Commentarii in Psalmos 20
- Edition reference
- Commentarii in Psalmos 20–21, ed. L. Doutreleau, A. Gesche, and M. Gronewald, Didymos der Blinde. Psalmenkommentar, pt. 1 [Papyrologische Texte und Abhandlungen 7. Bonn: Habelt, 1969]: 2–228.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
λέγομεν δὲ κα?ὶ τ?ὴ?ν? ζωὴν? [τ]ὴ?ν? [ο]ὐ? [παρονο]μαζομ[ένη]ν?
[ἀπ]ὸ? ζωῆς· οὐ γὰρ μ?ε?|τέχει ζωή, ἀλλὰ αὐτή ἐ?σ?τι?ν? ἡ ζωή.[οὕ]τως οὖ?[ν ζῇ δι]ὰ? τὸν πατέ?ρ?[α].
ἄ?ν?θ?ρ?ω?πος οὖν δι?ά? τ?ι?, | θεὸς δὲ οὐ διά τι. ἀμφότερ?αδὲ συνέ?[δ]ραμε?[ν ἐπὶ το]ῦ? τῆς ἐπιδημίας καιροῦ. ἐπιδημί-
αν | δὲ οὐ πάντως λέγω τὴν? κατὰ σάρκα· πο[λλὰς γὰ]ρ? [ἠ-
θ]έλησ〈εν〉· ἀ?ε?ὶ? ἐπιδημεῖ. καὶ οὕτω γοῦν | ἐξείληφα τὸἐν τῷ Μ[ι]χ?α?ί?ᾳ?· “καὶ σύ, Βηθλεέμ, ο[ἶ]κος τοῦ Ἐπάθα,
[ὀλιγοστὸς] εἶ. ἐκ σοῦ 〈μ〉οι ἐξελεύ|σ〈ε〉ται, καὶ αἱ ἔξοδοιαὐτοῦ ἀπ' ἀρχῆς” ε?[ἰσιν· οὐ γάρ που] νῦν πρ?ότ?ε?ρ?ο?ν? ἐ?ξ?ε?λ?θὼν
παρὰ τοῦ | πατρὸς ἧκεν, ἀφ' οὗ ἡ χρεία τῆς δ?ιοικ?ήσεω?[ς
τῶν σωστ]ικῶν. ὅπως? π?ο?τ?ὲ? γινομένη καὶ | ὅπου ποτὲ γ〈ι〉-νομένη τῆς ἐξόδου αὐτοῦ χρ[εία. διὰ τοῦ]το οὐδὲ μίαν?, ἀλλὰ
πολλὰς ἐξόδους εἶπεν. | “διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιρο[ῦ]τ[ικτού]σ[ης]”. ἡ τελευταί[α ἔξο]δ?ος?, ἡ? τοῦ τοκετοῦ τῆς |
Μαρίας, ἐστίν τις “ἕως καιροῦ τικτούσης”· [ἡ γραφὴ γὰ]ρ
οὐκ αἰνεῖ [τι]κ?τούσ[ας], ἀλλὰ μίαν λέγει | τίκτουσαν ση-μαινομέ?ν?η?ν δ[ι]ὰ τῆς [λέ]ξ?ε?ω?ς?. [τίκτο]υ?[σ]α δὲ κ?[υρί]ω?ς
ἐ?σ?τὶν ἡ μὴ σπέρματα | ἀναλαβοῦσα καὶ κυοφορή[σα]σ?α κα?ὶ?[μ]ο?ρ?φ?ώ?[σασα] κ?α?ὶ? π?ε?ρ?[ιστέ]γ?ουσ[α], ἀλλὰ αὐτὴ τίκτει.
διὰ | τοῦτο ἐκ γυναικὸς γέγονε[ν]. οὐδεὶς τῶν ἄλλ[ων]
ἐκ γυν?[αι]κ?ός, ἀλ?λ?ὰ διὰ γυναικὸς πάντες· | ἐξ ἀνδρῶν δὲπάντες· ἐκ τ[οῦ] ἀνδρ?ὸς γὰρ ἡ γυν[ὴ γίν]εται, κ[αὶ] ο?(ἀνὴ[ρ] διὰ τῆς γυναικός. |
καὶ τοῦτο δὲ ῥητέον, ὅτι αἱ γε[ν]ε?[αλογίαι ἀπα]θῶς? [καὶ]
ἐ?πιστη[μ]ό?ν?[ω]ς καὶ εὐσεβῶς γίνονται, | ὅταν ἀπὸ πατέρωνκατ[άγωνται· δ]ιαβάλλε[ται γὰ]ρ? ἡ γενεα?λ?ογία ἡ ἐκ γυναι-
κῶν. μόνη | οὖν αὕτη ἡ τίκτουσα ἄνευ [ἀνδ]ρ?[ὸς τ]έτοκ?εν?.
κα[ὶ διὰ] τ?οῦτο ἐκ γυναικὸς γέγονεν ὁ σωτήρ, οὐ | διὰ γυ-ναικός, εἰ καὶ πολλοὶ ἄλλοι γ?ί?[νον]ται λέ?[γοντ]ες? ο?ὐ?κ?
3
“[ἐ]κ? [Μ]αρίας”, ἀλλὰ “διὰ Μαρίας”. | δόκη[σ]ι?ν οὖν πρεσ-βεύουσιν πολλοί. καὶ ὁ θεὸς ἐ?[κ τοῦ] π?ατρός ἐστιν καὶ οὐ διά τι, ὁ δὲ
ἄνθρωπος | ἐκ? τ?ο?ῦ Δαυὶδ καὶ τῆς Μαρίας καὶ διά τι. ἕνεκ[α
τῆς] σω?τηρίας τοῦ κόσμου ἐλήλυθεν, ἵνα κατ|αρ?γήσῃ τὸνθάνατον, ἵνα πολλὰ ποιήσῃ το?[ῖς θ]ν?[ητο]ῖς, ἅπερ ἐκ ῥα-
θυμίας ἰδίας ἀποβε|β?[λ]ή?κ?εσαν. τίνος δὴ ταῦτα χά?ριν λέγω; τὰ [λεγόμ]ενα περὶ τ?οῦ σ?ω-
τῆρος δηλοῖ τὴν θεότη|τα?. [καὶ] π?ά[ντ]α? τὰ ἀπαγγελλόμεναπερὶ τῆς [θεότητο]ς ἀσυντρ?[όχα]σ?τ?ά εἰσιν πρὸς ἄλλον τι|-
ν?ά?· μ?ο?ν?ογενὴς γάρ ἐστιν. τὰ δὲ πε[ρὶ] τ?ο?[ῦ ἀνθρώπ]ου λε?-
γ?[όμ]ε?ν?α? κατορθώματα ὡς ἀν|θ?ρ?ώ?που ἅπτεταί πως καὶ τῶν δι-καίων. μ[ι]μ?[η]ταὶ τοῦ [ἀν(θρώπ)ου] γίνονται οἱ σπουδαῖ-
οι. | ο?ὐ? [μ]ιμοῦνται δὲ τὴν θεότητα—τοῦτο γὰρ ἀνό?σ?ι?[όνἐστι]ν—, τὸν? ἄ?[νθ]ρ?ω?πον μιμοῦνται.
ὅσα οὖν | λέγεται περὶ τοῦ? ἀ?νθρώπου, ῥηθείη ἂν καὶ πε-
ρ[ὶ τ]ῶ?[ν ἀγγέλ]ων κ[αὶ περὶ] τῶν τελείων ἀνδρῶν. | ὅσαδ?ὲ λέγεται περὶ τῆς θεότητος, οὐδὲ περὶ ἀ?γ?γ?έ?[λων ο]ὐδὲ
πε?ρ?[ὶ] ἀνθ?ρ?ώ?[πω]ν ἁγίων ῥηθήσεται. | οὐ λ?έγω τινὰ τῶνγενητῶν σοφίαν εἶνα?[ι] ἢ? [ἀπα]ύγασ[μ]α δ[όξ]ης ἢ χαρακ-
τῆρα τῆς θει|κῆς ὑποστάσεως ἢ μονογενῆ τοῦ θεοῦ υἱόν.
[ὅσα] δ?ὲ λέγε?[τα]ι ὡς π?ερ?ὶ ἀνθρώπου, ῥηθείη ἄν, | οἷον·“ζητεῖ[τ]έ με ἀποκτεῖναι, ἄνθρ[ωπον” ὄντ]α, “ὃς τ[ὴν ἀ]-
λήθειαν ὑμῖ[ν] λελάληκα, ἣν | [ἤκο]υσα παρὰ τοῦ θεοῦ”.καὶ ἄλλοι πολλοὶ μ[αθόντε]ς παρὰ το?[ῦ] θεοῦ τὴ?ν ἀλήθεια[ν]
ἐλάλησαν. | οὗ?τ?ος δὲ πλειόνως, οὗτος μειζόνως, ο?[ὗτος ἀ]-
συνκρίτως. καὶ πάλ[ι]ν· “ἐγ[ὼ δ]ὲ ὅτι τὴν ἀλή|[θει]ανὑμῖν λέγω, οὐ πιστεύετέ μοι”. καὶ ἄλ[λοι λέγ]ο?υσιν τὴν
ἀλήθειαν· ἐὰν γὰρ δῶμεν, | [ὅτι] οὐδεὶς τὴν ἀλήθειαν εἶ-πεν ἢ [αὐ]τ?ὸς [ὁ Χ(ριστό)ς, δίδ]ο?μ?ε?[ν] ε?ἰ?ς? τὴν αἵρεσιν
ἀ?κ?ό?νην τὴν ἀ|[ν]ώνυμον. ἔνι ἀνώνυμός τις αἵρεσις [ἡ ἐξανα]τ?[εῖ]λ?αι δ[οκ]οῦσα
ἢ γεγονέναι ἐκ βιβλίων. | κ[αὶ] πολλοὶ βίβλους, συντάξεις,ἔχουσιν καὶ τ[οῦτο λέγουσ]ι?ν?, ὅ?τι οὐδέποτε ἐν ἀνθρώποις
γέγονεν | ἡ? ἀλήθεια εἰ μὴ ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ σωτ[ῆρος]·“ἡ χάρ[ι]ς” γ?ὰρ “καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένε-το”. |
καὶ ὅρα ποῦ συνάγει αὐτοῖς ὁ λόγος· ἐπεὶ βούλον?[ται
τ]ὴν παλαιὰν γραφὴν μὴ ἐκ θεοῦ εἶναι μη|[δ]ὲ τοὺς προφή-τας, λέγουσιν, ὅτι οὐδέπ[οτ]ε [ἡ ἀλήθει]α ε?ἰ?ς? ἀ?[νθ]ρ?ώπο?υ?ς
ἐλήλυθεν εἰ μὴ τῆς ἐπι|δημίας γεγενημένης. ταῦτα δὲ λέγ[ον-τες τὴν μία]ν? θ?ε?ό?τ?ητ[α] δ?ι?ακό?[πτ]ουσιν καὶ ἄλλον λέγουσιν |
τὸν πρὸ τῆς ἐπιδημίας τὸν κοσμοπο[ιό]ν?, [ἄλλον δ]ὲ? ζ?[η]-τ?ο[ῦσιν] π(ατέ)[ρα] Χ?(ριστο)ῦ.
