράγω-
νός ἐστιν· ἑξάκι γὰρ ἕξ. Οὐδὲν δὲ οὕτω βέβαιον τῶν σχημάτων
ἐστὶν ὡς τὸ τ[ε]τράγωνον.
19
Ἔχει δ' ἐξαίρετον ὁ προκείμενος
ὅτι ἑκάστη πλευρὰ αὐτοῦ κατὰ τέλειον ἀριθμόν, τὸν ἕξ, συνέ-
στηκεν. Ὡσαύτως τῷ κδʹ, καὶ ὁ ιβʹ συντεθεὶς ἐκ τῶν μερῶν
ἑαυτοῦ τετράγωνον ἀπογεννᾷ· ἥμισυ ἕξ, γʹ δʹ, δʹ γʹ, Ϛʹ βʹ, ιβʹ
αʹ, ὁμοῦ τὰ μέρη ταῦτα συντεθέντα τὸν δεκαὲξ ἀποπληροῖ, ὄντα
καὶ αὐτὸν τετράγωνον· τετράκι τέσσερα. Ἔχει δὲ οὗτος κατὰ
τὰς ἰδίας πλευρὰς ἐξαίρετον· ἡ γὰρ τετρὰς δυνάμει δεκάς ἐστιν
οὕτως· αʹ βʹ γʹ δʹ.
20
Zach. I, 8 : Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπι-
βεβηκὼς ἐφ' ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν
δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ
ψαροὶ καὶ ποικίλοι καὶ λευκοί.
21
Τοῦ λόγου Κυρίου γεναμένου πρὸς Ζαχαρίαν νυκτός,
ὤφθη αὐτῷ ἀνὴρ ἐπιβεβηκὼς ἵππον πυρρόν, ἑστὼς ἀνὰ μέσον
τῶν δύο ὀρέων τῶν κατασκίων.
Ἔστιν δὲ ὁ ἀνὴρ ὁ ἐπιβεβηκὼς τὸν πυρρὸν ἵππον ὁ ἐνανθρω-
πήσας Σωτήρ. Ἵππος δὲ πυρρὸς ὃ περίκειταί ἐστιν σῶμα· πυρρὰ
γάρ ἐστιν κατὰ φύσιν ἡ ἀνθρωπίνη σάρξ, διὰ τὸ ἐπιπολάζειν
αὐτῇ αἷμα.
Ποῦ δὲ εἶδεν ἑστῶτα τὸν ἄνδρα καὶ ἀνὰ μέσον τίνων καὶ πότε
ὁ θεολημπτούμενος ἐπιστατέον.
22
Εἶδεν τοιγαροῦν αὐτὸν »ἀνὰ μέσον τῶν ὀρέων τῶν
κατασκίων«. Τυγχάνουσι δὲ ταῦτα αἱ δύο διαθῆκαι, καρποφόρα
κ[αὶ] κ?ατάσκια ὄντα διὰ πυκνότητα νοημάτων καὶ τὸ ἀμ?φιλαφὲς
τῶν περὶ τῆς θεολογίας καὶ ἐνανθρωπήσεως λέξεων. Καὶ ἐπεὶ
ἀσάφειαν ἔχει πολλὴν ἕκαστον τῶν ἐν ταῖς δύο διαθήκαις μετ'
αἰνιγμοῦ καὶ βαθύτητος ἀπηγγελμένων, ἐν νυκτὶ εἶδεν τὴν ἐπί-
βασιν τοῦ ἀνδρὸς πρὸς τὸν ἵππον, παραπλησίως τῷ λεχθέντι περὶ
αὐτοῦ· »Ἔθετο σκ[ότ]ος ἀποκρυφὴν αὐτοῦ«· καὶ ἐν τούτῳ γὰρ
τῷ ῥητῷ τὸ ἐξ ἀσαφείας ἀπόκρυφον σημαίνεται, ὥ[σ]περ καὶ ἐν
τῷ· »Ἄβυσσος ὡς ἱμάτιον περιβόλαιον αὐτοῦ.«
23
Πρὸς τῷ ἰδεῖν τὸν ἡρμηνευμένον ἄνδρα ἐπιβεβηκότα τῷ
πυρρῷ ἵππῳ, καὶ τοὺς ὀπίσω αὐτοῦ ἐρχομένους ἵππους πάνυ
θεολογικῶς τεθέαται. Ὀπίσω δ' αὐτοῦ ἔρχονται οἱ ἑπόμενοι
αὐτῷ· καὶ Μωϋσῆς γοῦν, ὁ μέγας ἱεροφάντης, οὔπω τέως τὸ
πρόσωπον αὐτοῦ γνωστῶς ἰδεῖν δυνάμενος, τέθειται ἰδεῖν τὰ
ὀπίσω αὐτοῦ, τοῦτ' ἔστιν τὰ μετ' αὐτόν, οὐχ ἕτερα ὄντα τῆς
δημιουργίας τοῦ Θεοῦ. Ἀμέλει γοῦν δειχθέντων αὐτῷ τῶν
μετὰ τὸν Θεόν, ἃ ὀπίσω αὐτοῦ καλεῖται, Κοσμοποιίαν ἀνέγραψεν,
ἀρχομένην ἀπὸ τοῦ· »Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν
καὶ τὴν γῆν.«
24
Διάφορος δὲ χροιὰ τῶν ὀπίσω τοῦ φανέντος ἵππων ἀνα-
γέγραπται, ἐπείπερ οἳ μὲν αὐτῶν ἄνθρωποι, οἳ δὲ θεῖα »πνεύματα
τυγχάνουσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας
κληρονομεῖν σωτηρίαν«. Ὅσοι γὰρ τὰ ἀνθρώπινα τοῦ ἐπιδημή-
σαντος καὶ γεναμένου σαρκὸς Λόγου παραδεδώκασιν, πυρροί
εἰσιν, μάλιστα ὅτι καὶ αὐτός, οὗ ὀπίσω ὑπάρχουσιν, »ἐρύθημα
ἱματίων ἐκ Βοσὸρ« φέρει, ὡς λεχθῆναι πρὸς αὐτὸν πρὸς τῶν
θεασαμένων· »Διὰ τί τὰ ἱμάτιά σου ἐρυθρά;« ἱμάτια αὐτοῦ
λέγοντες ἣν περίκειται σάρκα καὶ τὸ παρεσπαρμένον αὐτῇ αἷμα.
Ἐντελέστερον σεσαφήνισται ταῦτα ἐν τοῖς ὑπομνήμασιν Ἠσαΐου
τοῦ προφήτου.
25
Μετὰ τοὺς πυρροὺς ἵππους ὀπίσω το?ῦ ὑμνουμένου, ποικί-
λοι καὶ ψαροὶ καὶ λευκοὶ ὤφθησαν ἵπποι. Καὶ τάχα μὲν ποικίλοι
καὶ ψαροὶ τυγχάνουσιν οἱ πολυτρόπως ἄγοντες τὴν διδασκαλίαν
περὶ τῶν αἰσθητῶν καὶ νοητῶν, ἅπερ »ὁρατὰ καὶ ἀόρατα« εἶναί
φασιν οἱ θεῖοι λόγοι, λευκῶν ὑπαρχόντων ἵππων τῶν τὰ θεολογικὰ
χωρὶς πάσης ὕλης ἀπαγγελλόντων.
26
Ῥητέον κατὰ διάνοιαν ἄλλην ποικίλους καὶ ψαροὺς εἶναι
τοὺς ἁρμοζομένους ἐν τῷ διδάσκειν πρὸς τὴν ποικίλην ἕξιν τῶν παι-
δευομένων. Ἢ οὐ ποικίλος ἵππος ἦν Παῦλος, ὀπαδὸς ὢν τοῦ ἐν
αὐτῷ λαλοῦντος Χριστοῦ, ὅτε τοῖς Ἰουδαίοις Ἰουδαῖος ἐγίνετο
ἵνα κερδήσῃ τούτους, καὶ τοῖς ἀνόμοις ὡς ἄνομος, ἵνα ἀποστήσῃ
αὐτοὺς τῆς τῶν ἀνόμων προαιρέσεως, καὶ τοῖς ὑπὸ νόμον ὡς
ὑπὸ νόμον, ἵνα καὶ αὐτοὺς κερδάνῃ, πείθων ὑπερβαίνειν »τὸν
τῆς σκιᾶς νόμον«; Μετὰ τὸ ταῦτα γοῦν εἰπεῖν λέγει· »Τοῖς
πᾶσιν γέγονα πάντα, ἵνα πάντας σώσω«.
27
Οὐ μόνοι δὲ οἱ μετὰ τὴν ἐπιδημίαν ἀλλὰ καὶ οἱ πρὸ αὐτῆς
εἶχον τὸ ποικίλον τοῦτο, μετέχοντες »τῆς πολυποικίλου σοφίας
τοῦ Θεοῦ«, ἀφ' ὧν ἀρκεῖ δύο μνημονεῦσαι, ἵνα μὴ μακρὸς ὁ
λόγος γένηται, δυνατοῦ ὄντος καὶ ἐπὶ τοὺς ἄλλους τῇ νοήσει μετα-
βῆναι.
