Commentarii in Psalmos 22.10
- Edition reference
- Commentarii in Psalmos 22–26.10, ed. M. Gronewald, Didymos der Blinde. Psalmenkommentar, pt. 2 [Papyrologische Texte und Abhandlungen 4. Bonn: Habelt, 1968]: 2–246.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg017.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
57
λέγεται γὰρ εἶναι καὶ πρόβατον | καὶ ἄνθρωπος καὶ φυ-τὸν καὶ ἄλλα πολλά, ὡς καὶ λίθος· ἐὰν γὰρ γράφῃ ὁ | Πέ-
τρος· “καὶ αὐτοὶ ὡς λίθοι | ζῶντες ἀνοικοδομ〈εῖσθε〉”,λίθους λέγει τοὺς ἀνθρώπους. οὐδὲν δὲ τούτων κατ' οὐσί-
αν ὑπάρχει | ὁ ἄνθρωπος, ὥστε ἀλληγορικῷ τρόπῳ πάντα πε-ρὶ αὐτοῦ ἐκλαβεῖν προσήκει.
αὐτὴ ἡ ψυχὴ αὐξάνει | καὶ πληθύνεται οὐ κατ' οὐσίαν,
ἀλλὰ κατὰ πρακτικὸν καὶ θεωρηματικὸν βίον. διανοη|τικὴνἔχει ἀρετήν, πρακτικὴν δύναται κατορθῶσαι. λέγεται γοῦν
προκοπ〈ὴ〉 τῆς ψυχῆς | ὡς ἀνθρώπου· ὁτὲ μὲν γὰρ ὀνομάζε-ται νήπιον, ὁτὲ παῖς, ὁτὲ νεανίσκος, ὁτὲ ἀνήρ. καὶ ταῦ|-
τα οὐκ ἐπὶ τῶν χαρακτήρων τοῦ σώματος ἢ τῶν ἡλικιῶν λαμ-
βάνομεν· ψυχὴ γὰρ οὐ | μεθηλικιοῦται εἰ μὴ κατὰ ἀρετήν,κατὰ προκοπήν, κατὰ βελτίωσιν.
εἰσίν τινες | οὖν νήπιοι οὐκ ἄλλῃ τροφῇ δυνάμενοι βελ-
τιοῦσθαι ἢ γάλακτι. γράφει γοῦν ὁ ἀπόστο|λος· “γάλα ὑμᾶςἐπότισα, οὐ βρῶμα”. καὶ Πέτρος· “ὡς ἀρτιγέννητα βρέφη τὸ
λογικὸν ἄδολον | γάλα ἐπιποθήσατε”. λογικὸν δὲ γάλα οὐ
τὸ αἰσθητόν ἐστιν, οὐ τὸ σωματικόν, ἀλλ' ἡ κατάλ|ληλοςτῇ λογικῇ οὐσίᾳ τροφή. καὶ Ἑβραίοις οὖν ἐπιστέλλει ὁ ἀ-
πόστολος λέγων· “καὶ γὰρ | ὀφείλοντες εἶναι διδάσκαλοι
διὰ τὸν χρόνον”—πολλῷ γὰρ χρόνῳ ἦσαν ἀνατραφέντες | ἐνταῖς γραφαῖς—“πάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς,
τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν | λογίων τοῦ θεοῦ”. ὀφεί-λοντες {εἶναι} διδάσκαλοι αὐτοὶ ἄλλοις προσάγειν τελείαν
διδασκαλίαν | εἰς τοσοῦτον ἐσμικρύνθητε κατὰ τὸν ἔσω ἄν-
θρωπον ὡς νήπιοι εἶναι γάλακτος. γάλα δὲ λέγει | τὴν ἀρ-χὴν τῶν λογίων τοῦ θεοῦ, τοὺς εἰσαγωγικοὺς λόγους, τοὺς
στοιχειώδεις. καὶ λέγει· “πᾶς | ὁ μετέχων 〈γάλα〉κτος ἄ-πειρος λόγου δικαιοσύνη〈ς〉, νήπιος γάρ ἐστιν”. οὐκ ἔχει
τὸν λόγον τῆς | δικαιοσύνης. “διὸ ἀφέντες τὸν τῆς ἀρχῆς
τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα”. | ἄφετετὸν στοιχειώδη λόγον· ἀρχὴ γὰρ τῆς τοῦ Χριστοῦ διδασκαλί-
ας ἐστίν. ἐνεχθῶμεν ἐπὶ τὴν | τελειότητα, ἵν' οὕτω τέλει-οι γεγενημένοι τέλειοι Χριστοῦ ἀκροαταὶ δυνώμεθα εἶναι·
“σοφίαν” | γὰρ “λαλοῦμεν ἐν τοῖς τελείοις”.
λέγεταί ποτε ἡ ψυχή, ὡς εἶπον ἤδη, καὶ πρόβατον. | ὅ-ταν πρόβατον ᾖ, χλοῆς χρῄζει, οὐ κρεῶν, οὐ τῶν σαρκῶν Ἰη-
σοῦ, οὐκ ἄρτου. οὔπω δὲ δύναται | τούτων τῶν τροφῶν ἢ ὄ-ρεξιν ἔχειν ἢ διοικεῖν αὐτάς, κἂν προσαχθῶσιν αὐτῷ. χρῄ-
ζει βο|τάνης· βοτάνης δὲ πνευματικῆς. ποτὲ καὶ φυτὸν λέγεται καὶ δεῖται ὑετοῦ, χρῄζει γεωρ-
γικῆς | τέχνης, ἵνα αὐξήσασα τέλειον καρπὸν ἀγάγῃ καὶ εἴ-
58
πῃ· “ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος | ἐν τῷ οἴκῳ τοῦ θεοῦ. καὶ ἐνταῦθα τοίνυν τὴν προβατώδη κατάστασιν τὴν ὡσανεὶ
ἀλογωτέραν | μετὰ πραότητός τε καὶ εὐσταθείας σημαίνειδιὰ τοῦ φάναι· ”κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστε-
ρήσει“. | ἀκαθυστέρητός εἰμι, ἀκαθυστέρητος δὲ ὡς πρόβα-
τον. ὡς εἰ καὶ βρέφος λέγοι ὅτι· ”τρέφει με | ἡ τροφός,καὶ οὐδέν με ὑστερήσει“, δηλονότι τῶν νηπιωδῶν τροφῶν.
ἑρμηνεύων λέγει· | ”εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκή-
νωσεν“. ἔστιν διδασκαλία χλοώδης προβάτοις | ἁρμόζουσα.καὶ τάχα οὐκ ἄλλη ἐστὶν αὕτη τῆς τοῦ Χριστοῦ φωνῆς· λέγει
γάρ· ”τὰ πρόβατα τὰ ἐμὰ τῆς | ἐμῆς φωνῆς ἀκούουσιν“. οἱΧριστοῦ μαθηταὶ οἱ τέλειοι κατὰ τὴν παίδευσιν αὐτοῦ γεγε-
νη|μένοι οὐκέτι πρόβατα ὄντες οὐ φωνῆς ἀκούουσιν, ἀλλὰ
διδασκάλῳ αὐτῷ χρῶνται· | ”ὑμεῖς“ γὰρ ”φωνεῖτέ με· ὁ κύρι-ος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ“.
”εἰς τόπον“ | οὖν ”χλοῆς, ἐκεῖ με κατεσκήνωσεν“. οὐ ”κατ-
οίκισεν“, ἀλλὰ ”κατεσκήνωσεν“. ἡ σκηνὴ δὲ προ|κοπὴν ση-μαίνει· ”διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴ-
κου τοῦ θεοῦ“. ὁ | προκόπτων οἰκίαν ἔχει φορητήν, αὐτὴντὴν ἀρετήν. ὅταν δὲ ἐπ' αὐτὸ τὸ τέρμα καὶ τὸ τέλος αὐτῆς
φθά|σῃ, οὐκέτι κατασκηνοῖ, ἀλλὰ κατοικεῖ. ταύτην ὁ ἅγιος
ἐπιστάμενος τὴν μεγαλειότητα καὶ τὴν προ|κοπὴν ἔλεγεν·”μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τ〈οῦ〉 κατ-
οικεῖν με ἐν οἴκῳ κυρίου“ |—οὐ παροικεῖν—”πάσας τὰςἡμέρας τῆς ζωῆς μου“. ἔχει δὲ καὶ ὁ εἰσαγόμενος ζωὴν καὶ
ὁ προκόπτων καὶ ὁ τε|λειούμενος. διὸ πλῆθος οἶδεν ζωῶνὁ λέγων· ”κρεῖττον τὸ ἔλεός σου ὑπὲρ ζωάς“· ἐν ὁποίᾳ γὰρ
ἐὰν | γένωμαι ζωῇ, ἐλέῳ σου κατέχομαι καὶ βοηθοῦμαι.
2—3 ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν | με, 〈τὴν ψυχήνμου ἐπέστρεψεν. ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης〉. πόμα ἐστὶν κατάλληλον τὸ ὕδωρ τοῖς προβάτοις. οἱ νομὴν
προσφερόμενοι καὶ | τρεφόμενοι ὕδατι ποτίζονται οὐκ οἴ-νῳ ἔνθα γὰρ ἄρτος, ἐκεῖ καὶ ὁ οἶνος ὀνομάζεται· ”ἄρτος
στηρίζει | καρδίαν ἀνθρώπου“—τελεία δὲ τροφὴ διὰ τοῦἄρτου δηλοῦται—, ”καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώ-
που“. | ἔνθα οὖν χλοή, ἐκεῖ καὶ τὸ ὕδωρ, καὶ ὅπου ἄρτος,εὑρίσκεται καὶ οἶνος. ἡ δὲ εὐωχία ἡ τελεία ἐξ ἄρτου καὶ |
οἴνου συνπληροῦται· ἡ γὰρ προβατώδης κατάστασις ἐκ χλο-ῆς καὶ ὕδατος βοηθεῖται.