οὐ λέγομεν δὲ ἡμεῖς τοῦτο, | ὅτι ποτὲ ἡ ἀλήθεια ἐκρύ-βη. ἀεὶ τὰς μα[ρτυ]ρ[ίας ἑαυτ]ῆς ἐ?κπ?έ?[μ]π?[ει]. παρὰ τοὺς
ἀνθρώπους | δὲ ἔστιν ἢ ὁρᾶν αὐτὴν ἢ μὴ ὁρᾶν. καὶ ὥ?[σπερ
καὶ] ἐπὶ? τ?[οῦ αἰσ]θη?[το]ῦ? ἡλίου συμβαίνει τὸν | μύοντατὰς ὄψεις μὴ ὁρᾶν, καὶ οὐκ ἤδη [λέγομ]εν μ[ὴ ε]ἶ?[ν]αι
[τὸν] ἥ?λιον, οὕτως οὐ λέγομεν | ὅτι ποτὲ ἡ ἀλήθεια ἐν ἀν-θρώπο[ι]ς οὐ γέγ?[ονεν οὐ] θέλοντες δ[ι]α?κ?ό?ψ?αι τὴν γραφήν.
καὶ λέγω· | ἐάν μοι ἀγάγῃς ἀκροδρύων δύο κ?α?ρ?π?[ῶν, ο]ἷ?ον
συκ?[ῆς καρ]π?ῶ?ν, ἐπεὶ διεῖλες ἀπὸ τῆς ὕλης, | ἀνάγκη καὶφυτὰ ἕτερα καὶ ἕτερ[α εἶναι. οὕτ]ω? τοίν[υν ἀδύνατον] τὴν
4
εὐ?αγγελ?ικὴν παίδευσιν | τὴν ἀλήθειαν εἰς ἀνθρώπους ἠγιο-χένα?ι?, τὴν δὲ πρὸ τῆς ἐπιδημίας τὴν καλουμένην παλαιὰν |
μὴ πεφωτικέναι κατὰ τὴν ἀλήθειαν. ἀναγκαίως προσήκαντο
ἐκ τῶν διαφόρων καρπῶν | καὶ διάφορον ποιότητα· οὐχ ὅτι
ἔστιν διάφορος θεότης, ἀλλὰ τῇ ἐκείνων ἀτόπῳ ἀρχῇ | τοῦ-το ἠκολούθησεν. ἐὰν οὖν ὁ σωτὴρ λέ[γ]ῃ· “ἐγώ εἰμι ἡ ἀλήθεια” καὶ ποι-
μὴν καὶ θύρα καὶ τὰ ἄλλα, | ἀκοινώνητά εἰσιν ταῦτα τὰ ὀ-
νόμα[τα] κ[α]ὶ τὰ ὑφ' αὐτῶν σημαινόμενα πρὸς τοὺς γενη|τούς.ἐὰν δὲ λέγῃ ὅτι· “ἄνθρωπός εἰμι”, ἐὰν λέ?γ?η?ται περὶ αὐτοῦ
ὅτι δίκαιός ἐστιν—“τὸν δίκαιον ἀπεκτείνα|τε”, λέγει ὁΠέτρος—, ταῦτα τὰ ὀνόματα συν[τ]ρ?[ο]χάζει καὶ εἰς ἀνθρώ-πους καὶ ἀγγέλους.
τὸν αὐ|τὸν τρόπον λάβε μοι καὶ ἐπὶ βασιλέως· καὶ ἐπεὶ
{βασιλεὺς} ἔστιν συνφυής τις τοῦ λόγου | βασιλεία, οὐδὲἀναλημπτὴ οὐδὲ ἀπο[βληθ]ῆ?[ν]αι δυναμένη, αὐτὸ τοῦτο βασι-
λεία ἐστίν. | καὶ ὥσπερ οὐ λέγεται δίκαιος ἐκ τοῦ δικαι-
[οσ]ύ?νην ἔχειν, ἀλλὰ αὐτὸ δικαιοσύνη ὤν, οὕτω | καὶ βασι-λεὺς οὐκ ἐκ χειροτονίας εἶναι, [ἀλλ]ὰ? αὐτὸ τὸ β[ασιλεὺ]ς
ἐκ βασιλέως, ὡς θεὸς ἐκ | θεοῦ. ἔχει δὲ καὶ ἐπίκτητον βα-σιλείαν, ἣ[ν ἠθ]έλησεν ἔχε[ιν] ἐ?[π]ιδημῶν, ἵνα καὶ τοὺς
πολε|μοῦντας τὸ τῶν ἀνθρώπων γένος καθέλῃ κ[αὶ] α?ὐ?τ?οὺς
εἰς νομ?[ίμη]ν? ἐ[π]ιστασίαν ἀγάγῃ ὥστε νομί|μως βασιλεύ-εσθαι. ἐὰν οὖν λέγῃ· “ἐγὼ δὲ κα[τε]στάθην βασ[ιλεὺς ὑ]π'
αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ | ἅγιον αὐτοῦ”, οὐ περὶ τῆς συμ-φυοῦς καὶ [ἀι]δίου βασιλείας [λέγει], ἀλλὰ ἧς ἀνεδέξατο
ἡμῶν ἕνε|κα. ἔστιν δὲ ἐπὶ θεοῦ βασιλεία ἡ διδασκαλ[ί]α. ἄλλη οὖν
ἦ[ν ἡ διδα]σκα?λία ἡ πρὸ τῆς ἐπιδημίας | ἣν ἔλεγον ὅτι κατ'αὐτὸν ὡς θεὸς λόγος πρ?ο?φ?έρει, καὶ ἄλλη ἐστὶν ἡ τινῶν ἕνε-
κα. αὕτη οὖν | ἀρχὴν καὶ τέλος ἔχει. εἴρηται γοῦν ἐν ἑνὶτῶ?[ν] δ?ώδεκα πρ[ο]φητῶν· “καὶ κύριος βασιλεύσει ἐκ Σιὼν |
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος”. τὸ “ἀπὸ” κ?α?ὶ? “ἕως” χρό-
νον σημαίνει?. ἀλλὰ ἐὰν περὶ ἀνθρώπου | λέγηται ὅτι ἀπὸ τοῦ-δε τοῦ χρόνου βασιλε[ύει] καὶ ἕως τοῦδ[ε], ἐλάττωσιν αὐ-
τοῦ σημαίνει· πρὸ γὰρ | τοῦ χρόνου ἀφ' οὗ τῆς βασ[ι]λεί-ας ἤρξατο, οὐκ [ἦν] β?ασιλεύς, καὶ [σχούσης τ]έλος τῆς βα-
σιλείας οὐκέτι | βασιλεύς ἐστιν. π?ερὶ? [τοῦ] σ[ωτῆρο]ς δὲοὐ τοῦτο λ[έγο]μεν, ἀλλὰ [ἐβα]σίλευσεν ἀφ' οὗ ἡ{ν} ἐκ χει-
ροτο|νίας ἔσχεν ἀρχήν, κ[αὶ οὐ]κ?[έτι] βασιλεύ?[ει, ὅ]ταν
αὕτη [τ]έλ?ο?[ς ἀπολ]άβῃ· ἐκείνη μὲν γὰρ δι' αὐ|τόν ἐστιν.ὡς ἡ θ?εότης ο?ὐ? δ[ι]ὰ ἄλλον πρόσεστι[ν α]ὐ?τῷ, οὕτως? οὐδ?[ὲ]
ἡ βασιλεία οὐδὲ ἡ ἁγιότης. | “ὁ θεὸς βασιλεὺς ἡμῶν [π]ρὸαἰῶνος”. ἡ δὲ π?[ρὸ αἰ]ῶνος βασιλ?ε?[ία δι' αὐτόν]. πάλιν·
“ἡ βασιλεία σου | βασιλεία πάντων τῶν αἰώνων”. τῷ θεῷ [λ]ό-
γῳ λέγετ[αι τοῦτο. ὁ λ]όγος οὐδὲ ἀρχομένην | ἔχει βασιλεί-αν οὐδὲ λήγ?ουσαν· “κύριος” γὰρ “βασ?[ιλ]εύων τὸν α[ἰῶνα
κ]αὶ ἐπ' αἰῶνα καὶ ἔτι”. ἠπό|ρησεν ἔτι σημᾶναι χρόνον καὶαἰῶνα, κα?ὶ? ε?ἶ?π?εν “καὶ ἔτ[ι”. τ]ὸ? “ἔ?[τι”] ο?[ὕτ]ω λαμβάνομεν·
κἂν | αἰῶνα λάβῃς ἄλλον, ἔτι βασιλεύει, κἂν ἄλλο?ν?, ἔ?τι,
κἂν πάν[τα]ς?, ἔ?τ?ι? βασιλεύει· ἐξ οὗ δείκνυται | ἀτελεύτη-τος οὖσα αὐτοῦ ἡ ἀρχή· ἡ γὰρ βασιλεία ἣ[ν] κατὰ συνκατά-
5
[βα]σιν ἔσχεν, καὶ πεπαύσεταί | ποτε καὶ ἀρχὴν εἴληφεν·διά τι γάρ ἐστιν, διὰ τὴν τοῦ κόσμου σωτηρίαν, διὰ τὴν
ἀφαίρε|σιν “τῆς ἁμαρτίας τοῦ κόσμου”. καὶ ὥσπερ ἰατρὸς
ἀεὶ μὲν ἰατρός ἐστιν ἀφ' οὗ τὴν τέχνην ἔχει | καὶ ἐς ὅσον{δὲ} αὐτὴν πράττει {ἰατρὸς ἀρχὴν ἔχει καὶ τέλος}, τοῦ δὲ
κάμνοντος ἀρχὴν ἔχει καὶ τέλος | τοῦ ἔτι ἐκείνου ἰατρὸςεἶναι, ὅταν εἰς {εὔεικτον} ὑγίειαν ἀχθῇ καὶ εἰς 〈εὔεικτον〉
ἕξιν, τὰ αὐτὰ καὶ περὶ διδας|κάλων ἐρεῖς. ἔστιν τις δι-δάσκαλος ἀφ' οὗ ἐπιστήμην ἀνείληφεν. γίνεται δὲ τοῦδε δι|-
δάσκαλος ὅταν προσέλθῃ αὐτῷ· καὶ ὅταν ἐκεῖνος παιδευθῇ
καὶ ἄκρως ἀναλάβῃ τὴν | ἐπιστήμην ὡς ὁ διδάσκαλος, πέπαυ-
ται τοῦ εἶναι αὐτοῦ διδάσκαλος. καὶ ἀρετή ἐστίν πως | δι-δασκάλου τὸ ποτὲ παύσασθαι ἀπὸ τοῦ τῶνδε διδάσκαλος εἶναι·
τελειώσας γὰρ αὐτούς, {οὐ} | οὐκέτι. εἰ δὲ ἀεὶ μένοι δι-δάσκαλος τοῦδε, οὐδεὶς τελειοῦται κατὰ τὴν διδασκαλίανὑπ' αὐτοῦ. |
τοιαῦτα οὖν τινα ἀκούοντες, οὕτω μὴ ἐπιστάνοντες ταῖς
γραφαῖς—οἷον· “〈ὅταν〉 παραδιδῷ | τὴν βασιλείαν τῷ θεῷκαὶ πατρί”, οὐκέτι οὕτω βασιλεύει· οὐ γὰρ καθάπαξ οὐκέτι
βασιλεύει, ἀλλ' οὕτως οὐ|κέτι βασιλεύει. ὀνομάζεται ἐκεῖ βασιλεὺς καὶ βασιλεία· “κύριε” γάρ,
“ἐν τῇ δυνάμει σου εὐφρανθή|σεται ὁ βασιλεύς”. ἐὰν ἐπὶτοῦ θεοῦ λόγου λάβωμεν τὴν λέξιν ταύτην, εὑρίσκεται αὐτὸς
καὶ βασιλεὺς καὶ | δύναμις· “Χριστὸς” γὰρ “θεοῦ δύναμις”,καί· “δύναμις {ἦν} ὑψίστου”—οὗτός ἐστιν—“ἐπεσκίασεν”
τὴν Μαρίαν, | ἵνα κυοφορήσῃ καὶ μήτηρ γένηται τοῦ ναοῦ.
