The Greek Library Catalogue

Anonymous

Contra Manichaeos

Edition reference
Contra Manichaeos, MPG 39: 1085–1109.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg012.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

39

1088

τί ἐστιν, αὐτὸ ὃ εἶπον κοινῶς αὐταῖς ὑπάρχειν· οὐκ

ἄρα ἀγένητοι αἱ ἀρχαί. Αὗται γὰρ ἀγένητοι αἱ ἐναν-

τίαι· τὸ δὲ κοινῶς αὐταῖς ὑπάρχειν πρὸ αὐτῶν. Οὐκ

ἄρα ἀγένητοι αἱ ἀρχαί· οὐδὲν γὰρ πρὸ ἀγενήτου.

Εἰ δὲ λέγοιεν, μὴ κατὰ τὸ ἀγένητον ἔχειν αὐτὰς

τὴν ἐναντιότητα· καὶ τοῦτο κοινὸν αὐτῶν εὑρεθήσε-

ται. Ἀλλ' ἐπεὶ ἀγενήτως τὸ κακὸν, κακὸν, καὶ τὸ

ἀγαθὸν, ἀγαθόν· κοινὸν εὑρεθήσεται τὸ ἀγένητον κα-

κὸν ἀμφοτέρων, καὶ τὸ ἀγένητον ἀγαθὸν ἀμφοτέρων.

Εἰ γὰρ ἀγαθὸν ἄνευ τοῦ ἀγενήτου οὐ δύναται εὑρε-

θῆναι, κοινὸν δὲ τὸ ἀγένητον· κοινὸν ἄρα καὶ τὸ ἐξ

ἀνάγκης ἑπόμενον τῷ ἀγενήτῳ· τοῦτο δέ ἐστιν τὸ

ἀγαθόν.

Εἰ δὲ λέγοιεν, μὴ κοινὸν αὐτῶν τὸ ἀγένητον εἶναι·

ᾗ θατέρῳ ὑπάρχει, τῷ λοιπῷ οὐχ ὑπάρχει· ἔσται

τοίνυν ἀγένητον, ἢ τὸ ἀγαθὸν, ἢ τὸ κακόν· οὐ τὸ ἀγα-

θὸν καὶ κακόν. Εἰ οὖν εὑρεθείη τὸ ἀγαθὸν ἀγένητον,

τὸ κακὸν γενητόν.

Ἄλλως τε πᾶν κακὸν κολαστέον· οὐδὲν κολαστέον

ἄφθαρτον· οὐδὲν ἄρα κακὸν ἄφθαρτον, τῷ μὴ ἀφθάρ-

τως ὑπάρχειν φθαρτόν.

Οὐδὲν φθαρτὸν ἀγένητον· ἐστι δὲ τὸ κακὸν φθαρτόν·

τὸ ἄρα κακὸν οὐκ ἀγένητον.

Οὐδὲν κατ' οὐσίαν κακὸν, τῷ τὸ κακὸν ποιὸν

εἶναι· οὐδὲν δὲ ποιὸν οὐσία· τὸ ἄρα κακὸν οὐκ οὐ-

σία.

Πάντα τὰ ἐναντία, ἀλλήλων φθαρτικά· τὰ δὲ ἀγέ-

νητα ἄφθαρτα· οὐκ ἄρα ἐναντία· τὰ γὰρ ἐναντία οὐκ

ἄφθαρτα.

Οὐδὲν ἀγένητον τρεπτόν· τρέπεται δὲ τὸ ἀγαθὸν

κρατηθὲν ὑπὸ τοῦ κακοῦ· τὸ ἄρα ἀγαθὸν οὐκ ἀγένη-

τον.

Τὸ ἀγένητον οὐκ ἔστιν ὀρεκτικὸν φθορᾶς τινος, οὐδέ

γε φθαρτικόν· τὸ δέ γε κακὸν ὀρεκτικὸν φθορᾶς· τὸ

ἄρα κακὸν οὐκ ἀγένητον.

Αἱ θεῖαι Γραφαὶ κολάσει παραδίδοσθαι, οὐ τοὺς

ἀνθρώπους κακοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν

διάβολον, λέγουσιν. Πᾶν δὲ τὸ κολάσει παραδιδόμε-

νον τρεπτόν· οὐδὲν δὲ τρεπτὸν ἀγένητον· οὐδὲν ἄρα

τῶν κακῶν ἀγένητον.

1089

Τῶν δι' ὄλων ἐναντιουμένων οὐδὲν κοινόν. Ὥστε

πᾶσα ἀνάγκη τὸ θατέρῳ ὑπάρχον, τῷ λοιπῷ μὴ ὑπάρ-

χειν· ὑπάρχει δὲ τῷ ἀγαθῷ τὸ εἶναι ἀγένητον· τῷ

ἄρα κακῷ οὐδέτερον τούτων ὑπάρχει. Μὴ ὂν ἄρα τὸ

κακόν.

Πᾶς ὁ εὐλόγως ὀρεγόμενός τινος, ἐπιτετευγμένην

ἔχει τὴν ὄρεξιν, εἰ εὐλόγως ὀρέγεται. Θεὸς δὲ τοῦ

φθεῖραι τὴν κακίαν ὀρέγεται· τῶν φθαρτῶν ἄρα ἐστὶ

ἢ κακία. Τῶν δὲ φθαρτῶν οὖσα, ἀφανισθήσεται·

ἀφανιζομένη δὲ, οὐκ ἔστιν ἀγένητος.

Εἰ ἀγένητον τὸ κακὸν, κατὰ φύσιν αὐτῷ ὑπάρχει

τὸ κακὸν εἶναι. Οὐδεὶς δὲ τὸ κατὰ φύσιν ἐνεργῶν

ἁμαρτάνει. Τὸ ἄρα κακὸν οὐχ ἁμαρτάνει· τὸ δὲ μὴ

ἁμαρτάνον, οὐχ ὑπαίτιον. Ὑπαίτιος δὲ ὁ Σατανᾶς·

οὐκ ἄρα ἀγένητος,

Ἡ θεία γὰρ Γραφὴ τῶν πράξεων καὶ τῶν ἐπιτη-

δευμάτων, ὧν ποιοῦσιν οἱ ἄνθρωποι, λέγει αὐτοὺς

εἶναι υἱοὺς καὶ γεννήματα. Τοὺς γοῦν ὀργίλους καὶ

τὴν ἄλλην ἁμαρτίαν ἔχοντας, ὡς διὰ τοῦτο ὑποκεῖ-

σθαι τῇ κατὰ κόλασιν ὀργῇ, τέκνα ὀργῆς ὀνομάζει,

ᾗ φησιν ὁ Παῦλος· Καὶ ἦμεν φύσει τέκνα ὀργῆς, ὡς

καὶ οἱ λοιποί. Οὗτοι μεταβάλλειν δυνατὸν, ὡς μηκ-

έτι εἶναι τέκνα φύσει ὀργῆς. Παῦλος γοῦν περὶ ἑαυ-

τοῦ, καὶ τῶν παραπλησίως ἁγίων γεγενημένων, λέ-

γει, ὅτι Ἦμεν φύσει τέκνα ὀργῆς, ὡς καὶ οἱ λοι-

ποὶ ἄνθρωποι, οἱ εἰσέτι δεῦρο ἐν τῷ ἁμαρτάνειν

ὄντες· προσκείμενον δὲ τὸ φύσει, οὐ τὸ κατὰ φύσιν

σημαίνει, ἀλλὰ τὸ ἀληθείᾳ. Τὸ γὰρ, Ἦμεν φύσει

τέκνα ὀργῆς, λέγει, δηλῶν, ὅτι ἀληθείᾳ ὑπεύθυνοι

ὀργῇ τυγχάνουσιν οἱ ἁμαρτάνοντες· ὥσπερ δὲ κατὰ

φύσιν τέκνον ὀργῆς γίνεται τῷ συνεῖναι αὐτῷ κακίαν,

οὕτω μεταβαλὼν ἀληθείας γίνεται τέκνον καὶ ἀρετῆς.

Εἴρηται γοῦν περί τινων ὑπὸ τοῦ Σωτῆρος τοιαῦτα·

Ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· τέκνα

σοφίας τοὺς σοφοὺς λέγων. Ἐπεὶ γὰρ οἱ τέκνα τινὸς

ὄντες, ἐκ τοῦ τεκόντος ἔχουσιν τὸ εἶναι· ἔχουσι δὲ

καὶ οἱ ποιοὶ τὸ εἶναι ἐκ τῆς ποιότητος τῆς προσγενο-

μένης αὐτοῖς· εἰκότως οἱ ποιοὶ τέκνα καὶ υἱοὶ τῆς ποιό-

τητος ὀνομάζονται. Ὡς γὰρ εἴρηται ὑπὸ τοῦ Σωτῆ-

ρος τοιαῦτα, Οὗτοι δέ εἰσιν οἱ σοφοὶ σοφίας τέκνα·

οὕτω καὶ ἄλλους υἱοὺς εἰρήνης προσηγόρευσεν, φά-

σκων τοῖς μαθηταῖς· Ἐὰν εἰσέλθητε εἰς πόλιν, ἢ

εἰς οἰκίαν, καὶ ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν

(ἡ διδομένη τῇ πόλει, ἢ τῇ οἰκίᾳ) ἐπαναπαύσεται

ἐπὶ τὸν ὄντα ἐν αὐτῇ υἱὸν εἰρήνης.

