The Greek Library Catalogue

Anonymous

Commentarii in Psalmos 29

Edition reference
Commentarii in Psalmos 29–34, ed. M. Gronewald, Didymos der Blinde. Psalmenkommentar, pt. 3 [Papyrologische Texte und Abhandlungen 8. Bonn: Habelt, 1969]: 2–414.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

131

κατὰ τὸ ἐφικτόν; εἶτα ὁ σωτὴρ | ἀνθρώποις λέγει, ὅτι ἐλεύ-σομαι ἐγὼ καὶ ὁ πατήρ μου “καὶ μονὴν π?αρ' αὐτῷ ποιησόμεθα”.

τί πλέον ἔχει κτήσασθαι | ἄγγελος σπουδαῖος; καὶ ἔτι· “δός,ἵν' ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν”.

τί πλέον ἔχει κτή|σασθαι ἡ ἄνω οὐσία; τὴν διαφορὰν λαμβάνομεν

κατὰ τὰ σωματικώτερα· οὐκ ἔχει σάρκα ὁ ἄγγελος. οὐ τοῦ|τοδέ ἐστιν τὸ εἶναι λογικὸν τὸν ἄνθρωπον τὸ σάρκα ἔχειν, ἐπεὶπάντα τὰ ἔχοντα σάρκα λογικά εἰσιν.

ἴδε | οὖν· ἐὰν οὖν λέγῃ παρ' ἡμῖν τὸ ὑψωθῆναι τὸ ἐκ ταπει-νοῦ τόπ[ο]υ εἰς ὑπερκείμενον καὶ ὕπερθεν μετεωρίζε〈σθ〉αι, |

δεῖ δὲ πρῶτον ἔχειν τὸ τόπον μεταβάλλειν. ἀδύνατόν ἐστιν

τὸ μὴ μεταβάλλον τόπον ὑψωθῆναι ἢ τα|πεινωθῆναι, τοπικῶςλέγω. ὅταν οὖν ὁ ἅγιος λέγῃ· “ὑψώσω σε”, τοῦτο λέγει· εὐ-χαριστήσω σοι.

[ἐάν] τις νοῇ | Χριστὸν κατὰ σάρκα, οὐχ ὑψοῖ αὐτόν. ὅτανδὲ μηκέτι κατὰ σάρκα γιγνώσκῃ, ἀλλὰ θεάσηται “τὴ[ν δόξ]αν

αὐτοῦ, | δόξαν ὡς μονογενοῦς παρὰ πατρός”, καὶ γνῷ, ὅτι ὁἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, καὶ το[ῦτ' ἔστιν] τὸ ὑψῶ|-

σαι αὐτόν. λοιπὸν ὅτι χαριστηρίως τοῦτο λέγει, ἡ ἑξῆς ἐπιφερομένη·

“ὅτι ὑπέλαβές με”· ὑπολ[αβὼν] ὕψωσάς | με. ὅτε δὲ ἐγὼ ὑψώ-θην, τότε ἔγνων σου τὸ ὕψος.

καὶ ἔστιν γε καὶ ἐκ τῶν ἐν χερσ?[ὶν θ]εάσασθαι | τοῦτο·προσέρχεταί τις ἐπιστήμῃ· οὔπω τὸ μέγεθος, οὔπω τὸ κάλλος,

οὐ τὸ ὕψος αὐτῆς ὁρᾷ. [ἐ]ὰ?ν δὲ ἄρξη|ται μεταλαμβάνειν αὐτῆςκαὶ βελτιοῦται καθ' ἑκάστην προσλαμβάνων ἤδη τοῖς γνωσθεῖ-

σιν, | τότε τὸ μέγεθος καὶ τὸ ὕψος τῆς ἐπιστήμης καὶ τῆς

τέχνης ὁρῶν ὑψοῖ αὐτ〈ήν〉, τουτέστιν ὁμολογεῖ | αὐτῆς τὸὕψος. ἀμέλει γοῦν ὅτε ἐπιστάνει τῷ ὕψει καὶ μεγέθει, πολὺ