28
Ἠσαΐας ὁ θείας ὁράσεις θεόθεν λαβὼν πάνθ' ὁμοῦ τὰ εἴδη
τῶν ὠφελούντων λόγων εἶχεν. Ἠμὲν γὰρ προφήτης καὶ ὁρῶν
τὰ ἐσόμενα ὀφθαλμῷ προφητικῷ, ἔφασκεν· »Ἰδοὺ ἡ παρθένος ἐν
γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.« Ἠδὲ νομοθέτης προσέταττεν
καὶ ἀπηγόρευεν φάσκων· »Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν,
μάθετε καλὸν ποιεῖν.« Ἀλλὰ καὶ ἱστορίας ἀνέγραφεν περὶ
τοῦ Σενναχηρεὶμ βασιλέως τῶν Ἀσσυρίων καὶ Ἐζεχίου τοῦ
κρατοῦντος τῶν Ἑβραίων. Πρὸς τούτοις καὶ ᾠδός, ὅπου μὲν
λέγων· »Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπε-
λῶνί μου«, ὅπου δέ· »Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο
καινόν· Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῶν.«
29
Ὡσαύτως ὁ Δαυὶδ ὡς μελῳδὸς ἔφασκεν· »Ὁ Θεός,
ᾠδὴν καινὴν ᾄσωμέν σοι«· ὡς νομοθέτης· »Ἔκκλινον ἀπὸ
κακοῦ καὶ ποίησον ἀγαθόν«· ὡς προθεσπίζων τὰ μέλλοντα
ἐβόα· »Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.« Οὐ παρῆκεν
δὲ οὐδὲ τὸ ἱστορικὸν διήγημα, πολλὰ τῶν αἰσθητῶς γεναμένων
ὑπὲρ τῶν Ἰσραηλιτῶν καὶ κατὰ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραὼ
διεξεληλυθὼς ἐν πλείοσιν ψαλμοῖς.
30
Τί δὲ οἱ ὀπίσω τοῦ ἀνδρὸς τοῦ ἐπιβεβηκότος ἐπὶ ἵππον
πυρρὸν οἱ πνευματικοὶ ἵπποι εἰργάσαντο, ἐν ταῖς ἑξῆς λέξεσιν
τοῦ ἐκκειμένου προφήτο[υ] ἴδωμεν.
31
Zach. I, 9: Καὶ εἶπα· Τί οὗτοι, Κύριε; καὶ εἶπεν πρός
με ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα.
32
Φησὶν αὐτὸς ὁ προφήτης τῷ ἀγγέλῳ τῷ ἐν αὐτῷ λα-
λοῦντι· »Τί οὗτοι, Κύριε;« Ἄγγελος δὲ ὁ ἐν αὐτῷ λαλῶν
ἤτοι ὁ ἐφεστὼς τῇ προφητείᾳ ἄγγελός ἐστιν, ἢ κατὰ ἄλλην ἐπί-
νοιαν αὐτὸς ὁ Σωτήρ, περὶ οὗ ὁ προφήτης φησίν· »Καλεῖται τὸ
ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.« Λαλεῖ δὲ ἐν τῷ
ἀκροατῇ ὁ διδάσκαλος ὅτε μετέχεται ὑπ' αὐτοῦ ἢ κατὰ διάθεσίν
ἐστιν ἐν αὐτῷ.
33
Μαρτύριον τοῦ προτέρου τό· »Ζῇ δὲ ἐν ἐμοὶ
Χριστός«, καὶ ἔτι· »Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.« Ταύτῃ
τῇ νοήσει καὶ ὁ ὑμνῳδὸς ἔφη· »Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ
Κύριος ὁ Θεός«, καὶ ὁ Ἁμβακούμ· »Ἀποσκοπεύσω τοῦ ἰδεῖν
τί λαλήσει Κύριος ἐν ἐμοί.« Τοῦ δ' ὑστέρου· »Ἱερείς, λαλή-
σατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ«, οὐ παντὸς διδασκάλου εἰς
τὴν καρδίαν λαλοῦντος τῶν ἀκροωμένων, ἀλλὰ τοῦ διατιθέντος
τὴν διάνοιαν τῶν μανθανόντων κατὰ νόησιν καὶ ποιότητα τῶν
μαθημάτων.
34
Εἰσὶ γὰρ αὐτὸ τοῦτο μόνον ποιοῦντες, βομβοῦντες
τὴν ἀκοήν, οὐκ ὠφελοῦντες τὴν διάνοιαν τῶν παιδευομένων· καὶ
ὃ μὲν ἔν τινι λαλῶν καὶ λαλεῖ αὐτῷ, οὐ παντὸς τοῦ κρούοντος
τὴν ἀκοὴν ἐν τῇ καρδίᾳ λαλοῦντος.
35
Zach. I, 10: Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ
μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με· Οὗτοί εἰσιν οὓς ἐξ-
απέσταλκεν Κύριος τοῦ περιοδεῦσαι τὴν γῆν.
36
Ζητήσειεν ἄν τις τί δήπουθεν, ἑωρακότος τοῦ προφήτου
τοὺς ἐρχομένους ἵππους πυρρούς, ποικίλους, ψαρούς, λευκούς,
ὁ ἄγγελος ὁ λαλῶν ἐν αὐτῷ ὑπισχνεῖται δείξειν αὐτῷ τὰ ὀφθέντα.
Μήποτ' οὖν, ἐπεί ἐστιν περὶ τῶν αὐτῶν διττὴ θέα, εἰσαγωγικω-
τέρα καὶ ὑπεραναβεβηκυῖα, τῷ ἐγνωκότι τὴν εἰσαγωγικὴν δεῖξιν,
τὴν τελειοτέραν ὑπισχνεῖται ὁ θεῖος παιδευτής, τοῦ τὴν ἀποκά-
λυψιν ἐσχηκότος τέλειον ἔρωτα δεξαμένου.
37
Ὁ ἀνὴρ ὁ ἑστὼς ἀνὰ μέσον τῶν εἰρημένων ὀρέων δύο
ἀπεκρίνατο· »Οὗτοί εἰσιν οὓς ἐξαπέστειλεν Κύριος περιοδεῦσαι
τὴν γῆν.«
38
Κατὰ δευτέραν θεωρίαν κατάσκια ὄρη δύο ὁ ἀπὸ Ἑβραίων
καὶ ἐθνῶν λαὸς τυγχάνουσιν, ὧν ἐν μέσῳ ἑστὼς ὁ ἤδη ἡρμηνευ-
μένος ἀνὴρ μυσταγωγεῖ τὸν προφήτην τίνες εἰσὶν οἱ ἀπεσταλμένοι
περιοδεῦσαι τὴν γῆν. Διδάσκαλοι δέ εἰσιν ἄριστοι ἐξ ἀνθρώπων
καὶ ἀγγέλων ὡς ἔναγχος εἴρηται.
39
Οὐ μάτην δὲ πρόσκειται
τὸ ἀπεστάλθαι αὐτοὺς τοῦ περιοδεῦσαι τὴν γῆν ὑπὸ τοῦ Κυρίου,
οὐ πάντων τῶν διδάσκειν ἐπαγγελλομένων ἢ περιοδευόντων ὑπὸ
Κυρίου ἀποσταλέντων. »Περιοδεύων γοῦν τὴν γῆν« ὁ διάβολος,
ὡς αὐτὸς ἔφη, ἐπὶ τῷ ἐξετάσασθαι τὸν Ἰὼβ καὶ τοὺς ἄλλους
Θεοῦ ἀθλητάς, ἰδίᾳ κακίστῃ προαιρέσει τοῦτο ποιεῖ, ἀλλ' οὐκ
ἐγχειρισθεὶς ὑπὸ τοῦ Θεοῦ.
40
Τί δέ φασιν οἱ ἀποσταλέντες τεθεάσθαι ἐν τῷ περιοδεῦ-
σαι, ἢ ὅτι πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει, ὡς ἡ ἑξῆς παρί-
στησιν λέξις οὕτως ἔχουσα.
41
Zach. I, 11: Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ
ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπαν· Περιωδεύκαμεν
πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.