Πάλιν ὁ αὐτὸς Σωτήρ φησιν· Φρονιμώτεροί εἰσιν

οἱ υἱοὶ τοῦ αἰῶνος τούτου ὑπὲρ τοὺς υἱοὺς τοῦ

φωτὸς, ἐν τῇ γενεᾷ τῇ ἑαυτῶν· υἱοὺς φωτὸς λέγων

τοὺς πεφωτισμένους τῇ γνώσει τῆς ἀληθείας καὶ

τοῖς ἔργοις τῆς ἀρετῆς. Πρὸς οὓς καὶ φῶς γεγενη-

1092

μένους, διὰ τὸ τυγχάνειν φωτὸς υἱοὺς, λέγει· Ὑμεῖς

ἐστε τὸ φῶς τοῦ κόσμου· τοὺς δὲ ἀγαπήσαντας τὸ

παρὸν ζῇν, καὶ πρὸς αὐτὸ πάντα, ἃ ποιοῦσιν, ἀνα-

φέροντας, υἱοὺς αἰῶνος τούτου ὠνόμασεν. Ἀλλ' εἰ

καὶ εἶπεν τούτους φρονιμωτέρους ὑπὲρ τοὺς υἱοὺς

τοῦ φωτὸς, οὐ καθάπαξ αὐτοὺς εἶπεν φρονιμωτέρους,

ἀλλ' ἐν τῇ ἑαυτῶν γενεᾷ· τουτέστιν, ἐν τοῖς πράγμα-

σιν τοῖς οἰκειωθεῖσιν τούτῳ τῷ αἰῶνι, φρονιμώτεροι

τῶν τοῦ φωτὸς υἱῶν τυγχάνουσιν. Σοφοὶ γάρ εἰσι

τοῦ κακοποιῆσαι· τὸ δὲ καλῶς ποιῆσαι οὐ συν-

ῆκαν. Καὶ περὶ τοῦ Ἰούδα δὲ γέγραπται, ὡς εἴη υἱὸς

ἀπωλείας. Ὁ γὰρ Κύριος περὶ αὐτοῦ εἶπεν, ὅτι Οὐ-

δεὶς ἀπώλετο ἐκ τῶν μαθητῶν μου, εἰ μὴ ὁ υἱὸς

τῆς ἀπωλείας. Ἀπωλείας δὲ υἱὸν αὐτὸν εἶπεν. τῷ

τὰ τῆς ἀπωλείας πεπραχέναι Οὐ γὰρ ὅτε εἷς ἦν τῶν

ἀποστόλων, καὶ διηκόνει ἅμα ἐκείνοις τῷ Σωτῆρι,

ἦν τοιοῦτος, ἀλλ' ὅτε προδότης γέγονε τοῦ Υἱοῦ τοῦ

Θεοῦ καὶ Διδασκάλου, ἀγαπήσας τὰ τῆς ἀπωλείας

ἀργύρια. Καὶ ὅτι οὐ κατὰ φύσιν ἦν κακὸς, ἅμα πᾶσι

τοῖς μαθηταῖς ὢν ἤκουσεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς,

ὡς πρόβατα ἐν μέσῳ λύκων. Εἰ δὲ λύκους τοὺς

ἁμαρτάνοντας λέγει, πρόβατα δὲ τοὺς πρακτικοὺς

τῆς ἀρετῆς, εἴπερ ὁ Ἰούδας φύσει κακὸς ἦν, οὐκ ἦν

πρόβατον Χριστοῦ· ἐπεὶ μὴ πρακτικὸς τῆς ἀρετῆς ὁ

κατὰ φύσιν κακός. Ἀλλ' οὐδ' αὐτὸς ὁ διάβολος κατὰ φύσιν κακὸς, ἀλλ' ἐκ τροπῆς τοῦ ἰδίου αὐτεξου-

σίου.

Ὥσπερ οὖν, οὐ τῶν φαύλων μόνον, ἀλλὰ καὶ τῶν

σπουδαίων ἐπιτηδευμάτων καὶ πραττομένων, υἱοὶ

καλοῦνται καὶ τέκνα οἱ ἐπιτελοῦντες τῷ προειρημέ-

νῳ τρόπῳ, καθ' ὃν ἐλέγετο γεννήματα ποιοτήτων εἶ-

ναι τοὺς λαμβάνοντας ἀπ' αὐτῶν τὸ εἶναι, ὅπερ ἔχου-

σιν ἐκ τῆς ποιότητος· εἰκότως σὰρξ ἁμαρτίας, καὶ

σῶμα ἁμαρτίας, οὐ καθάπαξ λέγεταί τις, ἀλλὰ τῷ

ὑπηρετεῖν τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἄνθρωπος τῷ σώματι

καὶ τῇ σαρκὶ εἰς λαγνείαν καὶ τὰς ἄλλας τοιαύτας

ἐνεργείας καταχρώμενος, ποιεῖ τὸ σῶμα αὐτοῦ, ἁμαρ-

τίας σῶμα· καὶ τὴν σάρκα, σάρκα ἁμαρτίας· ὥσπερ

ὁ σπουδαῖος διὰ σωφροσύνης καὶ τῆς ἑπομένης ἀρε-

τῆς, τὸ σῶμα ἑαυτοῦ καὶ τὴν ψυχὴν ἁγιάζει. Ἡ

παρθένος γοῦν ἁγία γίνεται σώματι καὶ πνεύματι,

ὅ ἐστι ψυχὴ, ὡς γράφει Παῦλος, λέγων, ὅτι τὴν παρ-

θένον δεῖ ἀπερίσπαστον εἶναι τῶν βιωτικῶν πραγμά-

των, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι. Ἀλλὰ καὶ

ἐν τῇ Ἐπιστολῇ τῇ Κορινθίων γράφει. Δοξάσατε τὸν

Θεὸν ἐν τῷ σώματι ὑμῶν. Εἰ δὲ δοξάζεται ὁ Θεὸς ἐν

τῷ σώματι τῶν ἀνθρώπων, οὐ δοξάζεται δὲ Θεὸς ἐν

κακῷ· οὐ κακὸν τὸ σῶμα τῇ φύσει, κἂν κακὸν αὐτὸ

ποιεῖ ὁ ἁμαρτωλὸς, ἁμαρτητικῶς αὐτῷ χρώμενος.

Καὶ μετ' ὀλίγον πάλιν τοῖς αὐτοῖς προσφωνεῖ· Ἧ

οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν

ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Εἴ

τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ

Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές

ἐστε ὑμεῖς.

Ἀλλὰ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας ὁ αὐτὸς Ἀπό-

1093

στολος γράφει· Ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς

ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα, καὶ

ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ

τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διατηρηθείη.

Πῶς γὰρ ὁλοτελῶς ἁγιασθῆναι, καὶ ὁλόκληρον ἔχειν

τις τὸ σῶμα ἑαυτοῦ δύναται, εἰ τὸ σῶμα μὴ πέφυ-

κεν, κακὸν ὂν, ἁγιάζεσθαι; Εἰ γὰρ κακὸν τῇ φύσει

τοῦτο, οὐ δεκτικὸν ἁγιασμοῦ· εἰ δὲ δέχεται τὸ ἀγα-

θὸν, δῆλον ὅτι οὐ φύσει κακὸν, δεκτικὸν ὂν ἀγαθοῦ.

Τὸ γὰρ τῇ φύσει κακὸν, ἀνεπίδεκτον ἀγαθοῦ. Ὥσπερ

τὸ φύσει ἀγαθὸν, ἀνεπίδεκτον κακοῦ.

Γράφει ἐν ἑτέρᾳ Ἐπιστολῇ ὁ αὐτὸς Ἀπόστολος πρός

τινας· Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυ-

σμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιω-

σύνην ἐν φόβῳ Θεοῦ· δεικνὺς καὶ διὰ ταύτης τῆς

λέξεως, ὡς πέφυκεν καὶ ἡ σὰρξ καθαίρεσθαι τῶν

προσαπτομένων αὐτῇ ἐξ ἁμαρτίας μολυσμῶν. Ἀλλὰ

καὶ τὸ πνεῦμα καὶ ἡ ψυχή· εἰ δὲ ἡ σὰρξ κατ' οὐσίαν

ἦν κακὸν, καὶ τὸ πνεῦμα κατ' οὐσίαν ἀγαθὸν, οὐδ' ἂν

τὸ πνεῦμα μολυσμὸν εἶχεν, οὔτε μὴν ἡ σὰρξ ἀπὸ

μολυσμοῦ ἐκαθαίρετο. Προστάττει δὲ ἑκάτερα καθᾶ-

ραι ἀπὸ μολυσμοῦ, λέγων καὶ τὸν τρόπον τῆς κα-

θάρσεως. Ἐπιτελοῦντες γὰρ, φησὶν, ἁγιωσύνην ἐν

φόβῳ Θεοῦ. Εὖ δὲ καὶ τὸ εἰπεῖν· Ἐν φόβῳ Θεοῦ·

δεικνὺς τὸ ὑπήκοον ἔχειν ἐξ αὐτῶν, καὶ οὐκ ἐξ ἀνάγ-

κης. Εἰ δὲ ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,

καθαίρομεν τὴν ἑαυτῶν σάρκα ἀπὸ μολυσμοῦ καὶ τὸ

πνεῦμα· δῆλον, ὅτι ἐγγινομένης ἐν ἡμῖν τῆς ἁγιω-

σύνης τοῦτο γίνεται· Ὥσπερ γὰρ καθαίρεται ἀγνοίας

ψυχὴ, καὶ ἀδικημάτων, παρουσίᾳ ἐπιστήμης καὶ

δικαιοσύνης (ἡ γὰρ ἀποφυγὴ τῆς κακίας ἀρετῆς

εἴσοδον ἐργάζεται ἐκ τοῦ ἐναντίου)· οὕτως παρου-

σίᾳ ἁγιασμοῦ καθαίρεται ἡ σὰρξ μολυσμοῦ καὶ τὸ

πνεῦμα. Πνεῦμα δὲ ἐν τούτοις τὴν ψυχὴν λέγει,

ὥσπερ καὶ ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων Στέφα-

νος ὁ ἀπόστολος καταλευόμενος, καὶ μέλλων ἀποθνή-

σκειν, εἶπεν εὐχόμενος· Κύριε Ἰησοῦ, δέξαι τὸ

πνεῦμά μου. Οὐδὲ γὰρ ἄλλο τι ἐν τούτοις ἔλεγε τὸ

πνεῦμα ἑαυτοῦ, ἢ τὴν ψυχήν.