ἐὰν οὖν θέλωμεν λαβεῖν τὴν δύναμιν ἐκ θεοῦ | λόγου, τὸνβασιλέα τὸν ἄνθρωπον τὸν κυριακὸν ἐκδεχόμεθα. οὗτος δὲ
εὐφραίνεται ἐν τῇ τοῦ | θεοῦ δυνάμει. ἡ ἐπιδημία οὖν οὐκατώρθωσεν ἐφ' οἷς χαίρειν καὶ γεγηθέναι δεῖ; ταῦτα δὲ |
τὰ κατορθώματα οὐ γέγονεν ἐκ τοῦ ἀνθρώπου τῇ δυνάμει, ἀλλ'
ἐκ τῆς δυνάμεως τ〈ῷ〉 ἀνθρώπ〈ῳ〉. αὐτίκα | γοῦν καὶ τὴν ἀνά-στασιν τοῦ σωτῆρος οὕτω λέγει γίνεσθαι ὁ Παῦλος φάσκων·
“ἐσταυρώθη | 〈ἐξ〉 ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ”.
μὴ τὴν ζωὴν λέγομεν ζῆν ἐκ δυνάμεως θεοῦ, μὴ τὴν | δύνα-μιν ἐκ δυνάμεως θεοῦ ζῆν. “θανατωθεὶς” οὖν “σαρκί, ζωο-
ποιηθεὶς δὲ πνεύματι”. θ[α]ν?[α]τ?ο?ῦται σαρκί, | οὐ θανα-τοῦται θεότητι. ἐκλαμβάνομεν οὖν περὶ τοῦ ἀνθρώπου ταῦτα εἰρῆσθαι ὅτι·
“ἐν τῇ δυνάμει σου | εὐφρανθήσεται ὁ βασιλεύς”· εἰ γὰρκαὶ περιγέγονεν πολεμίων καὶ ὑπέταξ?[εν α]ὐ?τοὺς καὶ “ἐξ-
ουσίαν” | τοῖς ἄλλοις “δέδωκεν πατεῖν ἐπάνω ὄφεων καὶ
σκορπίων”, δυνάμει τοῦτο [γ]έ?γ?ο?ν?ε?ν?· αὐτ?ὴ? γὰρ ἡ δύ|ναμιςἐνίσχυσεν τὸν ναὸν ὄντα καὶ αὐτὸν βασιλέα πρὸς τὸ “ἀρχηγὸν
τῆς σωτηρίας” γενέσθαι. | “τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτεί-νατε”. ἐν πᾶσιν πρωτεύει· “ἵνα γένηται” γ?ά?ρ, φησίν, “αὐ-
τὸς ἐν | πᾶσιν πρωτεύων”. οὐδενὸς δεύτερός ἐστιν, οὐδὲ
ἴσος τις αὐτοῦ ἐν τοῖς κοινοῖς. ἔ?λ?ε?γον δέ, ὅτι | κοινάἐστιν τοῦ ἀνθρώπου τοῦ κυριακοῦ καὶ τῶν ἁγίων ἀνδρῶν τὰ
πράγματα. οὐδεὶς δὲ οὔτε | ἴσος αὐτοῦ, οὐδὲ αὐτός τινοςδεύτερός ἐστιν· διὸ καὶ ἀρχηγὸς λέγεται.
“κύριε” [οὖ]ν, “ἐν τῇ δυνάμει σου εὐ|φρανθήσεται ὁβασιλεύς”. καὶ περὶ τ〈ῆς〉 ἑκάστου βασιλίδος κατὰ θεὸν
ῥηθείη ἂν τοῦτο. ὁ Ἀβραὰμ ἰδιώ|της ἦν, ὅσον περὶ τὸν πρό-χειρον βίον, καὶ εἴρηται “βασιλεὺς παρὰ θεοῦ” εἶναι. ἄλλην
6
ἄρα βασιλείαν εἶχεν | τὸ θείους νόμους καὶ πνευματικοὺς
σῴζ〈ειν〉. καὶ ὁ οὕτω βασιλεύων κἂν μὴ ἄλλων | κρατῇ, ἑαυ-τοῦ βασιλεύει· πρῶτον ἑαυτοῦ, εἶτα ἄλλων. πάλιν· “χωρὶς
ἡμῶν ἐβασιλεύ[σ]ατε· | καὶ ὄφελόν γε καὶ ἐβασιλεύσατε, ἵνα
καὶ ἡμεῖς ὑμῖν συνβασιλεύσωμεν”. μὴ νομίσητε, ὦ? Κο|ρίν-θιοι—αὐθέκαστοι δὲ οὗτο?ι ἦσαν καὶ μεγάλα περὶ ἑαυτῶν
φρονοῦντες—λέγει· μὴ νομί[σ]ητε, | ὅτι φθονοῦμεν ὑμῖνἐὰν βασιλεύσητε. ἡμεῖς ὑμῶν ἕνεκα οὐ βασιλεύομεν. οὐ θέ-
λει | ὁ θεὸς χωρὶς ὑμῶν ἡμᾶς τελέσαι· διὰ τοῦτο γὰρ οὐ
βασιλεύομεν ὅτι οὔπω ὑμεῖς βασιλεύετε. | ἐὰν οὖν ὑμεῖςβασιλεύσητε, ἑτοίμως ἔχομεν τὸ βασιλεῦσαι.
οἷον κεκλ〈ή〉σθωσάν τινες? ε?ἰ?ς? | εὐωχίαν παρὰ τοῦ βασι-λέως μεγάλοι τινὲς ὄντες. ἡ φιλανθρωπία τοῦ βασιλέω?ς? ἐ-
κά|λεσεν καὶ ὑποδεεστέρους τῶν παρόντων. λέγει ὅτι· “μὴ
φάγωμεν χωρὶς ἐκείνων, ἵνα μὴ? [λε]ιφ?|θῶσιν λοιπὸν ἐκεῖνοιἐλθόντες εὐωχηθῆναι”. ἔχουσιν καὶ τοὺς προλαβόντας καὶ
προηγ?ο?υμέ|ν〈ω〉ς εὐωχουμένους. τοῦτο καὶ ἐν ψαλμῷ ἑνὶ λέγει· “ἐμὲ ὑπομενοῦσιν δίκαιοι,
ἕως οὗ ἀν|ταποδῷς μοι”. οὐδεὶς τυχὼν τῶν προσδοκουμένων
ὑπομένειν λέγεται, ἀλλὰ ὁ μέντοι εἰλη|φώς, σκοπὸν δὲ ἔ-χων ἀπολαῦσαι τούτων.
ἕκαστος τῶν ἁγίων οὖν βασιλεύς ἐστιν. καὶ | ἔλεγον ὅτιτὰ ἁρμόζοντα τῷ ἀνθρώπῳ τοῦ σωτῆρος ἁρμόζει καὶ τοῖς δικαί-
οις, εἰ καὶ ἀπολειπομέ|νως καὶ ἐλαττόνως. λέγει οὖν καὶπερὶ ἑκάστου ἁγίου· “κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθή|-
σεται ὁ βασιλεύς”. καὶ οὐκ εἶπεν “εὐφραίνεται”, ἀλλὰ “εὐ-
φρανθήσεται”. ὅταν ὁ καιρός | ἐστιν τῆς εὐφροσύνης, τότεεὐφρανθήσεται.