42
Ἐπεὶ μὴ πᾶς ἄγγελος τοῦ Κυρίου ἐστίν, οὐκέτ' αὐτοῦ
τυγχανόντων τῶν ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον, εἰκότως
τῷ ἀγγέλῳ Κυρίου ἀποκρίνονται οἱ περιοδεύοντες ὡς πᾶσα ἡ γῆ
κατοικεῖται καὶ ἡσυχάζει. Ὅτι δὲ οἱ ἀποστάται, κἂν ἁπλῶς ἄγγε-
λοι καλῶνται, ἀλλ' οὐ τοῦ Κυρίου χρηματίζουσι, ἔτι σαφῶς ἐκ
τῶν γραφῶν δηλοῦται, ὅπου μέν· »Ὁ Θεὸς ἀγγέλων ἁμαρτη-
σάντων οὐκ ἐφείσατο«, οὐ γὰρ εἶπεν αὐτοῦ· ὅπου δὲ ὑπὸ τοῦ
ἐν Χριστῷ λαλοῦντος Ἀποστόλου εἴρηται· »Ἀγγέλους κρινοῦ-
μεν.«
1
43
Τί βούλεται τὸ κατοικεῖσθαι πᾶσαν τὴν γῆν καὶ ἡσυχάζειν
θεωρητέον. Τῆς λογικῆς ψυχῆς αὐτοκινήτου καὶ ἀεικινήτου
ὑπαρχούσης, ὅταν εὖ καὶ μακαρίως κίνηται, ἠρεμεῖ καὶ ἡσυχάζει
ἀπὸ τῆς ἀτάκτου κλονήσεως, ταύτην δὲ τὴν εὐστάθειαν καρποῦ-
ται ἀπὸ θείας εὐλαβείας.
44
Γέγραπται γάρ· »Γῆ ἐφοβήθη καὶ
ἡσύχασεν ἐν τῷ ἀναστῆναι ε[ἰ]ς κρίσιν τὸν Θεόν«, καί· »Ἡσυ-
χάζει ἀπὸ παντὸς κακοῦ ὁ κατασκηνῶν ἐπ' ἐλπίδι«, κατὰ τὴν
θεόπνευστον τῶν Παροιμιῶν γραφήν. Ταύτῃ τῇ νοήσει, πρὸς τὸν
ἀλάστορα Κάϊν κινηθέντα ὡς οὐ δεῖ ὁ Θεός φησιν· »Ἥμαρτες,
ἡσύχασον«, μόνον οὐχὶ λέγων· Ἁμαρτάνων ἀτάκτως κλόνῃ,
ἀλλὰ τέλος ἐπίθες τῇ ἀτάκτῳ ὁρμῇ· τότε γὰρ ἐπαινετῶς, ἡσυ-
χάσεις »ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιήσας«.
45
Τῷ οὕτως ἡσυχάζοντι ἕπεται τὸ κατ[ο]ικεῖν. Ὅτι δὲ
τοῦθ' οὕτως ἔχει, ἡ εἰσαγομένη ἐν Παροιμίαις πόρνη γυνή, ἥτις
ποτέ ἐστιν αὕτη, »ἐν οἴκῳ οὐκ ἔχει ἡσυχάζοντας τοὺς πόδας«,
ἔξω αὐτοὺς ῥεμβομένους ἔχουσα, τριοδῖτις καὶ σοβὰς οὖσα, τῆς
ἀστῆς καὶ εὐγενίδος ἐν οἴκῳ κατοικούσης, φυλαττούσης τὰ πρὸς
τὸν νυμφίον γαμικὰ δίκαια, ᾗ εὐθὺς ἕπεται τὸ τεκνογονεῖν.
Εἴρηται γὰρ ἐν Ψαλμοῖς περὶ τοῦ νυμφίου τοῦ Θεοῦ Λόγου·
»Ὃς κατοικίζει ἐν οἴκῳ στεῖράν ποτε οὖσαν, ἵνα γένηται μήτηρ
γνησίων τέκνων εὐφραινομένη.«
46
Zach. I, 12: Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ
εἶπεν· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν
Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδο-
μηκοστὸν ἔτος;
47
Θεασάμενος προγνωστικῶς ὁ ἄγγελος Κυρίου παντοκρά-
τορος πᾶσαν τὴν γῆν κατοικοῦσαν καὶ ἡσυχάζουσαν, πάντων τῶν
ἐθνῶν πιστευσάντων τῷ ἐπιδημήσαντι Κυρίῳ, ἀξιοῖ τὸν παμ-
βασιλέα γνῶσιν παρασχεῖν ἕως τίνος καὶ πότε ἡ Ἰερουσαλὴμ καὶ
αἱ ὑπὸ ταύτην πόλεις τῆς Ἰουδαίας ἐλεηθήσονται, ἑβδομηκοστοῦ
ἔτους ἤδη ἐνεστῶτος τῆς αἰχμαλωσίας δι' ἣν παρεωρᾶσθαι ἐδό-
κουν.
48
Καὶ ἐπεὶ πολλάκις ἡ Ἰερουσαλὴμ πολυτρόπως ἡρμήνευ-
ται, καθ' ἑκάστην ἑρμηνείαν λημφθεῖεν ἂν καὶ αἱ τῆς Ἰουδαίας
πόλεις. Ἐὰν οὖν ἡ Ἰερουσαλὴμ ἡ τελεία καὶ πεφωτισμένη ψυχὴ
λαμβάνοιτο εἰρηνικῶς καὶ εὐσταθῶς πάντα θεωροῦσα—μετα-
λαμβάνεται γὰρ εἰς τὸ »ὅρασις εἰρήνης« —πόλεις τῆς Ἰου-
δαίας εἰσὶν αἱ ὑποδεέστεραι ψυχαὶ τῷ ἔτι προκόπτειν.
49
Ἐὰν
δὲ τὴν Ἐκκλησίαν σημαίνῃ τὸ ὄνομα τῆς Ἰερουσαλήμ, τὴν
»παρισταμένην τῷ Χριστῷ ἁγίαν οὖσαν«, πόλεις τῆς [Ἰο]υ-
δαίας ἑρμηνευθεῖεν αἱ μὴ τηλικαῦται γινόμεναι ψ[υχ]αί. Τὴν
τοιαύτην διαφορὰν φανεροῖ ὁ Ἀπόστολος ἐπισ[τέ]λλων Κοριν-
θίοις, εὐλογῶν »τὴν Ἐκκλησίαν σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις
τὸ ὄνομα Κυρίου«, ὡς τὴν μὲν Ἐκκλησίαν εἶναι Ἰερουσαλὴμ
ἀλληγορικῶς, πόλεις δὲ τῆς Ἰουδαίας τοὺς ἐπικαλουμένους τὸ
ὄνομα Κυρίου.
50
Κατ' ἀμφοτέρας τὰς ἑρμηνείας παρορᾶταί ποτε ἡ Ἰερου-
σαλὴμ καὶ αἱ ὑποτελεῖς αὐτῇ πόλεις τὸ αὐτὸ τῇ μητροπόλει
πάσχουσιν, ἵνα ἐκ τῆς ὑπεροράσεως αἴσθησιν λαβοῦσαι, διανα-
στήσωσιν ἑαυτάς, ὡ[ς μ]ηκέτι πάσχειν τὰ τῆς αἰχμαλωσίας,
»ἑβδομηκοστοῦ ἔτ[ου]ς ἐνεστηκότος«.
51
Οὐ γὰρ ἔτι ἐπίπο-
νος ἐργασία ἔσται, σα?[β]β?ατικοῦ ἐνιαυτοῦ πληρωθέντος· ὁ γὰρ
ἑβδομήκοντα ἀ[ριθ]μός, ἐκ δεκάδων ἑπτὰ συνεστηκώς, τελείαν
ἀνάπαυσιν ἐπιφέρει, παρέχοντος αὐτὴν τοῦ ἐληλυθότος »κηρῦ-
ξαι αἰχμαλώτοις ἄφεσιν«, ἀνατείλαντος ἐκ τοῦ Ἰούδα. Περὶ
γὰρ τοῦ Σωτῆρος ἀπαγγέλλεται τό· »Βασιλεύς [μο]υ Ἰούδα«,
καὶ πρὸς αὐτὸν ἐπ' εὐλογίαις λέγεται· »Ἰούδα, σ[ὲ α]ἰνέσαισαν
οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ
προσκυνήσουσίν σοι πάντες οἱ υἱοὶ τοῦ πατρός σου.«
52
Τού-
των τῶν θείων λόγων ἀπαγγελλομένων ἥτις ἐστὶν διορατικὴ
ψυχή, Ἰερουσαλὴμ προσαγορευομένη, ἀλλὰ καὶ ἐξομολογούμε-
ναι, πόλεις τῆς Ἰουδαίας οὖσαι—Ἰούδας γὰρ »ἐξομολογούμε-
νος« ἡρμήνευται—μαθέτωσαν ὑπὸ Ἰησοῦ »ὅτι πραΰς ἐστιν
καὶ ταπεινὸς τῇ καρδίᾳ, ἵν' εὕρωσιν ἀνάπαυσιν« ψυχαῖς καθα-
ραῖς προσήκουσαν, τοῦ ἑβδομηκοστοῦ ἔτους πληρωθέντος ἐκ τῆς
τοῦ ἡλίου τῆς δικαιο[σ]ύνης κυκλικῆς κινήσεως, περιπολοῦντος
τὰς καθαρὰς κ[αὶ] διαυγεῖς διανοίας.
53
Zach. I, 13: Καὶ ἀπεκρίθη Κύριος παντοκρ[ά]τωρ
τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγ[ο]υς πα-
ρακλητικούς.