Εἰ οὖν διὰ πλειόνων ἡ σὰρξ καὶ τὸ πνεῦμα, ὁτὲ μὲν

ἁμαρτίας, ὁτὲ δὲ ἁγιασμοῦ, καὶ πρὸς τὸ δοξάζειν

τὸν Θεὸν ἔχοντα λέγεται· οὐδὲν τούτων φύσει κακὸν,

ἢ ἀγαθόν ἐστιν· ἀλλ' αὐτεξουσίως ἑκατέρων δεκτικόν·

ἢ παρὰ τὴν χρῆσιν τοῦ ἔχοντος ἀνὰ μέρος δέχεται,

ὁτὲ μὲν ἁμαρτίας εἶναι, ὁτὲ δὲ ἁγιασμοῦ; Εἰ δὲ καὶ

τὸ ῥητὸν ἀγνοοῦντες, ἀφ' οὗ προφέρουσιν ἁμαρτίας

εἶναι τὴν σάρκα, τοῦτο νομίζουσιν· ἀλλ' ἡμεῖς ὅλον

αὐτὸ θέμενοι, τὴν διάνοιαν φανερὰν ποιήσομεν. Ἔχει

δὲ οὕτως.

Ὁ Θεὸς τὸν Υἱὸν ἑαυτοῦ πέμψας ἐν ὁμοιώμα-

τι σαρκὸς ἁμαρτίας, περὶ ἁμαρτίας κατέκρινεν

τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ὃ λέγει τοιοῦτόν ἐστιν.

1096

Ἡ πάντων ἀνθρώπων σὰρξ, ἐκ συνδυασμοῦ ἔχει τὸ

εἶναι, δίχα τοῦ πρωτοπλάστου, καὶ οὗ ἀνέλαβεν ὁ

Σωτήρ. Οὐκ ἂν γὰρ ἄλλως σῶμα ἀνθρώπου γένοιτο,

μὴ ἐπιπλακέντος τῷ θήλει τοῦ ἄῤῥενος. Ἐπεὶ οὖν ὁ

Σωτὴρ ἐκ μόνης τῆς Παρθένου ἔλαβε σῶμα, τὴν ἀρ-

χὴν οὐκ ἔχον ἐκ συνουσίας, ὁμοίωμα τὴν σάρκα τὴν

Κυριακὴν εἶπε τῆς σαρκὸς τῆς ἐκ συνουσίας. Οὐ γὰρ

καθάπαξ εἶπεν, ὁμοίωμα σαρκὸς αὐτὸν ἔχειν, ἀλλ'

ὁμοίωμα σαρκὸς ἁμαρτίας. Τὸ δὲ ὁμοίωμα τῆς σαρ-

κὸς ἁμαρτίας, σάρξ ἐστιν, μόνῳ τούτῳ λειπομένη

τῶν ἄλλων σαρκῶν, τὸ ἄνευ ἀνδρὸς ἐσχηκέναι τὴν

ὕπαρξιν. Ἔδει γὰρ τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων

ἐρχόμενον, μὴ ἐκ συνδυασμοῦ σῶμα λαβεῖν. Μηδ' αὖ

ἔξωθεν τῆς τῶν ἀνθρώπων διαδοχῆς, ὥσπερ ὁ πρῶ-

τος ἄνθρωπος, ἵνα μὴ ἑτερογενὲς αὐτοῦ νομισθῇ τὸ

σῶμα. Εἰ γὰρ καὶ αὐτὸς ἐκ τῆς γῆς ἐπέπλαστο, ὡς

ἀρχηγὸς τοῦ γένους τῶν ἀνθρώπων, ὑπόνοιαν ἐλάμ-

βανον οἱ διὰ φαντασίας τὴν δόκησιν εἰσάγοντες, μήτε

ἄρα οὐ κατὰ ἀλήθειαν ἔφερεν ἀνθρώπου σῶμα.

Πάλιν, εἰ ἐκ συνδυασμοῦ ἀνειλήφει σῶμα, οὐκ ἔχων

τὸ παρηλλαγμένον, ἐνομίσθη ἂν καὶ αὐτὸς ὑπεύθυνος

εἶναι ἐκείνῃ τῇ ἁμαρτίᾳ, ᾗπερ καὶ οἱ ἐκ τοῦ Ἀδὰμ

πάντες κατὰ διαδοχὴν ὑπῆρχον. Εἰ δὲ λέγοιεν· Εἰ

σὰρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ συνουσίας ἀνδρὸς καὶ γυ-

ναικὸς τεχθεῖσα, κακὸς ὁ γάμος· ἀκουέτωσαν, ὅτι

Πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, τοῦ ἄραντος τὴν

ἁμαρτίαν τοῦ κόσμου, ἅπαντες οἱ ἄνθρωποι, ὥσπερ

τὰ ἄλλα μετὰ κακίας ἔπραττον, οὕτω καὶ τὸν γάμον

ἁμαρτητικῶς εἶχον. Δι' ὃ τὰ ἐκ τοῦ γάμου γεννώμενα

σώματα νοητέον· Καὶ οὕτως, ἐπεὶ μετὰ τὴν ἁμαρ-

τίαν ἡ σύνοδος γέγονεν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, διὰ

τοῦτο σὰρξ ἁμαρτίας εἴρηται. Ἄφθαρτος γὰρ ὢν

πρὸ τῆς παραβάσεως, φθαρτὸς γεγένηται παραβάς·

καὶ οὕτως ἡ διαδοχὴ τὸ φθαρτὸν ἔχει. Ὁμοίωμα οὖν

τῆς σαρκὸς ταύτης εἶχεν ὁ Σωτὴρ, εἰ καὶ μὴ εἶδεν

ἡ σὰρξ αὐτοῦ διαφθοράν. Ἀλλ' ἐπιδημήσαντος τοῦ

Σωτῆρος, ὡς ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφαίρεσις

ἁμαρτίας γέγονεν, οὕτω καὶ ἀπὸ τοῦ γάμου. Νῦν

γοῦν οἱ κατὰ τὸ Εὐαγγέλιον βιοῦντες ἔχειν δύνανται

τίμιον γάμον καὶ κοίτην ἀμίαντον, ὡς γράφει Παῦ-

λος τοῖς πιστοῖς· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη

ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.

Διαστέλλων γὰρ τὸν τίμιον γάμον, καὶ τοὺς χρωμέ-

νους αὐτῷ, ἀπὸ πόρνων καὶ μοιχῶν, οὐ πορνείαν,

οὐδὲ μοιχείαν τοῦτον βούλεται εἶναι· ὅθεν οὐδὲ ἁμαρ-

τία ὁ γάμος.

