Commentarii in Ecclesiasten
- Edition reference
- Commentarii in Ecclesiasten (1.1–8), ed. G. Binder and L. Liesenborghs, Didymos der Blinde. Kommentar zum Ecclesiastes, pt. 1 [Papyrologische Texte und Abhandlungen 25. Bonn: Habelt, 1979]: 2–240.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
κ?[αὶ κατ]ὰ τοὺς δ[ύ]ο τοίνυν τρό|πους τῆς γενέσεως “υ(ἱὸ)ς”ἦν ὁ Σολομὼν τοῦ “Δα(υί)δ”.
ἔστιν δὲ | μάλιστα, ἐν οἷς ἐκκλησιάζει, προηγουμένως τοῦ
“Δα(υὶ)δ υ(ἱό)ς”, οὐ τοσοῦτον διὰ τὸ “κατὰ σάρ|κα”, ὅσον διὰτὸ κατὰ τὴν παίδευσιν. οἱ γὰρ “υἱεῖς” τῶν [σο]φῶν καὶ αὐτοὶ
ὄντες σοφοὶ | γ[ε]ννῶσιν ἄλλους. οὐ πάντως δὲ ὁ “κατὰ σάρκα”
τινὸς ὢν “υ(ἱὸ)ς” γίνεται καὶ αὐτὸς π(ατ)ήρ. | πολλοὶ γοῦν“υἱοὶ” γενόμενοι οὐκ ἀπεδείχθησαν π[α]τέρες. οἱ δὲ “κατὰ
πν(εῦμ)α” “υἱοὶ” καὶ αὐτοὶ | γίνονται πατέρες. ἃ λέγει οὖν, “ῥήματα τοῦ ἐκκλησιαστοῦ” Σολομῶνός εἰσιν·
κατὰ γὰρ | διαφόρους ἐπινοίας ὁ Σολομὼν ἔχει τὰς ὀνομασίας. “ἐκκλ[ησι]αστὴς” μέν, <ὅτε τοιαῦτα λέγει, ἃ ἁρμόζει ἐκ|-
[κ]λησίᾳ τουτέστιν πλήθει· οὐδὲν δὲ ἕτερόν ἐστιν ἐκκλησία ἢ
πλῆθος. κατὰ τοῦτο τὸ | σημαινόμενον καὶ ὁ θ(εὸ)ς λέγει τῷΜωϋσῇ, “ἐ[κκ]λησίασον τὸν λαὸν πρός με”, καὶ Ἰ(ησοῦ)ς
το?[ί]|ν?υν, ὅταν λέγῃ “τὰς παραβολὰς” <“τοῖς> ἔξω”. ὅτ[ε οὐκ]
ἐκκλησιάζει, τότε “κα〈τ〉' <ἰδίαν τοῖς ἰδίοις”> | λαλεῖ καὶ λέ-γει “τὸ μυστήριον” τοῦτο ἐμοὶ καὶ τοῖς ἐ?[μ]ο?ῦ?.
ᾗ δὲ οὖν ἐνταῦθα “ἐκκλησιαστής” | ἐστιν—τὰ γὰρ μαθήματασχεδὸν πάντα τ?[αῦτ]α?, ἃ? δι' ὅλου τοῦ βιβλίου α[ὐτοῦ λ]έγει,
πτω|[χ]οῖς“ τὴν διάνοιαν λέγει—, λέγει [τὰ] ”πρόσκαιρα“
καὶ ”μάταια“ τετηφότας [καὶ μεγ]άλα αὐτὰ | [νο]μίζοντας εἶ-ναι καὶ περιμάχη?τα.
ἐν μὲν τ?αῖς παροιμίαις—πρῶτον δὲ βιβλίον | [1—2]! τά-ξει τοῦτο τοῦ προκειμένου—ἠθικῶν μ?[αθημ]άτων ἐστὶν διδά-
σκαλος. καὶ ἐπεὶ | [τ]ὰ ἐξ ἑτοίμου νοήματα ταχὺ καταφρονεῖ-
ται, μετ' ἐπικρύψεως παροιμιωδῶς | αὐτὰ λέγει. λέγει γοῦν·
6
”αἴσθησις δὲ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν“ | καὶ ”ἀρχὴσοφίας φόβ[ο]ς κ(υρίο)υ“, ”ἀκούσατε παῖδες παιδείαν πατρός“.αἱ παροιμίαι οὖν ἠθικά ἐστ?ι?ν?. |
ἐν δὲ τῷ ᾄσματι τῶν ᾀσ[μ]άτων τὰ ὑπὲρ τὰ φυσικά, τὰ ὑπερ-
κόσμια τὰ ἀνάγοντα εἰς τὰ ὑπερκός|μια καὶ ὑπερουράνια [λέ-γ]ει. καὶ διὰ τοῦτο ἐκεῖ οὐδὲν πρόσκειται τὸ δεικνύον αὐτὸν
ἄν(θρωπ)ον· | οὐκ εἴρηται ”υ(ἱὸ)ς Δα(υὶ)δ το[ῦ βα]σιλέως τοῦ
Ἰσραὴλ ἐν Ἰερουσαλήμ“; ὑπερκόσμιος γάρ ἐστιν ἡ | λεγομένηπαίδευσις [ἐ]ν τῷ ᾄσματι τῶν ᾀσμάτων. ἐπερ()· οὐκ ἦν περισσὴ ἡ προσθήκη; |
μὴ γάρ· ἐν τῷ αὐτῷ βιβλίῳ [ἀ]μφότερα κεῖται. ὁ ἐκκλησια-
στὴς φυσικὰ λέγει. λέγω, διττή ἐστιν | ἡ φύσις τῶν ὄντων·”ὁ θ?(ε?ὸ)?[ς]“ !ε?[?]ε?[!!]!! ἐποίησεν ”ὁρατὰ καὶ ἀόρατα“. καὶ
ταῦτα ”τὰ ὁρατὰ καὶ | ἀόρατα“ διαστέλλων ἀ?φ?' ἑαυτῶν καὶ φα-
νερῶν αὐτὸς ὁ ἀπόστολος λέγει· ”τὰ βλεπό|μενα [π]ρ?όσκαιρα,τὰ δ[ὲ μ]ὴ βλεπόμενα αἰώνια.“ καὶ τὰ ”αἰώνια“ οὖν τὰ τῷ
θ(ε)ῷ ἐοικότα | καὶ ἀνακείμενα πρὸ[ς] τ?[ὸ]ν? θ?(εὸ)ν καὶ τὰ”πρόσκαιρα“ ἔχει τινὰ λόγον σοφόν, καθ' ὃν [γέ]γονεν. |
κ[αὶ] α?ὐτὰ γὰρ τὰ αἰσθητικὰ [κ]αὶ ”ὁρατὰ“ λόγῳ τινὶ σοφῷ γέ-
γονεν. ἀμφοτέρων οὖν [χ]ρῄζομεν | διδασκαλίᾳ. τὸ πλεῖον μέρος ἐν τῷ ἐκκλησιαστῇ περὶ τῶν αἰσθητῶν καὶ
ὁρ[ω]μένων | οὐ μόνον κτισμάτων [ἀλ]λὰ καὶ ἐπιτηδευμάτων λέ-
γεται. ἐν δὲ τῷ ᾄσματ[ι] τῶν ᾀς|μάτων πάντα νοητά εἰ[σι]ν,[ἐ]φοπτικά, ὑπερουράνια. οὐδεὶς γοῦν, οὐδὲ ο?ἱ ἄγαν ”πτωχοὶ“
τὴν | διάνοιαν, ἐπὶ ῥητοῦ λαμβάνουσιν τὸ ᾆσμα τῶν ᾀσμάτων.
μόνος Σερᾶς ὁ Ἀριανὸς οὕτως | αὐτὸ ἤθελεν ἑρμηνεύειν, [?]!!τὴν θυγατέρα τοῦ Φαραῶ ταύτην ἔλεγεν ”νύ?μφην“ εἶναι ὑμνου|-
μένην ἐν τῷ βιβλίῳ. κα?ὶ? [ἐξ]ε?τ?άξαμεν αὐτὴ?ν πολλάκις ῥητὰ
προφέροντες, ἃ ἐπὶ ῥητοῦ | οὐ δύναται ληφθῆναι. ὅταν γὰρ λέ-
γῃ ὅτι ”δύο μαστοί σου ὡς δύο νεβροὶ δορκάδος νεμόμενοι | ἐντο?ῖς κρ〈ί〉ν[ο]ις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ
σκιαί“, πο?[ῖ]ον κάλλος ἔχου|σιν οἱ ”μαστοί“, ὅταν τούτοιςπαραβάλλονται; καὶ ἐπεὶ ἁπαξαπλῶς ”νεβροῖς δορκάδος“ παρα-
β?[ά]λ|λονται, διὰ τοῦτο λέγει· ”νεμομένοις ἐν το?ῖς κρ〈ί〉-
νοις“· ἄλλως γάρ εἰσιν, ὅταν ”νέμωνται ἐν | τοῖς κρ〈ί〉νο[ι]ς“.καὶ πολλά γέ ἐστιν ῥητά. ἐνταῦθα οὖν τὰ ὑπεραναβεβηκότα τὰ
φυ|σικά, τὰ αἰώνια, ἃ δεῖ σκοπεῖν τοὺς ”τὰ ἄνω“ βλέποντας,τοὺς ”θησαυρίζοντας ἐν οὐρανοῖς“.
ἐπερ()· | ἐνταῦθα περὶ τῶν αἰσθητῶν μετ' αἰνι?γ?μοῦ λέγει; βούλεται διδάξαι ὅτι καὶ τὰ αἰσθητὰ ὑπ[ὸ] προνοίας [το]ῦ? |
θ(εο)ῦ διοικεῖται καὶ ὅτι τὰ ἐπιτηδεύμα[τα] π?ά[ντ]α τὰ περὶ
τὰ ”ἀνθρώπινα“ ”μάταια“, μᾶλλον ![!] | οὐχ ὥστε παντάπασινἐκβληθῆναι· ἀ?[λλὰ] σ?υ[νκ]ρίσει τῶν ὑπερκοσμίων βραχέα <εἰσὶν>
ταῦτα. | ἀμφότερα γὰρ καὶ ”τὰ βλεπόμενα“ κ[αὶ] ”τ?[ὰ μὴ] βλε-
πόμενα“ ”θ(εο)ῦ ποιήματά“ εἰσιν· συνκρινό[μ]ε|να δὲ ”τὰ βλε-πόμενα“ πρὸς ”τὰ μὴ [βλ]ε?[πόμ]ενα“ δόξαιεν ἂν ”ματαιότης“εἶναι.
ἐπερ()· ὡς π[ρὸς] | τοὺς προσέχο[ντας μόνοις ”τ]οῖς ὁρα-το[ῖς]“; ναί· πρ[ὸ]ς? τ?ο?[ὺς μ]εγάλα ταῦτα ἡγουμένους εἶναι καὶ μη-
δὲν πλ[έον]. | καὶ ἵνα απο!![!!!!!] λ?έξει χρησάμενος [!!!!!]