δύνα|ται τὸ ”ὕδωρ τῆς ἀναπαύσεως“ εἰρῆσθαι διὰ τὸ μὴ
κάμνειν τὸν ἀρυόμενον αὐτό· ”ὁ πίνων“ | γὰρ ”ἐκ τοῦ ὕδα-τος οὗ ἐγὼ δώσω“, ἕξει ”πηγὴν ἁλλομένην εἰς ζωὴν αἰώνι-
ον“. οὐ κάτω ὂν τὸ ὕδωρ ἀ|νιμᾶται, ἀλλ' αὐτὸ ἁλλόμενονἔρχεται πρὸς τὸν πίνοντα. ὅθεν ”ὕδωρ ἀναπαύσεώς“ ἐστιν.
τοῦτο τὸ | ὕδωρ πρὸς τῷ τρέφειν καὶ καθαίρει. καὶ ἐπεὶ
ἡ ψυχὴ καθαιρομένη ἀποβάλλει τὴν ἁμαρτίαν— | αὕτη γὰρ”ταλάντῳ μολίβδου“ παρεβάλλετο—, ἀνάπαυσιν παρέχει τὸ
ὕδωρ. ἀμφότερα ἐκβάλλει καὶ τὸ | δίψος καὶ τὸν ῥύπον. εἶτ', ἐπεὶ περὶ ποιμάνσεως καὶ χλοῆς καὶ ὕδατος μνη-
μονεύει, εὐθέως | μετάγει εἰς τὸν ἔσω ἄνθρωπον τὸν λόγον
59
καὶ λέγει· ”τὴν ψυχήν μου ἐπέστρεψεν“. 〈τ〉ῇ ἐπιστροφῇ ἡ |μεταβολὴ δηλοῦται. οὐκέτι πρόβατον μένω, οὐκέτι ὑπὸ ποι-
μένα εἰμί, οὐχ ὕδα|τος ὄρεξιν ἔχω. ”τὴν ψυχήν μου ἐπέστρεψεν“. τί δὲ ὑπῆρκται ἐπιστραφεί-
σῃ τῇ ψυχῇ μου; | ”ὡδήγησεν“ αὐτὴν ὁ θεὸς ”ἐπὶ τρίβουςδικαιοσύνης“. αἱ τρίβοι τῆς δικαιοσύνης αἱ κατ' εἶδός
εἰσιν | ἀρεταὶ ἢ αἱ πράξεις τῶν ἀρετῶν.
πολλαχοῦ τῶν θείων παιδευμάτων τὸ τῆς δικαιοσύνης | ὄ-νομα τὴν καθόλου ἀρετὴν σημαίνει· ἔστιν μὲν γὰρ καὶ εἰ-
δ?ικὴ ἀρετὴ οὕτω καλουμένη δικαι|οσύνη. ἐὰν λέγωμεν ὅτιτέσσαρές εἰσιν αἱ γενικαὶ ἀρεταὶ, ἀνδρεία, δικαιοσύνη,
σωφρο|σύνη, φρόνησις, ἡ μία τῶν ἀρετῶν σημαίνεται διὰτοῦ ”δικαιοσύνη“.
καὶ ὅταν λέγῃ ὅτι· | ”καὶ ὑμεῖς, οἱ δεσπόται, τὴν ἰ-σότητα καὶ τὸ δίκαιον“, ὧδε τὸ κατ' ἀξίαν δίκαιον σημαί-
νεται. καὶ ὅταν | λέγῃ ὅτι· ”στάθμια δίκαια καὶ ζυγὸν δί-
καιον“, ποιητικὸν δικαιοσύνης μνημονεύει. καὶ παρονο|μά-ζει ἀπ' αὐτῆς τὸ δίκαιον τὸ κατ' ἀξίαν ἀπονεμητικὸν 〈καὶ〉
τὸ ὡς λέγο?υ?σ?ιν ἐπανορθωτικόν· διττῶς γὰρ | ἡ δικαιοσύνηλέγεται ἤτοι ἐπανορθωτικὴ ἢ τοῦ κατ' ἀξίαν 〈ἀπονεμητική〉.
{τοῦτο οὖν ἐπανορθωτικὸν λέγεται | δίκαιον} καὶ ἵνα ἀπὸτῶν γραφῶν αὐτὸ παραστήσω· προστάττει ὁ νόμος· ”ὀδόντα
ἀντὶ ὀδόντος καὶ ὀφθαλ|μὸν ἀντὶ ὀφθαλμοῦ“. ὁ βίᾳ ἐπελθών
τινι καὶ ἐκκόψας αὐτοῦ τὸν ὀφθαλμὸν ἥδεται ἀμυνόμε|νοςἐχθρόν. ὁ ἀφαιρεθεὶς τὸν ὀφθαλμὸν λυπεῖται ἢ τὸν ὀδόντα.
δίδωσιν ὁ θεὸς νόμος τὸ αὐ|τὸ παθεῖν τὸν κακῶς προ{σ}δια-τεθεικότα. καὶ ἀπὸ τῆς ἡδονῆς αὐτοῦ ἀφαίρεσις γίνεται |
καὶ προστίθεται τῷ ὀδυνωμένῳ διὰ τὸ παθεῖν τὰ ἐπίπονα,καὶ γίνεται ἰσότης. 〈τοῦτο οὖν ἐπανορθωτικὸν λέγεται δί-
καιον〉. τὸ δια|νεμητικὸν οὐκ ἐν τῇ ἰσότητι τῆς φύσεως
τοῦ πρ?άγματος φαίνεται, ἀλλ' ἐν τῇ ἀναλογίᾳ τῆς | δια-νομῆς. τρίβοι οὖν δικαιοσύνης εἰσὶν αἱ κατημαξευμέναι ὁδοὶ
αὐτῆς, αἱ πεπατημέ|ναι ὑπὸ πολλῶν. δύνανται δὲ καὶ τρίβοι δικαιοσύνης εἶναι αἱ πρακτικαὶ
τῆς δικαιοσύνης | ἐνέργειαι· τότε γὰρ μάλιστα πατεῖταικαὶ τρίβεται ἡ δικαιοσύνη, ὅταν πράττηται. ὅτι δὲ ἡ πρακ-
τι|κὴ ἀρετὴ σημαίνεται τούτῳ τῷ ὀνόματι τῆς δικαιοσύνη?ς,
πιστοῦται ἐκ τούτου· ”πορευόμενος | ἄμωμος καὶ ἐργαζόμε-νος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ
ἐδόλωσεν ἐν γλώς|σῃ αὐτοῦ καὶ οὐκ ἐποίησεν τῷ πλησίον αὐ-τοῦ κακόν“. καὶ μεθ' ὁλίγα· ”ὁ ποιῶν ταῦτα οὐ μὴ σαλευ|-
θῇ εἰς τὸν αἰῶνα“. θεωρεῖς ὅτι τὰ εἴδη τῆς ἀρετῆς πάν-
τα συναγαγὼν εἰς ταὐτὸν γενικῶς | εἶπεν αὐτὴν δικαιοσύ-νην. ”ὡδήγησέν με“ οὖν ”ἐπὶ τρίβους δικαιοσύνης“. καὶ οἱ
πρὸ τοῦ νόμου τοῦ | γραπτοῦ ταύτην ὥδευσαν τὴν δικαιοσύ-
νην. περὶ οὖν τοῦ Ἀβραὰμ εἴρηται ὅτι ”ἐφύλαξεν πάν|τατὰ δικαιώματα καὶ προστάγματα“ τοῦ κυρίου. καίτοι οὔπω
ἦν δοθέντα, ἀλλ' ἐφύλαξεν αὐτά, κατ' | αὐτὰ ἔζη. καὶ ὁἍβελ οὖν ἐπὶ δικαιοσύνῃ μαρτυρεῖται.
60
ἡ ἐπιστροφὴ οὖν τῆς ψυχῆς ἡ ὅδευσίς | ἐστιν ἡ ἐπὶ τὰςτρίβους τῆς δικαιοσύνης ἀπάγουσα, ἵνα μηκέτι ᾖ{ν} πρόβα-τον.
3 {ὡδή|γησέν με ἐπὶ τρίβους δικαιοσύνης} ἕν[εκ]εντοῦ ὀνόματος αὐτοῦ.