54
Πρὸς τὸν εἰρηκότα ἄγγελον· »Ἕως τίνος οὐ μὴ ἐλεήσῃς
τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα;« ἀπεκρίθη ὁ παντο-
κράτωρ Κύριος ῥήματα καλὰ περὶ τοῦ ἐλεηθήσεσθαι τὴν Ἰερου-
σαλὴμ καὶ τὰς ὑπ' αὐτὴν πόλεις καὶ λόγους παρακλητικοὺς
πολλὴν παραμυθίαν ἐμφαίνοντας καὶ ἐπιφέροντας. Πῶς γὰρ οὐ
παρακαλοῦσιν καὶ ἀνακτῶνται τοὺς ἐπιστρέφοντας ἐκ τῆς αἰχμα-
λωσίας, ὥστ' εἰπεῖν εὐχαριστικῶς· »Ἐ[ν] τῷ ἐπιστρέψαι Κύριον
τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡ[ς] παρακεκλημένοι, ἐγε-
νήθημεν εὐφραινόμενοι«; Ἀποκριθείη κ[αὶ] ἡμῖν Κύριος ὁ
παντοκράτωρ διὰ τοῦ ἀγγέλου τῆς μεγάλης [βο]υλῆς αὐτοῦ
καλὰ ῥήματα, ἵνα παντὸς ἐπαινετοῦ τυχόντ[ες] τελείως παρα-
κληθῶμεν ὑπὸ τῶν τελείων αὐτοῦ λόγων εἰσ[αγό]μενοι εἰς ἐλευ-
θέραν καὶ μακαρίαν διαγωγήν.
55
Zach. I, 14—15: Καὶ εἶπεν πρός με ὁ ἄγγελος λαλῶν
ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ·
Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, κ[αὶ
ὀ]ργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι[θέ]μενα,
ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθ[ε]ντο εἰς
κακά.
56
Ἐξ ἰδίου προσώπου προφήτης φησὶν πρόσταξιν αὐτῷ
δεδόσθαι ὑπὸ τοῦ ἀγγέλου Κυρίου παντοκράτορος, ὅπως ἐπιτετα-
μένως βοήσῃ· »Τάδε λέγει Κύριος· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ
καὶ τὴν Σιὼν ζῆλον μέγαν, μεγάλην ὀργὴν ἐπιφέρων τοῖς
ἔθνεσι« τοῖς καταπονοῦσιν, ἐπείπερ τοῦ κηδεμόνος ὀλίγα καὶ
βραχέα παιδεύσεως καὶ ἐπιστροφῆς ἕνεκα ἐπαγαγόντος, ἀγρίως
καὶ ὠμοτάτως αὐτοὶ συνεπέθεντο.
57
Δέον φοβηθῆναι ὁρῶντας
τοὺς Θεῷ ἀνήκοντας ἐγκαταλειπομένους ἐπὶ τῷ μαστιχθῆναι ἐφ'
οἷς ἔδρασαν κακῶς καὶ εὐλαβηθῆναι μὴ τὰ αὐτὰ πάθωσιν, ἀλλὰ
συνεπέθεντο εἰς κακά, βρενθυόμενοι καὶ ἐπικερτομοῦντες ἐπι-
χαιρεκάκῳ προαιρέσει, κονδυλίζοντες, πατοῦντες τοὺς παραδο-
θέντας.
58
Πρὸς τοὺς οὕτω ἀπανθρώπως καὶ θηριωδῶς προσενεχ-
θέντας τοῖς παραδοθεῖσιν αὐτοῖς μέμφεται Θεὸς λέγων ἐν
Ἠσαΐᾳ τῷ προφήτῃ· »Ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου,
σὺ δὲ οὐκ ἐποίησας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν
ζυγὸν καὶ εἶπας· Ἔσομαι εἰς τὸν αἰῶνα ἄρχουσα.« Ὅθεν
ὀργισθέντος σοι ἐμοῦ ἐξαίφνης ἥξει ἐπὶ σὲ ἃ ἠπείλησας διαθεῖναι
οὓς ἐγὼ παρέδωκα οὐκ εἰς ἀπώλειαν, ἀλλ' ἵνα αἰσθηθέντες τῆς
κατ' αὐτῶν ἐσομένης ἀπειλῆς, ἐπιστρέψωσιν πρὸς ἐμὲ τὸν κηδε-
μόνα.
59
Τίνα δὲ ἦν ἃ ἐκόμπασεν ἀπὸ ὑπερηφανίας καὶ θρασύτητος;
»Ἐγώ εἰμι, φησίν, καὶ οὐκ ἔστι μετ' ἐμὲ ἔτι. Οὐ καθιῶ χήρα οὐδὲ
γνώσομαι ὀρφανείαν.« Ταῦθ' ὑπερηφάνως καὶ ὠμῶς λελακυῖα,
ἐξαίφνης Θεοῦ κρίσει ἀπροστασίαστος ὤφθη, οὐκ ἐπικουρουμένη
ἔτι ὑπὸ πατρὸς καὶ ἀνδρός.
Ταῦτα κατὰ νοῦν λαβόντες οἱ ἀρχὴν ἐγκεχειρισμένοι μὴ κατεξ-
ανιστάσθωσαν ὠμῶς ἐπιτιθέμενοι καθ' ὧν ἔσχον ὑποχειρίων
ψήφῳ τῆς προνοίας δι' ἃς οἶδεν αὐτὴ αἰτίας.
60
Τί δ' ἐστὶν ὃ βούλεται Κύριος παντοκράτωρ διὰ τοῦ
εἰπεῖν· »Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ ζῆλον μέ-
γαν«; Ἦν μὲν γὰρ νύμφη καὶ σύνοικος τῷ Θεῷ Λόγῳ ἡ
πνευματικῶς Σιὼν καὶ Ἰερουσαλὴμ προσαγορευομένη, ἥντινα
πρὸς ὀλίγον καταλέλοιπεν λύσασαν τὰ πρὸς τὸν ἄνδρα γαμικὰ
δίκαια, ὡς εἰπεῖν αὐτὸν τὸν συνοικοῦντα αὐτῇ· »Ὡς ἀθετεῖ γυνὴ
εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ,
λέγει Κύριος.«
61
Οὕτως παροραθείσης τῆς ποτε εὐγενῶς καὶ σεμνῶς θαλα-
μευομένης, πολλοὶ τῶν βλάπτειν ἐπιχειρούντων κακώσει αὐτὴν
ὑπέβαλον, ἀτιμάζοντες, εἰς ἀσχημοσύνην ἄγοντες οἷά τινα
ἀπροστασίαστον ἄνδρα οὐκ ἔχουσαν. Ἐφ' οἷς οἶκτον λαβὼν ὁ τῇ
φύσει ἵλεω, ἤρξατο πάλιν ζηλοῦν αὐτήν.
62
Τούτου γὰρ γενο-
μένου, οὐκέτι χώραν ἔχουσιν οἱ περιυβρίζειν βουλόμενοι, τοῦ
ζηλοῦντος ἀνδρὸς φυγαδεύοντος ἀπὸ τῆς γαμετῆς τοὺς ἐπὶ βλάβῃ
αὐτῆς ἐπιβαίνοντας· [π]άλιν φροντίζων γνησίως καὶ μετ' ἔρωτος
συνοικῶν, ὡς καὶ πρότερον ὅπου οὔπω ἐγκαταλέλειπτο.
63
Ὅτι δ' ἔρρωται ἡ νόησις αὕτη καὶ ἐκ τοῦ προφήτου
Ἰεζεκιὴλ ἔστιν μαθεῖν· ὀργισθεὶς γοῦν ὁ Θεὸς τῇ ἑβραϊκῇ
πληθύϊ· »Οὐ φείσομαι ἐπὶ σοὶ ἔτι, εἶπεν, οὐδὲ ζηλώσω ἐπὶ σοί.«
Προανεφώνει δὲ ταῦτα διεγείρων, ἵνα μὴ ὑποπέσῃ ταῖς ἀπειλαῖς,
φυλάττουσα ἄχραντα τὰ τῆς συνοικήσεως δίκαια.
64
Σιὼν καὶ Ἰερουσαλὴμ καλεῖ τὴν ζηλουμένην ὅπως μηκέτι
καταπονῆται ὑπὸ τῶν συνεπιτιθεμένων αὐτῇ εἰς κακά, διὰ προσ-
ούσας ἀρετάς. Σιὼν μὲν γὰρ ἑρμηνεύεται σκοπευτήριον, ἐντολὴ
πεποιημένη, Ἰερουσαλὴμ δὲ ὅρασις εἰρήνης· Σιὼν κατ' ἀναγωγὴν
καλεῖται ἡ μὴ τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια σκοποῦσα τῷ ποιεῖν
τὰς δοθείσας ἐντολάς.