!αι!![!!!!]ς? τὴν νόησιν· οἱ λέγοντες ”φά[γω]|μεν καὶ πίωμεν,αὔριον γὰρ ἀποθνῄσ[κομ]εν“ μόνα τὰ ”πρόσκαιρα“ τετήφασιν. οἱ
”ἀγ[απῶν]|[τ]ες τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ“ μὴ λογιζόμε-
νοι ὅτι ”ὁ κόσμος παράγεται κα[ὶ] | [ἡ] ἐπιθυμία αὐτοῦ“ ἐπὶ”ματαίοις“ ἔχουσι τὴ[ν γνώμ]ην. εἰ μέντοι συνκρίνηται τὰ
7
ὁρώμενα τοῖς | {τοις} ἀοράτ[οι]ς, κατὰ σύνκρισιν τὸ μηδὲνφαίνονται, ο[ὐχ] ἁπλῶς τὸ μηδέν.
καὶ ἔχω γε ἀπὸ τῆς | γραφῆς το[ι]αῦτα δεῖξαι. ὁ ἅγιος ἐνοʹ καὶ βʹ ψαλμῷ πολλ[ὰ εἰρ]ηκώς, εἶτα δείξας ὅτι κατ[έ]γ?νω |
τῶν λεχθέντων ὑπὸ τῶν φαύλων καὶ αὐτο?[!!!!!! γ]έγονεν πρὸς
τὴν θεωρίαν τούτων, | λέγει· ”κτηνώδης ἐγενόμην παρὰ σοί“.οὐ καθάπαξ γέ[γο]νε?[ν ἀ]λλὰ ”παρὰ σοί“. καὶ πάλιν Μωϋσῆς· |
”[ἐγ]ὼ δὲ ἄλογός εἰμι“, ὡς πρὸς σέ, τὸν λόγον τὸν ἀληθιν[όν·
ο]ὐδὲ γὰρ ”ἄλογο[ν“ γ]ενόμενον παι|[δ]ευτὴν καὶ στρατηγὸνκαὶ νομοθέτην ἐξελέγετο?. κ?[αὶ τρό]πον τινὰ καὶ τὸ ”ἐγὼ δέ
εἰμι σκώ|[λ]ηξ καὶ οὐκ ἄνθρωπος“ ταύτην ὑποβάλλει τὴν διά-
ν[οιαν], καὶ ὁ Ἀβραὰμ· ”ἐπεὶ ἠρξάμην | [λα]λῆσαι πρὸς τὸνκ(ύριο)ν, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός“.
ἐπερ()· ”[ῥήμα]τα ἐκκλησιαστοῦ“ ἐκ προσώπου τοῦ | συνγρα-φέως; κυρίως μὲν ἐπὶ τῶν ”θεοπνεύστων γρ[αφ]ῶν“ συνγραφεύς ἐσ-
τιν τὸ πν(εῦμ)α | τὸ ὑποβαλὸν αὐτὸ? λαληθῆναι, ὑπηρετεῖται δὲ
ὑπό τινος? [σο]φοῦ. οὐδὲ γὰρ τὸ πν(εῦμ)α ἀοράτως | ἐχάραξεντὰ γράμματα καὶ τὰς λέξεις ἔθηκεν, ἀλλ' ἐνπ?[νεῖ] ψυχῇ τινι
ταῦτα. καὶ ἤτοι αὐτός | ἐστιν ὁ γράφων αὐτὰ ὁ Σολομὼν ἢ τῶν
σοφῶν τινες ἔγραψαν αὐτά. καὶ τάχα μᾶλλον τού|τῳ ἀρέσκομεν,ἵνα μὴ δόξῃ τις περὶ αὑτοῦ λέγειν τὸν λέ[γο]ντα ταῦτα.
”ῥήματα“ οὖν ἀντὶ τοῦ | λόγοι ”ἐκκλησιαστοῦ“ εἰσιν. πολ-λαχῶς γὰρ τὰ ”ῥήματα“ διὰ? λ?[ό]γ?ων λαμβάνονται. ὡς ἔστιν ὅτε |
[!!!!]![!]!ων? λογ[!!]ε?[!]!!!!!![!!!]!!!!!![!]![!!! λ]έγ?ο?υ?σ?ι?ν?[!!!!]!!![!!]!![!]ε! πρὸς λόγον δι |
[!!!!!]σ?ι?ν. τὸ ῥ?ῆ?μ?α? λ?έ?γομεν τὴν β?ραχυλ[ογίαν] !!![!!!!]μ?α?![!!]!!τ?ην δ?ε?!!!![!!!!! !!!!! !!] |
η?σ?!!!![!!]ν?[!!!]!!!!α?ι? λόγος, ὅτα?ν? [π]άλιν λ?έ?[γῃ] ῥῆμα ![!!]!!!ει εἰς τὸν εἰ[πό]ν?[τ]α?· ”δ?[ώσ]ε?ι? |
κ(ύριο)ς ῥ?ῆ?μ?α τοῖς εὐαγγελιζομένοις“, !![!!]!ογο[!!!!]!!!δ?[!]![!!]τ?!!ουδ!!![!]ερι![!!!]![!] |
[!]![!]μα?[?!] εἰπεῖν κ(ύριο)ς ”ἐγένετο πρὸς τὸν Ἰηρεμίαν“·[!!!]υ!!!![!!!]νεκ[!]![!]![!]![!!!]![!! ? |
αὐτόν. καὶ δύναται ἐκ παραλλήλου, ὅτι ἀπὸ τῶν βραχειῶν ἄρχε-
ται ὁ μελετῶν τελεί[ου] | λόγου πειραθῆναι, ἀντὶ τοῦ ”ῥήματα
ἐκκλησιαστοῦ“ λόγοι ”ἐκκλησιαστοῦ“· ”ἐκκλησιαστοῦ“ μὲν | κατὰτὴν ἐπίνοιαν τοῦ ”ἐκκλησιαστοῦ“. ὡς ἔστιν ”γ[ν]ῶναι κατὰ
σάρκα Χ(ριστὸ)ν“ καὶ ”μηκέτι“ ”κατὰ σάρκα“, | ἐὰν αὐτὸς μά-λιστα ἦν ὁ ”ἐκκλησιαστὴς“ ὁ νῦν, ᾗ? [”λα]λ?εῖ τὰς παραβολὰς“ τοῖς
πολλοῖς ”τοῖς | ἔξω“ ὀχλεύουσιν, ”ἐκκλησιαστής“ ἐστιν. ᾗ δὲ
”ἐ[πι]λ?ύει“ ”τὰς παραβολὰς“ ἔνδον ”τοῖς μαθηταῖς“ | εἰσωτε-ρικῷ λόγῳ, ”οὐκέτι“ ”ἐκκλησιαστής“ ἐ[σ]τι[ν], ἀλλὰ Σολομὼν
τὸ ᾆσμα τῶν ᾀσμάτω[ν] | ᾄδων, τοὺς ὑπερκοσμίους λόγους τοὺςἀν[άγοντα]ς εἰς ”βασιλείαν οὐρανῶν“.
1,1b <ῥήματα ἐκκλη|σιαστοῦ.> εἶπον ὅτι διττῶς λέγεται ”τοῦ Δα(υὶ)δ [υἱὸς“ καὶ] κατὰ
παίδευσιν καὶ κατὰ γένος. | καὶ οὐχ ᾗ ”υἱὸς“ αὐτοῦ ἐστιν λέ-γει ταῦτα, ἀλλ' ᾗ ”υ[ἱὸς“ σ]οφοῦ ”σοφός“, ἐπεὶ ἠδύν[ατ]ο καὶ
ὁ Ἀβεσσα|λὼν εἰπεῖν ταῦτα γεγον[ὼς] μὲν καὶ αἰσθητ[ὸς ”βα]-σιλεὺς“ κ[α]ὶ ἀπὸ το[ύτου.
διορα]τικοῦ δὲ | ”[Ἰ]σραὴλ“ τοῦ ἔχοντος νοῦν ὁρῶν[τα]θ?[(εὸ)]ν ”βα[σιλεύ]ς“ ἐστιν, 〈τ〉οῦ δὲ νοη?[τοῦ Ἰσ]ρ?[α]ὴ?λ? ”βασι-
λεύς“ ἐστιν?. | καὶ οὐκ ἐν τῷ τυχόντι τόπῳ, ἀλλ' ”ἐν τῇ Ἰε-
ρουσα[λὴμ βα]σιλεύς“· βασιλεύσει δὲ καὶ ἐν τῇ ”ἀνω|τέρῳ“, τῇπνευματικῇ, τῇ ὁρώσῃ τὴν εἰρήνην π?[όλει].
καὶ τοῦτο δὲ πρὸς τοῖς εἰρημένοις ἔτι | λεχθήτω, ἐπεὶπολλάκις τινὲς ψευδογραφ[οῦσιν] βιβλία καὶ καταχρῶνται προς|-
ηγορίαις. ὁ Κλήμης γοῦν πολλὰ λέγει ερ![!!!!] βιβλία ψευδ-
8
επίγρ?αφα παρέστησεν | διὰ π[ο]λλῶν· πολλὰ γὰρ καὶ ἀναγν[ο]ὺς
καὶ μνημονεύων ὁ ἀνὴρ καὶ ἐπιστάμενος ἔδειξεν | ὅτι προσέθη-καν βιβλίοις ἀλλ[οτ]ρ?[ίοις τ]ι?[ν]ὲς ἀλλόκοτ{τ}ά τινα, ἔνιοι
δὲ καὶ ὅλους λόγους συν|τάξαντες ἀνέγραψαν. διὰ τοῦτο γοῦν
καὶ ὁ ἡμέτερος λόγος ἀπαγορεύει τὴν ἀνάγνωσιν | τῶν ἀποκρύ-φων, ἐπεὶ πολλὰ ἐ[ψευ]δογραφήθη. καὶ γράψας τις ἐπέγραψεν
αὐτὸ εὐαγγέ[λι]ον | εἰ τύχοι κατὰ Θωμᾶν ἢ κατὰ Πέ[τρον]. καὶ καλόν τις ἀρχαῖος ἐπίσκοπος εἶπεν ἐκκλησιασ[τι]κός· |
”διὰ τοῦτο“, φησίν, ”κωλύομεν τὴν [ἔντ]ευξιν τῶν ἀποκρύφων
διὰ τοὺς μὴ δυναμένους δια[στ]έλ|λειν τὰ ἐν αὐτοῖς καταμι-γέντα ὑπ[ὸ αἱρ]εθικῶν“. καὶ λέγει καθόλου λόγον πρὸς τοὺς
φ[ιλο]|νείκους καὶ λέγοντας ὅτι δεῖ αὐτὰ ἀναγιγνώσκειν, καὶ
λέγει· ”εἰ μὲν τὰ αὐτὰ λέγουσιν τοῖς δημο|σιευομένοις, ἔχο-μεν ἀναντιρ[ρή]τως τὰ δημοσιευόμενα καὶ οὐ προσδιαλαμβάνομεν |
αὐτοῖς τὰ δυνάμενα ἀντίρρησι[ν] ἔχειν. εἰ δὲ τῷ ὄντι οὐ τὰ
αὐτὰ τοῖς δημοσιευομένοις λέ|γουσιν, παραιτητέα αὐτὰ ἡγού-μεθα.“
διὰ τὴν δυναμένην οὖν ἐκ ψευδεπιγραφίας ἀπάτην γενέ|σθαικεῖται καὶ τὸ γένος καὶ ἡ ἀρχὴ καὶ τὸ ἔθνος καὶ ἡ πόλις·συνδραμεῖν δὲ ἅμα πάντα ἀδύνατόν ἐστιν. |
ὁ Σολομὼν οὗτος ὁ ”ἐκκλησια?σ?[τ]ή?ς“, ᾗ ”ἐκκλησιαστής“ ἐσ-
τιν, ”ῥήματα“ προφέρει ”υ(ἱὸ)ς“ ὢν ”τοῦ Δα(υὶ)δ | βασι-[λ]ε[ὺ]ς? Ἰ?σ?ρ?[α]ὴ?[λ ἐν] Ἰ?ε?ρ?ουσαλήμ“.