οὐ τοσοῦτον διὰ τὴν ἐμὴν ἀξίαν, ὅσον | διὰ τὴν ἑαυτοῦπροσηγορίαν τοῦτό μ?[οι πα]ρ?έσ?χ?εν· κἂν γάρ τις τρέχῃ ἐπὶ
τὰ καλά, κἂν πόθον | αὐτῶν ἔχῃ, ἐὰν μὴ ἐλεήσῃ θεός, οὐκἀνύεται τὰ σπουδαζόμενα. αὐτίκα γοῦν καὶ ἐν τῷ ἑκατὸν
ὀκτωκαίδεκα ψαλμῷ λέγεται· | ”ὁδὸν ἐντολῶν σου ἔδραμον,ὅταν ἐπλάτυνας τὴν καρδίαν μου“. σοῦ πλατύναντος τὴν καρ|-
δίαν μου καὶ εὖρος τῇ νοήσει μου δεδωκότος ἔδραμον τὴν
ὁδὸν τῶν ἐντολῶν σου. ἀεὶ οὖν | διὰ τὸν θεὸν τὰ σπου-δαζόμενα ἀνύεται. ἔκτισεν γὰρ τὰ λογικά, ἵνα μετέχ〈ω〉σιν αὐτοῦ τῆς ὀνο|-
μασίας. ὀνομασίας δέ φημι οὐκ ἐκ συλλαβῶν συνκειμένας,
ἀλλ' ἐκ ποιότητος δεικνυού|σης τὸ ὀνομαζόμενον· ἀποδέ-δοται γὰρ ὅρος ὀνόματος καὶ οὕτως· ”ὄνομά ἐστιν κεφαλαι-
ώδης | προσηγορία παραστατικὴ τῆ[ς] ἰδίας ποιότητος τοῦ
ὀνομαζομένου“. καὶ ἔχει γε τοῦτο μάλιστα | ἡ παρωνυμία.ἀπὸ σοφίας λέγεταί τις σοφός, καὶ οὐ ψιλὴν προσηγορίαν
ἔχει, οὐ τὴν ἐκ συλλα|βῶν συνκειμένην, ἀλλὰ τὴν δηλοῦ-
σαν τὴν ποιότητα, ἣν παρέσχεν τῇ ψυχῇ ἡ σοφία. κεφα|λαι-ώδης οὖν προσηγορία ἐστὶν τὸ κυρίως ὄνομα τὸ παραστατι-
κὸν τῆς ποιότητος | τοῦ ὀνομαζομένου. κἂν οὖν ”ἄνθρωπον“εἴπῃς, παραστατικόν ἐστιν τῆς ποιότητος τοῦ ἀνθρώπου |
—ποιότητα δὲ ἐνταῦθα τὴν ἰδιότητα λέγω—· εἶπε〈ς〉 γὰρ
τὴν ἰδίαν ποιότητα τοῦ ὀνομαζομένου. | ἰδία δὲ ποιότηςἐστὶν τοῦ ἀνθρώπου ἡ ἀνθρωπότης· ἐὰν γὰρ ἄλλην εἴπῃς ποι-
ότητα, μετέ|χουσιν αὐτῆς καὶ ἄλλοι· οὔκ ἐστιν ἰδία. λε-
γέσθω τις μαθητὴς ἰατροῦ, μηδὲν δὲ τῆς ἰατρι|κῆς εἰδέτω·οὐκ ἔχει τὴν ποιότητα τῆς ἰατρικῆς, καὶ ψόγος ἐστὶν τῷ
παιδεύσαντι αὐτὸν | τὰ ἰατρικά, ὅταν μηδὲν αὐτῶν εἰδῇ[μ]ηδὲ πράττῃ.
4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ | σκιᾶς θανάτου, οὐ φο-βηθήσομαι κα[κ]ά, ὅτι σὺ μετ' ἐμοῦ εἶ.
ἐπεὶ ”ἕνεκεν τοῦ ὀνόματος | αὐτοῦ“ ”ἐπέστρεψεν τὴνψυχήν μου“, μετ' ἐμοῦ ἐστιν. μετ' ἐμοῦ δὲ ὄντος αὐτοῦ,
ἀπαλέξο{υ}ν|τος πᾶν κακὸν οὐκ ἐνγίζει μοι οὐδὲ σκιὰ θα-νάτου.
κακὰ δὲ διχῶς ἐν γραφῇ λέγεται, τάχα | δὲ καὶ ἐν τῇσυνηθείᾳ. τὰ ἐναντία τῆς ἀρετῆς εἴδη τῆς κακίας λέγεται
κακά· ὡς ἐὰν λέγῃ· | ”ἐν γέλωτι ἄφρων πράσσει κακά“, καί·”ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν“.
λέγου|σιν δὲ καὶ τὰ ἀηδῆ κακά, ἐπεὶ τὰ ἡδέα οἱ ἄνθρω-
ποι λέγουσιν εἶναι ἀγαθά. καί εἰσίν γε ἀνθρώπων | ἀγαθὰοὐκ ἀληθῶς ἀγαθά. διὰ τοῦτο καὶ πρὸς τὸν πλούσιον ὁ Ἀ-
βραὰμ εἶπεν· ”ἀπέλαβες | τὰ ἀγαθὰ σοῦ“. ὡς, εἰ περὶ τῶν
61
ἀρετῶν ἔλεγεν, οὐκ ἂν εἶπεν· ”τὰ ἀγαθὰ σοῦ“. | ”κύριοςἀγαθὰ δώσει τοῖς αἰτοῦσιν αὐτόν“. μὴ εἶπεν· ”τὰ ἀγαθὰ〈αὐτῶν〉“.
ὅταν γοῦν λέγῃ ὁ Ἰώβ· ”εἰ τὰ | ἀγαθὰ ἐδεξάμεθα παρὰκυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν“; κακὰ λέγει τὴν ἕλκωσιν,
τὸν οἴκτις|τον θάνατον τῶν τέκνων καὶ τὰ ἄλλα. φαίνεται
δὲ μάλιστα τὸ ἐκ τοῦ Ἰσαίου οὕτω λέγοντος | τοῦ προφή-του περὶ τοῦ θεοῦ· ”καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κα-
κά“. οὐδὲ ἀνθρώπου σοφοῦ | ἐστιν ἐπάγειν τὰ εἴδη τῆς κα-κίας κακὰ ὄντα, οὔ τί γε λοιπὸν θεοῦ. καὶ αὐτοὶ γοῦν οἱ
κακοὶ | ὅτε ὑποκρίνονται {ὑποκρίνονται} ἀρετήν, οὐ λέγου-
σιν ὅτι· ”ἐπιφέρομέν τινι | κακόν“. λέγεται δὲ περὶ τοῦθεοῦ ὅτι ὡς σοφὸς ἐπάγει κακά. τὰ κακωτικὰ λέγει. καὶ
θεώρει | τὸ τέλος τῆς ἐπαγωγῆς τῶν κακῶν· ”καὶ ὁ λόγος
αὐτοῦ οὐ μὴ ἀθετηθῇ“. ἐπὶ τῷ μὴ ἀ|θετηθῆναι αὐτοῦ τὸνλόγον ἐπάγεται τὰ ἐπίπονα· ἐπεὶ γὰρ προστακτικῷ λόγῳ 〈ἤ〉-
κουσα〈ν〉 | ἃ δεῖ ποιεῖν καὶ ὧν δεῖ ἀπέχεσθαι, κατεφρόνη-
σαν δὲ τούτου τοῦ λόγου καί, τὸ ὅσον ἧ|κεν εἰς τὴν αὐ-τῶν μοχθηρίαν, ἠθετήθη, ἐπάγει κακά, ἵνα μὴ ἀθετηθῇ ὁλόγος αὐτοῦ. |
καὶ ἡ χειρουργία δὲ ἡ ἰατρικὴ καὶ ἡ καῦσις ὑγίειαν
φέρουσα τῷ πάσχοντι ταῦτα, οὔκ εἰσιν | κακά. σκιὰν δὲ ἐνταῦθα λέγει οὐκ ἐκείνην, ἣν λέγομεν ἔχειν
τὸν νόμον—”σκιὰν γὰρ ἔχων | ὁ νόμος τῶν μελλόντων ἀγα-
θῶν“—, ἀλλὰ ὧδε σκ[ιὰ]ν? λέγει τὴν προυφισταμένην | τοῦθανάτου. προυφίσταται δὲ τοῦ θανάτου ἡ ἁμαρτία. θάνατον
δὲ λέγω νῦν οὐ τὸν κοι|νόν. ἴδε· οἱ ζωγράφοι πρὸ τῶν εἰ-
κόνων καὶ τῶν μορφῶν σκιογραφοῦσιν. | καὶ ἀρχὴ εἰκόνοςἐστὶν ἐκείνη ἡ σκιά. καὶ ὁ θάν〈ατ〉ος τοίνυν ἔχει σκιάν,
τὴν ἁμαρτίαν. αὕτη δὲ προ|τυποῖ καὶ προδείκνυσιν τὸν θάνα-τον.
ἐὰν γοῦν ἐν μέσῳ τῆς σκιᾶς γένωμαι τοῦ θανάτου, | οὐφοβοῦμαι αὐτόν. οἷον ὁ Ἰωσήφ, ὅσον ἐπὶ προτροπῇ τῇ κατα-
σπάσαι αὐτὸν θελούσῃ | εἰς ἀκολασίαν, γέγονεν ἐν μέσῳ τῆς
σκιᾶς τοῦ θανάτου, καὶ οὐ πεφόβηται κακόν, | οὐχ εἷλεναὐτὸν ἐκείνη. ἐπερ( )· ἡ σκιὰ ἡ ἐν μέσῳ; —ἐπεὶ οὐ περὶ κοινοῦ θα-
νάτου | ὁ λόγος, οὐδὲ περὶ τῆς σκιᾶς αὐτοῦ οὕτω διανο-
εῖσθαι ἔδει· ὥσπερ γὰρ ἐκείνη ἣν λέγεις προ|τύπωσις αἰσθη-τή τις οὖσα καὶ ὄψει ὑποκειμένη, φέρει καὶ τὸ μετὰ τὴν
σκιὰν αἰσθητὸν | καὶ ὁρ〈α〉τόν, οὕτω καὶ ὧδε, ἐπεὶ κατὰ
ψυχὴν ἡ σκιὰ γίνεται, καὶ ὁ θάνατος ψυχῆς | ἅπτεται. ”ἡἁμαρτία“—σκιὰ ἦν—”ἀποτελεσθεῖσα“ μήτηρ γίνεται θανά-
του, | τουτέστιν φέρει καὶ ποιεῖ θάνατον. ”ἐὰν“ οὖν ”πο-ρευθῶ ἐν μέσῳ σκιᾶς θανάτου“.
62
ἐπερ( )· | γέγονεν ἐν θλιβηροῖς; —ναί, εἰ ἦν φοβηθείς,ἡμάρτανεν.
ἐπερ( )· τὸ ”ἐν μέσῳ“ ἐν τῇ ἁμαρτίᾳ; —οὐ τοῦ|το λέγω.οὐ τὸ θλιβῆναι λέγω τὴν σκιὰν τοῦ θανάτου, ἀλλὰ τὴν ἐκ
τοῦ θλιβῆναι ἔνδοσιν | καὶ δειλίαν. ἐπεὶ οἱ μάρτυρες γέ-
γοναν ἐν μέσῳ σκιᾶς θανάτου, οὐκ ἐν τῷ θανάτῳ δέ. | ἐθλί-βησαν, ὃ ἐπηγγέλλετο δὲ ἡ θλῖψις ἡ ἐπαγομένη, οὐχ ὑφέστα-
σαν. τοιουτότρο|πον ἐλέχθη νόημα καὶ τό· ”μὴ εἰσενέγκῃς
ἡμᾶς εἰς πειρασμόν“. μὴ γὰρ τοῦτο λέγουσιν· | ”μὴ ἐάσῃςἡμᾶς θλιβῆναι“. ἐὰν τοῦτο ᾖ{ν}, οὐδέποτε ἠλήθευσαν οἱ ἀ-
πόστολοι λέγοντες· 〈”ἐν παντὶ θλιβόμενοι“〉. | τὸ μὴ εἰσ-ελθεῖν οὖν εἰς πειρασμὸν τοῦτο λέγομεν τὸ μὴ ἁλῶναι τῷ βου-
λήματι τοῦ | πειράζοντος. ”οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ“.