Καὶ ἑτέρως δὲ φυσικώτερον λεχθήσεται· Ἡ παρ-

θενία θεῖόν τι χρῆμα τυγχάνει, καὶ ὡς ἐν ἀρεταῖς

ὑπάρχει. Εἴ τις οὖν συγκρίνων ταύτῃ τὸν γάμον, λέ-

γοι αὐτὸν ἁμαρτίαν εἶναι, οὐκ ἀπολελυμένως ἁμαρ-

τία ἐστίν. Τὸ γὰρ κακὸν οὐ συγκρίσει τοῦ ἀγαθοῦ κα-

1097

κόν ἐστι, καθ' ἑαυτὸ ὂν τοιοῦτο. Εἴ ποτε γοῦν ὡς

πρὸς ἀγαθὸν λέγοιτό τι κακὸν, καὶ αὐτὸ ἀγαθὸν εἴη,

ὑποδεέστερον τοῦ προκρινομένου αὐτοῦ ἀγαθοῦ. Οἱ

τοίνυν τῷ Εὐαγγελίῳ προσερχόμενοι, προηγουμένως

προσέρχονται αὐτῷ ἐπὶ τῷ θεοσεβεῖν, καὶ κατὰ Θεὸν

γενέσθαι σοφοί. Οὗτοι ἑπομένως ἔχουσι τὸ πολεμεῖ-

σθαι ὑπό τινων· καὶ γὰρ δεῖ τούτους βεβαίως ἀναλα-

βεῖν τὸν Χριστιανισμόν. Προσγίνεται δὲ ἡ βεβαιότης

ἐκ τῆς κατὰ τοὺς πειρασμοὺς γυμνασίας. Ὅθεν ἀνάγ-

κη ἀγῶνας αὐτοὺς ὑπομένειν. Καὶ ὥσπερ οἱ ἀγωνο-

θετοῦντες, εἰ τοῦ εὐλόγου φροντίζοιεν, οὐχ ὡς ἔτυχεν

τόνδε μετὰ τοῦδε συμβάλλουσιν· ἀθλητὴν, ἀλλὰ σὺν

ἀκριβείᾳ πολλῇ, εἰς τὴν ἀναλογίαν τῆς ἑκάστου δυ-

νάμεως σκοποῦντες· οὕτως καὶ ὁ ἡμέτερος ἀθλοθέ-

της Χριστὸς οὐ πάντας τοῖς αὐτοῖς ἀνταγωνισταῖς

συζεύγνυσιν. ἀλλὰ κατὰ τὴν ἡλικίαν καὶ τὴν δύναμιν

ἑκάστου τὸν ἀντίπαλον δίδωσιν. Κορινθίοις γοῦν, νη-

πίοις οὖσιν ἔτι, τῶν παθημάτων τῆς σαρκὸς περι-

έχεσθαι Παῦλος γράφει· Πειρασμὸς ὑμᾶς οὐκ εἴλη-

φεν, εἰ μὴ ἀνθρώπινος. Οἱ γὰρ πειρασμοὶ τούτων,

καὶ οἱ ἀγῶνες, πρὸς τὰ ἀνθρώπινα πράγματα τὴν

ἀναφορὰν ἔχουσι. Περὶ ἑαυτοῦ δὲ καὶ τῶν παραπλη-

σίων, ἰσοῤῥόπων τε καὶ ἰσοσθενῶν, γράφων φησίν·

Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ

πρὸς τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμο-

κράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· μονονουχὶ

τοῦτο λέγων· Ἡμῖν τοῖς ὑπεραναβεβηκόσιν οὐκέτι

πρὸς αἷμα καὶ σάρκα, τοῦτ' ἔστιν ἀνθρώπινα, ἡ πάλη,

ἀλλὰ πρὸς τὰ ὑπεραναβεβηκότα τάγματα τῶν ἀντι-

πάλων· εἰσὶν δὲ ταῦτα εἴδη λογικῶν, πονηρῶν γενο-

μένων προαιρετικῶς.

Μηδεὶς δὲ ὑπολάβῃ, ὅτι εἴδη λογικῶν πονηρῶν εἰ-

ρηκότες, οὐσίαν πονηρὰν λέγομεν. Ἔστιν γὰρ εἴδη

καὶ γένη καὶ τῶν προαιρετικῶν ὑπαρχόντων. Λέγομεν

γοῦν εἴδη σπουδαίου εἶναι, δίκαιον, σώφρονα, φρόνι-

μον. Ἐπεὶ γὰρ ἡ ἀρετὴ γένος, εἰς εἴδη μεριζομένη,

εἰς δικαιοσύνην, σωφροσύνην καὶ τὰ λοιπὰ, ἀνάγκη

τὸν τοῦ γένους μετέχοντα, σπουδαῖον ὄντα, ὡσανεὶ

γένος εἶναι τῶν μετεχόντων τῶν κατ' εἶδος ἀρετῶν·

ὡσαύτως καὶ τῆς ἐπιστήμης γένους οὔσης, γραμμα-

τικῆς, μουσικῆς καὶ τῶν λοιπῶν, τὸν παρονομαζόμε-

νον ἀπὸ τοῦ γένους ἐπιστήμονα, γένος εἶναι τῶν παρ-

ονομαζομένων ἀπὸ τῶν τῆς ἐπιστήμης εἰδῶν φαμεν.

Κἂν τοίνυν πονηρῶν λογικῶν εἴδη λέγομεν, προαιρε-

τικῶς πάντας τοὺς ὑπὸ τὰ εἴδη ταῦτα λέγομεν εἶναι

τοιούτους. Ἀμέλει γοῦν τὰ ὀνόματα τὰ προειρημένα

πονηρὰ, οὐκ οὐσιῶν, ἀλλὰ προαιρετικῶν ἐστιν ἐμφα-

νιστικά.

Τὸ γὰρ διάβολος ὄνομα, οὐκ οὐσίαν, ἀλλὰ προαί-

ρεσιν δηλοῖ. Αὐτίκα γοῦν καὶ τὸν Ἰούδαν, ἄνθρωπον

1100

ὄντα, διάβολον ὁ Κύριος, οὐ διὰ τὴν οὐσίαν, ἀλλὰ διὰ

τὴν προαίρεσιν ὠνόμασεν, λέγων πρὸς πάντας ἅμα

τοὺς μαθητὰς, συναριθμῶν καὶ τὸν Ἰούδαν ἐν αὐτοῖς·

Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ

ὑμῶν διάβολός ἐστιν; Ὧ| ἐπιφέρει συγγραφεύς·

Τοῦτο δὲ εἶπεν περὶ Ἰούδα, τοῦ μέλλοντος προδι-

δόναι αὐτόν. Εἰ γὰρ διὰ τὴν μέλλουσαν προδοσίαν

διάβολος εἴρηται οὐ τότε διάβολος ἦν, ὅτε ἅμα πᾶσιν

ἐκλογῆς ἔτυχεν. Ἐκλεκτὸς μὲν γὰρ ἅμα πᾶσιν γέγο-

νεν, διὰ τὴν προσοῦσαν αὐτῷ τότε ἀρετήν· διάβολος

δὲ τότε ἐχρημάτισεν, ὅτε τὰ τῆς προδοσίας εἰργάσα-

το. Εἰ τοίνυν ἐπὶ τοῦ Ἰούδα τὸ διάβολος ὄνομα πρά-

ξεως προαιρετικῆς δηλωτικόν ἐστιν, οὕτως κἂν ἐπ'

ἄλλου τινὸς ἡ φωνὴ λέγοιτο, προαιρετικόν τι σημαί-

νει. Οἶδεν δὲ καὶ ἡ συνήθεια τὴν χρῆσιν τοῦ ὀνόματος

τούτου. Διαβόλους γοῦν καλοῦμεν τοὺς κατηγοροῦντας

τούσδε τοῖσδε, κἀκείνους τούτοις. Ἐπεὶ οὖν καὶ ὁ

διάβολος Θεὸν ἀνθρώποις διαβάλλει, καὶ ἀνθρώπους

Θεῷ, καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀλλήλοις, ταύτης

ἔτυχεν τῆς ὀνομασίας. Εἰ δὲ καὶ τὸ σατανᾶς ὄνομα

κατηγοροῖτο αὐτοῦ τοῦ διαβόλου, ἴστωσαν, ὅτι καὶ

αὐτὸ τοῦτο προαιρετικοῦ τινός ἐστι δηλωτικόν. Ἑβραϊ-

κὴ γὰρ οὖσα ἡ φωνὴ, οὐχ ἕτερόν τι σημαίνει καθ' Ἑλ-

λάδα φωνὴν, ἢ τὸ ἀντικείμενον· τὸ δὲ ἀντικείμενον

ἐπ' ἀνθρώπου λαμβανόμενον, ἴσον ἐστὶ τῷ ἐχθρὸς,

βλαβερός. Ὡς οὖν ὁ ἐχθρὸς προαιρέσει ἐστὶ τοιοῦτος,

οὕτως καὶ ὁ ἀντικείμενος· ὥσπερ καὶ τὰ τούτων

ἐναντία· τὸ γὰρ φίλος, καὶ εὐνοῶν, καὶ ὁμονοῶν,

καὶ ὁμοφρονῶν, ὀνόματα προαιρέσεών ἐστι δηλωτικά.

Λέγεται γὰρ αὐτὸς οὗτος φίλος καὶ εὐνοῶν, ὥσπερ

διάβολος, καὶ σατανᾶς, καὶ πονηρός. Ὡς ἐν Εὐαγγε-

λίῳ ὁ Σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγειν διδάσκει

ἐν τῇ εὐχῇ τοὺς μαθητάς· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς

εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονη-

ροῦ. Καὶ γὰρ καὶ τὸ τοῦ πονηροῦ ὄνομα προαιρέ-

σεώς ἐστι δηλωτικόν.

Εἰ τοίνυν διὰ πάντων, ὧν σημαίνει, ὁ ἀρχέκακος

καὶ πρῶτος ἀποστάτης τῆς ἀρετῆς προαιρετικῶς ἔστι

τοιοῦτος, οὐ δύναται κατ' οὐσίαν εἶναι κακός· εἰ δὲ

λέγοιεν τοῦτο, ὅτι τῇ οὐσίᾳ κακὸς ἂν ἔτυχεν καὶ τὰ

προαιρετικὰ, δι' ἃ οὕτως ὠνόμασται· ἴστωσαν, ὅτι

ἐν τοῖς οὐσιώδεσιν οὐ παραλαμβάνεται προαίρεσις.