καταλληλ!!!![!!!!]β[!!]![!!!!! !!!!! !!!] | περὶ τῆς φύ-σεως εἰπεῖν, ἵνα τῷ ἔχοντι ν[ο]ῦν ὁρῶντα ὁμιλῶν ἀναβιβάσῃ?
ἄ?λ?λ?ο?υ?ς [διὰ] τ?[ῶν] | αἰσθητῶν ἐπὶ τὰ νοητά. τῶν γὰρ ”θ(εο)ῦ ποιημάτων“ τὰ μὲν ”ὁρατά“, τὰ δὲ ”ἀόρατα“.
καὶ τὰ μὲν ”ὁρατὰ“ | ”πρόσκαιρά“ ἐστιν {καὶ ”βλεπόμενα“}, τὰδὲ ”ἀόρατα“ ”αἰώνια“ τυγχάνει.
ἐνταῦθα οὖν περὶ | τῶν ”ὁρατῶν“ καὶ ”προσκαίρων“ ποιεῖ-
[τ]αι προηγουμένως τὸν λόγον· διὸ καὶ ”ματαιότητα | ματαιο-τήτων“ αὐτὰ ὠνόμασεν, οὐ κα[θ' αὑ]τὰ λοιδορῶν αὐτά, ἀλλὰ πα-
ραθέσει τῶν νοητῶν | καὶ ὑπερκοσμίων. πολλάκις γοῦν καὶ εἰσ-
αχθείς τις εἰς παίδευσιν καὶ ἐν τοῖς | εἰσαγωγικοῖς ἀναστρα-φεὶς λόγ[οις] καὶ ἐνεργήσας, ὡς ἐνδέχεται, καὶ προκόψας πο-
λὺ | ἐν αὐτοῖς, ὅταν εἰς τὴν ἀνωτέρω γένηται σοφίαν, λέγει
‘οὐδὲν ᾔδειν πρότερον’. καὶ τὸ ο[ὐ]δ?[ὲν] | ἐν συνκρίσει τῶνμειζόνων λέγεται.
[ἐὰ]ν? οὖν περὶ τῶν ”ὁρατῶν“ δημιουργημάτων λέ[γῃ], | [τ]ῆ?ςδιακοσμήσεως τοῦ κόσμου, ”μαται[ότη]τα ματαιοτήτων“ αὐτὰ λέ-
γει ὡς πρὸς τὴν νοη[τὴν] | οὐσίαν, ὡς πρὸς τὸν θ(εό)ν, ὡςπρὸς τοὺ[ς ”ἀ]γγέλους“, τὰς ”ἀρχάς“, τὰς ”ἐξουσίας“· κἂν λέ-
γηται | ”ἥλιος“ ”ὁρατός“, ὡς πρὸς τὸν ”τῆς δικαιοσ[ύνη]ς“
”ματαιότης“ καὶ οὐδέν ἐστιν· καὶ ἐὰν λέγητ[αι] | ”πέτρα“ αἰ-σθη[τὸ]ς ”ποτίσασα“ τὸν τῶν Ἰ?[ουδαί]ων ”λαὸν“ ”ἐν τῇ ἐ[ρ]ή-
μῳ“ ὡς πρὸς τὴν ”πν[ευ]|ματικὴν [πέτραν“—α]ὕτη ”δέ ἐστιν ὁΧ?[(ριστό)ς“—”μ]αταιότης“ ἐστίν. οὐ λοιδορεῖ οὖν τὴν κτίσι[ν]. |
ἐπερ()· περὶ τῆς διακο[σμήσε]ως ταύτης; οὐ π[άντ]ως μὲν περὶ τούτου· οὐδὲ γὰρ ταῦτα ”τὰ πάντα“
ἐσ[τίν], | ἀλλὰ καὶ τὰ δι' αὐτῶν δηλούμενα. ἐὰ[ν μὴ] περὶ
τῆς διακοσμήσεως μόνης ἐκλαβεῖν [θέ]|λ?ωμεν τὸ ”εἶδεν ὁ θ(εὸ)ςπάντα ὅσα ἐποί[ησ]εν, καὶ ἰδοὺ καλὰ λίαν“, οὐκ ἀφῄρηνται |
[τῆ]ς ἐλαττώσεως τὰ συνκρίσει μειζόν[ων] λεγόμενα ὑποδεέστε-
9
ρα καὶ ”μάταια“· | καὶ λέγω γε· ὡς πρὸς [τ]ὰ {προς τα} νοητὰκαὶ ”ἀόρατα“ ”π[οι]ήματα“ ἡ κτίσις ἡ τοῦ θ(εο)ῦ ἡ ”ὁρατὴ“
εὐτε|λής ἐστιν. αὐτὴ δὲ καθ' ἑ[α]υτὴν μεγάλη ἐστίν· ”ἐκ με-
γέθο[υς]“ γοῦν ”καλλονῆ?ς? καὶ κτι[σ]μάτων | ἀναλόγως ὁ γενε-σιουργὸς αὐτῶν θεωρεῖται“.
[λέ]γ?ω· πολλάκις εἰσὶν ἐπιστῆμαι διὰ | συμβόλων δεικνύμε-
ναι· καὶ αὐτά γε τὰ σύμβολα καθ' ἑαυτὰ μεγάλα ἐστίν, |[π]α-ρατιθέμενα δὲ τοῖς θ(εο)ῦ ῥήμασιν τοῖς διὰ υἱῶν δηλουμέν[οι]ς
φαίνονται βραχ?[ύ]|[τ]ατα εἶναι. καὶ εἰ πᾶς λόγος βραχύτερός
ἐστιν τοῦ [θ(εο)ῦ ῥ]ή?ματος τοῦ διὰ υἱ[ο]ῦ δηλουμέ|[νο]υ, ἀλλ'οὐκ ἤδη ὅτι βραχύς ἐστιν· ὡς πρὸς ἐκεῖνο κ[αθά]παξ ἐστὶν βρα-
χύς. κἂν τοίνυν | ”καλὰ λίαν“ ἦν τὰ φαινόμενα ἐν τῇ διακοσ-
μήσει, ἁ[π]λ?ῶς πρὸς τὰ ὑπερκόσμια τὸ οὐδέν | εἰσιν. καὶ ἵναἐξ ἀποστολικοῦ λάβω· ὁ ”ποτιζόμενος γάλα“ διὰ τὸ ”νήπιος“
εἶναι ”ἐν Χ(ριστ)ῷ“ | καὶ ”σάρκινος“, λαμβάνει τι μετὰ τὸ”γάλα“ τοῦτο. ἐπερ()· ὡς πρὸς τίνας οὖν ὁ λόγος, τοὺς μεγάλα τὰ μηδὲνν[ομ]ίζοντα?[ς ἢ] πρὸς τοὺς ἀναβεβηκό[τας];
τοὺς ἐκκλη|σιαζομένους· ἐν τοῖς ἐκκλησιαζομένοις δέ εἰσιν
αὐτὰ? ταῦτα τὰ εἰσαγόμενα παιδευόμενοι, | καὶ ἄλλοι παιδευό-μενοι αὐτά, ἵνα δι' αὐτῶν προβῶσιν ἐπὶ τὰ μείζονα.
οὐκ ἐρεῖς ἐν | ἑκάστῳ τόπῳ προβλήματος εἶναι καὶ ἀρχομέ-νους καὶ τελειωθέντας;
εἰσὶν δὲ ἀρχό|μενοι, εἰσὶν δὲ καὶ οὕτω τελειωθέντες, ὡς
εἰς τὸ δεύτερον λοιπὸν ἔχειν μεταβῆναι· | τοὺς μὲν οὖν διδά-σκει καταφρονεῖν τῶν ”ματαίων“, τοὺς δὲ παιδεύει δι' αὐτῶν
προβαί|νειν καὶ ἐπὶ τὰ μείζω σπεύδειν, ὥστε ἂν εἰπεῖν· ”σκο-
πούντων ἡμῶν οὐ τὰ βλεπό|μενα, ἀλλὰ τὰ μὴ βλεπόμενα“. πλὴνἀμφότερα ὁ τοιοῦτος ”σκοπεῖ“.