65
Ἕπεται δὲ τῇ τοιαύτῃ καταστάσει τὸ
ἀσύγχυτον καὶ ἀτάραχον τῶν κατορθουμένων. Ὁρᾶται δὲ ἡ
εἰρήνη ἡ περὶ ἧς ὁ Ἰησοῦς· »Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.«
Δέδοται δὲ αὕτη μετὰ θείας »χάριτος ἀπὸ Θεοῦ πατρὸς καὶ
Κυρίου Ἰησοῦ Χριστοῦ«, ὡς παιδεύει Παῦλος. Ἀμφότερα δὲ
ταῦτα, ἡ εἰρήνη καὶ ἡ χάρις φημί, ὁ Σωτήρ ἐστιν. Εἴρηται γὰρ
περὶ αὐτοῦ· »Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν.« Καὶ πάλιν ὁ ἐξ
αὐτῆς καὶ δι' αὐτῆς κατορθῶν λέγει· »Οὐκ ἐγὼ« τάδε τινὰ τὰ
ἀνδραγαθήματα κατώρθωσα, »ἀλλ' ἡ χάρις σὺν ἐμοί«. Ταύτην
τὴν χάριν καὶ εἰρήνην Θεοῦ πατρὸς παρέχοντος, καὶ Ἰησοῦς
ὑφίστησιν αὐτάς, ἐπιδοὺς ἑαυτὸν μετέχεσθαι τοῖς ἐγνωκόσιν αὐτὸν
ὄντα χάριν καὶ εἰρήνην.
66
Γενοίμεθα καὶ ἡμεῖς προαιρέσει ἀγαθῇ τοιοῦτοι, ἵνα μὴ
ἐγκαταλείπωμεν, οἷα ἀθετήσασα γυνὴ τὸν συνόντα, ζηλωτοὶ
ποθητοὶ αὐτῷ τυγχάνοντες.
67
Zach. I, 16: Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐπι-
στρέψω ἐπὶ Ἰερουσαλὴμ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικο-
δομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον
ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι.
68
Ἐπεὶ οὐδὲν ὡς ἔτυχεν γίνεται ὑπὸ τοῦ προνοουμένου
τῶν ὅλων, διὰ τοῦτο προτάττονται πολλάκις τῶν γινομένων
αἰτιολογικοὶ σύνδεσμοι, τοῦ Θεοῦ λέγοντος πρὸς τοὺς ὑποκειμέ-
νους τῇ διοικήσει· ἀνθ' ὧν τάδε εἴπατε ἢ πεποιήκατε, τάδε ἐπαχ-
θήσεται ὑμῖν. Αὐτίκα γοῦν καὶ ἐν τῷ προκειμένῳ ῥητῷ φέρεται
ἡ οὕτως ἔχουσα λέξις· »Διὰ τοῦτο τάδε λέγει Κύριος παν-
τοκράτωρ.«
1
69
Τί δ' ἐστὶ τοῦτο ἢ τὸ »ζηλῶσαί με τὴν Σιὼν
καὶ τὴν Ἰερουσαλὴμ ζῆλον μέγαν«; Ἐπείπερ, »ὀργισθέντος
ἐμο[ῦ] μικρά, συνεπέθεντο εἰς κακὰ« οἱ ἐχθροὶ τῶν ζηλωθέντων,
»ἐ[π]ιστρέψω ἐν Ἰερουσαλὴμ ἐν οἰκτιρμῷ«, οἰκτείρων αὐτὴν
οἷα προ[σ]τάτης καὶ γνήσιος ἐπίκουρος, »πατὴρ« γὰρ αὐτὸ
τοῦτο »τῶν οἰκτιρμῶν« ὑπάρχων.
70
Τίς δ' ὁ τρόπος τοῦ οἰκτείρεσθαι τὴν Ἰερουσαλὴμ παρα-
χρῆμα ἀπαγγέλλεται· »Ἀνοικοδομηθήσεται γὰρ ὁ οἶκός μου ἐν
αὐτῇ« καὶ ἐν μέσῳ αὐτῆς, ἵν' ἐνοικῶν καὶ ἐμπεριπατῶν ἐν τοῖς
πολίταις αὐτῆς, τελείως οἰκτείρω αὐτήν, οὐκέτι ἐρημοῦσθαι ἢ
διαρπάζεσθαι αὐτὴν ἐπιτρέπων, ζηλωτὴν καὶ ἀξιομνημόνευτον
αὐτὴν ἀποδεικνύς, μέτρου πάλιν ἐκτεινομένου ἐπ' αὐτὴν ὡς καὶ
πρότερον ὅτε εὐθηνίαν καὶ καρποφορίαν εἶχεν. Τῆς γὰρ ἐρήμου
καὶ ἠμελημένης χώρας οὐ γεωμετρουμένης, ἡ οἰκτειρομένη
λοιπὸν ὑπὸ τοῦ Θεοῦ γῆ μετρεῖται οἷα χώρα καρποφόρος.
Μετρεῖται δὲ ἡ πόλις διαστελλομένη εἰς λαύρας καὶ πλατείας,
τεμένη τε καὶ γυμνάσια.
71
Τί δὲ τὸ ἐπιβαλλόμενον ἐπ' αὐτῆς μέτρον ἐν τοῖς ἑξῆς
δηλωθήσεται, ἀγγέλου ἐπιφαινομένου κατέχοντος σχοινίον γεω-
μετρικόν.
72
Ὁ οἶκος δ' ὁ οἰκοδομούμενος ἐν μέσῳ τῆς οἰκτειρομένης
Ἰερουσαλὴμ ἡ τοῦ ζῶντος Θεοῦ Ἐκκλησία ἐστίν, ἐν ᾗ ἀναστρέφειν
προσήκει τὸν Θεοῦ θεραπευτὴν κατὰ νόμον ἱερώμενον. Τοῦτο
προσφωνεῖ Τιμοθέῳ ὁ ἐν Χριστῷ λαλῶν Ἀπόστολος, γράφων
οὕτως· »Ἐὰν βραδύνω ἵν' εἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀνα-
στρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ
ἑδραίωμα τῆς ἀληθείας.«
73
Κατὰ νόησιν ἄλλην, ἀν[ο]ι?κοδομούμενος οἶκος ἐν τῇ
Ἰερουσαλὴμ ὁ τεχθεὶς ἐκ τῆς Μαρίας Ἰησοῦς ἐστιν, οἰκοδο-
μηθεὶς ὑπὸ τῆς σοφίας τοῦ Θεοῦ, κατὰ τὸ παροιμιῶδες θέσπισμα
οὕτως ἔχον· »Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον«, περὶ οὗ
εἶπεν ἡ οἰκοδομήσασα σοφία τοῖς ἀντιπαρατεταγμένοις· »Λύσατε
τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν«· τοῦτο δέ,
φησίν, »ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ«, ὡς ὁ εὐαγ-
γελιστὴς ἔγραψεν.
74
Πρὸς τοῖς εἰρημένοις, [κ]αὶ ἕκαστος τῶν πιστῶν οἶκός
ἐστιν ἐγειρόμενος ἵν' ᾖ ναὸς Θεοῦ. »Οὐκ οἴδατε γάρ, φησίν, ὅτι
ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ο[ἰ]κεῖ ἐν ὑμῖν;«
Καὶ αὐτὸς ὁ Σωτὴρ τοῦτο φανερῶς λέγει· »Ἐάν τις ἀγαπᾷ με,
τὸν λόγον τὸν ἐμὸν τηρήσει, κἀγὼ ἀγαπήσω αὐτόν, καὶ ἐλευσό-
μεθα καὶ ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιησό-
μεθα.«
1
75
Ναὸς δὲ καὶ οἶκος καὶ μονὴ
76
Zach. I, 17: [Καὶ εἶπεν πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν
ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ·
Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος
ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν Ἰερουσαλήμ.]
77
[!!!!!!!!!!!!]ν?ης, τ?ο?[!!] γὰρ διαχεον[!!!!!!!!!!
!!!!!!!!!!δα]ψίλεια ἐπω?!!ω?λων καὶ βελτιούντων [!!!!!
!!!!!!!!!!!!!!!!]ο?, ὅταν ἔτι ὡς καὶ πρότερον ἐλεήσῃ
Κ[ύριος τὴν Σιὼν !!!!!!! εὐεργ]ετῶν αὐτήν. Καὶ προσέτι
αἱρετιεῖ τὴν Ἰερουσαλὴ[μ !!!!!!!!!!!!!!!!!!!]εχομε-
νος διὰ τὸ πεπληρῶσθαι ἀξιαγα?[!!!!!!!!!!!!!!!!!!!]
ἅπερ ὄψεσθαι εὐλογίας τρόπῳ εἴρητα[ι!!!!!· »Καὶ ἴδοις τὰ
ἀγαθὰ] Ἰερουσαλήμ.«
78
Περὶ τούτων κἀκεῖνο ἐκλημπτέον·
[»Ἐὰν θέλητε καὶ εἰσακούσητέ] μου, τὰ ἀγαθὰ τῆς γῆς
φάγεσθε«· καὶ [τό· »Ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβι-
β]άσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς«, περὶ ὧν ὁ σ[οφός, ᾧ »τὰ
ἄδηλα καὶ τὰ κρύφι]α τῆς σοφίας« ἐδηλώθη ὑπὸ τοῦ Θεοῦ,
φησ[ίν· »Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγ]αθὰ Κυρίου ἐν [τῇ] γῇ ζών-
των.« Κυρίως καὶ [!!!!!!!!!!!!!!!!!!!ὁ] ἅγιος ἰδεῖν
ἐν γῇ ζώντων καὶ ψωμίζει [!!!!!!!!!!!!!!!!ἀναβι]βασθεὶς
ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, ὑπαρχ[!!!!!!!!!!!!!!!!!!!