Οὐδεὶς γὰρ λέγει προαιρετικῶς ζῶον εἶναι, ἢ λίθον·

ταῦτα γὰρ οὐσιώδη. Ὅθεν οὐδὲ προαιρετικόν τι· ἐν

ἐκείνοις γὰρ τὰ προαιρετικὰ, ἐν οἷς καὶ ἡ προαί-

ρεσις.

Ἀλλ' ἴσως ἐροῦσιν· Διὰ τί τὸν οὕτω μέλλοντα ἔσεσθαι

βλαβερὸν, ἢ λυμεῶνα, εἰς τὸ εἶναι ἤγαγεν ὁ ἀγαθὸς

Θεός; Ἴστωσαν δὲ τοῦτο λέγοντες, ὅτι οὐχ ἡμῖν μό-

νοις, ἀλλὰ καὶ πᾶσιν τοῖς τιθεμένοις πρόνοιαν ἀντι-

πίπτουσιν. Πολλοὶ γὰρ καὶ ἄλλοι τιθέμενοι πρόνοιαν,

ἐκ Θεοῦ λέγουσιν εἶναι πάντα τὰ λογικὰ ζῶα, ἐν οἷς

φύεται καὶ ἡ κακία. Εἰ οὖν περὶ τοῦ διαβόλου ταῦτα

1101

λέγουσιν, καὶ περὶ πάντων τῶν λογικῶν ἀναγκάζον-

ται εἰπεῖν τοῦτο. Ὅμως δὲ ἡμεῖς οὐκ ἐκείνους μι-

μούμενοι, φαμέν· Οὐ κακίας αἴτιος ὁ ποιήσας τὸ δυ-

νάμενον ἐξ ἰδίας ῥοπῆς εἰς κακίαν ἐλθεῖν. Λογικὸν

γὰρ κατεσκεύασεν ζῶον, ὃ ἐβούλετο εἶναι ἀπὸ τῆς

ἑαυτοῦ προαιρέσεως ἀγαθὸν, ἔχον εἰς ἑκάτερα ῥέπειν

τὸ αὐτεξούσιον. Ἀγαθὸν γὰρ αὐτὸν ἐβούλετο εἶ-

ναι, ἑκουσίως αἱρούμενον τὸ ἀγαθόν. Οὐδεὶς γὰρ

γενητῶν ἄκων ἀγαθὸς εἶναι δύναται· ἀλλὰ πάντες

οἱ ὄντες ἀγαθοὶ ἑκουσίως εἰσὶν τοιοῦτοι. Ἔδει τοίνυν

τὸν προαιρέσει τῇ ἑαυτοῦ ἀγαθὸν ἐσόμενον, δύναμιν

ἔχειν τὴν αὐτὴν τῇ ἐπιτηδειότητι πρὸς ἀνάληψιν τοῦ

ἀγαθοῦ. Εἵπετο δὲ τὸ δεκτικὸν τοῦ ἀγαθοῦ καὶ

κακοῦ δεκτικὸν εἶναι· οὕτω κατεσκευασμένῳ τῷ

λογικῷ, πρὸς ἀρετὴν καὶ κακίαν δύναμιν ἔχειν,

ἐντολὴ δέδοται ὅπως τὴν μὲν ἀρετὴν κατ' ἐνέρ-

γειαν, τὴν δὲ κακίαν κατ' ἐπιτηδειότητα μόνην ἔχει.

Ὁ γὰρ τοῦ δημιουργήσαντος νόμος προτρέπει, καὶ

ἀλείφει, καὶ συνεργεῖ πρὸς ἀρετὴν, ἀποτρέπων τὴν

φύσιν τῆς κακίας. Κἂν τοίνυν ἐνυπάρχῃ δύναμις κα-

κίας ἐν τῷ λογικῷ, οὐ διὰ τὴν δύναμιν φαῦλον τοῦτο.

Ἀμφοτέρων γὰρ, ἀρετῆς καὶ κακίας λέγω, αἱ δυνά-

μεις καὶ προαιρέσεις. Αἱρούμεθα γὰρ ἀρετῆς ἔχειν

δύναμιν, ἵνα καὶ ἀναλαβεῖν κατ' ἐνέργειαν δυνώμεθα·

αἱρούμεθα καὶ κακίας ἔχειν δύναμιν. Τότε γὰρ αὐτὴν

ἔχομεν, ὅταν ἐν ἐνεργείᾳ τὴν ἀρετὴν ἔχωμεν. Καὶ

οὐχ ἡμῶν μόνων ἡ δόξα αὕτη, ἀλλὰ καὶ πάντων ὀρθῶς

περὶ τῶν λογικῶν ζώων φιλοσοφησάντων.

Κἂν τοίνυν τὴν οὐσίαν τὴν καλουμένην διάβολον

ὁ Θεὸς ἐποίησεν, οὐχὶ διάβολον αὐτὴν ἐδημιούργη-

σεν, ἀλλὰ δεκτικὴν ἀρετῆς, ἵνα ταύτην ἔχῃ· καὶ δε-

κτικὴν κακίας, ἵνα ταύτης ἀπέχηται. Ἐπεὶ γὰρ ἀσυν-

άρπακτος ἡ ἀρετὴ τῇ κακίᾳ, φίλη δὲ τῷ Θεῷ ἡ

ἀρετὴ, ἀμφοτέρων τὰς δυνάμεις ἐνιεὶς τῷ λογικῷ

διὰ τοῦτο ἐνῆκεν αὐτὰς, ἵνα τὴν μὲν εἰς ἐνέργειαν

μεταλάβωμεν, τῆς δὲ ἑτέρας δυνάμεως τοῦ τέλους,

ὅπερ ἐστὶν ἡ ἐνέργεια, ἀπεχώμεθα. Ὥστε γέγονεν πᾶν

λογικὸν ἐπὶ τῷ σπουδαῖον εἶναι, καὶ μὴ φαῦλον. Εἴ

τινα οὖν τῶν λογικῶν τὴν ἐναντίαν δεδράμηκεν τῷ

πεποιηκότι καὶ προνοουμένῳ, οὐ τοῦ ποιήσαντος καὶ

νομοθετήσαντος ἡ αἰτία, ἀλλὰ τῶν ἀντιτεινάντων

πρὸς τοὺς δοθέντας καὶ πρὸς τοὺς προνοουμένους

νόμους.

Ὁρῶμεν γοῦν καὶ εἰς ἡμᾶς αὐτοὺς, ἀεὶ ταῦτα γι-

νόμενα, ἃ παιδεύομεν τὰ τέκνα, κατ' ἐπιστήμην αὐ-

τὰ ἀνάγειν βουλόμενοι, ἵνα καὶ ταύτην ἐνεργῶσιν·

οὐ πάντως δὲ οὕτως ἐνεργοῦσιν, ὡς ἐδιδάχθησαν· ἀλλ'

ἔστιν ὅτε ἐναντίως πολλοὶ υἱοὶ παρὰ πατέρων ἰατροὶ

ἀνατραφέντες, οὐ δεόντως χρῶνται τῇ ἰατρικῇ, τὰ

νοσοποιὰ ἀντὶ τῶν ὑγιεινῶν τοῖς κακουμένοις προσ-

άγοντες· καὶ οὐ δήπου ἡ ἰατρικὴ, ἢ ὁ ταύτην παι-

1104

δεύσας, αἴτιος. Οὐ γὰρ οὕτως ἐδίδαξεν, ἵν' οὕτως

ποιῇ. Πράττει γὰρ οὐχ ὡς ἔμαθεν ποιεῖν. Πάλιν νό-

μους παιδεύομέν τινας, ἵνα συνιστῶνται τῷ δικαίῳ,

καὶ τὴν ἀδικίαν παραιτῶνται. Ἀλλὰ κακοήθως ἔνιοι

αὐτῶν τοῖς νόμοις προσιόντων, τὸ ἀνάπαλιν ποιοῦσιν.

Καὶ οὔτε τὸν νόμον, οὔτε τὸν νομοθέτην αἰτιώμεθα.

Εἰ γὰρ αὐτοὶ τῆς ἀδικίας αἴτιοι ἦσαν, οὐκ ἂν ἐκόλα-

ζον τοὺς ἀδίκους. Καὶ γὰρ καὶ τοῦτο τοῦ βουλήμα-

τος αὐτῶν ὑπάρχει, Τὸ κολαστέον τὸν ἄδικον εἶ-

ναι· καὶ ὁ Θεὸς κολάζει τὸν σατανᾶν, καὶ τοὺς παρα-

βάντας τοὺς ἀπὸ Θεοῦ τεθέντας νόμους. Τισὶν γὰρ

φαύλοις λέγει· Ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον,

τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις

αὐτοῦ.