σὲ μετ' ἐμαυτοῦ ἔχων οὐδὲν | φοβοῦμαι τῶν βλάπτειν δο-κούντων.
4 ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με πα|ρεκάλε-σαν. θεωρεῖς ὅτι οὐκ ἄπειρος ἦν τῆς σκιᾶς τοῦ θανάτου. ἡ
〈βακτηρία〉 σου ἡ ἀντι|στήριγμά μου γινομένη καὶ ἡ 〈ῥάβ-δος σου ἡ〉 παιδεύουσά με παρεκάλεσάν με, ἔξω με πεποίη-
καν | τοῦ θανάτου, εἰ καὶ ἐν τῇ σκιᾷ αὐτοῦ γέγονα, εἰ καὶἐν μέσῳ τῆς σκιᾶς αὐτοῦ ἐχώρησα.
λαμ|βάνεται ἡ ῥάβδος καὶ ἡ βακτηρία θεοῦ καὶ ἐπὶ παι-
δεύσεως καὶ ἐπὶ ἀντιστηριγμοῦ· | ”ὃς προφέρει ἐκ χειλέ-ων σοφίαν, ῥάβδῳ τύπτε〈ι〉 ἄνδρα ἀκάρδιον“. τὸν παιδευτι-
κὸν καὶ | ἐλεγκτικὸν λόγον ῥάβδον ὠνόμασεν. καὶ Κορινθί-
οις δὲ Παῦλος γράφει· ”τί θέλετε; ἐν | ῥάβδῳ ἔλθω πρὸςὑμᾶς“; καὶ ἐπὶ ἀντιστηριγμοῦ δὲ λαμβάνεται· ”αἱ βακτηρίαι ἐν
ταῖς | χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχαἐστὶν κυρίου“.
5 ἡτοίμασας ἐνώ|πιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλι-βόντων με.
εἰς τὸ προοίμιον λοιπὸν συν|άπτομεν τὰ παρόντα· αὐτῶν
γὰρ ἕνεκα γεγένηται, ὅτε ἐλέγομεν ὅτι μετὰ τὴν | πόσιντοῦ γάλακτος ”στερεὰ τροφὴ“ δίδοται οὖσα σοφία θεοῦ ἐν
τελείοις λαλουμένη. ἡ δὲ καὶ | ἐνταῦθ〈α〉 μετὰ τὴν κτηνώ-δη ἀγωγήν, εἰ καὶ μετ' εὐσταθείας καὶ πραότητος ἦν γινο-
μένη, | ποιμανθεὶς ὑπὸ σοῦ ἀκαθυστέρητος ἔμεινα· διεδέξα-
το γὰρ τὴν χλοὴν τράπεζα. ὡς | προβάτου κατάστασιν εἶχον,
χρείαν εἶχον μαθημάτων χλοῇ ἐοικότων καὶ ὕδα|τος δύναμινἐχόντων. ὅτε δὲ προέκοψα ἐπιστραφείσης τῆς ψυχῆς μου ὑπὸ
σοῦ | ἐπὶ τὰς τῆς δικαιοσύνης τρίβους ὥστε ὑπὸ τῆς ῥάβ-
δου καὶ τῆς βακτηρίας σου παρακλη|θῆναι, ἄνθρωπος γέγο-να. διὰ τοῦτο οὐχ ἡτοίμασας ἔτι χλοήν, ἀλλὰ τράπεζαν,
καὶ ἐνώ|πιόν μου ἐφανέρωσάς μοι αὐτῆς τὸ κάλλος τὸ τρό-
63
φιμον, τὸ ἐδώδιμον. ἡ σοφία σου | εὐτρέπισέν μοι τὴν τρά-πεζαν ταύτην. ”σφάξασα τὰ ἑαυτῆς θύματα“ ἐπέθηκεν αὐτῇ.
καὶ ”τὸν οἶνον τὸν | ἑαυτῆς“ ἐπέθηκεν ”κεράσασα“ ταύτῃτῇ τραπέζῃ καὶ πάντας ἐπὶ τὸ φαγεῖν καὶ πιεῖν ἀπὸ ταύτης
τῆς | τραπέζης καλεῖ. καὶ λέγομεν τράπεζαν ἐνταῦθα τῆς σοφίας τὴν θείαν παί-
δευσιν. ἐπίκειται δὲ ταύτῃ | θύματα· ὅταν γὰρ ἱερουργή-σωμεν καὶ σφάξωμεν τὰ δόγματα τῆς εὐσεβείας, ἵν' ἕτοιμα
πρὸς τρο|φὴν αὐτὰ ποιήσωμεν, τότε ἐπίκειται τὰ θύματα τῇ
τραπέζῃ. καὶ οὐκ ἄλλος γε ἔθυσεν αὐτὰ ἢ αὐτὴ ἡ | σοφία ἡ”ἑτοιμάσασα τὴν ἑαυτῆς τράπεζαν“· οὐ γὰρ ἁπλῶς εἶπεν·
”ἡτοίμασεν τράπεζαν“, ἀλλὰ ”τὴν ἑαυ|τ〈ῆς〉“. σοφίας δὲ τρά-πεζα οὐκ ἔχει ἐπικείμενα ἄλλα ἐδέσματα ἢ τὰ σοφὰ παιδεύ-ματα.
εἶτα καὶ | ”τὸν ἑαυτῆς οἶνον ἐκέρασεν“. προσέλαβεν αὐ-
τῷ ὕδωρ, ἵν' ἡμεῖς ἀκράτου μὴ δυνάμενοι δέξασθαι | κεκε-ρασμένον λάβωμεν οἶνον. ἔστιν τινὰ ἄρρητα ῥήματα, ἃ οὐ
〈 〉. ἔστω ταῦτα οἶνος. ὅταν τις δύνη|ται ταῦτα εἰςδιδασκαλίαν ῥητὴν ἀγαγεῖν, ἐκέρασεν, αὐτοῖς αἰσθητὸν ὕ-
δωρ ἐπιμείξας· τὰ παραδεί|γματα τὰ τῆς γραφῆς, αἱ λέξειςαἱ ἐν παραβολαῖς ἀπαγγελλόμεναι.
πάλιν ἐπεὶ θεὸς λόγος ἐστὶν ἡ | σοφία, οὐκ ἠδυνάμεθαδὲ ἀκράτου{ς} λαβεῖν τοῦ λόγου, ἐκέρασεν αὐτὸν τῇ ἐναν-
θρωπήσει, καὶ ἐδεξά|μεθα λοιπὸν κεκραμένον οἶνον ἔκ τετοῦ λόγου τῆς ἐνανθρωπήσεως καὶ τῆς μεγαλειότητος τοῦ
μονο|γενοῦς. ”γενάμενος δὲ ὁ λόγος σὰρξ καὶ ἐσκήνωσεν ἐνἡμῖν, καὶ ἐθεα〈σά〉μεθα τὴν δόξαν αὐτοῦ“. ἰδοὺ τὸ κρᾶμα. |
οὐκ ἄλλου δέ τινος ἦν τοῦτο μεῖξαι ἢ τῆς σοφίας αὐτῆς.
οἶδας ὅτι ὁ κερανν〈ύ〉ων ἐνίοτε πρὸς τὴν ἕξιν | τοῦ πίνον-τος τὴν κρᾶσιν ποιεῖται. καὶ ἡ σοφία τοίνυν τὸν ἑαυτῆς
οἶνον ἐκέρασεν καὶ οὐ πᾶσιν τὸ | αὐτὸ κρᾶμα δίδωσιν, ἀλλ'ὃ χωρεῖ ἕκαστος. εἰσὶν οὖν νηπιώδεις, ἐν οἷς δοκεῖ τοῦτο
τὸ κρᾶμα μᾶλλον ὑδα|ρέστερον εἶναι. πλεονάζει τὸ τῆς ἐν-ανθρωπήσεως. ὅταν δέ τις ”θεάσηται τὴν δόξαν αὐτοῦ, δόξαν
ὡς | μονογενοῦς παρὰ πατρός“, ὁ οἶνος πλεονάζει.