ὅταν διάφορα, | μείζονα καὶ ἐλάττονα, τῷ αὐτῷ προσώπῳ λέ-
γηται, δοκεῖ ἀντικείμενα εἶναι. οὐ δύ|ναται γοῦν ἅμα καὶ κα-τὰ τὸν αὐτὸν καιρ[ὸ]ν? ἀμφοτέρων ἐν ἐπιστήμῃ εἶναι. ὅταν δὲ |
πρὸς πλῆθος λέγῃ—Παῦλος γοῦν γράφει Κορινθίοις, ὅλῃ τῇ ἐκ-
κλησίᾳ· ”ε[ὐ]χαριστῶ ὅτι | ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ παν-
τὶ λόγῳ κ[αὶ] πάσῃ γνώσει“, οὐ λέγει· ”γάλα ὑμᾶς ἐπότισα, |οὐβρῶμα.“ οἱ ”γάλα ποτιζόμενοι“ ”μὴ δυνάμενο[ι]“ ”βρῶμα“ δέ-
ξασθαι, ὅτι ”οὔπω δύνασθε“, οὐχ οἱ | αὐτοί εἰ[σι]ν, οἷς λέ-γει ὅτι ”εὐχαριστῶ ὅτι ἐν παντ?[ὶ] ἐπλουτίσθητε“, ἐπεὶ ἀντι-
κείμενά ἐστιν. | εἶτα πάλιν ἀποδεχόμενος ἐπὶ τελειότητι”θ?[(εο)ῦ] σοφίαν“ λέγειν τοῖς τοιούτοις λέγει· ”[ὅ]λως |
ἀκούεται ἐν ὑμῖν πορνεία καὶ τοιαύτη πορνεία, [ἥ]τις οὐδὲ ἐν
τοῖς ἔθνεσιν“· καὶ ἔτι [δι]α|βάλλει ὡς ”ἀγνοοῦντας“ τὸν περὶ
τῆς ”ἀναστά[σε]ως“ λόγον καὶ τὴν θεωρίαν τῶν ”πνευ|ματικῶν“νοημάτων. εἰ πρὸς ἕνα οὖν κα[ὶ τὸ]ν αὐτὸν κατὰ τὸν αὐτὸν χρό-
νον ἐλέγετο, | μαχόμενα ἦν· φω?νῇ [π]λήθει ἀπαγγελλ[ό]μενα
οὐκ ἔχει μ[άχ]η?[ν. οὕτ]ω καὶ τὰ ἐν|ταῦθα λεγόμενα ὑπὸ τοῦ
”ἐκκλησι[αστ]οῦ“ τῇ ἐκκλησί[ᾳ! οὐ π]ά?ντα τὰ ἀπαγ|γελλόμεναἐν τῷ βιβλίῳ τούτῳ ἑνὶ καὶ τῷ α?[ὐτ]ῷ? προσώπῳ ἐφαρμ[ό]σαι
δεῖ, ἀλλὰ ὅ[λ]ῳ | πλήθει ἐκκλησίας. πλὴν καὶ οἱ ὑπερ[αν]α-
βεβηκότες διὰ τῶν αἰσθητῶν [παι]|δεύονται καὶ διὰ τοῦτο”ἐκκλησιαστοῦ“ δ[έον]ται.
10
οὐ λέγεις τοὺς ”μα[θ]ητὰς“ Ἰ(ησο)ῦ ἐν το[ῖ]ς | {εν τοις}”ὄχλοις“ ”τοῖς ἔξω“ παρεῖναι, ὅτε ”αἱ παραβολαὶ“ ἐλέγοντο;
μ?ὴ ὡσαύτως ἐκινήθησαν· | ἀμέλε[ι] γοῦν ε?[ἰ]ς τὴν ”πνευ-μα[τικ]ὴν“ Ἰ(ησο)ῦ εἰσβαλόντες ”οἰκίαν“ καὶ τῶν εἰσωτερι-
κῶν | κατακούσαντες—λοιπὸν ”ἐρω[τῶ]σ?ι?[ν]“ περὶ τῶν ”παρα-
βολῶν“—”ἔγνωσαν“ ὅτι ἄλλο τι παρὰ | τὴν <λέξιν> σημαίνεται
απο[!!!]τ?ου ἔνιοι δὲ τάχα ἐκινήθησαν μόνον, ἄλλοι δὲ | καὶκα?[τ]έμεινα?[ν] ἐν τῇ ἱστορ[ίᾳ.
περὶ ἑνὸς οὖν καὶ τοῦ αὐτοῦ προσώπου ἐὰν λέγ[ῃ] | ταῦτα,μ[α]χόμενά εἰσιν κ[αὶ ἐ]ναντία· ἐν δὲ πλήθει οἷον πόλεως ἢ
ἐκκλησίας | ἢ δήμου οὔκ εἰσιν μαχόμεν[α]. καὶ αὐτοῦ τοῦ
ἀποστόλου φωνὴν λάβε· ”τοῖς ἀνόμ[οι]ς“, | λέγει, ”γέγοναἄνομος, τοῖς Ἰ[ουδα]ίοις Ἰουδαῖος, τοῖς πᾶσιν γέγονα πάν-
τα“. μὴ ἑκά[στῳ] | κατὰ τὴν αὐτὴν ὥραν ”πάντα“. |
1,2a(b) <ματαιότης ματαιοτήτων εἶπε[ν ὁ]ἐκκλησιαστής.>
οὐ λέγει ὅτι ”εἶπεν“ ὁ Σολομών, ἀλλ' ”ὁ | ἐκκλησιαστής“.οὐχ ὅτι ἕτερ[ος] καὶ ἕτερός ἐστιν τῇ ὑποστάσει, ἀλλὰ τῇ ἐπι-
νοίᾳ· ᾗ ”ἐκ|κλησιαστής“ ἐστιν, ταῦτα λελ?[ά]λ?ηκεν. ἐπερ()· ἤρκει; τὸ (1,2b) ”<ματαιότης ματαιοτή-
των, τὰ πάντα μα|ταιότης>“; τοῦτο λέγει· τῶν ”μ[αταί]ων“ ἐστὶν διαφορά· τὰ μὲν ἐπι-
τεταμένως ἐστὶν | τοιαῦτα, τὰ δὲ οὐχ οὕτως. κ?[!!!!!!] τ?οῦ παραδείγματος οἱ τῶν ”ματαίων“ ἀρχὴν παι-
δεύ|σεως λαμβανο?ντ!! [!!]!μ[!!!]!![!]![!!!!!]σ?ι?!!δ?ε[!]![!!
!!]!!βαινων [?]!ο? τῶν αἰσθητῶν πάν|τες ἀντίλη?μ?ψ?ιν ἔχ?ομενε?!!ιν δε α?!!!!![!!!!! !!!!!]!ουν![!]![!!!]![!]![!!!!! !!–]|
φιαι οὐκ ἐκβαίνουσαι τὰ αἰσθητὰ κακι?[!!]![!!!!! !!]ε[!!!]ου?
”μ[α]ταιοτήτων“ ![!]![!!!]| ἐπιτεταμένη ”ματαιότης“ ”μαται-
ότητός“ ἐστιν ”ματαιότης“, ὡς ἐὰν λέγῃς ἐπιστήμη ἐπιστη|μῶν,ἀρετὴ ἀρετῶν. εἰ καὶ διαφορὰν ἔχει ἡ ”ματαιότης“ τὴν ῥηθεῖσαν ὡς ἄρτι
πεῖραν | λαμβάνουσιν τῶν ἐναντίων καὶ προκεκοφό〈σιν〉 ἐν αὐ-
τοῖς, πλὴν ”τὰ πάντα μαται|ότης“ ἐστίν. ἐπερ()· περὶ τοῦ αὐτοῦ;
περὶ ἀμφοτέρων, τῶν τε ἁπλῶς ”ματαίων“ καὶ τῶν ”μαται|ο-τήτων“ ὄντων ”ματαιοτήτων“. καὶ τὰ ἐπιτεταμένα ἐν τῷ ”μά-
ταια“ εἶναι καὶ τὰ ἥττονα | ”μάταια“ ”πάντα“ ”μ〈άτ〉αιά“ εἰ-σιν πρὸς αὐτὴν τὴν ἀλήθειαν. τὸ ἀρτίτοκον βρέφος καὶ τὸ
παι|δίον καὶ τὸ μειράκιον ἀτελῆ εἰσιν· πλὴν πρὸς τὸν βού-
παιδα ἀτελῆ εἰσιν· πλὴν ”πάντα“ ἀτε[λῆ] | ε[ἰσι]ν ὡς πρὸςτὸν ἄνδρα. ἔστιν σκοπὸς παιδεύσεως τὸ ”λαλῆσαι σοφίαν ἐν [τοῖ]ς τε-
λείοι[ς]“. | ”μάταιά“ ἐστιν τῷ εἰρημένῳ τρόπῳ τὸ παιδεύειν
τοὺς ”Ἰουδαίους“, ”ἵνα κερδήσῃ“ αὐτοὺς ὁ | παιδεύων, καὶτὸ ”ὑπὸ νόμον γίνεσθαι“ ἢ ”ἄνομος γίνεσθαι“. ταῦτα διαφο-
ρὰν πολλὴν | ἔχει πρὸς ἑαυτά. ”πάντα“ δὲ ὡς πρὸς τὴν [ὀρ]-
θὴν παίδευσιν, καθ' ἣν δύναταί τις ”πάν|τα ἄν(θρωπ)ον π[α-ραστ]ῆ[σ]αι τέλειον τῷ Χ(ριστ)ῷ“, ”[τοῖς] πᾶσιν γέγονεν“,
ἐ[πεὶ] ”[τ]έλειός“ ἐστιν. πρὸς αὐτὸ[ν] | πάντες οἱ [ἄ]λ?λ?[οιπαι]δευταὶ ἀτελεῖς [εἰ]σιν.
κἂν ὁ αὐτὸς οὖν ὅλα ἔχῃ, ἄλλον ἄλλῃ | [ἐ]πινοίᾳ λαμβ[ά]-νομεν. ἐπερ()· οὐκ ἔλεγ[ε]ν ”ματαιότητα ματαιοτήτων“ ”τὰ ὁρατὰ“καὶ αἰσθητά;
μ[ὴ | ὡ]σαύτως ὁρᾷ τ[ὸ]ν ἥλιον ὁ ἰδιώτης κ[α]ὶ [ὁ] μαθη-
ματικός. καὶ τὸ μαθηματικῶς | [ἰ]δεῖν τὸν ἥλ[ιο]ν καὶ τὸ
κατὰ φυσι[ο]λογίαν πολὺ ὑποβέβηκεν ”τοῦ θ(εο)ῦ τοῦ | [ἀ]ο-ράτου“ κα[ὶ] τῆς γνώσεως τῆς ”π[α]ρὰ θ(εο)ῦ“.
11
καὶ θεώρει· ”διότι τὸ γνωστὸν τ?οῦ θ(εο)ῦ | φανερόν ἐσ-τιν“, ὁ ”τὴν δύναμιν τοῦ θ(εο)ῦ τὴν ἀΐδιον κα[ὶ] τὴν θειό-
τητα“ ἐκ τῶν ”νοου|μένων“ καταλαμβάνων ὁμοίως τὰ ὁρώμενα
καὶ αὐτὸ τὸ παραδ[ει]κνύμενον ἐξ αὐ|τῶν, λέγω δὴ τὴν θείαν”δύναμιν“, ἐκδέχεται.