ἀπολειπόμενον ἑαυτὸν ὁρᾷ. | “ἐθαυμασ〈τ〉ώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ

δύνωμαι πρὸς αὐτήν”. ὅσον ἐπιστάνω αὐτῇ | καὶ θαυμάζω αὐ-τήν, κρατερὰ γίνεται, καὶ οὐκέτι δύναμαι πρὸς αὐτήν, ἐς

ὅσον ἐν σώματί εἰμι. τοῦτο | καὶ Σολομὼν λέγει περὶ τῆςσοφίας· “εἶπα Σοφισθήσομαι, καὶ ἐμακρύνθη μακρὰν ὑπὲρ ὃ ἦν, |

καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν”; μακράν μου ἦν, καὶ ὅτε

ἠθέλησα αὐτὴν δέξασθαι, μακράν μου γέ|γονεν ὑπὲρ ὃ ἦν πρό-τερον. καὶ λοιπὸν τὴν αἰτίαν ἀποδίδωσιν· “βαθὺ βάθος, τίς

εὑρήσει αὐτήν”; τὸ ‘τίς | εὑρήσει’ δύναται ὅτι ‘οὐδείς’.{τὸ δὲ ‘τίς’ τὸ σπάνιον} 2 καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί.

πολλοὶ | ἐχθροὶ ἐπίκεινταί μοι βουλόμενοί με βλάψαι. ἔλε-

γον δέ, ὅτι κοινῶς ταῦτα καὶ περὶ τοῦ ἀνθρώπου τοῦ | σωτῆ-ρος λέγεται καὶ τῶν μιμουμένων αὐτόν. καὶ οἱ ἅγιοι ἐχθροὺς

ἔσχον καὶ ὁ σωτὴρ ἔσχεν | ἐχθρούς. οὐδεὶς δὲ ὅλως προσπελά-σαι αὐτῷ δύναται κατὰ τὴν θεότητα, ἵνα καὶ βλάψαι αὐτὸν πει-

ραθῇ. | ἐχθρῶν δέ ἐστιν συνεγγίζειν οὐκ ἄλλου χάριν ἢ τοῦ

βλάψαι. καὶ ἐκ προσώπου οὖν τοῦ Ἰησοῦ λέγεται | κατὰ τὸνἄνθρωπον καὶ παντὸς μιμουμένου καὶ μέλους αὐτοῦ γινομένου·

“ὅτι ὑπέλαβές με”· εἰ μὴ | γὰρ ἦς ὑπολαβών, εὐφραίνοντοοἱ ἐχθροί μου ὑπὸ χεῖρά{ν} με λαβόντες, καὶ οὐχ ὕψουν σε. |

δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος οὐκέτι διαιρούντων

ἡμῶν καὶ λεγόντων καθὸ θεὸς | λόγος ἢ καθὸ ἄνθρωπος, ὡς ἀρ-τίως ἔλεγον περὶ τοῦ ἐπιστήμονος. “ὑψώσω σε, κύριε, ὅτι

ὑπέλαβές με”· | ὑπέλαβές με δούς μοι ἐκείνους, ὑπὲρ ὧν ἦλ-

132

θον. “ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ θεός”. | “δώ-σω σοι ἔθνη τὴν κληρονομίαν σου”. [τ]οῦτο ὥσπερ ἆθλον ἴδι-

ον καὶ ὠφελίαν ἰδίαν ἡγεῖται | ὁ σωτήρ· διὸ “οὐκ ηὔφραναςτοὺς ἐχθρούς μ?[ο]υ?”· ἀποσπασθέντων γὰρ τῶν αἰχμαλώτων δι' ἐμοῦ,

καὶ ὑπὲρ | ἐμοῦ 〈καὶ〉 ὑπὲρ τῶν κρατησάντων ὑψῶ σε μ?ὲν ἐγώ, ἐ-κεῖνοι δὲ οὐκ εὐφραίνονται.