ταύτην οὖν τὴν τράπεζαν ἡτοίμασεν οὐκ εἰς νῶτον | τοῦἐπικαλουμένου, οὐ μακρὰν αὐτοῦ, ἀλλ' ἐνώπιον αὐτοῦ καὶ ἐξ
ἐναντίας τῶν θλιβόντων αὐτόν. τοῦτο | τὸ αἴνιγμα ἐπὶ τὸσαφέστερον ὁ ἀπόστολος μεταβαλὼν γράφει· ”θύρα γάρ μοι
ἀνέῳγεν με|γάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί“.ὅταν τις λόγον καὶ θύραν λόγου ἔχῃ ἰσχυρὸν καὶ ἐνεργῆ, |
ἀντικειμένους πολλοὺς ἔχει. καὶ αὐτὸς διάβολος ἀντίκειται
κωλύειν θέλων τὴν ὠφέλειαν | τὴν ἐκ τῆς ἐνεργείας τοῦ λό-γου, καὶ ἄνθρωποι σοφισταὶ καὶ ἄλλοι κακοὶ ἄνθρωποι. {οὐ}
τοσοῦτον γοῦν ἀντίκεινται | ὡς ἐπιβουλεῦσαί ποτε τῷ εὐ-εργετουμένῳ. ”ἐξ ἐναντίας τῶν θλιβόντων με“ ἡτοιμάσατο τὴν τρ〈ά〉πε|-
ζαν. ἔλεγόν ποτε εἰς ἐκεῖνο τὸ ῥητὸν περὶ τοῦ βρέφους Ἰη-
σοῦ· ”ὅτι πρὶν γνῶναι καλεῖν πατέρα ἢ | μητέρα λήμψεταιδύναμιν Δαμασκοῦ καὶ σκῦλα Σαμαρείας ἔναντι 〈βασιλέως
64
Ἀσσυρίων〉“. οὐ μέγα ἦν, εἰ τὰ σκῦλα | τὰ ὑπὸ τὸν βασι-λέα τοῦ βασιλέως ἀπόντος ἔλαβεν, ἀλλὰ ἀπέναντι αὐτοῦ, παρ-
όντος αὐτοῦ ἀπέ|σπασεν ἃ εἶχεν ὑφ' ἑαυτόν. ἢ οὐκ ἀπέναν-τι τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐσκύλευσεν τοὺς μάγους; |
ἐν τῷ μαγεύειν γὰρ ἦσαν. οὐ μετανοήσαντες πρότερον ἦλ-
θον πρὸς τὸ παιδίον, ἀλλ' ἔτι ἐνεργούν|των τῶν δαιμόνων.τοιοῦτόν τι γοῦν τεθεώρηται ἐκκλησιαστικῶς, ὅτι τὰ συν-
ήθη ἐκεῖνοι | ποιήσαντες ἐπὶ τῷ καλέσαι δαίμονας, μὴσχόντες αὐτοὺς ὑπηκόους ἔγνωσαν ὅτι κατελύθη ἐκ τοῦ |
παιδίου τοῦ σημαινομένου διὰ τοῦ φανέντος ἀστέρος ἡ μα-
γεία. ⟦ἐλθὼν γοῦν εἰς ἐμὲ τοιοῦτό τι⟧ οἱ | θλίβοντες οὗ-τοι παρῆσαν καὶ ἐπ' ὄψε?σιν αὐτῶν γέγονεν τὰ τῆς εὐεργεσί-ας.
δύναται καὶ τὸ ”ἐξ ἐναντίας“ οὕτως· | ἐναντίᾳ προαι-ρέσει παρῆσαν κωλῦσαι θέλοντες, τὸ ὅσον εἰς αὐτούς, ἢβλάψαι αὐτὸν θέλοντες. |
5 ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. χριστόν με ἀπέδειξας· καθ' ὃ σημαινόμενον λέγεται· |
”μὴ ἅπτεσθε τῶν χριστῶν μου“. καὶ οὗτος ὁ ἅγιος εἷς ἦν
τῶν χριστῶν τῶν χρισθέντων ”ἐλαίῳ ἀγαλλι|άσεως παρὰ τοὺςμετόχους“ Χριστοῦ. αὐτὸς ὁ ἄνθρωπος ἐχρίσθη παρὰ τοὺς μετ-
όχους, παρὰ τοὺς ἄλλους | χριστούς, περὶ ὧν εἴρηται· ”ἔξ-ελθε εἰς σωτηρίαν τοῦ λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούςσου“. |
”ἐλίπανας“ οὖν ”ἐν ἐλαίῳ τὴν κεφαλήν μου“. πολλαχοῦ
ἡ κεφαλὴ τὸν νοῦν σημαίνει· ὡς ἐὰν λέγηται· | ”τοῦ σοφοῦοἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ“. ἀμέλει γοῦν καὶ ἡ συνήθεια
λέγει τοὺς μωροτέρους ἐνκέφαλον | μὴ ἔχειν, κεφαλὴν μὴἔχειν. ὁ ἄρχων συνστήματος κεφαλὴ λέγεται τοῦ συνστήμα-
τος. ἐπεὶ καὶ ὁ νοῦς | τοίνυν ἄρχει καὶ ἡγεῖται πάσηςτῆς συνστάσεως ἡμῶν, κεφαλὴ ὀνομάζεται. πολλαὶ δὲ γραφαὶ |
τοῦτο διδάσκουσιν, ἃς πολλάκις εἰρήκαμεν. οὐκ εἶπεν ἁπλῶς ”ἐλιπάνθη“, ἀλλ' ”ἐν ἐλαίῳ“· ἔστιν
γὰρ | καὶ φαῦλον ἔλαιον, περὶ οὗ ὁ ἅγιος ἀπεύχεται λέγων·
”ἔλαιο〈ν〉 δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφα|λήν μου“. 5 καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον.
ἐπεὶ οὐ πᾶς τις δύναται ὅλον | τὸν κρατῆρα, ὃν ἐκέρα-σεν ἡ σοφία, ἐκπιεῖν, ἑκάστῳ νέμει ποτήριον, ὃ δύναται
δεξάμενος | εὐφρανθῆναι. ἔνια τῶν γραφῶν ἔχει· ”καὶ τὸ ποτήριόν μου“· ὃ ἐπιδέ-
δωκάς μοι. πλὴν ἑκατέρως | λέγεται. ”μεθύσκον“ οὖν ἐστιν ”ὡς κράτιστον“. κρατίστην μέθην
ἐπιφέρει τῷ πίνοντι, νηφαλίαν | μέθην. τὸ δὲ ”μεθύσκον“ἀντὶ τοῦ ”εὐφραῖνον“. λέγομεν οὖν πολλάκις μέθυσον τὸν
πολύοινον. | καὶ αὐτὸ δὲ τὸ θιγεῖν καὶ γεύσασθαι μέθη λέ-γεται. καὶ ἐτυμολογοῦσιν τὴν μέθην οὕτως· κατὰ τὸ παλαιὸν |
οὐκ ἦν πληθὺς οἴνου, ὅτε εὐθέως εὑρέθη τὸ γένημα τῆς ἀμ-
πέλου ποιοῦν οἶνον, καὶ ἐν ταῖς | εὐωχίαις καὶ ταῖς δημο-τελέσιν πανηγύρεσιν μετὰ τὸ θῦσαι ἔπινον. οὐκ ἔπινον ἄλ-
λῳ καιρῷ. | καὶ διὰ τοῦτο μέθη λέγεται. καὶ τὸ ἁπλῶς 〈δ〉ὲ θιγεῖν σημαίνει ἡ μέθη πολλάκις·
”μεθύσκονται ἀπὸ πιό|τητος τοῦ οἴκου σου“, ἀντὶ τοῦ ”εὐ-φραίνονται“· ἑτέρως γὰρ ἡ μέθη λέγεται μετὰ διαβολῆς·
”οἱ μεθυς|κόμενοι νυκτὸς μεθύουσιν“. σὺν σκότῳ καὶ ἀγνοίᾳ
65
οὗτοι μεθύουσιν. οἱ δὲ μεθύοντες | θεῖον πόμα λαβόντες,τουτέστιν εὐφρανθέντες, νηφαλίως μεθύουσιν. ”φάγετε, πί-
ετε, με|θύσθητε, ἀδελφοί“, ὁ νυμφίος ἐν τῷ ᾄσματι τῶν ᾀσ-
μάτων λέγει. τὸ ”μεθύσθητε“ οὐ τοῦτο λέγει, οὐ ”κρα|ται-ώθητε“ ἀπὸ οἴνου, ἀλλ' ”εὐφράνθητε“.
6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς | ἡμέραςτῆς ζωῆς μου. τὸ ἔλεός σου ὡς ”ἐλίπανας τὴν κεφαλήν μου“· οὐ πρὸς
ὀλίγον λι|παίνει μου τὴν κεφαλήν, ἀλλὰ ἀεί· {ἐπεὶ πάρ-εστίν μοι} 〈καὶ οὕτως αἰώνιος χριστὸς ἕκαστος τῶν χρισ-θέντων γίνεται〉.
”πάσας“ οὖν ”τὰς ἡμέρας τῆς ζωῆς μου“ | δ[ι]ώκει με·οὐκ ἐᾷ με πόρρω αὐτοῦ γενέσθαι· παρά[μονο]ν γάρ ἐστιν,
〈ἐπεὶ πάρεστίν μοι〉, {καὶ οὕτως αἰώνιος χριστὸς ἕκας|τοςτῶν χρισθέντων γίνεται. οὐκέτι λοιπὸν κατασκηνοῖ} καὶ
οὐκ ἐπὶ μίαν ἢ δευτέραν, | ἀλλ' ἐπὶ ”πάσας τὰς ἡμέρας τῆςζωῆς μου“. ”ἡμέρας“ δὲ ”πάσας τῆς ζωῆς“ τοὺς φωτισμοὺς |
τῆς ψυχῆς ἐκλάμβανε ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενο-μένους. 1 〈ψαλμὸς τῷ Δαυίδ· τῆς μιᾶς σαββάτων〉.
〈 〉 κατάλληλον ἔχει τὴν προγραφήν· εἰς τὴν
ἡμέραν γὰρ τὴν μίαν τῶν σαββάτων. ”μίαν σαββάτου“· | ἡὀγδοὰς ἡ ἑπομένη. αὕτη καὶ πρώτη σαββάτου ἐστίν. εἶτ',
ἐπεὶ ἀρχή ἐστιν δῆθεν κύκλου ἑβδο|μάδος, καλεῖταικαὶ ὀγδοάς· μέχρι γὰρ ἑβδομάδος περιγράφεται ἡ ἑβδο-
μάς, μέχρι ἑβδόμης | προσθήκης ἤτοι ἡμέρας ἢ μονάδος. ἡ
δευτέρα ἄρχεται πάλιν ἀπὸ μονάδος. αὕτη ὁτὲ | μὲν λέγε-ται πρώτη σαββάτου, τουτέστιν μετὰ τὸ σάββατον, ὁτὲ δὲ
ὀγδοάς, ἵνα συναχθῶσιν | αἱ δύο ἑβδομάδες. διδόντος τοῦ ἁγίου μέρος τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ ὁ
Ἰουδαῖος μόνον τὸ | σάββατον ἔχει. οὐδὲ πρώτην σαββάτουἔχουσιν οὐδὲ ὀγδοάδα, ὅλως οὐ θεωρήσαντες τὴν προτέραν |
ἑβδομάδα. μόνος οὖν ὁ ἐκκλησιαστικὴν γνώμην ἔχων, ὁ κατὰ
ἄλλην παραβολὴν τοῦ | εὐαγγελίου ”προφέρων ἐκ τοῦ θησαυ-ροῦ νέα κ[α]ὶ [παλαι]ά“, ἐκεῖνος ἔχει τὴν νέαν τοῦ σαββά-
του. | ὑπερβὰς τὴν πρώτην ἑβδομάδα ἤρξατο τῆς δε?υ?[τέρας]
τῆς κατὰ τὸ εὐαγγέλιον. καὶ αὕτη ὀγδο|ὰς λέγεται ὡς πρὸςτὴν πρώτην ἑβδομάδα καὶ πρώ?[τη σα]ββάτων. |
οἱ πρῶτοι στίχοι τοῦ 〈ψαλμοῦ〉 καὶ κατὰ λέξι[ν κ]α?ὶ? [νο-η]τὸν δύνανται ἐκλαμβάνεσθαι.