!]ε?κ?τος ἢ τὰ σωματικὰ λεγόμενα ἀγαθά, ἀλλ[!!!!!!!!!!!!!
!!!!κα]τὰ τὸν ἔσω ἄνθρωπον, ταῦτα δ' εἰσὶν αἱ ἀρετα[ὶ !!!!
!!!!!!!!!!!!!!!]α ταῦτα τελούμενα ἔργα, εἰσάγοντα ε[!
!!!!!!!!!!!!!!!!!!!]α.
79
Οὐ γὰρ προσεκτέον τοῖς
φάσκουσιν [!!!!!!!!!!!!!!!!!!!!!]ν σωματικῶς, τὸ
ἀκροδρύων ἐμφορη[!!!!!!!!!!!!!!!!!!!!!!]ματικῶς,
οὐδ' αὖ τὸ πλουτεῖν καὶ παρα[!!!!!!!!!!!!!!!!!!!]
80
[!!!!!!!!!!!!!!!!!!!!!!]α?υτα.
81
Zach. II, 1—2: [Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ
εἶδ]ον καὶ ἰδοὺ τέσσερα κέ?ρατ?[α]. Κ?[αὶ εἶπα πρὸς τὸν ἄγγε-
λον τὸν λ]αλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε;
82
[!!!!!!!!!!!!!!!!!!!!!!!]ο?υ ὀφθαλμῶν ταῦτα
λέγει ἀλλὰ τῶν [!!!!!!!!!!!!!!!!!!!!]ω?ν πεφωτισμέ-
νων, τούτους γὰρ εἰς ὕ[ψος !!!!!!!!!!!!!!! θε]ωρίᾳ τοῦ
Θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γινομέ[νων !!!!!!!!!!!!!!!!!]
Θεὸν σοφῶν καθαρῶν ἀσκόπων ὀφθαλ[!!!!!!!!!!!!!!!!!
!!!] οὗτος πρὸς τὸν Θεόν φησιν ὡς περιο[!!!!!!!!!!!!
!!!!!!!!]σ?ειν τοῦ Θεοῦ καθ' ὃ δημιουργεῖ καὶ προν[οεῖ,
!!!!!!!!!!!!!!!!!!!!]ν καὶ αἰσθητῶν θεωρίαν· »Πρὸς σὲ
ἦρ[α τοὺς ὀφθαλμούς μου τὸν] κατοικοῦντα ἐν τῷ οὐρανῷ.«
Καὶ ὁ Σωτὴρ· [»Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τ]οὺς ὀφθαλμοὺς
ὑμῶν καὶ θεάσασθε [τὰς χώρας, ὅτι λευκαί εἰ]σιν πρὸς θερισμὸν
ἤδη.«
1
83
[!!] παραπλη[σίωσ!!!!!!!!!!!!!!!!]ς »εἶπεν
ὁ ἅγιος«, φησίν, τὸν[!!!!!!!!!!!! »ἀναβλέψατ]ε τοὺς
ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· [Τίς κατέδειξεν πάντα ταῦτ]α; Ὁ
ἐξάγων κατ' ἀριθμὸν τὸν κόσμον [αὐτοῦ« !!!!!!!!!!!!!
!!]π?ω καὶ ὁ εἰς ἐξέτασιν προκείμενος προ[φήτης !!!!!!!!!!!
!!!!]τος, ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ [!!!!!!!!!!!!!!!
!!!!!] τοῦ ἀληθινοῦ φωτός, τεθέαται[!!!!!!!!!!!!!!!!!!!!]
84
πεῦσιν προσηγίοχεν γνῶναι θέλων τίνα ποτ' εἰσίν. Κέρατα
δ' εἰσὶν αἱ ἐπικείμεναι βασιλεῖαι τέτταρες τοῖς πολίταις τῆς Σιὼν
καὶ Ἰερουσαλήμ. Οὐκ ἄλλαι ὑπάρχουσιν τῶν πολεμίων ἐκείνων
περὶ ὧν ὁ Ἀπόστολος καὶ οἱ λοιποὶ π!!! φασίν· »Οὐκ ἔστιν
ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ
ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευ-
ματικὰ τῆς πονηρίας.«
85
Συμφώνως τῷ πλήθει τῶν πρὸς
ἃς ἡ πάλη τοῖς ἁγίοις πονηρῶν δυνάμεων, καὶ ὁ ὑμνῳδός πού
φησιν πρὸς τὸν κατεξανιστάμενον τῶν πολεμίων· »Ἐπ' ἀσπίδα
καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.«
Καὶ ἐπεὶ ἕκαστον τῶν εἰρημένων πονηρῶν τυραννικῶς ἐπαίρεται,
παρανόμως βασιλεύειν αὐτό φησιν.
86
Ταῦτα τὰ μετ' αἰνιγμοῦ ἐπαγγελθέντα κέρατα εἶδεν ὁ
προφήτης ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ τῆς διανοίας, ἵν' ἐκ τοῦ
τεθεωρηκέναι τὴν παρασκευὴν καὶ τὴν δύναμιν αὐτῶν ἐνδύσηται
τὴν Θεοῦ ἀκαταμάχητον πανοπλίαν. Τίνες δ' εἰσὶν οἱ ὀξύνοντες
τὰ προκείμενα κέρατα τέκτονες, ἐκ τῶν ἑξῆς ἔστι μαθεῖν οὕτως
ἐχόντων.
87
Zach. II, 2: Καὶ εἶπεν πρός με· Ταῦτα τὰ κέρατα
τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν.
88
Ὁ ἀποκρινόμενος ἄγγελος δεικνὺς τῷ προφήτῃ τὰ σαφη-
νισθέντα τέσσαρα κέρατα, τὸ ἔργον καὶ τὴν χρείαν δι' ἣν ἐπήχ-
θησαν δεικνὺς τῷ φωτιζομένῳ φησὶν δι' οὐδὲν ἕτερον ἐπῆχθαι
τὰ κέρατα ἢ ἕνεκα τοῦ σκορπίσαι ἀπὸ τῆς πόλεως τῆς ἁγίας τὸν
Ἰσραὴλ καὶ Ἰούδα, ἵνα σκεδασθέντες 〈εἰς〉 αἰχμαλωσίαν, ὁμοῦ
ἑνότητος καὶ συμφωνίας ἐκτὸς γένωνται.
Εἴρηται πρότερον ὡς ἐξομολογούμενος Ἰούδας· ὁ δὲ νῷ Θεὸν
ὁρῶν Ἰσραὴλ καλεῖται.
89
Zach. II, 3—4: Καὶ ἔδειξέν μοι Κύριος τέσσαρας
τέκτονας. Καὶ εἶπα· Τί οὗτοι ἔρχονται ποιῆσαι; Καὶ εἶπεν
πρός με· Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ
τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ
εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα
κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ
διασκορπίσαι αὐτήν.
90
Εὐθυμοποιῶν τὸν θεασάμενον τὸ πλῆθος τῶν πολεμίων
τὸ ἐρχόμενον, ἰσαρίθμους τοῖς ἀντιπάλοις τοὺς ἐπὶ βοήθειαν
καλουμένους δείκνυσιν αὐτῷ, τέκτονας ἐπαινετῶς τυγχάνοντας·
οὐ πάντες γὰρ τεκταίνοντες τὰ κατάλληλα αὐτοῖς ἔργα ἐπαι-
νετοί, ἀλλὰ καὶ ψεκτοί εἰσίν τινες, οὓς δ[ι]αστέλλον ἀπ' ἀλλήλων
τὸ παροιμιῶδες θέσπισμά φησιν· »Ἐλεημοσύνην καὶ πίστιν τεκ-
ταίνουσιν ἀγαθοί· οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες
κακῶν.«
1
91
Τὸ κάκιστον τοῦτο τῶν τεκτόνων ἐργαστήριον
οὐχ ἕτερον τῶν τεσσάρων κεράτων ἐστίν, δραστήριον ὂν πάσης
ἀπιστίας καὶ ὠμότητος. Οὓς δείκνυσιν Θεὸς ἐρχομένους τέκτονας
ἐλεημοσύνης καὶ πίστεώς εἰσι τεχνῖται, δι' ἐλεημοσύνης τὴν πρακ-
τικὴν ἀρετὴν πρὸς τοὺς πέλας ἐκτελοῦντες, ἀγαπῶντες ὡς
ἑαυτοὺς τοὺς πλησίον, πίστιν τεκταίνοντες δι' εὐσεβοῦς καὶ ἐπι-
στημονικῆς θεωρίας.