ἡ σπουδὴ ἡ περὶ τὰ ”μάταιά“ ἐστιν τὸ οὕ|τω ζῆν καὶ οὕτω
πολιτεύεσθαι ὡς ἐν τοῖς ὁρωμένο[ι]ς ἀναστρεφόμενον καὶ | ἐντῷ ὁρᾶν τὸν ἥλιον· ὡς πρὸς τὸ ”καθαρᾷ καρδίᾳ τὸν θ(εὸ)ν[ὁ]ρᾶν“, ”μάταιά“ <εἰσιν.>
καὶ ἵνα | ἀπὸ τῶν γραφῶν εἴπω· νενομοθέτηται ”περιτομή“·
καὶ ο[ὐ] πάντες ἴσασιν τὴν ἔννοιαν | τῆς ῥητῆς ”περιτομῆς“·ἄλλοι γὰρ ἄλλως αὐτὴν ἐκλαμβάν[ου]σιν καὶ αἰτίᾳ διαφόρῳ·
πλὴν | ἡ ταύτης θεωρία καὶ κατάλημψις ὡς πρὸς τὴν ”ἐν καρ-
δ[ίᾳ π]εριτομὴ〈ν〉“ ”ματαιότης“ ἐστίν. | ἡ γὰρ ”ἐ[ν] καρδίᾳπεριτομή“ αὕτη ἡ ”καθαρότης“, ἐκείνη οὔ. διὰ τί γί[νε]ται;
ἡ δὲ αἰσθητή, οἵως ἐὰν | γ?ένη[ται], διὰ τὴν πρωτότυπονγίνεται, καὶ ἡ μὲν διδα[σκ]αλίας ἕνεκ[α], ἐκείνη δὲ ἕνεκα |
τοῦ ἰ[δ]εῖν αὐτὴν καὶ κατ' αὐτὴν πεποιῶσθαι. |
1,3ab <τίς περι[σσεία] τῷ ἀν(θρώπ)ῳ ἐνπαντὶ μόχθῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;>
[?] ἔλεγον ὅτι ἐπιστήσας τῇ αἰς|θητῇ διακοσμήσει 〈λέγει〉καὶ τοῖς σπουδαζομένοις καὶ ἐπιτηδευ?[ομ]ένοις τοῖς ”ἀν(θρώ-
π)οις“· νῦν οὖν περὶ | τῶν σπουδαζομένων τοῖς ”ἀν(θρώπ)οις“λέγει ἐπιτ[ηδευ]μάτων.
καὶ λέγει ὅτι τί πλέον | ἔχει ὁ ”μοχθῶν ὑπὸ τὸν ἥλιον“;μ?ὴ γὰρ ὁ σπεύδων συναγαγεῖ[ν π]λοῦτον ἐκ τοῦ συναγαγεῖν |
πλοῦτον πλέον τι ἔχει· ᾗ ”ἄν(θρωπ)ός“ ἐστιν, μένει θνητός,
δ[εχ]όμενος νόσους, ὑποκείμε|νος πάθεσιν. καὶ φανερά ἐστιν ταῦτα καὶ ἐξ αὐτῆ[ς τῆς] αἰσθήσεως ὅτι
οὐδὲν | πλέον ἔχουσιν οἱ πλουτοῦντες τῶν ἐπα[ι]ν?ο?υ?[μ]έ?ν?ω?[ν
κ]ατὰ τὰ φυσ[ι]κά. μὴ γὰρ | ”πολ?[υ]χρο[νιώτ]ε?ρ?[οι]“ γίνον-ται. ο[ἱ π]λούσιοι [κ]α?ὶ? ο?ἱ? πένητες ἐν τ[α]ὐτοῖς εἰσιν, τα-
χέ|ως παρερχόμενοι τὸν βίον καὶ ἐπιμέν[οντ]ες οὐ πολὺν χρό-
νον. ”ἐν παντὶ“ οὖν | ”ᾧ μοχθεῖ ὁ ἄν(θρωπ)ος ὑπὸ τὸν ἥλιον“
ο[ὐ]δὲν πλέον ἔχει, οὐ γίνεται αὐτῷ προς|θήκη φύσεως. ὁ δὲ ”μοχθῶν“ καὶ σπο[υδά]ζων περὶ ἐκεῖνα τὰ ἀνάγοντα
εἰς τὰ | ”αἰώνια“, εἰς τὰ ”μὴ βλεπόμενα“, πλέο[ν τι] ἔχει·
ἐξ ”ἀν(θρώπ)ου“ γίνεται θ(εὸ)ς καὶ ἐξ ὀλιγώρου | καρτερ[ὸ]ςκαὶ ἐκ δειλοῦ ἀνδρεῖος. ἐπερ()· [τί] ἔχει πλέον ὁ ”μοχθῶν“;
”ὑπὸ τὸν ἥλιόν“ | ἐστιν ὁ ταύτην ἔχων τὴν ζωήν. οἱ γὰρ
”[ἐν] οὐρανοῖς ἔχοντες τὸ πολίτευμ[α“ ὑ]πὲρ | ”τὸν ἥλιον“τὸν αἰσθητὸν γεγένηνται· !![?] ἀποστραφέντες τὰ ”πρόσκαι-
ρα“ καὶ | ἐν τοῖς ”αἰωνίοις“ γεγενημένοι τοῖς μὴ [φ]αινο-
μένοις ὑπὲρ ”τὸν ἥλιόν“ εἰσιν. οὐ λέ|γω ὑπὲρ ”τὸν ἥλ[ιον“το]ῦτον, ὅτι μείζονές εἰσιν, ἀ[λ]λὰ ”ἄνω“ [τὴν] ζ?ω?ὴν ἔχου-σιν. |
ὁ ἀὴρ ”ὑπὸ τὸν ἥλιόν“ ἐ[σ]τιν καὶ ἡ γῆ. οἱ κ[α]τὰ τὴν
γῆν τοίν[υν κα]ὶ? τὸν ἀέρα ζῶν|τες καὶ βιοῦντες ”ὑπὸ τὸνἥλιόν“ εἰσιν.
οὐ γὰρ μαίνομαι, ὥς τινες λέγουσιν, ὅτι | ὁ ”ἄν(θρωπ)ος“”μείζων“ ἐστιν τοῦ ”ἡλίου“. τοῦτο λέγουσιν, ὅτι δοῦλος, φη-
σ?[ί]ν, ἐστιν ”τοῦ ἀ[ν](θρώπ)ου“. | οὐ πάντως δὲ ”δουλεύων“”ἐλάττω〈ν〉“ ἐ?[σ]τὶν ἐκείνου, ᾧ ”δουλεύει“. Παῦλος δὲ γρ[ά-
φ]ει | ὅτι ”ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χ(ριστό)ν“· μὴ γάρ,εἰ δοῦλοί εἰσιν τῶν παιδευ[ομέ]νων ο[ἱ] παιδευταί, | ”ἐλάτ-
12
τους“ αὐτῶν εἰσιν. ἀγαθῇ προαιρέσει τοῦτο πράττουσιν· ”τῇ
ἀγάπῃ δουλεύουσιν ἀλλή|λοις“ οἱ ἅγιοι. |
1,4〈a〉b 〈<γενεὰ πορεύεται καὶ γενεὰ ἔρ-χεται,〉 καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν.>
τοῦτο λέγει· οὐδεὶς τῶν ”μοχθούντων ὑπὸ τὸν | ἥλιον“ πε-ρισσόν τι ἔχει, ὥστε παραμεῖναι μέχρι τῆς ”συντελείας“ τοῦ
”κόσμου“. ἐκ | διαδοχῆς ὑφίστανται οἱ ἄν(θρωπ)οι· τῶν δὲ
θ(εο)ῦ δημιουργημάτων ταῦτα δὲ συνεχῆ εἰσιν | καὶ ἀδιάστα-τα, τὰ δὲ διε[σ]τηκότα καὶ ἐκ διαδοχῆς ἔχοντα τὴν ὕπαρξιν·
οἷον | ὁ ἥλιος, ἀφ' οὗ γέγονεν [κα]ὶ ἐς ὅσον θέλει αὐτὸν ὁθ(εό)ς, ὁ αὐτός ἐστιν.
ἐὰν δὲ λέγω πάλιν | τὸν ἄν(θρωπ)ον ἀεὶ μένειν, [οὐ]χ ἕνακαὶ τὸν αὐτὸν λέγω, ἀλλ' ὅλην τὴν διαδοχήν. [οὕτ]ω καὶ |
πε[ρ]ὶ τῶν ἄ[λ]λων θνητῶ[ν ζ]ῴων καὶ φυτῶν· ἡ πρώτη ”γενεὰ
πορεύεται“ [εἰς] θάνα|τον, ἄλλη ”ἔρχεται“ γενν[ωμ]ένη. ἀλλ'”ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν“. ”εἰς τὸν αἰῶν[α“ δ]ὲ τοῦτον |
λέγει, περὶ οὗ λέγεται· ”σ[υν]τέλεια τοῦ αἰῶνος“.
κατὰ ἀναγωγὴν δὲ λέγομεν [τοῦ]το· | πολλαχοῦ τῶν θείων[παιδ]ευμάτων ἑτέρως λέγεται ἡ ”γενεά“. ὡς τὸ ”γεν[εὰ σ]κο|-
λιὰ καὶ διεστραμμέ[νη“· λ]έγει δὲ τὴν Ἰουδαϊκήν. καὶ ”ἀν-
αγγελήσεται τῷ κ(υρί)ῳ γενεὰ | ἡ ἐρχομένη“, ἡ ἀπὸ τ[ῶν] ἐθ-
νῶν. λέγει οὖν ὅτι ἡ παλαιὰ ἡ Ἰουδαϊκὴ ”πορεύεται“, | ”ἔρ-χεται“ δὲ ἀντ' αὐτῆς 〈ἡ κληθεῖσα ὑπὸ τοῦ σωτῆρος διὰ τοῦεὐαγγελίου καὶ ἐπ' αὐτῆς〉 [τῆ]ς ”γῆς“, καθ' ἣν διατρίβουσιν
ἡ ἀπελθοῦσα καὶ ἡ ”ἐρχομένη“, | ”εἰς τὸν αἰῶνα“ μένε[ι. ἔσ-τι]ν? δ?ὲ? [α]ὕτη ἡ ”θεόπνευστος γραφή“.
ἐπερ()· τί οὖν πρὸς τὸ ”τίς περις|σεία ἐν παντὶ μόχθῳ“; ε?ἰ?ς? ἄλλο θεώρη[μα] ἑ?[ρμ]η?ν?ε?υ?θέν, ἐὰν πρὸς τὴν ἱστορίαν |
αὐτὰ λαμβάνῃς, τοῦτο λέγει ὅτι, ἐπεὶ ”γενεὰ πορεύετ?αι“,
κ[α]ὶ ”γε[νεὰ ἔ]ρχ[ετα]ι“—”π[ορεύ]εται“ | δὲ ἡ θανάτῳφθειρομένη, ”ἔρχεται“ [δ]ὲ? ἡ γεννωμένη—, οὐδὲν πλέον ἕξει
ὁ ἄν(θρωπ)ος | ἐκ τοῦ ”μ[οχ]θεῖν“, ἢ ἀπέρχεται ἢ ”ἔρχεται“. 1,4b <καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν.>
τοῦτο λέγει ὅτι | ἡ ”γῆ“ αὕτη, ἐφ' ἣν διατρίβουσιν αἱ
διαδοχαὶ τῶν γενομένων, μένει μέχρι ”τῆς συντελείας“, | ”ἕωςἂν παρέλθῃ“ μετὰ τοῦ ”οὐρανοῦ“· ”εἰς τὸν αἰῶνα“ τοῦ αἰῶνος
”ἕστηκεν“ τοῦτον· κα[ὶ] | εἰ ”συντέλεια“ γίνεται, καὶ περι-γράφεται ὁ ”αἰών“. |
1,5a〈b〉 <καὶ ἀ[ν]ατέλλει ὁ ἥλιος καὶ δύ-νει ὁ ἥλ[ι]ος 〈καὶ εἰς τὸν τόπον αὐτοῦἕλκει〉.>
ἔλεγον ὅτι διχῶς ἐκλαμβάνεται τὰ | ”μάταια“ καὶ ἡ ”μα-ταιότης τῆς ματαιότητος“, ἅπαξ μὲν ἐπὶ τῆς διακοσμήσεως
τῆ[ς] | αἰσθητῆς, ἑτέρως δὲ ἐπὶ τῶν ἐπ[ι]τηδευμάτων τῶνἀνθρωπίνων.