δύναται οὖν καὶ περὶ τοῦ Δαυὶδ ἰδικῶς τοῦτο | λελέχθαικαὶ περὶ τῆς βασιλείας αὐτοῦ τῆς ἀνθρωπίνης καὶ αἰσθητῆς,
ὅτι καλῶς διοι|κήσας τὴν βασιλείαν μισθὸν ἐπ' αὐτῇ λήμψε-
ται· ἕκαστος γὰρ ὅταν ἃ πιστευθῇ, καλῶς ἀνύσῃ, | μισθὸνἐπ' αὐτοῖς ἔχει. ἐπ' ὀλίγων πιστὸς γινόμενος, “εἰς τὴν
χαρὰν” τοῦ πλησίον καὶ | τοῦ θεοῦ εἰσέρχε?τ?α?ι. 2 κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς.
τὴν εὐφραι|νομένην τὸν βασιλέα δύναμιν σωτῆρα λέγει,
καθὸ θεὸς λόγος ἐστίν. ἀρτίως ἔλεγον, ὅτι τὰς | λέξειςοὕτως δεῖ λαμβάνειν ὡς ἔχει τὰ ὑποκείμενα πράγματα καὶ
μὴ ἐκβιάζεσθαι τὰ πράγμα|τα ἄγειν εἰς τὴν σημασίαν. παρ'ἡμῖν τέτριπται τὸ τῆς δυνάμεως ὄνομα. πολλὰ σημαίνει· λέ-
γω | δύναμιν τὴν ἴσην ἰσχύος. οὐχ οὕτω λέγω τὸν σωτῆρα
θεοῦ δύναμιν εἶναι. λέγω δύναμιν | τὴν ἐπιτηδειότητα.δόξει μέν τις, ὥστε μὴ κεῖσθαι τοῦτο τὸ σημαινόμενον ἐν
τῇ γραφῇ. κεῖται δέ. | “πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶςπειρασθῆναι 〈ὑπὲρ ὃ δύνασθε〉, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιή-
σει καὶ τὴν ἔκβασιν | τοῦ δύνασθαι 〈ὑ〉πενεγκεῖν”. τὴν ἐ-πιτηδειότητα λέγει· λέγουσιν γὰρ ἴσον ἴσῳ. καὶ οὕτως ἔχει |
δύναμιν ὁ ἀντίδικος ὑπενεγκεῖν καὶ ἔκβασιν νίκη?ς? λαβεῖν.ἴδε οὖν, κεῖται.
καὶ πάλιν?· | “ἡ δύναμις τῆς ἁμαρτίας ὁ νόμος”. δύναται
7
ὁ νόμος καὶ παραβαθῆναι. οὐ κατ' ἐνέργειαν | αὐτὸ ἔχει.καὶ καλῶς γε καὶ καιρίως ὁ ἀπόστολος κέχρηται τούτῳ τῷ
ῥητῷ· “ἡ δύνα|μις τῆς ἁμαρτίας ὁ νόμος”· βούλεται γὰρ ἡ-μᾶς ἐν δυνάμει τῆς ἁμαρτίας καὶ μὴ 〈ἐν〉 ἐνεργείᾳ εἶναι. |
εἰ εἴρητο δέ· “ἡ δύναμις τῆς δικαιοσύνης ὁ νόμος”, οὐκ
ἦμεν κατ' ἐνέργειαν δίκαιοι, ἀλλ' ἐν δυνά|μει. ἐν δυνάμειδὲ ὄντες κατ' ἐνέργειαν ἦμεν ἄδικοι. τὸ εὔφημον οὖν ἔθη-
κεν ὁ ἀπό|στολος· ἐπεὶ καὶ εἰς ἀμφότερα ἐπ' ἴσης ἔχει τὴν
δύναμιν, εἴς τε τὸ φυλάττεσθαι καὶ παραβαί|νεσθαι· ἀλλὰδιὰ τὸ 〈ἐπ〉ωφελές. σημαίνει δὲ καὶ τὴν ἐπιτηδειότητα ἡδύναμις.
δηλοῖ δὲ καὶ | τὸ στρατόπεδον τοῦ βασιλέως· “ἅρματα
Φαραὼθ κ[α]ὶ τὴν δύναμιν αὐτοῦ ἔριψεν εἰς | θάλασσαν”.“οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν”, διὰ πολλὴν χεῖ-
ρα καὶ στρατόπε|δα. ὁ σωτὴρ οὖν 〈ἐκ〉τὸς τούτων τῶν σημαιν[ομ]ένων λέγεται
θεοῦ δύναμις· οἵῳ γὰρ λό|γῳ ὁ πατὴρ δύναται οὐκ ἐκ δυνά-μεως ἔχων τοῦτο, ἀλλ' ἐξ οὐσίας, ἡ οὐσία δὲ αὐτοῦ καθ' ἣν |
δύναται, δύναμις ῥηθείη, οὕτω καὶ ὁ υἱός. λέγει οὖν· “ἐσταυ-
ρώθη ἐν ἀσθενείᾳ, ἀλλὰ ζῇ ἐκ δυ|νάμεως θεοῦ”. ὅσον ἧκεν
εἰς τὴν ἀνθρωπίνην ἀσθένειαν, ὑπέστη σταυρόν. θεὸς | οὖντοῦτον οὐκ ἠδύνατο ὑπομεῖναι, ἄνθρωπος δὲ οἷό[ς] τε ἦν
τοῦτο παθεῖν. καὶ | δὴ πέπονθεν, ἀλλ' ἐκ δυνάμεως θεοῦζῇ. ἡ δύναμις οὖν τοῦ θεοῦ ὁ Χριστός ἐστιν, καθὸ θεός |
ἐστιν. “ἐν τῇ δυνάμει” οὖν “εὐφραίνεται ὁ βασιλεύς”. κατὰ
πλείονας δὲ τρόπους ἐλέχθη | ὁ βασιλεύς. εἰρήκαμεν κατ'ἱστορίαν τὸν Δαυίδ, κατὰ ἀναγωγὴν τὸν ἄνθρωπον τὸν ἐκ
τῆς | Μαρίας, κατὰ μίμησιν καὶ ἀκολουθίαν αὐτοῦ καὶ τοὺς
μιμητὰς αὐτοῦ βασιλέας εἶναι. | καὶ παρεστήσαμεν ἀπὸ τῆς
πρὸς Κορινθίους ἐπιστολῆς βασιλείαν ἄλλην παρὰ τὴν | πρόσ-καιρον. “κύριε” οὖν, “ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς”.
λέγεται τοῦτο | ἤτοι 〈ἀπὸ〉 τοῦ πνευματοφόρου ἀνδρὸς ἢ ἀπ'
αὐτοῦ τοῦ ἁγίου πνεύματος τ?οῦ τυγχάνοντος ἐν | αὐτῷ· ὅτανγὰρ λέγῃ τὸ ἅγιον πνεῦμα “κύριε”, οὐ μόνον καὶ ἀπολελυ?-
μένον ἀνθρώπου τοῦτο | λέγει, ἀλλ' ὅταν πνευματοφόρον πα-
ρασκευάζῃ τινά. ἐκεῖνος οὖν ἐστιν ὁ λέγων, | ὡς τό· “λέγεικύριος τῷ κυρίῳ μου”. καὶ λέγει ὁ σωτήρ· “εἰ ἐν πνεύματι
ἁγίῳ κύριον αὐτὸν εἶπεν, πῶς | 〈υἱὸς〉 αὐτοῦ ἐστιν”; εἰυἱὸς αὐτοῦ ἐστιν, πῶς δοῦλός ἐστιν, καὶ εἰ δοῦλος, πῶς
υἱός; σχέσιν οὖν | τινα καὶ διάθεσιν δηλοῖ· καὶ γὰρ ὁ σω-
τὴρ ἐὰν λέγῃ· “κύριος ἔκτισέν με”, καιρίως λέγει· | μὴγὰρ εἶπεν· “κύριος ἐγέννησέν με”· πατρὸς γάρ ἐστιν τὸ γεν-
νᾶν, κυρίου δὲ τὸ κτίζειν. | ὅταν περὶ τῆς θεότητος ἑαυτοῦλέγῃ, οὐ λέγει “κύριον”, ἀλλ'· “ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ
πατὴρ ἐν ἐμοί”. “ἐγὼ καὶ | ὁ πατήρ μου ἕν ἐσμεν”. διάφο-ροι δέ εἰσιν κύριος καὶ πατήρ.
πολλάκις ὅταν περὶ ποιοῦ | λέγωμεν, τὰ τοῦ ποιοῦ καὶ
8
τῇ ποιότητι προσάπτομεν, καὶ τὰ τῆς ποιότητος καὶ | τῷποιῷ. λέγω τὴν ἐπιστήμην γιγνώσκειν. ψεῦδος δέ ἐστιν εἰ-
πεῖν ὅτι ἀγνο|εῖ ἡ ἐπιστήμη. συνύπαρκτα τὰ ἐναντία εὑρίσ-
κεται, ἐπιστήμη καὶ ἄγνοια. λέγω | δὲ καὶ τὸν ἐπιστήμοναγιγνώσκειν. ἔτι μὴν πολλάκις λέγουσίν τινες ὅτι οὐ δεῖ
τὸν | ἰατρὸν φιλάργυρον εἶναι. εἶτα λέγουσιν ὅτι οἶδεν
ἡ ἰατρικὴ παραιτεῖσθαι φιλαργυ|ρίαν. τὴν ἕξιν λέγει οὐ
χωρὶς τοῦ ἔχοντος οὐδὲ τὸν ἔχοντα χωρὶς τῆς ἕξεως. | κοι-νὰ οὖν ἐστιν τοῦ τε ἔχον[το]ς καὶ τοῦ ἐχομένου τὰ τοιαῦτα.
καὶ παρεστήσαμεν | πολλάκις ἀπὸ τῆς τοῦ ἀποστόλου δι-
δασκαλίας, ὅτι ἀγάπην λέγει τὸν ἔχοντα τὴν ἀγά|πην· ὅτανγὰρ λέγῃ· “ἡ ἀγάπη οὐδέποτε ἀσχημονεῖ, οὐ περπερεύεται”,
τὸν ἔχοντα τῷ | ὀνόματι τῆς ἕξεως καλεῖ. καὶ λέγω γε καὶ
περὶ τοῦ ἔχοντος τὴν ἀγάπην ὅτι ὠφελεῖ. | ὠφελεῖ δὲ ἐκεί-νην τὴν ὠφέλειαν ἣν ἡ ἀγάπη παρέχει.