Ἴστωσαν τοίνυν οἱ τούτοις ἀντιλέγοντες, μαχόμενα

ἑαυτοῖς λέγοντες. Εἰ γὰρ κατ' οὐσίαν κακὸς ἦν ὁ διά-

βολος, καὶ ἀλλότριος τοῦ ἀγαθοῦ Θεοῦ, δυνάμενος αὐ-

τῷ ἰσοσθενὴς εἶναι· οὐδὲ κόλασιν ἡτοίμαζεν αὐτῷ,

οὐδὲ βάλλειν αὐτὸν εἰς τὴν κόλασιν ἠδύνατο· λέγει

δὲ ἡτοιμάσθαι πῦρ τῷ διαβόλῳ. Καὶ τοῦτο δὲ ῥητέον·

Εἰ ἄτρεπτος ὁ ἀγαθὸς Θεός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν,

καὶ ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ὡς μὴ ἄλλοτε ἄλλως

ἰσχύειν, καὶ ἄλλοτε ἄλλως· ἔμελλε δὲ μετὰ πολλὴν

βλάβην καὶ ἀπώλειαν πολλὴν, πυρὶ αἰωνίῳ παραδι-

δόναι τὸν σατανᾶν, διὰ τί μὴ ἐξ ἀρχῆς τοῦτο ἐποίει,

ὅτε ἐπανῆλθεν αὐτῷ, καὶ μέρος ἔλαβεν αὐτοῦ; Δικαιό-

τερον γὰρ τότε μᾶλλον τιμωρίαν ὥριζεν κατ' αὐτοῦ,

ὡς κατὰ μείζονος πλημμεληθέντος. Νῦν μὲν γὰρ ἀν-

θρώπους βλάπτει· τότε, κατ' αὐτοὺς, αὐτὴν ἔβλαψεν

τὴν θεότητα, ὥσπερ καὶ φρονοῦσιν. Νόμος δὲ καὶ

ἀγανάκτησις δικαία ἐστὶ μᾶλλον ἡ κατὰ τῶν κατὰ

βασιλέως τολμώντων, ἤ τινων τῶν ὑπηκόων. Εἰ γὰρ

ταῦτα οὕτως φρονητέα, ἢ ἄγνοιαν προσάψουσι τῷ Θεῷ

τότε, τοῦ πῶς τιμωρήσεται καὶ ἐμποδίσῃ τὸ κακὸν,

ἢ ἀδυναμίαν. Ἀλλ' οὐδέτερον τούτων περὶ τὸν ἀγα-

θὸν Θεόν· οὐκ ἄρα ἀγενήτως ἐχθρὸς ἂν Θεοῦ ἐπαν-

έβη κατ' αὐτοῦ· ἀλλὰ γενόμενος ἐπὶ τῷ εἶναι ἀγα-

θὸς, τὴν μὲν δύναμιν τῆς ἀρετῆς ἀτελῆ ἐφύλαξεν,

τὴν δὲ τῆς κακίας ἐπιτηδειότητα εἰς ἐνέργειαν ἤγα-

γεν· δι' ὃ καὶ κολαστέος, καὶ εἰκότως μετὰ πολὺ τι-

μωρίᾳ ὑπεβλήθη.

Εἰ δὲ κἀκεῖνο προφέροιντο, τὸ λεχθὲν ὑπὸ τοῦ Βα-

πτιστοῦ Ἰωάννου τοῖς μεθ' ὑποκρίσεως εἰς τὸ βάπτι-

σμα ἐλθοῦσιν, οὕτως ἔχον· Ὄφεις, γεννήματα ἐχι-

δνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελ-

λούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς

μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι

πατέρα ἔχομεν τὸν Ἀβραάμ. Δύναται γὰρ ὁ Θεὸς

ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.

Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων

κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν

ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἀκουέτωσαν,

ὅτι οὐ δύνανται προφέρειν, ἀφ' ὧν μὴ παραδέχονται.

1105

Οὐ γὰρ δέχονται τὸν Βαπτιστὴν Ἰωάννην, τυγχάνον-

τα ἕνα τῆς Παλαιᾶς Γραφῆς. Ὅμως δὲ καὶ οὕτως

ῥητέον πρὸς αὐτούς· Διὰ πάσης τῆς συμφράσεως

ἀναιρεῖ τὸ φύσει ἀγαθοὺς καὶ φύσει εἶναι κακούς.

Λέγει γὰρ πρὸς αὐτούς· Ποιήσατε οὖν καρπὸν

ἄξιον τῆς μετανοίας. Μετάνοια δὲ καὶ καρπὸς αὐτῆς

οὐ πίπτει, οὔτε πρὸς τὸν κατ' οὐσίαν κακὸν, οὔτε

πρὸς τὸν φύσει ἀγαθὸν ὄντα. Πῶς γὰρ ὁ αἰεὶ ἀγαθὸς

χρῄζει μετανοίας; ἢ πῶς ὁ φύσει κακὸς χρήσηται τῷ

ἀγαθῷ τῆς μετανοίας; Ὁ γὰρ κατ' οὐσίαν ὢν κακὸς,

ἐκτραπῆναι τῆς ἁμαρτίας οὐ δύναται· ἀλλ' οὐδὲ ἐπ'

ὠφελείᾳ μετάνοια γίνεται τοῦ ἀγαθοῦ. Ἔτι μὴν καὶ

ἐκ τῶν λίθων, τῶν δεικνυμένων ὑπ' αὐτοῦ, λέγει τέ-

κνα ἐγερθήσεσθαι τῷ Ἀβραάμ· λίθους δὲ λέγων τοὺς

ἠλιθίους, καὶ ἔτι ἐμμένοντας τῇ κακίᾳ ἀνθρώπους.

Εἰ γὰρ μετανοήσαιεν οὗτοι, καὶ πιστεύσαιεν τῷ Θεῷ,

τέκνα τοῦ Ἀβραὰμ ἔσονται, ὃς διὰ τοῦτο ἄνθρωπος

Θεοῦ ἐχρημάτισεν, ὅτι ἐπίστευσεν εἰς αὐτὸν τὸν Θεὸν, ὡς τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λο-

γισθῆναι.

Ἐπεὶ δὲ κἀκεῖνο ἠκούσαμεν λεγόμενον ὑπ' αὐτῶν

πρὸς τοὺς ἐκ τοῦ Ἀβραὰμ καὶ τῶν ἄλλων ἁγίων ἀν-

δρῶν γεγεννημένους, τὸ, Ὄφεις, γεννήματα ἐχι-

δνῶν, λεγόμενον, ἐχίδνας τοὺς ἀμφὶ τὸν Ἀβραὰμ δηλοῖ·

ἴστωσαν μαχόμενα τῇ ἀκολουθίᾳ τοῦ κεφαλαίου λέ-

γοντες. Ἐλέγχει γὰρ αὐτοὺς, ὡς μὴ τοῦ Ἀβραὰμ

ὄντας, ἀλλ' ἐχιδνῶν γεννήματα, προσποιουμένους

καὶ μάτην αὐχοῦντας εἶναι τοῦ Ἀβραάμ. Λέγει γὰρ

ἐν ἑτέρῳ κεφαλαίῳ ὁ Σωτὴρ πρὸς αὐτούς· Τοῦτο

Ἀβραὰμ οὐκ ἐποίησεν (ὃν λέγετε πατέρα ὑμῶν

εἶναι ψευδόμενοι). Εἰ γὰρ τέκνα ἦτε τοῦ Ἀβραὰμ,

ἐποιεῖτε ἂν τοῦ Ἀβραὰμ τὰ ἔργα. Ἀλλ' ὑμεῖς ἐκ

τοῦ πατρὸς ὑμῶν ἐστε τοῦ διαβόλου, καὶ τὰς ἐπι-

θυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος

γὰρ ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ

ἀληθείᾳ οὐχ ἕστηκεν. Εὖ δὲ καὶ τὸ εἰπεῖν, Οὐχ

ἕστηκεν, δεικνὺς αὐτὸν πρότερον ἱστάμενον ἐν τῇ

ἀληθείᾳ. Πατέρα δὲ αὐτῶν λέγει τὸν διάβολον, διὰ τὴν

ὁμοίωσιν τῆς τροπῆς καὶ τῆς ποιότητος. Ὥστε οὐ τὸν

Ἀβραὰμ καὶ τοὺς σὺν αὐτῷ ἁγίους ἐχίδνας εἶπεν.

Ἐκ μεταβολῆς γὰρ ἔσχον τοῦτο, τὸ υἱοὶ ἐχιδνῶν εἶ-

ναι, διὰ τὸ αὐτοὺς πονηροῖς κεχρῆσθαι διδασκάλοις,

ὡς εἴρηται, κατὰ ἰδίαν προαίρεσιν. Λέγει τοίνυν ὁ

Ἰωάννης αὐτοῖς· Ἐπεὶ κατὰ μεταβολὴν τὴν ἐξ ἀρε-

τῆς ὄφεις ἠθελήσατε γενέσθαι (οὐδὲ γὰρ κατ' οὐσίαν

ἧσαν τοιοῦτοι), παύσασθε τοῦ εἶναι ἐχιδνῶν γεννήμα-

τα, ὧν ἐθελήσατε τὴν ποιότητα ἔχειν. Πονηροὶ γὰρ

ἐκ πονηρῶν, καὶ ἄδικοι ἐξ ἀδίκων ἐσπουδάσατε εἶναι.