εἶπεν | τὰ περὶ τῶν ἐπ[ι]τ[η]δευμάτων λέγων ὅτι οὐδὲν
”περ[ισσείας]“ ἔχει ὁ ”μοχθῶν | ὑπὸ τὸν ἥλιον“, [ἀλλὰ τοῖ]ς?αὐτοῖς ὑπόκειται, οἷς καὶ ὁ μὴ ”μοχ[θ]ῶν“.
λοιπὸν περὶ τῆς ὁ?|ρ?[ω]μένης κτίσεω[ς λ]έγει, ἧς καὶ ὁ
ἀπόστολος λέγει· ”τὰ βλεπόμενα πρόσκαιρα“· καὶ | λ[έγ]ει·”ὁ ἥλιος ἀνατέλλει καὶ δύνει“, καὶ [ο]ὐδὲν πλέον.
πάλιν ἑξῆς τοῦτο γίνεται· κα[ὶ] | ”ἐπ?[ὶ] κύκλους αὐτοῦἐπιστρέφει“, ”κυκλοῖ πρ[ὸ]ς βορρᾶν“, ἔρχεται εἰς ”νότον“
καὶ ”κυκλοῖ κυ|κ[λῶ]ν τὸ πν(εῦμ)α“ κ[αὶ] ”ἐπὶ κύκλους αὐτοῦ
13
ἐπιστρέφει“. ”πν(εῦμ)α“ δὲ νῦν λέγει ἤτοι τὴν | ὡσανεὶ ψυ-χὴν τοῦ ”ἡλίου“ ἢ αὐτὸν τὸν ”ἥλιον“.
λοιπὸν ἄκουε· τινὲς τῶν ἐπιπολαιοτέρων | ἀν(θρώπ)ων καὶμὴ φυσιολογούντων μηδὲ τὰ αἰσθητὰ ποιησάντων μηδὲ τὰ ἀνθρώ-
πινα πρά|γματα οἴονται ὅτι οὐ κατὰ περιστροφὴν κυκλικὴν ὁ
”ἥλιος“ ἀνύει τὴν πορείαν ἑαυτοῦ, | ἀλλὰ οὕτω λέγουσιν· ἔν-θεν, λέγει, ἔρχεται καὶ ἀνακάμπτει καὶ ὑπάγει ”εἰς τὸν τό-
πον“. ὧδε δὲ | λέγει ὅτι ”ἐπὶ κύκλους αὐτοῦ“ ”πορεύεται“.
ἐν τῷ Ἔσδρᾳ δὲ τοῦτο ἔτι σαφέστερον τὸ θεώρημα | φυσι-κὸν ὂν ἀποδείκνυται· ”μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρα[ν]ὸς
καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, | καὶ στρ[έ]φεται ἐν τῷ κύκλῳ
τοῦ οὐρανοῦ καὶ πάλιν ἀ[ν]ατρέχει εἰς τὸν ἑαυτοῦ τόπον | ἐνμ[ιᾷ] ἡμέρᾳ.“ τοῦτο λέγει οὖν· εἰ καὶ ἔχει τι περικ[αλ]λὲς τὸ θεώρημα
τοῦτο | φυσι[κὸ]ν ὂν τὸ κατὰ τὸν ”ἥλιον“, ἀλλὰ καὶ αὐτό,
ἐπεὶ α?[ἰσ]θ?ητόν ἐστιν καὶ τῆ[ς] ὧδε | διακ[οσ]μήσεως, ”μα-ταιότης ματαιοτήτων“ ἐστὶν ὡς [πρὸ]ς τὴν ”ἄνω“ διακόσμ[η]-
σιν, | ὡς π[ρὸς] τὸν ”ἥλιον τῆς δικαιοσύνης“.
ὁ ”ἥλιος τῆς δικ[αιοσ]ύνης“ ”ἀνατέλλει“ ἐν ψυχῇ· | ἡἀρχ[ὴ] δὲ τῆς ἀνατολῆς αὐτοῦ εἰσαγωγικώτερά ἐστιν [κα]ὶ φω-
τισμὸς εἰσαγωγικώτερος. | ὅταν δὲ στραφῇ περὶ ὅλην τὴν ψυ-
χὴν καὶ ὅλην αὐτὴ[ν] φωτίσῃ ὡς μηδὲν λοιπὸν | ἔξω φωτὸς εἶ-ναι, τότε γέγονεν ἐν τελείῳ φωτισμῷ. ”δ[ύνει“ γ]ὰρ πολλάκις,
ἵνα αὖθις | ”ἀνατείλῃ“· κατὰ γὰρ προκοπὴν δύσις γίνεται καὶ
ἀν[α]τολή. καὶ ἥνωται ἡ δύσις | καὶ ἡ ἀνατολὴ σχέσει λαμβα-
νομένη· ὁ? δ?[ε]ύ?τ?[ε]ρος? μὲν πρὸς τὸν προλαβόντα φωτις|μὸνδύσις ἐστίν, ἀνατολὴ δὲ πρὸς τὸν ἀρχόμενον. |
1,6ab <ἀνατέλλων αὐτὸς ἐκεῖ ἐκπορεύεταιπρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν.>
τὰ κλίματα λέγει, | ἃ περιέρχεται. ἀπὸ τῶν ἀνέμων τὰ κλί-ματα σημαίνεται.
ἀμέλει γοῦν οἱ μετροῦν|τες τὴν γῆν λέγουσιν ὅτι καὶ ἐπὶ”βορρᾶ“ τόδε. τοῦτο οὖν λέγει ὅτι καὶ τὸ δυτικ[ὸ]ν καὶ τὸ
μεσημβρι|νὸν καὶ τὸ ἑσπερινὸν κλῖμα διαπορεύεται, καὶ οὕ-
τως ἔρχεται ”ε[ἰς] τὸν τόπον“ | τὸν ”ἑαυτοῦ“ κυκλικῶς φερό-
μενος. καὶ τάχα ”πνεῦμα“ αὐτὸν ὠνόμασεν διὰ τὴν ὀξύ|τητατο[ῦ] δρόμου· οὐδὲν δὲ ὀξύτερον πν(εύματό)ς ἐστιν. |
1,6c <κ[υ]κλοῖ κυκλῶν πορεύεται τὸπν(εῦμ)α.> εἶπον δὲ [ὅ]τι τὸ ”πν(εῦμ)α“ ἢ διὰ τὴν ταχυτῆτα τῆ[ς]
φορᾶς | ἢ διὰ τὸ ἔχειν καὶ τὸν ”ἥλιόν“ τι οἱονεὶ νοῦν καὶ
ψυχήν· καὶ τοῦτο ση[μ]αίνει διὰ τῆς | [τοῦ] ”πν(εύματο)ς“προσηγορίας. |
1,6d <[καὶ] ἐπὶ κύκλους αὐτοῦ ἐ[π]ι-[στ]ρέφει τὸ πν(εῦμ)α.> ”ἐπὶ τοὺς ἑαυτοῦ κύκ[λ]ους“ ”πορεύεται τὸ πν(εῦμ)α“, |
ἐπεὶ καθ' ἑκάστην ἡμέρ[α]ν ἕνα ποιεῖται ”κύκλον“. πολ[λαί
εἰσι]ν ἡμέραι τοῦ ἐνιαυτοῦ, | πολλοί εἰσιν οἱ ”κύκλοι“.ἀμέλει γοῦν ἀεὶ ε?[ἷς ὁ] περιερχόμ[ενος τ]ὸν οὐρανὸν κ[αὶ]
στρεφό|μενος ἐν τῷ ”κύκλῳ“ αὐτοῦ τεταγμένῳ τὰς αὐτὰς ἐτη-
σίους ὥρας π[ο]ιεῖ· μ[ὴ γ]άρ εἰσιν | μεί[ζ]ους καὶ ἐλάττο-νες. κἂν γὰρ λέγωμ[εν] ὅτι τὸ ἔαρ τοῦτο χειμερίζει ἢ μεθ[ο-
π]ωρίζει | τὸ θέρος, εἰς τὴν τοῦ ἀέρος σκοποῦμεν φύσιν·
14
ἐπιτεταγμένως τοὺς αὐτο[ὺς ποιε]ῖ? | δρόμους, τὰς αὐτὰςἡμέρ[α]ς [καὶ] τοὺς αὐτοὺς μῆνας. |
1,7ab〈cd〉 <πάντες οἱ χείμαρροι πορεύονταιεἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔσταιἐμπιμπλαμένη 〈·εἰς τόπον, οὗ οἱ χείμαρροιπορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέφουσιν τοῦπορευθῆναι〉.> |
καὶ τοῦτο πάλιν πρότερον κα[θ'] ἱστορίαν ἐκδεκτέον. οἱ
”χείμαρροι“ [ο]ὔκ εἰσιν αὐ[τ]ογενεῖς πο[τ]α|μοί, οὐκ ἀπὸπηγῆς ἔχοντε[ς τ]ὴν ἀρχὴν ἀλλὰ ἀπὸ ὑετῶν. ”πάντες“ οὖν οὗ-
τοι ῥέουσιν ”εἰς τὴν | θάλασσαν“ καὶ ἡ ”θάλασσα“ οὐ π?[λέο]ντι ὕδωρ φαίνεται ἔχουσα παρὰ τὸ ῥεῦμα τῶν ”χειμάρρων“. |
παρέμιξεν οὖν ὡς κατὰ τὴν [ἱστ]ορίαν βίαιόν τι, ἵνα καὶ ἀν-
αγωγὴν λάβῃ ὁ λόγος. καὶ οὐ ψι|λὸν τοῦτο, τέθηκεν ἄλλο τι·”[οἱ χε]ίμαρροι“ ”εἰς τόπον“, ὁπόθεν ὁρμῶνται, πάλιν ἀ[να]-
κάμπτου|σιν, ὅπερ οὐ γίνεται κατ[ὰ ἱστο]ρίαν. ὅμως δέ, ἐπεὶ
καὶ τῷ ῥητῷ ὡς οἷόν τέ ἐστιν [δεῖ συ]ναγορεύειν, | κα?[τὰ τὸ]ἐνδεχ[ό]μενον ἴδω?[μ]εν ὡς ἐπὶ ἱστορίας. καὶ τοῦτο δὲ ἰστέον,
ὅτι ἡ καθό[λου] πρότασις | οὐκ ![!]!!!! καθόλου λαμ[βά]νε-ται, ἀλλ' ἐνίοτε ἐπὶ τῶν ὡς ἐπὶ πλεῖον. ὅταν [γὰρ] λέγῃ ὁ |
ἀπόστολος· ”οἱ γὰρ πάντ[ες τ]ὰ ἑαυτῶν ζητοῦσιν“, μὴ ”πάν-
τας“ ἀν(θρώπ)ους λέγει· Τιμ[όθ]εος μὴ ”τὰ | ἑαυτοῦ ἐζήτει“,Τίτος, Λοῦκ[ας, οἱ] ἀπόστολοι οἱ ἄλλοι. τὸ καθόλου οὖν ὧδε
ἀντὶ τοῦ οἱ πλ[εῖσ]τοι. καὶ πολ|λά γέ ἐστιν τοιαῦτα ἐν τῇ[γραφ]ῇ φερόμενα· ὡς ἐὰν λέγῃ· ”πάντες ἐξέκλιναν“· ὅλως αὐ-
τὸς ὁ Δα(υί)δ· | οὐκ ἦν ”ἐκκλίνας“ Νάθ[αν δ]ὲ ὁ προφήτης ἐνταῖς ἡμέραις αὐτοῦ ὤν.