Τούτους οὐκ ἄλλος ἄγει καὶ δείκνυσιν τῷ ἄραντι τοὺς τῆς
ψυχῆς ὀφθαλμοὺς ἢ ὁ ἐπ' εὐεργεσίᾳ καλῶν Θεὸς τοὺς δυναμέ-
νους βοηθεῖν τοῖς καταπονουμένοις.
92
Ἑωρακὼς τοὺς δειχθέντας αὐτῷ καὶ ἐρχομένους ὑπὸ τοῦ
Θεοῦ, ἐρωτᾷ τὸν δείξαντα τί ποιήσουσιν ἐληλυθότες, καὶ ἀποκρί-
νεται αὐτῷ Θεὸς ὡς ἔρχονται ὀξῦναι τὰ ἐπαιρόμενα ἐπὶ τὴν
γῆν τοῦ Θεοῦ ἔθνη τέσσερα ἐπὶ τῷ παραλαβεῖν τοὺς παραδι-
δομένους εἰς αἰχμαλωσίαν, ἵνα διασκορπίσωσιν τὸν Ἰούδα καὶ
κατεάξωσιν τὸν Ἰσραήλ, ὡς μηδένα τῶν κακουμένων ἄραι
κεφαλὴν ἀντιβλέψαι καὶ ἀντιδοξῆσαι δυνάμενον τοῖς ἐπικειμένοις
ἐχθροῖς. Ἀσθένειαν δὲ πλείονα παρίστησιν ὁ λόγος τῶν κερά-
των, ὅτι καὶ μετὰ τὸ ὀξυνθῆναι οὐχ οἷά τε γέγονεν κατασπάσαι
τοὺς παραδοθέντας αὐτοῖς παρόντων τῶν τεκτόνων τῶν ὀξυνόν-
των αὐτά.
93
Φανεροῖ ὁ λόγος ὡς κατάγνυται ὁ σκορπιζόμενος, συν-
τριβὴν ὑφιστάμενος παραπλησίαν ᾗ ὑπέμεινεν ὁ ἀπὸ τῆς Ἰερου-
σαλὴμ καταβὰς περιτυχὼν λῃσταῖς πνευματικοῖς ὥσθ' ἡμιθανὴν
αὐτὸν ὑπ' αὐτῶν γενέσθαι, μάλιστα ὅτε ἐξέδυσαν αὐτὸν τὴν
ἐσθῆτα ἣν εἶχεν θείαν ἐν τῇ ἱερᾷ πόλει διάγων ὅπλοις ἰσοδυνα-
μοῦσαν· περὶ αὐτῆς γράφει ὁ Ἀπόστολος τοῖς εἰς τὸ πολεμεῖν
διεγειρομένοις· »Ἐνδύσασθε ὅπλα φωτός.«
94
Φέρεται ἐν ἀντιγράφοις ἀντὶ τοῦ »τὸν Ἰσραὴλ κατέαξαν«,
τὸν Ἰσραὴλ κατῆξαν, δεικνυμένου καὶ διὰ ταύτης τῆς λέξεως
ὡς ὁ ἁμαρτάνων ὑψόθεν κάτω φέρεται. Πολλαὶ δ' εἰσὶν γραφαὶ
τοῦτο παριστᾶσαι, οἷαί εἰσιν καί· »Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος
ἐκ τοῦ οὐρανοῦ, ὁ πρωῒ ἀνατέλλων;« καί· »Εἰσελεύσονται εἰς
τὰ κατώτατα τῆς γῆς.« Καὶ ἕτεραι μυρίαι λέ[ξ]εις εἰσὶν φανε-
ροῦσαι ὅτι ὁ σπουδαῖος ἀναβαίνει καὶ μετεωρίζεται, κάτω δὲ
χωρεῖ ὁ φιλήδονος καὶ ὑλικὴν προαίρεσιν ἔχων, ὡς γενέσθαι
»σάρκινον, πεπραμένον ὑπὸ τὴν ἁμαρτίαν«.
95
Ἀνέγνων ἐξήγησίν τινος ἐκλαβόντος τέσσαρας τέκτονας
εἶναι τοὺς τέσσαρας εὐαγγελιστάς. Πότερον δ' οὕτως ἔχει οἱ
ἐντυχόντες τῷ οὕτω γράψαντι κρινέτωσαν.
Δυνατὸν εἰπεῖν τέκτονας τέσσαρας »τοὺς ἀποσταλέντας ἀγγέ-
λους συναγαγεῖν τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ ἐκ τῶν τεσσάρων
ἀνέμων«, τοῦτ' ἔστιν τῶν τεσσάρων κλιμάτων τῆς οἰκουμένης.
96
Ὅπως δ' ἂν ἐκλαμβάνοιντο οἱ τέσσαρες τέκτονες, ὑπὸ
τοῦ προνοητοῦ τῶν ὅλων Θεοῦ δείκνυνταί τε καὶ ἄγονται κατὰ
τῶν ἐπαιρομένων θρασύτητι καὶ ἀλαζονείᾳ κατὰ τῶν ὑποπεσόντων
αὐτοῖς Θεοῦ κρίσει, οὐκ αἴροντος κεφαλὴν οὐδὲ τοῦ αἰχμαλωτί-
ζοντος οὐδὲ τῶν αἰχμαλωτιζομένων, τῶν ἱερῶν τεκτόνων ἀντιπα-
ρατεταγμένων. Τέτριπται καὶ ἐν τῇ συνηθείᾳ ὡς οὐκ αἴρουσι
κεφαλὴν οἱ δυσπραγοῦντες.
97
Εἰ δὲ σημαίνεταί ποτε ὀνόματι
τῆς κεφαλῆς ὁ νοῦς, οὐδ' οὗτος ἐπαίρεται ὅταν τις »παραδοθῇ
εἰς ἀδόκιμον νοῦν, μὴ δοκιμάσας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει«.
Πῶς γὰρ ἔτι ὁ κρατηθεὶς ἀδοκίμῳ νῷ τὰ ἄνω φρονήσοι ἢ ἐν
οὐρανῷ σχοίη τὴν καρδίαν, μὴ θησαυρίσας ἐν οὐρανῷ;
Συνᾴδει τῷ διασκορπίζεσθαι τὸν Ἰσραὴλ καταγνύμενον ἢ
καταγόμενον τὸ μετ' ὀλοφυρμοῦ ἀπαγγελλόμενον ὑπὸ τῶν σκε-
δασθέντων πρὸς τῶν βίᾳ κρατησάντων· »Διεσκορπίσθη τὰ ὀστᾶ
ἡμῶν παρὰ τὸν ᾅδην.«
98
Ἐπεὶ δοκεῖ ἡ λέξις ἡ προφητικὴ συγκεχύσθαι ἐξ ἀκαταλ-
ληλίας τῆς συνθέσεως, μεταποιητέον αὐτὴν οὕτως· ἐν τῇ γῇ τοῦ
Κυρίου τὴν οἴκησιν ὁ Ἰσραὴλ καὶ Ἰούδας εὖ διάγων εἶχεν·
ἀνέντες δὲ τῆς τοῦ νόμου προσοχῆς καὶ τοῦ μελετᾶν αὐτὸν
ἡμέρας καὶ νυκτός, εἰς κακίαν ἔρρεψαν ὡς ὑποπεσεῖν ψήφῳ
τοῦ προνοουμένου ἔθνεσι τέσσαρσιν, διὰ τὸ τυραννικὸν κέρασιν
καλουμένοις.
99
Ταῦτα τὰ εἰρημένα κέρατα δι' ὠμότητα καὶ
ἀλαζονείαν ἐπῄροντο κατὰ τῶν Ἰσραηλιτῶν καὶ τοῦ Ἰούδα, ὥστε
καταγαγεῖν καὶ κατεάξαι τὸν τοῦ Θεοῦ λαόν, μικρὰ μὲν Θεοῦ
ὀργισθέντος, εἰς κακὰ συνεπιθεμένων τῶν δίκην σκευῶν ὀργῆς
ὀξυνθέντων ὑπὸ τεκτόνων ἀγαθῶν τῶν ἤδη σαφηνισθέντων, ἵν'
ἀσθενεῖς ἀποδειχθέντες καὶ μετὰ τὴν θηγάνην αὐτὴν ἡττηθέντες
μηκέτ' ἰσχυρῶς κατέχωσιν τοὺς παραδοθέντας αὐτοῖς.
100
Τὰ ἡρμηνευμένα τέσσαρα κέρατα, ὁμοφρονήσαντα κατὰ
τῶν ἑαλωκότων, ἓν κέρας ἐπαιρόμενον ἐπὶ τὴν γῆν Κυρίου
εἴρηνται.
Πολλαὶ δ' εἰσὶν γραφαὶ τοὺς διὰ τῶν κεράτων βασιλεῖς καὶ
βασιλείας σημαίνουσαι, καὶ μάλιστα ἐν τῷ προφήτῃ Δανιήλ, ὡς
ἀναγνόντι σοι ἔσται σαφές.