ἐὰν τοίνυν λέγω ὅτι ὁ ἅγιος λέγει | τοῦτο, οἷον ὁ ὑμνῳ-δός, οὐ χωρίζω{ν} τὸ ἅγιον πνεῦμα ἀπὸ τοῦ ἔχοντος, οὐδὲ
τὸν ἔχοντα λέγω | ὅτι χωρὶς τοῦ ἁγίου πνεύματος ταῦτα λέ-γει. εἰ οὖν “Δαυὶδ ἐν πνεύματι ἁγίῳ κύριον αὐτὸν καλεῖ”,
οὕτω δὲ ὡς | μετεχόμενον, οὐκ ἀπεζευγμένον ἀπὸ τοῦ μετ-
έχοντος, ὡς οὐδὲ ἡ ἐπιστήμη χωρὶς | τοῦ ἐπιστήμονος. 2 καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
ὁ | βασιλεὺς ὥσπερ εὐφρα[ί]νεται ἐπὶ τῇ δυνάμει, οὕτως
ἀγαλλιᾷ σφόδρα καὶ ἐπὶ | τῷ σωτηρίῳ. τὸ σωτήριον δὲ καὶ
ἡ δύναμις ταὐτόν ἐστιν κατὰ ἄλλην καὶ ἄλλην | ἐπίνοιανλαμβανόμεν[ο]ν. ἡ δύναμίς ἐστιν πάντα ὑφιστῶσα καὶ πάν-
τα | οὕτως ἄγουσα ὡς αὐτῇ δοκεῖ. οὕτω καὶ σωτήριόν ἐστιν·
ἃ γὰρ ποιεῖ, σωτηρίας ἕνε|κα ποιεῖ, ἃ ποιεῖ ἐν ἀνθρώποις,καὶ τῆς ἀνθρώπων σωτηρίας χάριν ποιεῖ.
3 τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ.
οἶδας ὅτι τὸ “αὐτὸς” ὄνομα | τὴν αὐθεντίαν δηλοῖ, οὐτὰ προσπεφυκότα. ψυχῆς ἐπιθυμία φαύλη ἐστίν, ὅταν 〈ὦ〉 |
ψυχὴν φαύλην ὑποθέμενος. ὅταν δὲ αὐτὴν τὴν ψυχὴν εἴπω
ἐπιθυμίαν ἔχειν, | τὴν οὐσιώδη{ν} αὐτῆς ἐπιθυμίαν λέγω.
ὁ ταύτῃ χρώμενος τῇ ἐπιθυμίᾳ οὐδε|νὸς ἐρᾷ τῶν φαύλων, ἀλλὰ
τῶν ἀγαθῶν· καὶ γὰρ ἔλαβεν τὸ ἐπιθυμητικὸν καὶ | τὴν ἐπι-θυμίαν, ἵνα τὰ καλὰ μεταδιώκῃ, ἵνα ὀρέγηται τῶν ἐπωφελῶν.
ἐὰν | οὖν, φέρε, φιλάργυρος τύχῃ πλούτου, οὐ τὴν ἐπιθυμί-
αν τῆς ψυχῆς ἑαυτο[ῦ] ἔλα|βεν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ
φιλαργύρου. μέγα οὖν ἐστιν τὸ τυχεῖν τῆς | ἐπιθυμίας τῆςψυχῆς, οὐ προστιθεμένης “τῆς φαύλης”. ἀμέλει γοῦν καὶ ἐν
ἄλλῳ? | ψαλμῷ λέγει· “τὸν ἐνπινπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπι-
9
θυμίαν σου”. | τῇ ψυχῇ λέγει. πολλάκις εἴρηται ἡμῖν ἐν ἄλλοις ὅτι τὰ προσκείμενα οὐ
ποιοῦσιν ἀν|τίφασιν. ἐὰν λέγω· “ἡ ἐπιθυμία τῆς ψυχῆς ἀγαθή
ἐστιν”, ἔνπαλιν λέγω· “ἡ ἐπιθυμία | τοῦ δικαίου ἀγαθήἐστιν”, τὸ προσκείμενον οὐ ποιεῖ ἀντίφασιν. λέγω· “ἡ ἐπι-
θυμία | ἡ αἰσχρά, ἡ ἐπιθυμία ἡ κακή, ἡ τοῦ ἀδίκου”, ἀντί-
φασις γίνεται. οὔκ ἐστιν ψυχῆς ἁπλῶς | ἐκείνη ἐπιθυμία,ἀλλὰ τοιᾶσδε ψυχῆς. τὰ προσκείμενα οὖν ὁτὲ συναληθεύει,
ὁτὲ δὲ | μάχεται καὶ ἀντίφασιν 〈ποιεῖ〉. οὕτω γοῦν εἴρηται·
“ἐπιθυμία δικαίου πᾶσα ἀγαθή”. ταὐ|τόν ἐστιν σχεῖν ἐπι-θυμίαν δικαί〈ας ψυχ〉ῆς καὶ ἐπιθυμίαν ψυχῆς ἄνευ προσθήκης. |
{καὶ τὴν θέλησιν τῶν χειλέων αὐτῶν οὐχ ὑστέρησας} καὶ
ἐπὶ τῶν αἰς|θητῶν δὲ τοῦτο φαίνεται. ἐὰν λέγω ἄρτι ὅτι·
“ἐπιθυμεῖ ὅσδε ὁ πατὴρ τὰ τέκνα ἑαυτοῦ | εὖ διάγειν”, ἐ-πεὶ πατρὸς μνήμην πεποίημαι, τὸ εὖ διάγειν αὐτὰ βούλομαι.
ἐὰν δὲ εἴπω ὅτι· | “ὁ κακὸς πατὴρ θέλει τοιῶσδε τὰ τέκναἑαυτοῦ πράττειν”, ἀνῄρησα πατρικὰ σπλάγχνα. |
“ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν”.
τὸ “ἐπιθυμίᾳ” δὲ “ἐπεθύμη|σα” οὕτως ὡς τό· “δικαίως τὸδίκαιον ἐδίωξα”, τὸ ἄξιον τοῦ ἐπιθυμεῖσθαι. ἔστιν δέ ποτε |
ἐπιθυμῆσαι καὶ τὸ ἀνάξιον τοῦ ἐπιθυμεῖσθαι, ὡς λέγει· “πά-
θος, ἐπιθυμίαν κακήν”. | ἡ κακὴ ἐπιθυμία οὔκ ἐστιν ἐπιθυ-
μητή, ὡς οὐδὲ τὸ ψευδώνυμον ἀγαθὸν αἱρετὸν | λέγεται, κἂναἱρῶνταί τινες αὐτό. 〈3 καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐ-τόν.〉
ἐὰν περὶ τοῦ ἐκ Μαρίας ᾖ{ν} ὁ λόγος, φανερὸν ὅτι | αἴ-τησιν προσάγει ὑπὲρ ὧν ἐλήλυθεν σῶσαι. ἔχεις γοῦν· “ὅθεν
καὶ σῴζειν εἰς τὸ παν|τελὲς δύναται, {ὑπὲρ} 〈ζ〉ῶν πάντοτε
εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν”. ἀεὶ ζῇ ἐν τῷ ἐντυγ|χάνειν.τὸ “ἀεὶ” δὲ οὕτω λάβε· ἐς ὅσον χρῄζουσιν παρακαλοῦντος
καὶ διαιτητοῦ. “καὶ | ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομενπρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον”. εἶτ' ἐπεὶ ταύ-
τῃ τῇ σπου|δῇ συντρέχουσιν τῷ διδασκάλῳ καὶ οἱ ἄλλοι, κἀ-
κεῖνοι βούλονται παρακαλεῖν ὑπὲρ ὧν | ἐνεχειρίσθησαν, οὐ
προηγουμένην τὴν ἑαυτῶν παράκλησιν τιθέμενοι, | ἀλλ' ἑπο-μένην τῇ δικαιώσει τοῦ εἰς μίμησιν αὐτοὺς καλοῦντος.
κατὰ πάσας οὖν τὰς ἀπο|δόσεις τοῦ βασιλέως ἐκλημπτέον
δεῖ τὸ μὴ ἐστερῆσθαι τὴν δέησιν αὐτοῦ. οἷον | ὅταν περὶτοῦ αἰσθητῶς βασιλεύοντος λέγωμεν ὅτι ἡ δέησις τῶν χει-
λέων αὐτοῦ | οὐκ ἐστερήθη, ἀλλ' ἐν ἐκβάσει γέγονεν, ἔπ-
αινον αὐτοῦ σημαίνομεν. κἂν περὶ τῶν ἁγί|ων εἴπωμεν—εἴ-ρηνται γὰρ καὶ αὐτοὶ βασιλεῖς—, καὶ ἐκείνων μέγας ἔπαι-
νός ἐστιν, | ὅταν ἡ δέησις αὐτῶν εὐπρόσδεκτος ᾖ. “ὀφθαλ-
μοὶ” γὰρ “κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ | εἰς δέησιναὐτῶν”. καί· “εὐχαῖς δικαίων ἐπακούει”. 3 διάψαλμα. |
10
οὐ φέρεται οὐδαμοῦ τὸ “διάψαλμα” ἢ ἐν ταῖς Ἑβραικαῖς
γραφαῖς, μάλιστα ἐν τοῖς ψαλμοῖς. | κεῖται δὲ καὶ ἐν τῇᾠδῇ τοῦτο τοῦ Ἁμβακούμ. οἱ τὴν διάλεκτον ἐπιστάμενοι ὑπὲρ
πάντας | δύνανται εἰπεῖν τί σημαίνει. ὅμως δὲ τὰ ἐλθόντα
εἰς ἡμᾶς λέγομεν. εἰσὶν οἱ λέ|γοντες ὅτι μεταβολὴν προσ-ώπου σημαίνει. ψεῦδος δέ ἐστιν· εὑρήκαμεν γὰρ μεταβολὴν |
π?ροσώπων ἐν τοῖς ψαλμοῖς καὶ ἄνευ τοῦ διαψάλματος.
πάλιν λέγουσιν ὅτι | τὸ διάψαλμα διάστασίν τινα σημαί-
νει—οἷον λέγων ἐπαύσατο καὶ ἄλλῳ καιρῷ | ἤρξατο—, καὶτοῦτο σημαίνει τὸ διάψαλμα, τὴν διάστασιν τὴν χρονικήν.