καὶ ἐνταῦθα οὖν δύναται. | κἂν μὴ ”πάντες εἰς τὴν θά-[λασ]σαν“ ῥέωσιν ἀλλ' ἐν τῇ ξηρᾷ ἔνιοι ἀναλίσκονται, τοὺς
πλείστους | λέγει. τούτων οὖν τῶν ”χ[ε]ι[μά]ρρων“ ῥεόντων
{τον ιδιον ομβρον} ”εἰς τὴν θάλασσαν“ οὐκ αὔξ?ε?|τ?αι ἡ ”θά-λασσα“, ”οὐκ ἐνπίμπλαται“· πάλιν γ?[ὰ]ρ? δέχεται 〈τὸν ἴδιονὄμβρον〉. εἶτα ἄλλο λέγει· ”εἰς τόπον“, φησίν, ”οὗ οἱ χείμαρ|-
{μ}〈ρ〉οι πορεύονται, ἐκεῖ αὐτοὶ {αυτοι} ἐπιστρέψο[υ]σιν“.
οὐ δύναντ[αι] δὲ ”ἐπιστρέφειν“· ἐξ ὀρ?ῶ?ν? γὰρ | φέρονται καὶμίσγονται ”εἰς τὴν θάλασσαν“· πῶς οὖν ”ἐπιστρέφουσιν“;
κατὰ τὸ δυνατὸν | ο?ὖ?ν? συν[α]γο[ρεύ]σ?ομεν καὶ ἐν ταύτῃτῇ λέξει τῷ ῥη[τ]ῷ.
ἐπεὶ γὰρ γίνονται ἀναθυμιάσεις ἐκ τῆς ”θαλάς|σης“ καὶσ?υ?ν[ίστ]α?νται ὄμβροι καὶ ὑετοί, δύναται οὕτω λέγειν ὅτι,
εἰ καὶ ῥέουσιν ”οἱ χείμαρροι εἰς τ[ὴν] | θάλασσα[ν“, κ]αὶαὐτὴ ”οὐκ ἐνπίμπλαται“, ἀλλὰ? τ?ό?τε ἀναθυμιάσεις γίνονται ἀπ'
αὐτῆς· ὑγ?[ρό|της] τ?[ρ]ό?π?ο?[ν τι]νὰ οἱ ”χείμαρροί“ εἰσιν οἱἀναπ?[ορ]ε?[υ]όμενοι. βίαιον οὖν ἐστιν τὸ τοῦ ῥητο[ῦ]. |
[λοιπ]ὸν ο?ὖ?ν ἑτ?έ?ρ?ως αὐτὸ ἐκλάβωμεν.
”π?άντ[ες“ ο]ἱ καταφερόμενοι ὑψόθεν ”εἰς τὴν θάλα[ς|σα]ν“φ[έρο]ν?ται. [ἡ ”θ]άλασσα“ δὲ πολλάκις ὁ τῶν [ἀν(θρώπ)ων] βίος ὠνο-
μάσθη διὰ τὴν ἁλμυρίδα καὶ |κ?!![!]![!]!![!]ν καὶ ζάλην τὴνοὖσαν ἐν α?[ὐτῷ]. δοκοῦντες οὖν γλυκεῖς εἶναι καὶ διὰ τοῦ-
τ?[ο] | ”χ?ε?ί?[μαρ]ρ?ο?ι?“ π?[ρο]σαγορευόμενοι, ὅταν ε?ἰ?[ς τὰ] κάτω
βρίσωσιν, ”εἰς τὴν θάλασσαν [πο]|ρ?ε?ύ?ο?[νται] “, καὶ ”ο?[ὐκ]ἐν[πίμπλ]αται ἡ θάλασσα“ [ἀποδ]εχομένη το[ὺς] καταπίπτον-
τας. ὅτ?α?ν? | [δὲ μὴ κατα]γίνων[ταί τινες, τό]τε ”ἐπιστρέ-φ[ουσιν“, τ]ό?τε [ο]ὐ μέν[ουσ]ιν ἐκεῖ, οὐκ ἐκθαλαττο?ῦ?ν?|-
[τ]α?[ι. ἐπεὶ δὲ] πνευματικά ἐσ[τιν] τὰ λεγόμενα?, [λοιπὸν] καὶ ἐξ
[ἄ]λλης γραφῆς ἄκουε· ”οἱ καταβαί|[νοντε]ς?“, φ[η]σίν, ”εἰςτὴν θάλασσαν ἐν πλ[οίοις] καὶ ποιοῦντες ἐργασίαν ἐν ὕδασιν
πολλοῖς | αὐτ[οὶ εἴ]δοσ[αν] τὰ ἔργα κ(υρίο)υ καὶ τὰ θαυμά-σια α[ὐτοῦ ἐ]ν τῷ βυθῷ.“
”καταβαίνοντας εἰς τὴν θ?άλας|[σαν“ λέγ]ε?ι? ψυχάς· ”ἐνπλοίοις“, τοῖς σώμασιν· καὶ ”ποιοῦσιν ἐργασίαν“ ἐν τῷ ἅλ[α-
15
τι] τοῦ | ὕδ[α]τος τούτου· οὐδὲ γὰρ καταγίνονται, οὐ βυθί-ζονται.
κἂν [γ]ένωνται γοῦν ”ἐν τῷ βυθῷ“, | ”τα?\ [ἔ]ργα καὶ θαυ-μάσια τοῦ κ(υρίο)υ“ κἀκεῖ θεωροῦσιν. καὶ ὥσπερ ”ἀ[ν]αβαί-
νει“ τις τῇ διανοίᾳ | ”εἰ[ς ο]ὐρανό[ν]“, ὅταν τὰ ἐκ?ε?ι?= περι-αθ?{λ}〈ρ〉ῇ καὶ σκοπῇ, οὕτω κάτεισί[ν τι]ς εἰς τὸν ”βυθὸν“
ταύτης τῆς | ”θ[αλά]ττης“, ὅταν τὴν φύσιν αὐτῆς διερευνᾶται
καὶ ”τὰ κρίμα[τα αὐ]τοῦ“, καθ' ἥν τινες κα|[τα]φέρονται. καὶ οἱ μὲν καταπίπτουσιν, οἱ δὲ κατίασιν πρ[οαιρ]ετικῶς,
ἵνα καὶ τοῖς βυθίς|ο?[υ]σιν βοη[θ]ήσωσιν. οὗτοι οὖν εἰσ[ι]ν
οἱ ”χείμαρροι“ οἱ ”ἐπιστρ[έφο]ντες εἰς τὸν τόπον“ ἐκεῖ|νονἀφ' [οὗ ὡρ]μήθησαν συνκαταβαίνοντες.
ἐπερ()· ἵνα ὁτὲ μὲν [λέ]γουσιν ψεκτῶς, ὁτὲ δὲ κατι|[έ-να]ι? ἐπ?α?[ινετῶς]; ναί, ἐπαινετῶς τότε ”ἐπιστρέφουσιν εἰς τὸν τ[όπον]“ τὸνἴδιον.
π?[!]!ο!ν γὰρ [?]![!!] | [!!!]μαρ[!!!!]ν? ἔξω τοῦ οἰκείου”τόπου“ ἐστίν. ὁ ”τόπος“ δέ ἐστιν του?= λ?ο[γικο]υ?= τὸ εὖ πράτ-
τειν, τὸ [δι|ὰ ἔρ]γω[ν καλ]α?\ ἐνεργεῖν. ὅταν οὖν ἐκπέσῃ τῆς
τοιαύτης κατα[στάσε]ως, ἔξεδρος γέγονεν τοῦ | [οἰκεί]ου”τόπου“. [ὅτ]αν δὲ ἀνακάμψῃ, εἰς τὴν ἀρχαῖαν ἔρχεται κατ[ά-στ]ασιν.
ἐπερ( )· ἔχομεν τὸν | ”[χεί]μαρρον“ καὶ ἐπαινετῶς καὶψεκτῶς; ναί, ἔχεις γοῦν· ”περιέσχ[ο]ν [με ὠ]δῖνες θανάτου καὶ |
[χεί]μαρροι ἀνομίας ἐξετάραξάν με.“ λέγεται γοῦν καὶ ἑνικῶς
”[χείμ]αρρος“ ἀντὶ πειρασμοῦ· | ”[χεί]μαρρον διῆλθεν ἡ ψυχὴἡμῶν.“ καὶ ἔτι ἐν τῷ ᾄσματι τῶν ᾀ[σμάτ]ων λέγει· ”κατέβην |
ἐν [γ]ενήμασι τοῦ χειμάρρου ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ
ἤνθη[σα]ν [αἱ ῥόαι].“ ἐπαινετός ἐστιν· καρ|πὸν γ?ὰρ ἔχει ”γέ-νημα“. ἔτι [δ]ὲ καί· ”ἤνθησαν αἱ ῥόαι, ἤνθησεν ὁ κυπρισμός.“
καὶ τελε?σ?τὶ λ?έ?γει ἡ νύμ|φη π[ρ]ὸς τὸν νύμφιο[ν]· ”ἐκ[εῖ]δώσω τοὺς μα[σ]τούς μου σοί“, ὅταν ἐν ταύτῃ τῇ ”καρποφόρ[ῳ
γῇ]“ | ”ἔ?λ?[θ]ῃ?“. ο?ἱ? ”μαστοὶ“ δὲ πολλάκις ἀντὶ τοῦ ἡγεμονικοῦ καὶ τοῦ στή-
θους λαμβάνονται. δ[ι]ὰ τοῦτο γὰρ κ[αὶ τῷ] | ἱερεῖ τὸ ”στη-θύνιον“ δέδοται καὶ ὁ ”βραχίων“. καὶ σημαίνει μὲν ὁ ”βρα-
χίω[ν“ τὴν] π?[ρᾶξι]ν, [τὸ δὲ ”στῆ]|θος“ τὴν διάνοιαν. ἐκεῖγὰρ τὸ ἡγεμονικὸν [κεῖ]τ?αι ὡς πολλοῖς ἔδοξεν· διὰ [τοῦτο]
καὶ ὁ? [Ἰωάννης] | ”ἐπὶ τὸ στῆθος τοῦ Ἰ(ησο)ῦ“ ἀνακλιθ?εὶςτὰ? θεῖ?α? μ?[υ]στήρια ἐκεῖθεν αὐτὰ ηὗ?ρεν?.