Ἀλλ' ἐπεὶ, διὰ τὸ ἐπὶ τὸ βάπτισμα ἔρχεσθαι, μετα-

νοίας λέγετε σημεῖον φέρειν, προσποιητῶς δὲ τοῦτο

ποιεῖτε, λέγω ὑμῖν· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ

τῆς μελλούσης ὀργῆς; Ὁ γὰρ μετανοῶν, διὰ τοῦτο

μετανοεῖ, ἵνα μηκέτι ἁμαρτάνων φεύγῃ τὴν ἐσομέ-

1108

νην κατὰ τῶν ἁμαρτανόντων ὀργήν. Πυνθάνεται δὲ

τὸ, Τίς ὑμῖν ὑπέδειξεν; ἵνα εἴπῃ ὁ γνησίως ὑπο-

δεικνὺς κακίας ἀναχωρεῖν, οὐ προσποιήσει τοῦτο γί-

νεσθαι. Ὑμεῖς δὲ τοῦτο ποιεῖτε μεθ' ὑποκρίσεως,

ἐπὶ τὸ βαπτίζεσθαι ἐρχόμενοι. Οὐκ ἄρα καθαρθήσε-

σθε. Ὁ γὰρ ἀληθῶς καθαρθῆναι βουλόμενος ἀφ-

ίσταται ἁμαρτημάτων, καὶ τῆς τοιαύτης μετανοίας

καρπὸν φέρει, τὰ τῆς ἐναντίας τῇ ἁμαρτίᾳ ἕξεως ἔρ-

γα ποιῶν. Ἀλλὰ τοῦτο μὲν ὑμεῖς οὐ πεποιήκατε,

ἑαυτοὺς κατακρίναντες, φάσκοντες πατέρα τὸν

Ἀβραὰμ ἔχειν. Ἀλλ' οὐ τοῦθ' ὑμᾶς ὠφελήσει, τὸ

οἴεσθαι τέκνα τοῦ Ἀβραὰμ εἶναι, ἀλλὰ τὸ εἶναι αὐ-

τοῦ τέκνα, καὶ τῇ πίστει καὶ τῇ ἀπὸ εἰδώλων φυγῇ.

Κἂν τοίνυν ποτὲ τέκνα τοῦ Ἀβραὰμ γεγόνατε, οὐ

τοῦτο ὑμᾶς σώσει. Καὶ γὰρ τοὺς νῦν μὴ ὄντας αὐ-

τοῦ τέκνα δύναται ὁ Θεὸς τέκνα αὐτοῦ ποιῆσαι. Ὥστε

σώζεται ὁ ὢν τοῦ Ἀβραὰμ τέκνον κατὰ τὴν ἀρετὴν,

οὐχ ὁ γενόμενος αὐτοῦ τέκνον κατὰ σάρκα μόνον, κἂν

δὲ γένηται, μὴ μέγα φρονείτω· μετάπτωτον γὰρ τὸ

τοιοῦτο. Ἀμέλει γοῦν καὶ οἱ μὴ ἔχοντες αὐτὸ κτή-

σασθαι αὐτὸ δυνήσονται. Καὶ γὰρ ὁ Παῦλος, οὓς

τῇ σαρκὶ οὐ γεγέννηκεν, λέγει· Ἐν γὰρ Χριστῷ

διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.

Ἀλλὰ ταῦτ' ἀκούοντες μὴ καταφρονεῖτε, ὡς βρα-

δυνούσης τῆς κατὰ τῶν ἁμαρτανόντων ὀργῆς. Ἤδη

γὰρ δι' αὐτοῦ τοῦ ἁμαρτάνειν ὁ φαῦλος παροῦσαν

ἔχει τὴν κόλασιν, κολαστέος ὑπάρχων. Δι' ὃ ἴστε τὴν

ἀξίνην ἤδη ταῖς ῥίζαις ἐγγίζουσαν τῶν δένδρων. Δέν-

δρα δὲ οὐκ αἰσθητὰ λέγει, ἀλλ' ἀνθρώπους κατὰ κα-

κίαν πεποιημένους. Ῥίζα δὲ τῶν δένδρων τούτων ἡ

χειρίστη ἕξις, ἀφ' ἧς καρπὸς οὐκ ἐδώδιμος, ἀλλὰ δη-

λητήριος γίνεται. Αὐτὸν οὖν οὐ καλὸν καρπὸν εἶπεν.

Κἂν τοίνυν ἡ ἀξίνη τὴν κόλασιν σημαίνει, τὸ δὲ κακὸν

δένδρον τὸν ἁμαρτάνοντα ἄνθρωπον, οὐ μαχόμεναι

φύσεις αὗται· ἀπειλεῖται γὰρ ἡ κόλασις ἐπὶ τῷ μετα-

βαλεῖν τὰ δένδρα. Ὁ γὰρ ἀπειλῶν τοῖς ἁμαρτά-

νουσιν, δι' αὐτῆς τῆς ἀπειλῆς μεταποιῆσαι βούλεται.

Εἰ τοίνυν διὰ τῆς ἀπειλῆς τῆς ἀξίνης, τῆς μελλούσης

ἐκκόπτειν τὰ σαπρὰ δένδρα, πείθει αὐτοὺς παύσα-

σθαι τοῦ μὴ κακὸν καρπὸν φέρειν, ἀλλὰ καλόν·

οὐ φύσει κακὸν τὸ δένδρον, οὐδὲ φύσει κακὴ ἡ κό-

λασις.

Ἀλλ' ἴσως ἐροῦσιν· Εἰ μεταποιεῖ φαύλους ἡ κόλα-

σις, ἀγαθὸν αὐτὴν εἶναι· εἰ δὲ ἡ κόλασις ἀγαθὸν,

ἐναντία δὲ ταύτῃ ἡ ἐπαγγελία, τὰ δὲ ἐναντία οὐ δύ-

νανται ἅμα ἀγαθὰ εἶναι· ἡ ἄρα ἐπαγγελία κακόν.

Μὴ κακοῦ δὲ τῆς ἐπαγγελίας, ἀλλ' ἀγαθοῦ οὔσης, ἡ

κόλασίς ἐστι κακόν. Εἰ δὲ κακὸν ἡ κόλασις, οὐχ ὁ

Θεὸς, ἀλλ' ὁ Σατανᾶς αὐτὴν ἐπιφέρει. Ἐπιφέρει δὲ

ὁ Σατανᾶς τὴν κόλασιν οὐ τοῖς ἑαυτοῦ· εἰσὶν γὰρ, ὡς

αὐτὸς, πονηροὶ, καὶ ἀνάγκη καὶ αὐτὸν ὑποπίπτειν

τῇ κολάσει· τῷ ἄρα ἀγαθῷ ἐποίσει αὐτήν. Ἀλλ' ἀδύ-

νατον τοῦτο· οὐκ ἄρα ὁ πονηρὸς αὐτὴν ἐπιφέρει, ἀλλὰ

Θεός. Πᾶν δὲ τὸ ὑπὸ Θεοῦ ἐπιφερόμενον, χρησίμως

1109

ἐπιφέρεται, τυγχάνον ἢ ἀγαθοῦ ποιητικὸν, ἢ κω-

λυτικὸν κακοῦ. Ὁ ἄρα Θεὸς κωλύειν τὸ κακὸν βου-

λόμενος, ἐπιφέρει τοῦτο· οὐκ ἂν δ' ἐπεχείρει κωλύειν

τὸ κακὸν, εἰ μὴ δυνατὸν ἦν κωλύεσθαι τὸ κακόν. Κω-

λυόμενον δὲ τοῦτο οὐ δύναται εἶναι φύσει καὶ ἀγένη-

τον. Ἐσφάλησαν δὲ καὶ ἐν τούτῳ οἱ ἀμαθεῖς, νομί-

σαντες ἐναντίον εἶναι τὴν κόλασιν τῇ ἐπαγγελίᾳ· ἑκα-

τέρα γὰρ ἀνταπόδοσίς ἐστιν, ἡ μὲν τοῖς ἀγαθοῖς μι-

σθὸν φέρουσα, ἡ δὲ τιμωρίαν κατὰ τῶν ἑκουσίως πα-

ραβεβηκότων τοὺς θείους νόμους.