τοῦτο δὲ οὐ|κ ἔχομεν εἰπεῖν· 〈οὐ〉 γὰρ κεῖται ὅτι τούσδε
τοὺς στίχους εἰρηκὼς τοῦ ψαλμοῦ μετὰ | χρόνον ἄλλον εἶπεν. οἱ μέντοι ἠρέμα ὁμιλήσαντες τοῖς Ἑβραικοῖς ἀναγνώς|-
μασιν τοῦτο λέγουσιν ὅτι ῥυθμός ἐστιν μέλους μουσικοῦ, καὶ
ὥσπερ ἐν τοῖς μουσι|κοῖς λέγουσιν ῥυθμοὺς καὶ μέλη. ταῦ-
τα οὖν οὐχ ἡμῶν εἰδέναι, ἀλλὰ τῶν τῇ διαλέκτῳ | ὁμιλησάν-των. ἐν πάσῃ γοῦν διαλέκτῳ δύναται κατάλληλος εἶναι μου-
σικῇ. οὐδὲν δέ | ἐστιν μουσικὴ ἢ ῥυθμὸς φθόγγων εὐρύθμωςσυνκειμέν〈ων〉.
ἐνίοτε δοκῶ εἰδέναι | γράμματα καὶ ἀναγνώσμασιν σχο-
λάζειν. καὶ ἐὰν ἴδωμέν τι ἐν κήπῳ, ᾗ ὀνομαζόμενον | παρὰγεωργοῦ ἐπεὶ οὐκ ἴσμεν, παρ' αὐτοῦ μανθάνομεν καὶ οὐκ ἤ-
δη, 〈μὴ〉 ἀπαξιοῦντες μαθεῖν, | ἀπὸ τοῦδε μένομεν ἀπαίδευ-τοι. οὕτω οὖν εἰ καὶ μὴ ἴσμεν τὴν διάλεκτον τὴν Ἑβραι|-
κήν, ἀλλ' ἠκούσαμεν, ὅτι ῥυθμὸν μουσικὸν σημαίνει κατὰτὴν διάλεκτον τὴν Ἑβραίαν. |
4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος.
τὸν βασιλέα κατὰ πᾶσαν | ἑρμηνείαν προέφθασεν ὁ θεὸςἐν εὐλογίαις χρηστότητος. τὸ “προέφθασ〈ας〉 ἐν εὐλογίαις”
ἴσον | ἐστὶν τῷ· “ἔτι σοῦ λαλοῦντος ἐρῶ· ἰδοὺ πάρειμι”.
οἷον, φέρε, εὐχήν τις ἀναπέμπει περὶ τοῦ | εὖ διάγειν,περὶ τοῦ ἀρετὴν ἔχειν· λέγει ὅτι· “ἔτι σοῦ λαλοῦντος”,
οὔπω πληρώσαντος τὸν λόγον | τῆς εὐχῆς, διὰ τοῦ δοῦναιλέγω παρεῖναι.
τὸ “χρηστότητος” ὧδε “ἀγαθότητος” λαμβάνο|μεν· πολλά-κις γὰρ καὶ τὸ χρηστὸν ὡς ἐπὶ διαβολῇ λαμβάνομεν· “φθεί-
ρουσιν ἤθη χρης|τὰ ὁμιλίαι κακαί”, ἀντὶ τοῦ ἐπιπόλαια,
εὐήθη. καὶ αὐτὸ μὲν τὸ εὔηθες λαμβάνεται καὶ | ἐπὶ ἐπαί-νου, ὅταν εὖ τις ἦθος ἔχῃ, καὶ ἐπὶ ἐπιπολαίου. ὡσαύτως
καὶ τὸ ἄκακον· | “διὰ” γὰρ “τῆς χρηστολογί[α]ς ἐξαπατῶσιν
τὰς καρδίας τῶν ἀκάκων”. καὶ ἔτι· “ἄκακος | πιστεύει παν-τὶ λόγῳ”.
4 ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ | λίθου τι-μίου.
ἐὰν περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ τοῦτο λέγηται, ὁστέφανος οὗτος | ὁ ἐπιτεθησόμενος τῇ κεφαλῇ αὐτοῦ ἐκ λί-
11
θων τιμίων πλέκεται, ἤτοι τῶν ἀρετῶν ἢ τῶν | ἐχόντων τὰςἀρετάς. ἐν τῇ πλοκῇ τούτου τοῦ στεφάνου κεῖνται ἐκεῖνοι
οἱ λίθοι οἱ ἐποικο|δομούμενοι μετὰ χρυσίου καὶ ἀργυρίου
ἐπὶ τὸν θεμέλιον Χρ〈ιστ〉όν. φανερὸν δὲ ὅτι οὐδὲ ὁ | χρυ-σὸς οὐδὲ ὁ ἄργυρος οὐδὲ οἱ λίθοι κατὰ αἴσθησιν λαμβάνονται.
ἐὰν δὲ καὶ περὶ ἑκάς|του βασιλέως, ὡς ὁ Ἀβραὰμ ἦν,ὡς οἱ ἄλλοι εἰσὶν ἅγιοι, λέγομεν ὅτι· ὥσπερ ὁ 〈ἄρχων Τύ-
ρου〉, | ὅτε εὖ διῆγεν, μετὰ τῶν Χερουβὶν ἐντέθειτο ἐν ὄρει
τῷ ἁγίῳ τοῦ θεοῦ, ὅτε “ἀποσφράγισ[μ]α | ὁμοιώσεως” ἦν καὶ“στέφανος κάλλου〈ς〉”, οὐκ αἰσθητοῖς λίθοις ἐνδέδετο, ἐκ
τῶν τοιούτων? | λίθων στεφανοῦταί τις. φέρε, ὁ Ἰωσὴφ ἤθ-
λησεν περὶ σωφροσύνης. ἡ σωφροσύνη | λίθος τίμιός ἐστιν.αὗται αὐτὸν ἐστεφάνωσαν καὶ τὴν Σωσάνναν καὶ τοὺς μάρτυ-
ρας. | καὶ ἐπεὶ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἑαυταῖς καὶ ὁ
μίαν ἔχων καὶ πάσας ἔχει, ὁ πλεκόμε|νος στέφανος οὐκ εἷςλίθος ἐστίν.
“ἐκ λίθου” οὖν “τιμίου ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐ|τοῦστέφανον”. πρόσκειται δὲ τὸ “τιμίου”. τῶν πρὸς τί ἐστιν
τὸ τίμιον. τοὺς ὧδε λίθους | τούτους, οἷον μαργαρίτας καὶὑακίνθους καὶ τὰ ἄλλα, τιμίους λέγομεν, ἐπεὶ καὶ ἄλλοι
εἰσὶν | λίθοι πρὸς διαφορὰν ἐκείνων. ἐπεὶ τοίνυν καὶ οὗ-
τοι οἱ μεγάλοι λίθοι τὰ εἴδη τῆς | ἀρετῆς εἰσιν, ἰδοὺ τί-μιοί εἰσιν οὗτοι οἱ λίθοι καὶ πάντων τῶν ἐν κόσμῳ δοκούν-
των | εἶναι ὑπερέχ〈ουσιν〉. καὶ ὅτι οἱ μαθηταὶ τῶν διδασκάλων στέφανοί εἰσιν, ἐδί-
δαξεν ὁ | Παῦλος· “χαρὰ καὶ στέφανός μου”, προσφωνῶν τῇἐκκλησίᾳ τῇ μαθητευσάσῃ αὐτῷ. |
“τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς
ἐλπίδος”. ἡ ὕλη τοῦ στεφάνου τούτου | κύριος σαβαώτ ἐστιν·“ἔσται” γὰρ “κύριος σαβαὼτ ὁ στέφανος τῆς ἐλπίδος”. καὶ
ἐπεὶ ἐνταῦθά | τις ὢν οὔπω δύναται καὶ τελείαν ἔχειν μετ-
ουσίαν θεοῦ, ἀλλὰ τότε γενήσεται τοῦτο, ὅταν “ὁ | θεὸςπάντα ἐν πᾶσιν” γένηται ☩πῦρ τελεῖται☩ τῷ ἐπὶ πᾶσιν, τῷ
ἐσχάτῳ ὀρεκτῷ, διὰ τοῦτο στέ|φανον ἐλπίδος αὐτὸν εἶπεν·
εἰ γὰρ τότε γνωσόμεθα αὐτόν, ὅταν ἴδωμεν | αὐτὸν καθώςἐστιν, τότε δὲ καθώς ἐστιν ἰδεῖν αὐτὸν ὁρῶμεν, ὅταν εἰς
τὸ τέλος φθά|σωμεν, ἐλπίδος ἐστὶν ὁ στέφανος οὗτος. τέωςἐλπίδος ἐστίν, προσδοκώμενός ἐστιν. |
5 ζῳὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ.
ἐλέγομεν ὅτι ὁ σωτὴρ κατὰ τὸν ἄν|θρωπον—ἐὰν δὲ “κατὰτὸν ἄνθρωπον” λέγω, μὴ διαίρει αὐτὸν ἀπὸ τοῦ λόγου—, ὅ-
τι “παράκλητός” | ἐστιν “πρὸς τὸν πατέρα”. οὐδὲ ὁ λόγοςχωρὶς τοῦ ἀνθρώπου οὐδὲ ὁ ἄνθρωπος χωρὶς τοῦ λόγου, |
ἀλλ' αὐτὸς ὁ κεκραμένος ἐξ ἀμφοτέρων γίνεται παράκλητος
καὶ “ζ〈ῶν〉 πάντοτε εἰς τὸ ἐν|τυγχάνειν ὑπὲρ 〈αὐτῶν〉” παρα-καλεῖ. αἰτεῖται οὖν ζωὴν ἐκείνην ἣν βούλεται ζωογονηθῆναι. |
δι' αὐτοῦ δὲ ἡ ζωοποίησις γίνεται· “θανατωθεὶς” γὰρ “σαρ-
12
κὶ ζωοποιηθεὶς δὲ πνεύματι”. | καὶ ἡ ψυχὴ τοῦ Ἰησοῦ οὔκἐστιν ζωή, ἀλλὰ θεοῦ ἐπ?ιμετροῦντος καὶ χαριζομένου τὸ ζῆν
ἔχει· καὶ πᾶσαι δὲ | αἱ ἄλλαι ψυχαί, ὡς ἕκαστον λέγειν·“ἡ ψυχή μου αὐτῷ ζῇ”. τὸ ζῆν κατὰ ἀθανασίαν ἡ ψυχὴ ἔντι-
μον | ἔχει. τὸ δὲ “τῷ θεῷ ζῆν” ἐκ τοῦ ἐφ' ἡμῖν καρποῦται,ὡς τὸ ζῆν πάλιν τῇ ἁμαρτίᾳ ἐκ τοῦ ἐφ' ἡμῖν ἐστιν. |
5 μακρότητα ἡμερῶν εἰς αἰῶν〈α〉 καὶ εἰς τὸν αἰῶνα τοῦαἰῶνος.