[ἔστι]ν? ἐπ?[αινετὸς] | [ο]ὖν ὁ λ?όγ?ος. |
1,7cd <[εἰς τό]πον, ο?ὗ? [οἱ] χείμαρροι πο-ρεύονται, ἐκ[εῖ αὐτοὶ ἐπ]ιστρέφουσιν τοῦπορευθῆ[ναι.>
!]!![!!!!! !!] | !!![!]!!!σιον ὁρμὴν τὴν ἐπὶ τῆς ε![!!!
!!!!]ης λαμβάνει· τὸ γὰρ ”π[ορεύεσθαι“ !!!!! !!!] | [!!!!]σημαίνει. |
1,8a〈b〉 <[πάντες ο]ἱ λόγοι ἔγκοποι〈· οὐδυνήσεται ἀνὴρ τοῦ λαλεῖν〉.> ”πᾶς λόγος ἔ[νκο]π?ός“ ἐστιν.
οὐ θετέον ἐ[στὶν ὅτι τὰ ὑπὸ σο|φῶν ἀ]π?αγγελλόμενα—[ὡςεἶπ]έν τις, ![!]![!!!!!]τ?ι Λεύ?κιππος [!!!!! !!!]—”ἔν[κοπα
πάντα“. ὅτε σοφοὶ] | δ?ὲ? ψ[υχ]ὰς ἐγείρουσιν ”ἐ[νκόπ]οις λ?[ό]-γ?ο?[ις“, τότε] θετέον ἐ[στὶν ὅτι ”πᾶ]ς? λό[γος ἔνκοπος“.
κατὰ] | [το]ὺ?ς? [!!!]οντας ἄξιόν τι λέγει. οὗτοι? [οὖ]ν ο?ἱ?[”λόγοι“] ”ἔνκοποί“ εἰ?[σιν]. ἐπεὶ γὰρ ὑπ?[ὸ !!!!! !!!! καὶ
οὐχ] | ὑ?π?ὸ? [τῶν] ο?ὔ?ποτε φρονίμων προηνέχθη[σαν], ἔχουσίν τι
βαθύ, ἔχουσιν [”κόπον“. τοιοῦτοι οὖν] | εἰ?[σι]ν? ἢ μετ' αἰ-νιγμοῦ ἀπαγγελλόμεν[οι ἢ] παροιμιωδῶς ἢ τρόπῳ πα?[ραβολῶν ἢ
ἁπαξ]|απλ[ῶ]ς σκοτεινῷ λόγῳ, καὶ ”πάντες ἔνκοπ[οί]“ εἰσιν.
16
καὶ οἱ παρ' Ἕ[λλ]ησιν οὖν [”λόγοι“ ἔχουσιν] | πολὺν[”κόπον“], πολλοὶ κά[μ]ν?ο?υ?[σ]ι?ν? περὶ αὐτούς· πολλῷ πλέον οἱ
”ἐρευνῶντες“ τὰς ἡμετέρας ”γραφὰς“ | κάμνουσιν. καὶ συνελ[όν]τι φάναι· πᾶν τὸ ἀγαθὸν καὶ καλὸν σὺν πόνῳκτᾶται καὶ ἱδρῶτι. |
ἐπεὶ οὖν καὶ οἱ ἄλλοι ”λόγ[οι]“ ποτὲ προσποιοῦνται καλοὶ
εἶναι, ὅ?[τ]α?ν τεχνικῶς καὶ πιθανῶς | ὦσιν κεκτημένοι, καὶ[οὗτο]ι? ”ἔνκοποί“ εἰσιν. ”οὐ δυνήσεται“ οὖν ἄρχειν ”τοῦ λαλεῖν“, ἐὰν μὴ κάμῃ [π]ε-
ρὶ | αὐτῶν. προχείρως ”οὐ [δύ]ν?α?ται“ αὐτοὺς εἰπεῖν, ἵνα τὸ
”λαλεῖν“ τὸ ‘ἀληθῶς λαλεῖν’ λ[έ]γωμεν. πολλά|κις γοῦν τοῖςἀδολεσχοῦσ[ιν λέγο]μεν ὅτι ‘οὐδὲν λέγεις’, ‘οὐδὲν λαλεῖς’. ἐπερ()· τὸ ”ἔνκοπ[ον]“ ἐν τῇ γρα?φ?ῇ κεῖται; |
ναί· λέγει γοῦν ὁ Ἰώβ· ”εἰς κό[πον] ἐ[πο]ιήσατε ψυχήν
μου καὶ καθαιρεῖτέ με λόγοις“· ο[ὕτως] τ?ὸ ”ἔνκοπον“ | [ὧ]δεἐκ ”λόγων“ πάλιν [ἀναν]τιρρητικῶς γέγονεν. |
1,8b <οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν.>ο[ὐχ] ὡς δεῖ αὐτοὺς λέγει.
τοῦτο δὲ κυρίως ἐστὶν ”λαλεῖν“ [τὸ τὰ π]ράγμ?[ατα] | ἀπ-αγγέλλειν. αὐτίκα [γοῦν] το?[ῖ]ς μὴ λέγουσιν ὡς δεῖ τὰ πράγμα-
τα λέγουσιν ‘οὐδὲν [εἴρηκ]α?ς’ κ[αίπερ] | μυρία εἰρηκόσιν. παρ[άδοξ]ός τις γνώμη φέρεται Προδίκου ὅτι ‘οὐκ ἔστιν
[ἀν]τιλέγειν’. [πῶς] | λέγει τοῦτο; παρὰ τὴ[ν γν]ώμην καὶ
τὴν δόξαν τῶν πάντων ἐστίν· πάντες γὰρ δι[αλέ]|γονται ἀντι-λέγουσι[ν κ]αὶ ἐν τοῖς βιωτικοῖς καὶ ἐν τοῖς φρονουμένοις.
δογματικῶς [λέγει] | ἐκεῖνος ὅτι ‘οὐκ ἔστιν ἀ[ντι]λέ-γειν’. εἰ γὰρ ἀντιλέγουσιν, ἀμφότεροι λέγουσιν· ἀδύνατον
[δέ] | ἐστιν ἀμφοτέρους [λέγει]ν? εἰς τὸ αὐτὸ πρᾶγμα. λέγει
γὰρ ὅτι μόνος ὁ ἀληθεύων καὶ ὡς ἔχ?[ει τὰ] | πράγματα ἀγγέλ-λων αὐτὰ? οὗτος λέγει. ὁ δὲ ἐνα[ν]τιούμενος αὐτῷ οὐ λέγει τὸ
πρᾶγμα οὐκ α?!!!!!!![?] | [παρά]δ?ο?ξ?[ος] [?] λέγεται ἡ γνώμη,
ἐπεὶ παρὰ τὴν τῶν πάντων δόξαν ἐστίν· πάντες ἀ?ν?τ?ι?![!!] |[!!!!]![!!!!] ἀντιλογίας. |
1,8c <[καὶ οὐκ ἐμπλή]σεται ὁ ὀφθαλμὸςτοῦ ὁρᾶν.>
καὶ τοῦτο πάλιν βούλεται δεῖξαι ”μάται[ο]ν“ ὡς | [!!!!!!!!!!!]ντες οὐκ ἐπιτρέπουσιν [!]!! ἂ?ν? [τ]έλειός τις ἦν καὶ
”ἀνήρ“ ἐστιν ”λ[α]λεῖν“ | [!!!!! !!!!! !] ἡ περὶ ”λόγους“σπουδή, ἕως? κ?(?ύριό)?ς? τ?ι? ἀποκαλύψει, ἕως αὐτὸς φανερώσει τι
ο?[!!] | [!!!!!!]!ου[!!!!!]ενος νομίζοι ὅτι κα?![!!!!! !!]
π?ερὶ? ”λόγους“, κατορθοῖ αὐτούς, ”μά[ται]όν“ ἐσ[τιν]. | [λέ-γει γάρ· ”ἐὰν μὴ κ(ύριο)]ς? οἰκοδομήσῃ οἶκον, [εἰς μάτην]
ἐ?κοπίασαν· ἐὰν μὴ φυλάξῃ π[όλιν], εἰς μ?[ά|την ἠγρύπνησεν ὁφ]υλάσσων.“ οὐκοῦν [ματαίως ἐκοπί]ων περὶ ”λόγους“, ἐὰν μὴ θ(εὸ)ς
φανερ?ώ[σ]ῃ. καὶ [ἕως | !!!!! !!!!! αὐτ]ῷ? ἀποκαλύψ[ει, ”εἰςμάτ]ην?“ [ὁ] ”ἀνὴρ“ ”λαλεῖ“.
καὶ ἄλλο λέγει ”μάταιο[ν“· ”ὁ ὀφθαλ|μὸς οὐκ ἐμπλήσε]-ται“. ”ὁρῶν“ ἀεὶ θέλει? [πλέον ”ὁρᾶν“]· ἀ?εὶ ἐνεργῶν καὶ μη-
δέποτε τέλο[ς ἔχων] | [”εἰς μάτην“ ”ὁρᾷ“. καὶ ἄκ]ο?[υε π]αραδεῖγμ[α !!!!!]![!!!]ανων [!!! κ]ατα-
σκευὴν ο[!!!!!] | [!!!!! !!!!! !!!]κ?ι?α[!!!!! !!]αφος ν[!!!!
!!!!! !!]!οτ?[!!!!]καφος· εἰσὶν δὲ μ?[άτ]αια [?] | [!!!!!!!!!! !!!]ν ὁ ὀρ?χο[ύ]μενος ε?[!!!!! !!!!!]α?ι ἔχει τὴν ἐνέρ-
γειαν παῦσαι [!!!]ν ο[?] | [!!!!! !!!!! !!] πάντα τέλος ἐσ-τιν ![!!!!!]α?[!!!!]ς.
ἐπεὶ τοίνυν καὶ ὁ…
κ?α?ὶ?…
αὐ…
The complete text is available when the reading interface loads.