Σειρὰ ἑνὸς καὶ πεντήκοντα ὑπομνηματισμῶν εἰς τὴν Ὀκτάτευχον καὶ τὰ τῶν Βασι-λειῶν, ἤδη πρῶτον τύποις ἐκδοθεῖσα ἀξιώσει μὲν τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡγεμόνος πάσης Οὐγκρο-βλαχίας Κυρίου Κυρίου Γρηγορίου Ἀλεξάνδρου Γκίκα· ἐπιμελείᾳ δὲ Νικηφόρου ἱερομονάχου τοῦ Θεοτόκη. ἘνΛειψίᾳ τῆς Σαξονίας, ἐν τῇ τυπογραφίᾳ τοῦ Βρειτκόπφ. Ἔτει ͵αψοβʹ. ΚΕΦ. Αʹ, στ. ιδʹ. Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτωσανφωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦ-σιν τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέ-ρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Διδύμου. Ὅθεν καὶ οἱ φωστῆρες τῇ τετάρτῃ ἡμέ-ρᾳ γενόμενοι, διὰ τὸν περὶ αὐτοὺς λόγον, ἅτε μείζουςὄντες ἐν ταύτῃ λέγονται γεγενῆσθαι. Ἡ γὰρ τετρὰς,δυνάμει οὖσα δεκὰς, τιμία ὑπάρχει· μονὰς γὰρ, καὶδυὰς, καὶ τριὰς, καὶ τετρὰς, ἀλλήλοις συντεθεῖσαιτὴν δεκάδα ποιοῦσι· διὰ πάσης γὰρ τῆς Γραφῆς ἡδεκὰς ὑμνεῖται· καὶ γὰρ δέκα λόγους Μωσῆς δέδωκε,καὶ δεκάται παρέχονται. Ὥσπερ δὲ τὸ ὕδωρ, πρότε-ρον διακεχυμένον κατὰ πρόσωπον πάσης τῆς γῆς,ὕστερον τῇ τρίτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς εἰς συν-αγωγὴν μίαν, ἐποίησε τὰς θαλάσσας, καὶ τοὺς ποτα-μοὺς, καὶ τὰ φρέατα· οὕτω καὶ τὸ φῶς, τὸ ἐν ἀρχῇκτισθὲν, πρότερον διακεχυμένον, ἀθρόως ὕστερον τῇτετάρτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς, ἐποίησεν ἐξ αὐ-τοῦ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς λοιποὺςἀστέρας. Οὐχ ὅτι ἄλλο τι παρὰ τὴν ἡμέραν ὁἥλιος. ΚΕΦ. Γʹ, στ. ιθʹ. Ἀκάνθας καὶ τριβόλους ἀνα-τελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. Διδύμου. Τί γὰρ ἐκ τῆς τοῦ σώματος ἀκολουθίαςοὐκ ἐπώδυνόν ἐστιν, ἡδονῶν τε καὶ μεριμνῶν ἐξ αὐ-τοῦ φυομένων; Ταύτας γὰρ εἶναι τὰς ἀκάνθας ὁ Σω-τὴρ ἐμήνυσεν, αἵτινες συμπνίγουσι τὸν ὑπ' αὐτοῦκαλούμενον σπόρον, ἐὰν ὁ δεξάμενος μὴ εἰς βάθοςτοῦτον ὑποδέξηται. Στ. κεʹ. Καὶ ἔταξε τὰ χερουβὶμ, καὶ τὴν φλογί-νην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴνὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Διδύμου. Ῥομφαία εἴρηται στρεφομένη, ἵναστραφέντος ἀπὸ κακίας εἰς ἀρετὴν τοῦ ἀνθρώπου,καὶ αὐτὴ στραφῇ τὴν εἴσοδον παρέχουσα. Εἰ τοίνυντῆς εἰσόδου τινὶ γένοιτο πόθος, διὰ τούτων χειραγω-γεῖται· τῶν μὲν χερουβὶμ, αἰνιττομένων τὴν γνῶσιντὴν ἡμετέραν δόξαν, τότε σὺ ἐπακολουθήσεις, οἷα θε-ράπων δεσπότῃ. Στ. κγʹ. Καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψειτὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθή-σεταί σοι. Διδύμου. Ἡ μὲν προκόσμιος ὕπαρξίς τε καὶ θειό-της δηλοῦται διὰ τοῦ προσώπου· ἡ δὲ δημιουργία καὶπρόνοια, διὰ τῶν ὀπίσω (1). ΚΕΦ. ΛΔʹ, στ. βʹ. Καὶ γίνου ἕτοιμος εἰς τὸ πρωῒ,καὶ ἀναβήσῃ τὸ πρωῒ εἰς τὸ ὄρος τὸ Σινᾶ, καὶστήσῃ μοι ἐκεῖ ἐπ' ἄκρου τοῦ ὄρους. Διδύμου. Οὐ γὰρ ἑτέρῳ τινὶ ἵσταται, ἀλλ' ἢ Θεῷ,ᾧ τὴν δηλωθεῖσαν προκοπὴν διανύσει. Τί δέ ἐστι τὸἑστάναι Θεῷ, ἢ τὸ ἕτοιμον γενέσθαι πρὸς τὸ ἀκροᾶ-σθαι Θεοῦ διδασκαλίαν; Στ. γʹ. Καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ, καὶ μη-δεὶς ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατακαὶ οἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους. Διδύμου. Τοῖς ἀπολειπομένοις τῆς τοῦ Μωϋσέωςτελειότητος μένειν κάτω τοῦ ὄρους προσέταξε. ΚΕΦ. Αʹ, στ. αʹ. Ἄνθρωπος τις ἦν ἐν χώρᾳΤῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Διδύμου. Ὑψηλότερον δὲ, Αὐσῖτις βουλὴ ἑρμη-νεύεται, κατὰ τὴν Ἑλλάδα φωνὴν, ἐν ᾗ ᾤκει ὁ δί-καιος. Ὀξύθυμος μὲν γὰρ μετὰ ἀβουλίας πράσσει·διὸ τυφλὰ παρ' αὐτῷ γεννᾶται, καθάπερ τοῖς κυσὶ,καὶ τὰ πράγματα καὶ τὰ ῥήματα· ὁ δὲ δίκαιος οὐδὲνἀβούλως ποιεῖ, τῷ σοφῷ παραγγέλματι ἐκείνῳ πει-θόμενος· Μετὰ βουλῆς πάντα ποίει. Τὸ δὲ Ἰὼβὄνομα ὑπομονὴ νοεῖται καὶ ἔστιν, ὡς γενέσθαι τοῦ-τον ὃ προεκλήθη, ἢ κληθῆναι ὅπερ ἐγένετο Στ. βʹ. Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυ-γατέρες τρεῖς Διδύμου. Ἐνταῦθα δὲ καὶ ὁ τῶν παίδων κατά-λογος τίμιος παρὰ τῇ Γραφῇ, καὶ λόγοις σύμφω-νος μυστικοῖς. Τίς γὰρ οὐκ οἶδε τὴν ἑβδόμην ἀπ-αρίθμησιν τῶν ἑπτὰ χαρισμάτων μηνύειν τὴν σύν-οδον, ὥσπερ οὖν καὶ τὴν τρίτην ἐκφώνησιν, πρὸς τὸτελειότερον ὁρᾷν καὶ θειότερον; ἵνα μάθωμεν τὴν ἐνΤριάδι πίστιν τῆς ἑβδόμης [ἴσ. ἑβδομαίας] χάριτοςεἶναι δημιουργὸν, καθάπερ τινὰ κεφαλὴν ἐπιτιθεμέ-νην ταῖς ἀρεταῖς. Στ. γʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς,τῶν ἀφ' ἡλίου ἀνατολῶν. Διδύμου. Πρὸς μὲν οὖν τὸ ῥητὸν, εὐγενὴς τοῦ ἀφ'ἡλίου ἀνατολῶν, λέγεται, διὰ τὴν κατὰ σάρκα τοῦἈβραὰμ οἰκειότητα· πρὸς δὲ ἀναγωγὴν, οἱ υἱοὶ τοῦφωτὸς, καὶ τέκνα Θεοῦ δι' ἔργων φωτεινῶν χρηματί-ζονται, οὗτοί εἰσιν οἱ ἀφ' ἡλίου ἀνατολῶν. Ὁ γὰρδίκαιος εὐγένειαν κτᾶται, οὐκ ἀπ' ἀνθρώπων, ἀλλ'ἀπὸ τοῦ φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης, καταλαμ-πομένην. Στ. Ϛʹ. Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραιτοῦ πότου, ἀπέστειλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς,ἀνιστάμενος τὸ πρωῒ, κ. τ. λ. Διδύμου. Καὶ κατὰ τὸν εἰρηκότα, Ἐκ νυκτὸςὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καί·Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, οὐ πρὸςἕτερον ἔργον ὁ μακάριος Ἰὼβ τὸ πρωῒ ἀνίστατο,ἀλλὰ πρὸς Θεὸν [ἴσ. τῷ Θεῷ], ὑπὲρ τῶν παίδων θυ-σίαν προσάγων [ἴσ. προσάξων], κατὰ τὸν ἀριθμὸναὐτῶν· ὅ ἐστι, καθ' ἕκαστον, καὶ εὐτάκτως· οὐδὲνγὰρ συγκεχυμένον ἐν σπουδαίῳ. Ἀλλὰ καὶ μετὰτοῦτο, ὑπὲρ πάντων μόσχον προσῆγε κατὰ τὸν ἴδιοντρόπον, καὶ τῇ τῶν παίδων ἀγωγῇ συνεθίζων. Οὕτωγοῦν καὶ ἐκαθάριζεν αὐτοὺς μετὰ τὸ συντελεσθῆναιτὸν πότον, μετὰ τῆς αἰσθητῆς καθάρσεως, καὶ τὰσυντελοῦντα πρὸς διάνοιαν καθάρσια παραδεικνύς.Φαίνεται γὰρ προφητικῶς καὶ κατὰ νόμον, καὶ κατὰχάριν τὰς θυσίας πληρῶν. Κατὰ νόμον μὲν, τὰς δια-φόρους· κατὰ χάριν δὲ, τὸν ἕνα μόσχον τὸν περὶἁμαρτίας. Καὶ γὰρ ἡ τοιαύτη θυσία τῆς χάριτοςπροεμήνυε τὴν ἀλήθειαν, τὴν μίαν τυποῦσα κατὰσάρκα θυσίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Εἰ δὲ ὁὑπὲρ ἁπάντων προσαγόμενος μόσχος τὸν δι' ἡμᾶςσταυρὸν ὑπομείναντα Σωτῆρα δηλοῖ, συνεπίσκεψαικαὶ μὴ θαυμάσῃς· οὐ γὰρ ἀμύητος ἦν ὁ Ἰὼβ τῆςτοῦ Σωτῆρος ἐπιδημίας, ὁ λέγων, ὅτι αὐτός ἐστιν ὁμέλλων τὸ μέγα κῆτος χειρώσασθαι.