πλή|ρωμα δὲ τῆς γῆς τὸν κόσμον αὐτῆς ἐκλημπτέον· ὅ γε?
εἶπεν Μωυσῆς· γενομένων γὰρ ἐπ' αὐ|τῆς φυτῶν καὶ ζῴων εἴ-ρηται ὅτι· ”συνετελέσθη ὁ κόσμος τοῦ οὐρανοῦ καὶ τῆς γῆς.
καὶ συνετέλεσεν | ὁ θεὸς 〈ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐ-τοῦ“〉. καὶ ἐπὶ ῥητοῦ λαμβάνομεν, ὅτι οἱ καρποὶ καὶ τὰ ζῷα
〈πλήρωμά〉 | ἐστιν γῆς. καὶ ὁ ἀπόστολος παιδεύει λέγων·
συμβουλεύων γὰρ τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν | καὶ τοῖςἸουδαίοις μὴ δεισιδαιμονεῖν περὶ τὰς τροφὰς λέγει· ”πᾶν
τὸ ἐν μακέλλῳ πωλού|μενον ἐσθίετε μηδὲν ἀποκρίνοντες·
66
τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς“. κρέα δὲ | μά-λιστα ἐν τοῖς μακέλλοις πιπράσκεται, ἀλλὰ καὶ τὰ ἄλλα ὤ-νια τὰ πρὸς τροφὴν συντελοῦντα. |
1 τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένηκαὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
καὶ πρό|τερον εἶπον, ὅτι διῃρέθη ἡ γῆ ὡς τὸ μὲν αὐτῆς
γεωργήσιμον εἶναι, τὸ δὲ πρὸς οἴκησιν ἐπιτηδείως | ἔχον.τὸ πρὸς οἴκησιν οὖν ἔχον τὴν ἑτοιμασίαν οἰκουμένη καλεῖ-
ται, τὸ δὲ πρὸς γεωργίαν καὶ | τὰ ἄλλα γῆ. ἀμφοτέρων οὖν ποιητής ἐστιν ὁ θεός· πῶς γὰρ αὐτοῦ ἦν
ταῦτα, εἰ μὴ αὐτὸς αὐτὰ πεποιήκει; | ”τοῦ κυρίου“ οὖν ”ἡγῆ καὶ τὸ πλήρωμα αὐτῆς“. κατὰ κοινοῦ λάμβανε τό·
2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμε|λίωσεν αὐτὴν καὶ ἐπὶ ποτα-μῶν ἑτοίμασεν αὐτήν.
ἤτοι τὴν γῆν ἢ τὴν οἰκουμένην. ἡ οἰκουμένη δὲ καὶ | γῆἐστιν. ἴσον ἐστὶν τὸ λεγόμενον ἐνταῦθα τῷ εἰρημένῳ οὕτω· ”τῷ στε-
ρεώσαντι τὴν γῆν ἐπὶ | τὸ ὕδωρ“, καὶ ὑπὸ τοῦ Ἰώβ· ”κρεμάζωνγῆν ἐπ' οὐδενός“· εἰ γὰρ ἐν θαλάσσῃ τεθεμελίωται, οὐκ ἔ-
χει | θεμέλιον σκληρὸν καὶ ἀντίτυπον, ἀλλ' ἐν τοῖς ὕδασι
ἔχει τὸ κρεμάσθαι. καὶ πᾶν μὲν ὕδωρ ἀντε|ρίζον ἔδαφος ἔ-χει. ἐπειδὴ δὲ ἡ θάλασσα ἔχει ὑποκείμενον ἔδαφος, πάντως
κἀκεῖνο δεῖ ἔχειν τι | ὑποκείμενον. οὐκ εὑρίσκεται δὲ ἄλ-λο ἢ τὸ ὑγρόν. διὰ τοῦτο λέγει ἐπὶ θαλασσῶν τεθεμελιῶσθαι |
τὴν γῆν. αὐτὴ πρὸς ἑαυτὴν συνστρεφομένη κρατεῖ ἑαυτήν. οὐκ ἔδα-
φος ἀντερίζον σκληρὸν ἐᾷ | αὐτὴν οὕτω τετάχθαι, ἀλλὰ αὐ-τὴ περὶ ἑαυτὴν στρέφεται. ἀμέλει γοῦν καὶ Ἑλλήνων οἱ λό-
γ〈ο〉ι λέγουσιν, | ὅτι εὐθεῖαι πεμπόμεναι ἀπὸ τοῦ κύκλου—εὐθεῖαι δὲ οὐκ αἰσθηταί, ἀλλὰ λόγῳ θεωρεῖται—διακρα|-
τοῦσιν αὐτὴν ἐν τῷ μεσαιτάτῳ. καὶ τοῦτό ἐστιν τὸ ἐπὶ μη-δενὸς αὐτὴν κρεμάσθαι.
ἐστὶν δὲ τοῦτο τὸ βού|λημα τοῦ θεοῦ· ”ἐθεμελίωσας“ γὰρ”τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κινηθήσεται εἰς τὸν
αἰῶνα | τοῦ αἰῶνος“· πῶς γὰρ οἷόν τε κλιθῆναι τὴν οὕτωψήφῳ θε〈οῦ〉 τὴν ἕδραν εἰληφυῖαν;
ἐπεὶ τοίνυν | ἐπὶ θαλάσσης ἡ γῆ τεθεμελίωται, μέροςδὲ τῆς γῆς ἡ οἰκουμένη ἐστίν, καὶ αὐτὴ εἰκότως ἐν ταύτῃ
τὴν | ἕδραν ἔχει τῇ ὑγρᾷ οὐσίᾳ. καὶ λέγει ἐπὶ ποταμῶν αὐτὴν ἡτοιμάσθαι· οὐκ ἐπὶ ποτα-
μῶν τεθεμε|λιῶσθαι, ἀλλ' ἡτοιμάσθαι· οὐ γὰρ οἷ[ό]ν τε εἰ-
πεῖν, ὅτι καὶ ἐν τῇ θαλάσσῃ τὸν θεμέλιον ἔχει καὶ | ἐντοῖς ποταμοῖς, ἀλλὰ αὐτὴ μὲν τεθεμελίωται ἐπὶ τῆς θαλάτ-
της ἡτοιμασμένη τοῖς | ποταμοῖς, ἵν' ἐν αὐτῇ ὥσπερ πηγαί
τινες καὶ πίδακες ῥέοντες ὠφελήσουσιν αὐτήν. | τὰ τοιαῦ-τα σώματα ἐὰν μὴ ἔχῃ παρεσπαρμένον ὕδωρ 〈ᾧ〉 δύναται δια-
κρατεῖσθαι, ψήγματα | γίνεται. καὶ ταῦτα μὲν πρὸς τὸ ῥη-τόν. ἐπειδὴ δὲ τὰ ἑξῆς οὐκέτι ἱστορικῶς δύναται ληφθῆναι· |
”τίς“ γὰρ ”ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στή-
67
σεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ“; δέον εἰπεῖν | τὴν ὁδὸν τῆς ἀν-όδου καὶ τὴν ἕδραν τῆς στάσεως, οὐδὲν τοιοῦτο εἶπεν, ἀλλὰ
ἡ ἀπόκρισις | γίνεται πρὸς τὸν ἐρωτήσαντα· ”τίς ὁ ἀναβαί-
νων καὶ τίς ὁ ἑστηκώς“; οὕτως· ”ἀθῷός“ ἐστιν | ”χερσὶνκαὶ καθαρὸς τῇ καρδίᾳ“. τὸ ἀθῷον εἶναι ταῖς χερσὶν τὸ κα-
θαρὸν εἶναι ταῖς πράξεσιν | σημαίνει. εἶτα λέγει χαρακτῆρα θεῖον· ”ἀθῶος χερσὶν καὶ καθαρὸς
τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ | ματαίῳ τὴν ψυχὴν αὐτοῦ“.διττῶς δὲ τοῦτο νοεῖται. ”ἐπὶ ματαίῳ“ λαμβάνει τὴν ψυχὴν
ἑαυτοῦ | ὁ μάταια διανοούμενος καὶ αἱρούμενος καὶ πράττων·
πολλαχοῦ γὰρ ταῦτα τὰ μὴ σπουδαῖα, τὰ αἰσθη|τά, τὰ πρόσ-καιρα τῷ ὀνόματι τῶν ματαίων σημαίνεται· ὡς ἐὰν λέγῃ· ”καὶ
γνώσῃ ὅπου ἦσθα, | ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις“, ἐπὶτοῖς προσκαίροις.