πάλιν τὴν | [μα]κρότητα τῶν ἡμερῶν οὐ δυνάμεθα ἐπὶ ῥη-
τοῦ λαβεῖν. “εἰς τὸν αἰῶνα” δὲ λέγει “καὶ εἰς τὸν αἰ|ῶνατοῦ αἰῶνος”. αἱ ἡμέραι δὲ αὗται αἱ διδόμεναι καὶ γινόμεναι
ὑπὸ ἡλίου, ἐν μόνῳ τούτῳ τῷ αἰῶνι λέγο〈νται〉. | εἴρηταιδὲ καί· “〈π〉ότε ταῦτα ἔσται, 〈καὶ τί τὸ σημεῖον τῆς σῆςπαρουσίας καὶ συντελείας τοῦ αἰῶνος”〉; 〈καί〉· “ἕως συντε-λείας τοῦ αἰῶνος τούτου”. καὶ “ἐν ταῖς ἡμέραις” {τοῦ αἰ-
ῶνος} | ἐὰν λέγουσιν αἱ γραφαί, 〈τοῦ αἰῶνος ἡμέρ〉ας λέγου-σιν. οὗτος δὲ ὁ αἰτησάμενος μέγας ἐστὶν καὶ οὐ περὶ μικροῦ |
καὶ ἀδιαφόρου εὐχὴν ἀνέπεμπεν ὥστε καὶ μνημονεύεσθαι τὴν
εὐχὴν αὐτοῦ, οὐδὲ περὶ ἡ|μερῶν τούτων τῶν ἐξ ἡλίου καὶ σε-
λήνης περαινομένων. ἄλλως τοίνυν ταῦτα θεωρη|τέον. καὶ ὄφειὅτι ἐν ταῖς γραφαῖς πολλάκις τὰ τοιαῦτα καὶ διαπίπτει καὶ
ὡς ἀδύνατα | φαίνεται. “τίμα”, φησίν, “τὸν πατέρα σου καὶ
τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακρο|χρόνιοςἐπὶ τῆς γῆς”. οὐ πάντως δὲ ὁ τιμῶν τοὺς γονέας πολυετὴς
ἐν τῇ γῇ μένει. πολλοὶ | νεώτεροι μετατίθενται. εἴρη-ται γοῦν ἐν τῇ Σοφίᾳ Σολομῶνος περὶ τῶν τοιούτων· “ἡρ|-
πάγη{ν}, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ”. καὶ λέγει ὅτι· “ἐν ὀλί|γῳ τελειωθεὶς ἐπλή-ρωσεν χρόνους μακρούς”. καὶ λέγει πολιὰν εἶναι τὴν φρόνη-
σιν | καὶ γῆρας τὸν ἀκηλίδωτον βίον. εἰ δὲ ὁ ἀκηλίδωτος
βίος γῆράς ἐστιν, οὐκ ἐξ ἡμε|ρῶν δὲ οὗτος συνίσταται, ἀλλ'ἐξ ἀρετῆς, ἑτέρως δεῖ λαβεῖν τὰς ἡμέρας.
“ζωὴν” οὖν “ᾐτήσατό σε”, | οὐχ ἵνα αὐτὸς ζῇ, ἀλλ' ἵναἐκεῖνοι, ὑπὲρ ὧν τὴν δέησιν ἀναφέρει. περὶ τῆς ζωῆς εἴπο-
μεν | οὐ τῆς κοινῆς, ἀλλὰ τῆς κατὰ ἀρετήν. ὁ μὴ γνοὺς
ἁμαρτίαν μηδὲ ποιήσας αὐτὴν | μηδὲ δόλον σχὼν ἐν καρδίᾳ
αὐτοῦ, οὐκ εἶχεν νεκρότητα τὴν διαστελλομένην | πρὸς τὴνμακαρίαν ζωήν. ὅθεν αἰτούμενος ζωὴν οὐχ ἑαυτῷ ᾐτήσατο, ἀλλ'
ἐκείνην θέλει | αὐτοῖς δοθῆναι ὑπὲρ ὧν τὴν ἀξίωσιν ἀναφέ-
ρει· “ζῶν” γάρ ἐστιν “πάντοτε εἰς τὸ | ἐντυγχάνειν ὑπὲρ”τῶν μελλόν〈των〉 παρ' αὐτοῦ ζωὴν ἔχειν.
“ζωὴν” οὖν “ᾐτήσατό σε, καὶ ἔδωκας | αὐτῷ”. πρὸς τὸνθεὸν λέγει ἤτοι ὁ ὑμνῳδὸς ἢ τὸ ἐν αὐτῷ ἅγιον πνεῦμα. με-
γάλη δέ ἐστιν | μαρτυρία, ὅταν ὁ εὐχὴν ἀναπέμψας λάβῃ τὰ
αἰτήματα. ἔδωκας οὖν αὐτῷ αὐτήν, “μα|κρότητα ἡμερῶν εἰςτὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος”.
οὐ θέλουσιν ὅλως | πολυχρόνιον τὴν κοινὴν ζωὴν ἔχειν
οἱ ἅγιοι ἐν τῷ βίῳ τούτῳ. ἀμέλει γοῦν “κάλλι|ον”, φησίν,“ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι”. καὶ ἔτι· “οἴμμοι, ὅτι ἡ
13
παροικία μου ἐμακρύνθη”. | “πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ”.ὁ ὢν “πάροικος καὶ παρε[π]ίδημος” πόθον καὶ σκοπὸν ἔχει
ἀπο|στῆναι τῆς παροικίας, ἵνα κατοικήσῃ ἐν τῷ καταλλήλῳ
χωρίῳ. ὥσπερ οὖν οὐ κοινή | ἐστιν ζωὴ ἡ ἐνταῦθα δηλουμένη,
ἣν καὶ οἱ ἀσεβεῖς ἄνθρωποι ζῶσιν καὶ τὰ ἄλογα ζῷα, | οὕτωοὐδὲ “μακρότητα ἡμερῶν” πολυχρόνιον λέγει εἶναι ζωήν, ἀλλὰ
“μακρότης | ἡμερῶν”, ὡς ὁ τιμήσας τοὺς γονέας πολυχρόνιος
ἔσται καὶ μακροήμερος. καὶ ἐν τῷ | Δευτερονομίῳ δὲ λέγεται·“αὕτη ἡ ζωή σου καὶ αὕτη ἡ μακρότης τῶν ἡμερῶν” τοῦ “ἀγα-
πᾶν με | κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης
ψυχῆς”. ἰδοὺ καὶ ἡ μακρότης τῶν ἡμερῶν | ἡ ὅλῃ ψυχῇ καὶὅλῃ δυνάμει καὶ ὅλῳ τῷ πόθῳ ἀγαπῶσα αὐτόν.
“μακρότητα” οὖν “ἡ|μερῶν εἰς τὸν αἰῶνα”. δυνατὸν λαβεῖν
περὶ τῆς μακαρίας ζωῆς ταῦτα τῷδε τῷ | τρόπῳ· ἔστιν γὰρζωή, ἥτις ἡ αὐτή ἐστιν τῇ περὶ θεοῦ γνώσει. ὅτε ἐλέγετο
τό· “αὕτη δέ | ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γιγνώσκουσίν σε
τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέ|στειλας Ἰησοῦν Χριστόν”,ἡ ζωὴ αὕτη ἐστὶν ἡ γνῶσις ἡ περὶ πατρὸς καὶ υἱοῦ. καὶ ἔ-
τι· “ὁ πιστεύων εἰς | ἐμὲ ἔχει ζωὴν αἰώνιον”. ὁ πιστεύων
εἰς τὸν σωτῆρα οὐ κοινὴν ζωὴν ἔχει. | πολυχρονιώτεροι〈οἱ〉 ἀσεβεῖς πολλάκις εὑρίσκονται τῶν σπουδαίων. ἐκεῖνοι
ποθοῦ|σιν τὴν μακροήμερον ζωὴν ταύτην, ἅτε δὴ οὐδὲν ἕτερον
ἀγαθὸν ἢ τὴν τοιαύ|την κατάστασιν ἡγοῦνται.
ὥσπερ οὖν ἔστιν νῦν ζωὴ ἐπαινετὴ καὶ μέλλουσα, | οὕτω καὶ“μακρότης ἡμερῶν” εἰς τὸν αἰῶνα τοῦτον, ἵνα τις ἔχει φωτισ-
μὸν μέγα〈ν〉 | ἕκαστον δόγμα τῆς ἀληθείας γιγνωσκόμενονκαὶ φωτίζον.