101
Zach. II, 5—6: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ
εἶδον· καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρι-
κόν. Καὶ εἶπα πρὸς αὐτόν· Ποῦ σὺ πορεύῃ; Καὶ εἶπεν πρός
με· Διαμετρῆσαι τὴν Ἰερουσαλὴμ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος
αὐτῆς ἐστιν, καὶ πηλίκον τὸ μῆκος.
102
Πολλάκις ἤδη ἀποδέδοται ὡς αἴρει τις τοὺς ὀφθαλμοὺς
τοῦ ἔσω ἀνθρώπου πρὸς κατανόησιν τῶν καταλλήλων θεαμάτων.
Τῷ αὐτῷ τρόπῳ τοῖς εἰρημένοις καὶ νῦν ὁ προφήτης ἄρας τοὺς
ὀφθαλμοὺς εἶδεν ἄνδρα ἐν τῇ χειρὶ σχοινίον κατέχοντα γεωμε-
τρικόν, ἐπὶ τῷ, οἷα ἀρχιτέκτων ἄριστος, μετρῆσαι ἡλίκον τὸ
πλάτος καὶ μῆκός ἐστιν τῆς Ἰερουσαλήμ, ὅπως τεθέντων τῶν
θεμελίων ἀνοικοδομὴ αὐτῆς γένηται παθούσης ὑπὸ πολεμίων
καθαίρεσιν.
103
Τίς δ' ἐστὶν ὁ ὀφθεὶς τῷ προφήτῃ ἀνὴρ καιρὸς ἰδεῖν.
Καὶ ὅρα γε μὴ ὁ αὐτός ἐστιν »τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρόν,
ἑστηκότι ἀνὰ μέσον δύο ὀρέων κατασκίων«. Ἔστιν δ' οὗτος
κατὰ μίαν τῶν ἀποδοθεισῶν ἑρμηνειῶν ὁ Σωτήρ, ὃν δεικνὺς ὁ
προφήτης Ἰερεμίας εἶπεν· »Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.«
Ἀνατολὴ δὲ κέκληται ὢν »φῶς ἀληθινόν«. Καὶ Ἰωάννης δὲ
ὁ βαπτιστὴς περὶ αὐτοῦ εἶπεν· »Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς
ἔμπροσθέν μου γέγονεν.«
104
Ὁ ἀνὴρ οὗτος οἰκοδόμος ὢν τῆς Ἰερουσαλήμ, ἀρχι-
τεκτονικῶς τοὺς θεμελίους αὐτῆς καὶ πρότερον ἱδρύσας καὶ κατα-
βαλόμενος, καὶ μετὰ τὴν καθαίρεσιν ἣν ὑπέμεινεν ἐπελθόντων
πολεμίων τῶν καὶ αἰχμαλωτισάντων αὐτήν, διαμετρεῖ τὸ πλάτος
καὶ μῆκος αὐτῆς, ἵν' εὐρύθμως καὶ τεταγμένως ἐν οἷς δεῖ
τόποις τὰς κρηπῖδας καταβάληται ἐφ' ὧν προσῆκον ἦν ἐγερθῆναι
αὐτῆς τὰ τείχη.
105
Ἐδείχθη δὲ τῷ προφήτῃ γεωμετρικὸν ἔχων σχοινίον,
ἐκ ποικίλων λόγων ἀρχιτεκτονικῶν πεπλεγμένον, ἵνα πληρωθῇ
τὸ προεπηγγελμένον ἐν τῷ· »Καὶ μέτρον ἐκταθήσεται ἐπὶ
Ἰερουσαλὴμ ἔτι.« Οὐκ ἀπεικὸς δὲ τοῦ Σωτῆρος ἀρχιτέκτονος
ὄντος, κατὰ τὸ λεχθὲν περὶ »τῆς πόλεως Κυρίου τῶν δυνά-
μεων«, τό· »Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα«,
συνῳδὰ γράφοντος τοῦ ἀποστόλου Παύλου περὶ τῆς θείας ταύτης
πόλεως, προσδοκωμένης ὑπὸ πάντων τῶν διὰ πίστεως εὐαρε-
στησάντων, οὕτως· »Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους
ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.«
106
Τοὺς
συνοικοδομοῦντας αὐτῷ ἀγγέλους καὶ ἄνδρας ἁγίους, οἷα τεχνίτας
ἀρίστους, ἐν τῇ πρακτικῇ δυνάμει αὐτοῦ χειρὶ καλουμένῃ, τὸ
προειρημένον σχοινίον γεωμετρικὸν κατέχει. Παῦλος γοῦν περὶ
ἑαυτοῦ γράφει· »Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα.«
107
Ἔτι μὴν ἐν τῷ Ἰεζεκιὴλ ἀνὴρ ὁρᾶται κατέχων σπαρτίον
οἰκοδόμων καὶ κάλαμον ἐπὶ τῷ μετρῆσαι καὶ θεμελιῶσαι τὸν ἅγιον
τοῦ Θεοῦ ναόν. Οἵως δὲ διεμέτρησεν καὶ ἐτεχνίτευσεν τὴν
οἰκοδομήν, γνῶναι ἔξεστιν ἀναγνόντα τὸν προφήτην.
108
Ἐπεὶ τοίνυν καὶ ὁ Σωτὴρ οἰκοδόμος τῆς ἄνω καὶ πνευ-
ματικῆς Ἰερουσαλὴμ ἀποδέδεικται, καὶ ἔτι μᾶλλον δειχθήσεται
τοῦ Πατρὸς δεικνύντος αὐτὸν καὶ λέγοντος· »Οὗτος οἰκοδομήσει
τὴν πόλιν μου«, καὶ οἱ συμβαλλόμενοι ἄγγελοί τε καὶ ἄνθρωποι
εἰς τὴν ἀνοικοδομὴν τῆς πόλεως, κατὰ πάσας τὰς ἀποδοθείσας
σαφηνείας ἐκλημπτέον τὸν δεικνύμενον ἄνδρα ὑπὸ Ζαχαρίου τοῦ
προφήτου λέγοντος· »Ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον
γεωμετρικόν«, καί· »Ποῦ πορεύῃ;« ἵνα ἀποκρίσεως τύχῃ πρὸς
τοῦ ἔχοντος τὸ γεωμετρικὸν σχοινίον τοῦ διαμετρῆσαι πηλίκον τὸ
πλάτος καὶ μῆκος τῆς Ἰερουσαλήμ ἐστιν·
109
φροντίζοντος
γὰρ τοῦ καλῶς οἰκοδομῆσαι τὸ τὴν τοποθεσίαν καὶ τὴν εὐκαιρίαν
τῶν χωρίων γνῶναι, ἵν' ἕκαστα τῶν μερῶν τῆς πόλεως, καταλ-
λήλου εὔρους καὶ μήκους καταλημφθέντος, ἁρμονίως τὰ τεμένη
καὶ οἱ ναοί, λαῦραί τε καὶ ἀγυιαὶ καὶ πλατεῖαι τιθῶσιν, ὥστε ἐν
ταύταις ταῖς πλατείαις παρρησίαν ἄγῃ ἡ Θεοῦ σοφία, κηρυτ-
τομένη ἐπὶ ἄκρων τῶν τειχέων τῆς πόλεως κατὰ τὰ ἐν Παροι-
μίαις φιλοσοφούμενα, ὡς αὐτὸν τὸν Θεὸν εἰπεῖν τοῖς φρουροῦσιν
τὴν ἱερὰν ταύτην πόλιν κηρύττειν ἐν αὐτῇ καὶ 〈ἐπὶ〉 τῶν τειχέων
αὐτῆς ἡμέρας καὶ νυκτός, οὐδαμῶς σιωπῶντας ἀλλὰ ἀεὶ λέγοντας
τὰ πρὸς σωτηρίαν τῶν πολιτῶν αὐτῆς.
110
Τριχῶς τῆς Ἰερουσαλὴμ πολλάκις ἀποδοθείσης κατὰ
ἀναγωγήν, τῆς τε ἐναρέτου ψυχῆς καὶ »τῆς ἐνδόξου Ἐκκλησίας
σπίλον ἢ ῥυτίδα οὐκ ἐχούσης« διὰ ἁγιότητος πληρότητα καὶ
τῆς ἐπουρανίου τοῦ ζῶντος Θεοῦ πόλεως, κατὰ πάντας τοὺς
τρόπους πλάτος καὶ μῆκος μεμετρῆσθαι τῆς Ἰερουσαλὴμ ὑπὸ
τοῦ τὸ γεωμετρικὸν σχοινίον ἔχοντος ἐν τῇ χειρὶ ἀνδρὸς ἀπο-
δοτέον ὑπὸ τοῦ ἔχοντος λόγον σοφίας καὶ γνώσεως.
111
Zach. II, 7—8: Καὶ…
εἱσ…
The complete text is available when the reading interface loads.