δύναται καὶ αὐτὰ τὰ ἁμαρτήματα. | ”ἐπὶ ματαίῳ“ αὐτὴνἔλαβεν ὁ ἐγειρόμενος τὸ πρωὶ καὶ πίνων τὸν οἶνον καὶ μένων
τὸ ὀψὲ ὥστε | ὑπὸ τοῦ οἴνου συνκαίεσθαι· ”οὐαὶ“ γὰρ ”οἱἐγειρόμενοι 〈τὸ〉 πρωὶ καὶ τὸ σίκερα διώκοντες καὶ μένον-
τες τὸ | ὀψέ· ὁ δὲ οἶνος αὐτοὺς συνκαύσει“. ἄλλως πάλιν
σπουδὴν ἔχουσιν ἐξ ἕω ἀνίστασθαι καὶ | σπεύδειν ἐπὶ δι-καστήρια, οἷς παρέπεται τὸ ἀδικεῖν. οὗτος ”ἐπὶ ματαίῳ τὴνψυχὴν αὐτοῦ ἔλαβεν“. |
συνᾴδει καὶ τὸ ἐν Ἰσαίᾳ λεγόμενον πρός τινας· ”ματαί-
α ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν“. ὧδε πνεῦμα ἡ γνώ|μη. παρα-πλησίως τοῦτο καὶ τῷ εἰρημένῳ περὶ τῆς παρθένου, ὅτι ὥσ-
περ σώματι, οὕτω καὶ πνεύματι | ἁγία ἐστίν, γνώμῃ καὶ νῷ. ”ματαία“ οὖν ”ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν“. ἐάν τις οὖν
τὸν νοῦν αὐτοῦ καὶ | τὴν γνώμην ὀδυνᾶται ταῖς ”βιωτικαῖς
φροντίσεσιν“ εἰς τὰ μάταια, ματαίαν τὴν ἰσχὺν ἔχει. | τὴντοῦ νοεῖν δύναμιν εἰς τὰ μάταια ἀναλίσκουσιν. ἔστιν γοῦν
ἰδεῖν τοὺς τοιούτους καὶ κα|κουργοτέρους. πάνυ ὅλην τὴνἰσχὺν τοῦ νοῦ εἰς ταῦτα ἀναλίσκουσιν.
δευτέρα ἀπόδοσις | εἰς τό· ”ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳτὴν ψυχὴν αὐτοῦ“· κατεσκεύασεν ὁ θεὸς τὸν ἄνθρωπον λογι-
κόν, | οὐχ ἵνα μόνον ἔχῃ λογισμὸν καὶ μηδὲν κατ' αὐτὸν
πράττῃ· διὰ τοῦτο γὰρ τὸν λογικὸν πε|ποίηκεν, ἵνα δέχηταιἀρετὴν καὶ ἐνεργῇ αὐτήν. ”ἐπὶ ματαίῳ τὴν ψυχὴν ἑαυτοῦ ἔ-
λαβεν“ | οὐ θεοῦ οὕτως αὐτὴν δεδωκότος, ἀλλὰ αὐτοῦ οὕτωςαὐτὴν εἰληφότος.
ὡς εἴ τις λέγοι 〈οἷ〉ον· πεποί|ηκεν ἐκ ψυχῆς καὶ σώμα-τος τὸν ἄνθρωπον, καί εἰσίν τινα τῆς ψυχῆς κινήματα, εἰ-
σὶν δὲ | καὶ τοῦ σώματος. ἔχομεν ἐνέργειαν μελῶν τὸ βαδί-
ζ?[ει]ν?, τὸ διὰ χειρῶν τι ποιεῖν, τὸ ὁρᾶν. | ἐάν τις οὖν,φέρε, πόδας ἔχων μηδέποτε βαδίζῃ, τρόπ[ο]ν τινὰ ”ἐπὶ μα-ταίῳ“ τοὺς πόδας ἔχει. |
καὶ πρὸς ἀναγωγὴν δέ· τὰ ἑξῆς τῶν προτέρων στίχων βι-
άζεται καὶ αὐτοὺς ἀναγαγεῖν. ”τοῦ κυρίου“ | ἐστὶν ”ἡ γῆ“ἐκείνη ”ἡ καρδία ἡ καλὴ καὶ ἀγαθὴ“ ἡ δεξαμένη ὃν ἔβαλεν
Ἰησοῦς σπόρον καὶ ἑκατοντα|πλασίω ἐκαρποφόρησεν ἢ εἰςἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα.
πολλάκις εἶπον, ὅτι τὰ | νοητὰ δύναται κατὰ πλείοναςἐπινοίας τὰ αὐτὰ λαμβάνεσθαι, ὅτε ἔλεγον τὴν ψυχὴν λέγε-
68
σθαι | καὶ πρόβατον καὶ φυτόν. ἐνταῦθα οὖν ἡ αὐτὴ {γῆ} καὶ γῆ ἐστιν καὶ οἰκουμένη.
ὅταν οὖν καρποφορῇ τὰς | πρακτικὰς ἀρετάς, γῆ ἐστιν πλή-ρωμα ἔχουσα. ὅταν δὲ τὰ θεῖα χαρίσματα ἔχῃ τοῦ πνεύματος,
οἰκου|μένη ἐστὶν ἔχουσα τοὺς κατοικοῦντας. οὔκ ἐστιν ἔρη-
μος· οὐ γὰρ εἴρηκεν· ”δεῦτε καὶ ἐνκατα|λείψωμεν αὐτήν“,ὡς τῇ διαβαλλομένῃ οἰκουμένῃ εἴρηται. αὕτη δέ ἐστιν ἡ τῶν
Ἰουδαίων συν|αγωγή. τοῦτο δὲ παρατείνει καὶ εἰς πᾶσαν ψυ-
χὴν ἔχουσαν μὲν πρότερον τὸ οἰκεῖσθαι, παρ' ἰδίαν | δὲ αἰ-τίαν ἐνκαταλειπομένην. συνάπτεται οὖν τούτοις τό· ”αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίω-
σεν | αὐτήν“. θάλασσα καὶ θάλασσαι ὁ περὶ γῆν τόπος ὀνομά-
ζεται καὶ ἡ κατάστασις τῶν ἐνταῦθα | διαγόντων. ἐν τρικυ-μίαις καὶ ἐν ἁλμυρότητι ἐχούσης τὸ εἶναι, τὴν οἴκησιν λέ-
γω, ἐπὶ τούτων | τῶν θαλασσῶν ἐθεμελίωσεν. αὕτη δὲ ἡ θάλασσα λαμβάνει τὴν Ἰησοῦ σαγήνην, ἵνα ἐξ
αὐτῆς | ἀγρευθῶσιν καλὰ ζῷα, οἱ σπουδαῖοι. ἐὰν δὲ οἱ τῆς
ἀρετῆς φίλοι οὗτοι 〈οἱ〉 θηρευόμενοι, ἄλλως | λέγονται θη-ρεύεσθαι ἐκ τῆς θαλάσσης, ἵν' ἐκτὸς αὐτῆς γένωνται, καὶ
ἄλλως ἐπὶ τῆς θαλάττης | τεθεμελιῶσθαι· ὧδε γὰρ θεμελι-οῦνται, ἵν' ”ἐν ἀγάπῃ τεθεμελιωμένοι καὶ ῥεριζωμένοι“ ἀνα|-
φανῶσιν. ”καὶ ἐπὶ τῶν ποταμῶν“ τῶν ῥεόντων ἐκ τῆς κοιλίας τοῦ
τὸ πνεῦμα ἔχοντος | ἑτοιμάζονται, ἵνα δέχωνται τοὺς ποτα-
μοὺς τούτους τοὺς ἐκ τῆς κοιλίας ἑκάστου τῶν πις|τῶν ῥέον-τας. εἰσὶν δὲ τὰ διάφορα τοῦ πνεύματος χαρίσματα οἱ ποτα-μοί.
πρὸς τὸν ἀ〈να〉κρινόμε|νον μαθεῖν θέλοντα· ”τίς ἐστινὁ ἀναβαίνων εἰς τὸ ὄρος τοῦ κυρίου καὶ ἱστάμενος εἰς τὸν
τόπον τὸν | ἅγιον“; ἀπόκρισις φέρεται· ”ζητεῖς τίς ἐστιν
ὁ ἀναβαίνων καὶ ἱστάμενος; ὁ ταῖς χερσὶν ἀθῷος | καὶ κα-θαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαβὼν τὴν ψυχὴν ἐπὶ ματαίῳ“· οὗτός
ἐστιν ὁ ἀναβαίνων διὰ προκοπῆς. | ἡ προκοπὴ δὲ ἄνοδόςἐστιν. ἡ στάσις ἡ ἐν τῷ τελείῳ. ὅταν τις γένηται ”τέλει-
ος ὡς ὁ πατὴρ ὁ οὐράνιος“, | ἔστη ἐν τῷ ἁγίῳ τόπῳ, εἰ μὴἄρα ὑπερβῇ τὴν ὅλην τοιαύτην κατάστασιν καὶ ἀρχὴν λάβῃ
ἄλλης· | διὸ καὶ ἐν ψαλμοῖς λέγεται· ”πάσης συντελείαςεἶδον πέρας“. πολλὰ πέρατα ἔστιν, ὡς ἔχει ἐπὶ μαθήσεως |
γραμμάτων. συντελεῖταί τις ἐν τῇ γνώσει τῶν χαρακτήρων,
καὶ ἄρχεται συλλαβῶν, καὶ πάλιν | ἐκείνων τέλος ἀπολα-βόντων ἄ?λ?λ?η? ἀρχὴ γίνεται. κύκλου οὐκ ἔστιν λαβεῖν οὔτε
ἀρχὴν | οὔτε τέλος. ἐὰν οὖν ἀπὸ σημείου ἐπι[στ]ήσῃ ἀρχὴν
τοῦ κύκλου, καὶ συντελέσει〈ς〉 τὸν ὅλον κύκλον. | εἰς τὴνἀρχὴν πάλιν ἔρχεται, ὡς ἔχει ἐπὶ τοῦ ἡλίου. ἐν τοῖς τοι-
ούτοις τέλεσιν ἀεὶ κατὰ τῶν αὐ|τῶν φέρεται. Ἰουδαῖοι οὖν ἴσως τὸ ”ἀναβῆναι εἰς τὸ ὄρος“ τὸ εἰς
τὸν ναὸν ἀναβῆναι λέγουσιν | καὶ στῆναι ἐν αὐτῷ. τὰ ἑξῆςδὲ ἐπισυναπτόμενα εἴργει ταύτης τῆς διανοίας.