ἡμέρα ἐπαινετή ἐστιν | καὶ ἑκάστη ἀρετὴ πρακτικὴ κατορ-
θουμένη. ἐπεὶ τοίνυν, ὥσπερ τῆς γνώσεως | ἐνταῦθα μερικῆςοὔσης διαδέξεται τελεία καὶ παντελὴς γνῶσις, οὕτω καὶ ἐ-
πὶ τῆς | πρακτικῆς ἀρετῆς ἑτέρως σπουδαῖοι ἔσονται οἱ ἀπ-
εντεῦθεν κατὰ παρακτι|κὴν ἀρετὴν δίκαιοι ἀποδειχθέντες—πά-
λιν γὰρ ἔχουσιν δικαιοσύνην νῦν καὶ μέλλου|σαν—, “μακρό-τητα ἡμερῶν” εἰς τὸν αἰῶνα τὸν ὧδε, οὐ ταύτην τὴν κοινήν,
ἀλλὰ τὴν ὑπαρ|χθῆναι δυναμένην, περὶ ἧς λέγουσιν· “αὕτη
ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος”· δεικνύντες γὰρ | αὐτὴνεἰρήκασιν. οὐδεὶς δὲ δείκνυσιν τὸ μέλλον, ἀλλὰ τὸ ἤδη παρ-
ὸν καὶ ἐνεστηκός. | τὸ μέλλον, ὅταν ἔστιν ἐκεῖνος ὁ καιρὸς
καθ' ὃν ἔρχεται, οὐκέτι μέλλον ἐστίν. πάλιν | καὶ αὐτὸὑπὸ δεῖξιν πεσεῖται. οἵως οὖν ἐὰν λάβῃς τὸν βασιλέα κἂν τὸν ἅγιον ἄνδρα κἂν
αὐ|τὸν τὸν ἐκ Μαρίας προεληλυθότα, οὐ περὶ ἐκείνης τῆς ζω-
14
ῆς ἢ μακρότητος αἰσθητῶν | ἡμερῶν εὔχονται, ἀλλὰ τῶν ἤδη
εἰρημένων. μακραίωνα ζωὴ〈ν〉 λαμβάνουσιν καὶ περὶ | ταύτηςἀξίωσιν ἀναπέμπουσιν. ἡ δὲ μακραίων ζωὴ οὐχ ἑνός ἐ〈στ〉ιν
αἰῶνος ζωή. | καταλλήλως δὲ ἑκάστῳ αἰῶνι καὶ τὴν ζωὴν
λάμβανε ὁτὲ μὲν ἀρχηγικὴν | καὶ εἰσαγωγικήν, ὁτὲ δὲ με-σάζουσαν, ὁτὲ δὲ τελείαν.
ἐπερ( )· μετὰ πάσας ταύτας τὰς | λεχθείσας ἡμέρας; —ἕ-καστον δόγμα φωτίζον τὴν ψυχήν, ὑπὸ τοῦ ἡλίου τῆς δικαιο-
σύ|νης καταλαμπόμενον, ἡμέραν εἰρήκαμεν. μετὰ ταῦτα δὲ
τὰ ἐν προκοπαῖς φω|τίσματα ἔστιν τις τελεία κατάστασις
φωτός. ἐκείνη ἡ ἡμέρα οὐ μεσολαβεῖται ὑπὸ | νυκτός, οὐπλῆθος ἡμερῶν γίνεται.
δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ἐπεὶ συνάφει|αν ἔχουσιναἱ ἀρεταὶ πρὸς ἑαυτάς—ἑκάστη γὰρ φωτεινή ἐστιν—, μία
μακρότης ἡ|μερῶν γίνεται ἐκ τῆς ἀντακολουθήσεως αὐτῶν, οὐδιακόπτεται.
λέγω· ἕκας|τον θεώρημα ἐπιστημονικὸν διῄρηται ἀπὸ τῶν
ἄλλων· πολλὰ γὰρ γιγνώσκει ὁ ἐπι|στήμων. οἷον, ὡς ἐπὶ ἰ-ατρικῆς εἶναι, χειρουργικὸν θεώρημα, διαιτητικόν, ἐπὶ
γραμ|ματικῆς εἶναι, τόδε. ὅταν τις τελειωθῇ, οὐκέτι διά-
φορα αὐτὰ ἔχει· νῦν μὲν γὰρ | οἷόν τέ ἐστιν μᾶλλον ἔχειν
τὸ χειρουργικόν, ἔλαττον δὲ τὸ διαιτητικόν. ὅταν δὲ | τέ-λειον ἰατρόν μοι ὑποθῇ καὶ πάντα τὰ θεωρήματα τελείως καὶ
ἀνυπερβλή|τως ἔχοντα, οὐκέτι διακεχυμένα εἰσὶν οὐδὲ τῇ ὕ-
λῃ ἔχουσιν τὴν διαφοράν. | ὑποθοῦ μοι ἄνθρωπον παντελῆ
ἔχοντα ὑγίειαν κατὰ τὸ σῶμα. οὐκέτι διαίτης μόνης | χρῄ-ζει, οὐ τομῆς. ἀπέβαλεν ἐκεῖνα ὧν ἕνεκα ἔχρῃζεν τούτων,
καὶ λοιπὸν | ὑγίειαν ἔχει οὐκέτι ποιοῦσαν ἄλλο τι. αὐτοῦ
δὲ χάριν ταῦτα πάντα σπουδάζεται. | σπουδάζεται δὲ πόθῳτινὶ ἡ διακατοχὴ αὐτῆς· εἰσὶν γὰρ ὥσπερ ποιοῦντα ὑγίειαν, |
οὕτω καὶ φυλακτικά, οἷον γυμνάσιον ἢ τοιάδε τροφή.
ἐκείνη οὖν ἡ μακραίων | ἡμέρα ἀδιάκοπός ἐστιν· ὀψὲ γάρ
ποτε παραγίνεται {το} ὅταν πληρωθῇ τό· “ἔσται σοι | κύριοςφῶς αἰώνιον”, ὅτε οὐκέτι ἐκλείπει ὁ ἥλιος “οὐδὲ ἡ ἀνατολὴ
τῆς 〈σελήνης〉 φωτί|ζει τὴν νύκτα{ν}”. οὐ περὶ τῶν αἰσθητῶν
δὲ φωστήρων ταῦτα λέγεται· “εὐθέως” | γὰρ “μετὰ τὴν θλῖ-ψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελή-
νη | οὐ δώσει φῶς αὐτῆς”. ταῦτα δὲ τὰ φῶτα τὰ τοῖς ὧδε
φίλα οὐκέτι δώσουσιν· | ἔσται γὰρ ὁ ἥλιος ἑπταπλασίων καὶ
ἡ σελήνη ὡς ὁ ἥλιος. καθόλου περὶ τῶν οὐ|ρανῶν εἴρηταιὅτι “ἀλλαγήσονται”. ὅταν δὲ οὐρανοὺς ἀλλαττομένους λέγῃ, |
15
καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας καὶ φωστῆρας λέγει, ὥσπερ, ἐ-
ὰν ἐπὶ γῆς λέγωμεν· “ἡ γῆ πᾶσα | προσκυνεῖ”, τοὺς οἰκοῦν-τας ἐν τῇ γῇ λέγομεν. “ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ”.
6 μεγά|λη ἡ δόξα 〈αὐτ〉οῦ ἐν τῷ σωτηρίῳ σου.
ἐὰν κυρίως τὴν δόξαν λαμβάνωμεν, οὐ τὴν | τυχοῦσαν κα-τάστασιν ἡδίστην δόξαν λέγομεν. οἷον 〈δόξαν〉 οὐ λέγομεν
〈ἀρχὴν〉 | ἀνθ[ρ]ω?πίνην, οὐκ ἀξίωμα· ὅλα γὰρ ταῦτα τὰ δοξά-
ρια ἀνθρώπων μικρολόγων | καὶ ἀπειραγάθων ἐστίν. δοκοῦσιν
οὖν ἰατροὶ σωτηρίαν ἐπιφέροντες τοῖς ὑγι|αζομένοις δόξαναὐτοῖς περιποιεῖν—δεδόξασται μᾶλλον ὁ ὑγιαίνων παρὰ τὸν |
κάμνοντα—, ἀλλ' οὐ μεγάλη ἐστὶν ἡ δόξα. ὁμοίως καὶ κυ-βερνήτης.
“ἐν τῷ σωτηρίῳ” | οὖν τοῦ θεοῦ “μεγάλη δόξα” ἐστίν·
τὸ γὰρ σωτήριον τοῦτο νοῦ καὶ ψυχῆς ἅ〈πτ〉εται. τῶν | δὲἐν ἡμῖν πάντων ὁ νοῦς διαφέρει καὶ ἡ ψυχὴ τοῦ σώματος, κἂν
ἑτέροις μὴ | δοκῇ. δυνατὸν δὲ καὶ αὐτὸν τὸν σωτῆρα σωτήριον εἰπεῖν, ὡς
πολλαχοῦ κεῖται· | “εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ
σωτήριον τοῦ θεοῦ ἡμῶν”. “καὶ ὄψεται πᾶσα σὰρξ | τὸ σωτή-ριον τοῦ θεοῦ”, ἀντὶ τοῦ “πᾶς ἄνθρωπος” ἢ “πᾶσα αἰσθητικὴψυχή”.
“ἐν τῷ” οὖν “σωτηρίῳ” | τούτῳ “μεγάλη ἡ δόξα” ἐστίν. εἰ
καὶ δοκεῖ ἄτιμος εἶναι ὁ θάνατος ὃν ἀνεδέξατο—“ἐπι|κατ-άρατος” γάρ ἐστιν “πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου” κατὰ τὸν
νόμον—, ἀλλ' ἴσχυσεν | δόξαν τοσαύτην λαβεῖν ἡ δοκοῦσα
ἀτιμία ἐκ τοῦ σκοποῦ τῆς σωτηρίας, ὅτι σωτη|ρία γέγονενοὐ θρεμμάτων, οὐκ ἀνθρώπων ἁπλῶς, ἀλλὰ ψυχῆς καὶ νοῦ καὶ
πνεύματος, | ὡς γράφει Παῦλος· “ὁλόκληρον ὑμῶν τὸ πνεῦμα
καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα”. ἡ δοκοῦσα οὖν | ἀτιμία δόξα ὑπερ-βάλλουσά ἐστιν.
ὑπομνῆσαι θέλω νόημα. ὅτε εἰς τὸ εὐαγγέλι|ον ἔλεγον,εἰς τὸ χωρίον ἐκεῖνο τό· “ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ
ἐγὼ ποιῶ ἐκεῖνος | ποιήσει, καὶ μείζονα τούτων ποιήσει”,
πρὸς ἑτέροις καὶ αὕτη ἡ ἑρμηνεία ἀποδέδοται· | ἐὰν τὴνἀναλογίαν τοῦ ποιοῦντος σκοπήσῃς, καὶ τὰ μεγάλα μικρά
ἐστιν· ὡς πρὸς | τὸν θεὸν μικρά ἐστιν. οὐ πεποιήκασιν δὲ
οἱ ἀπόστολοι αἰσθητὰ ἔργα ὑπὲρ τὰ τοῦ | σωτῆρος. ὁ σωτὴρΛάζαρον ἤγειρεν τεταρταῖον…
τοῦ…
The complete text is available when the reading interface loads.