3—4 τίς ἀνα|βήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στή-σεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρ-
69
δίᾳ, | ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκὤμοσεν ἐπὶ ματαίῳ τῷ πλησίον. |
ἐν τῇ δεκαλόγῳ κεῖται· ”οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ
θεοῦ ἐπὶ ματαίῳ· | 〈οὐ〉 μὴ γὰρ καθαρίσῃ κύριος τὸν λαμ-βάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ“.
τοῦτο καὶ εἰσωτερικῶς | καὶ τελείως καὶ εἰσαγωγικῶςκαὶ καταλλήλως τοῖς ἀρχομένοις ἐκλαβεῖν δεῖ. κυρίως ὁ νέ-
ος | ὁ ἕτοιμος ὢν πρὸς τὸ δέξασθαι τοὺς τοῦ θεοῦ νόμους
”οὐκ ὀμνύει ὅλως“· διὸ οὐ λαμβάνει ἐπὶ μα|ταίῳ τὸ ὄνομακυρίου. ἐπ' οὐδενὶ ματαίῳ παραλαμβάνει αὐτὸ ἀρκούμενοςτῷ ”ναὶ ναὶ“ καὶ τῷ ”οὒ οὔ“.
δυνα|τὸν δὲ πρὸς τοὺς εἰσαγομένους τοῦτο εἰπεῖν· οὐ
δεῖ ψευδῶς ὀμνύναι· ὁ γὰρ ψευδῶς ὀνομάζων τὸ | ὄνομα κυ-ρίου, ὅσον εἰς αὐτὸν ἧκεν, ἐπὶ ματαίῳ αὐτὸ ἔλαβεν· δυνά-
μενος γὰρ ἀποδεῖξαι καὶ πίστιν | τῷ ἀμφισβητουμένῳ δοῦναιχωρὶς ὅρκου ῥᾳδίως ἐπὶ τὸν ὅρκον καταφέρεται.
ταύτην τὴν δι|ὰ ὅρκου πίστιν ἀναπόδεικτον λέγουσιν. καὶ
οἱ ἔξω νόμοι, ὅτε μὴ οἷόν τε ἦν ἀποδεῖξαι, μὴ διὰ | γραμ-μάτων, μὴ διὰ μαρτύρων—τότε καὶ οὐχ ἑαυτὸν ἐπιρίπτει εἰς
τὸ ὀμόσαι, ἀλλ' οἱ δικάζοντες | πᾶσαν ἀπόδειξιν θελήσαν-
τες εὑρεῖν καὶ μὴ εὑρόντες εἰς τελευταίαν ταύτην | καταφεύ-γουσιν. ”ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ“. καὶ εὐθέ-
ως συνῆψεν· ”οὐδὲ ὤμοσεν | ἐπὶ δόλῳ“· πᾶς γὰρ ἐφίορκος”ἐπὶ δόλῳ“ ὀμνύει· μὴ γὰρ νομίζει μὴ ἐφιορκεῖν.
σπανίως | γίνεται κατὰ ἄγνοιαν. πολλάκις τις ἐπιλαθόμε-
νος ὄμνυσιν, καὶ πάλιν ἔχει ἔνκλημα, ὡς ἐπὶ | τῶν ἀκουσί-ων ἁμαρτημάτων. λέγω· τινὲς οὐκ αἰτιῶνται τοὺς μεθύοντας
λέγοντ〈α〉ς ἃ μὴ δεῖ, | καὶ πράττοντας ἃ οὐ χρῆ, λέγοντεςὅτι 〈ἀ〉κουσία ἐστὶν ἡ μέθη παρ' ἧς ταῦτα ἃ αἰτιῶνται, τὰ
με|τὰ μέθην γινόμενα· ἀλλ' αὐτὴ ἡ μέθη ἑκούσιός ἐστιν· ἔ-δει γὰρ μὴ μεθυσθῆναι.
5 οὗτος λήμ|ψεται εὐλογίαν παρὰ κυρίου. διαγράψας τίς ἐστιν ὁ ἀναβαίνων εἰς τὸ ὄρος καὶ ἱστάμε-
νος | ἐν τόπῳ ἁγίῳ, καὶ τὸ ἑπόμενον τῷ τοιούτῳ λέγει· κατὰ
τὸν ἀναβάντα ἐστὶν ἐν τῷ ὄρει τοῦ θεοῦ | καὶ στάντα ἐν τό-πῳ ἁγίῳ. καὶ μετὰ τὴν ἀνάβασιν τοῦ ὄρους, ἵνα ᾖ{ν} ἡ ἀκρώ-
ρεια τοῦ ὄρους | ὁ τόπος ὁ ἅγιος, λέγει ὅτι ”λήμψεται οὗ-
τος εὐλογίαν παρὰ κυρίου“, ”εὐλογίαν πνευματικὴν τὴν | ἐντοῖς ἐπουρανίοις“· λέγεται γάρ· ”καὶ γὰρ εὐλογ〈ίας〉 δώσει
ὁ νομοθετῶν“. δίδωσιν δὲ ὁ | νομοθετῶν οὐ τοῖς παραβαίνου-σιν τὸν νόμον, ἀλλὰ τοῖς εἰς ἔργον αὐτὸν μεταβάλλουσιν. |
καὶ πάλιν· ”ἰδοὺ οὕτως“, φησίν, ”εὐλογηθήσεται ὁ ἄνθρω-
πος ὁ φοβούμενος τὸν κύριον“. αἰτία | τῆς εὐλογίας ἡ εὐ-λάβειά ἐστιν, ὁ φόβος ὁ πρὸς τὸν κύριον· διὸ λέγεται· ”εὐ-
λογήσαι σε κύριος ἐκ | Σιών“. εἰ ἐκ τῆς Σιὼν εὐλογεῖ ὁ θε-
ὸς τὸν τοιοῦτον, διὰ ἀρετὴν προλαβοῦσαν καὶ φρό|νησιν ὀρ-θὴν αὐτῷ ὀρέγει τὴν εὐλογίαν. ἴδε, τὸν σπουδαῖον, τὸν ἀ-
70
θῷον ταῖς χερσὶν | καὶ καθαρὸν τῇ καρδίᾳ, μὴ λαβόντα ἐπὶ
ματαίῳ τὴν ψυχὴν αὐτοῦ, οὐδὲ ”ὤμοσεν τῷ | πλησίον αὐτοῦἐπὶ δόλῳ“, λέγει λήμψεσθαι εὐλογίαν παρὰ κυρίου· οὐ παρὰ
τοῦ τυχόντος αὐτὴν λαμβάνει· | εἰσὶν γὰρ καὶ ἄνθρωποι ἀλ-λήλους εὐλογοῦντες καὶ ἑαυτοὺς εὐλογοῦντες, τουτέστιν ἐπ-
αινετὰ | περὶ αὐτῶν λέγοντες. ”οὗτος“ οὖν ”παρὰ κυρίου λήμψεται“. παραπλήσιον ἐν ταῖς
παροιμίαις φέ|ρεται· ”εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου“.οὐχ ἑαυτῷ τὴν εὐλογίαν ὁ δίκαιος ἐπισπᾶται, οὐκ ἄνθρωποι |
αὐτὴν αὐτῷ νέμουσιν, ἀλλὰ κυρίου ἐστὶν ἡ εὐλογία ἐπὶ τὸν
νοῦν αὐτοῦ καλούμενον ἀλληγορι|κῶς κεφαλήν. 〈5 καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.〉 κἂν γὰρ ἔχῃ τις ἔργα τὰ φέροντα τὴν εὐλογίαν, ἐπεὶ μεί-
ζω ἐστὶν τῶν | πραχθέντων ἡ εὐλογία, ὑπὲρ ἃ φρονοῦμεν δὲ
καὶ ποιοῦμεν ὁ θεὸς χαρίζεται, διὰ τοῦτο καὶ ἐλε|ημοσύνηςτῆς παρ' αὐτοῦ χρῄζει. {καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ} 6 αὕτη ἡ γενεὰ
ζητούν|των αὐτόν. ἐπεὶ ἑνικῶς τὸ πύσμα γίνεται· ”τίς ἀναβήσεται καὶ τίς
στήσεται“; καὶ ἡ ἀπόκρισις | ὡς περὶ ἑνός· ”ἀθῷος χερσὶνκαὶ καθαρὸς τῇ καρδίᾳ“, οὐχ εἷς δέ ἐστιν μόνος ὁ πεφυκὼς
τὴν | ἀρετὴν κατορθοῖν, εὐθέως ἐπιφέρει· ”αὕτη ἡ γενεὰ ζη-
τούντων αὐτόν“, γενεὰν λέγων πάντας | τοὺς τῶν αὐτῶν κατ-ορθωμάτων καὶ ἀρετῶν ἐνγεγενημένους.
καὶ λύεται ἡμῖν εὐαν|γελικὸν ῥητὸν ἐκ τῆς θεωρίας ταύ-της· ὁ σωτὴρ λέγει· ”πᾶν αἷμα δίκαιον ἐκκεχυμένον ἐπὶ |
τῆς γῆς ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης“. καὶ λέγει
ὅτι ”ἀπὸ Ἅβελ τοῦ δικαίου“. ἐὰν τοὺς Ἰου|δαίους δεικ-νὺς λέγῃ ”ἀπὸ τῆς γενεᾶς ταύτης“, οὐ δικαία ἡ ἐκδίκησις.
ὁ Κάιν ἀπέκτεινεν τὸν | Ἅβελ καὶ ἄλλ〈οι〉 ἄλλους πρὸ τῆςκλήσεως καὶ τῆς δόσεως τῆς 〈χρονικῆς〉·…
γ…
The complete text is available when the reading interface loads.