3 κύριε ὁ θεός μου, ἐκέκραξα | πρὸς σέ, καὶ ἰάσω με. ἐπακουσθέντος ἐστὶν ἡ φωνή· εἰ γὰρ περὶ ἰάσεως ἐκέκραξ〈εν〉,

καὶ ἔσχεν ἤδη, ὃ ἐπόθει. | “ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴ-ασαι τὴν ψυχήν μο[υ], ὅτι ἥμαρτόν σοι”. οὔπω ἦν ἰαθείς· ἐξ-

ομολογούμενος γάρ ἐστιν | καὶ με[τα]ν?οῶν ὁ τοῦτο λέγων. τὸ δὲ πρόσωπον τοῦ σωτῆρος οὕτω λέγει· “ἐκέκραξα πρὸς

σέ, καὶ ἰάσω με”· | μώλω?[πα] ἀνεδεξάμην, θεραπευτικὸν καὶἰατικὸν “πάσης νόσου καὶ μαλακίας”. διὰ τί οὖν ἔσχον τὸν

μώ|λωπα?; [ἵνα αὐτ]ὸς φάρμακον γένηται τῶν τρωθέντων. τότε

δὲ ἴασις ἐμοῦ γίνεται, ὅταν ὁ μώλωψ | ἄλλους? [θερα]πεύσῃὄντας μου σῶμα. “κύριε” οὖν “ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με”.

ἐὰν ἕκαστος τῶν | δικαίω?[ν τοῦ]το λέγῃ, ἀκούσεται ὑπὸ τοῦπρὸς ὃν ἔκραζεν. “ἔτι σου λαλοῦντος ἐρῶ Ἰδοὺ πάρειμι”.

τὸ “ἐρῶ | Ἰδοὺ π[άρειμ]ι”· δεικνὺς τὸ ἔργον ὑπὲρ οὗ ἀξιοῖς,παρών σο〈ι〉 εὑρίσκομαι· οὐ φθάνει γὰρ ἡ εὐχή σου τὴν ἐμὴν |

δόσιν, [ἀ]λλὰ ἅμα γίνεται· ηὖξαι, ἔχεις τὸ πρ[ᾶγ]μα.

λάβωμεν παραδείγματα ἀπὸ τῶν γραφῶν· προς|ῆλθεν λεπρὸςτῷ σωτῆρι {λέγει} λέγων· “ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι”.

λέγει· “θέλω, κατα|ρίσθητι”· καὶ γέγονεν τὸ καθάρσιον ὡς

μὴ ἔχειν διαστεῖλαι. τῇ ἐπινοίᾳ μόνῃ πρότερον ἡ ἀξίω|σιςγέγονεν ἢ τὸ καθάρσιον, οὐ χρόνῳ πρότερόν ἐστιν. πάλιν·

“θέλεις ὑγιὴς γενέσθαι”; εὐθέως· “ἔγειρε, | ἆρον τὸν κρά-βακτόν σου καὶ περιπάτει”. καὶ οὐ δεύτερον τὸ ἔργον τῆς

προστάξεως Ἰησοῦ γέγονεν. οἶδας, | ὅτι 〈ἡ〉 ἔνφασις 〈ἡ〉καθοπτρικ〈ὴ〉 μιμεῖται τὴν ἔνφασιν, καὶ οὐκ ἔστιν εἰπεῖν,ποῖον πρῶτον, ἀλλ' ἐπινοίᾳ. |

4 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου.

ἰασάμενός με ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ῥηθείη | ἂνπερὶ τοῦ Ἰησοῦ τοῦτο· ἐπεὶ μώλωπα ἔσχον καὶ ἐτραυματίσθην

διὰ τὰς ἁμαρτίας τινῶν—ἴσως | δὲ οἱ τὰς ἁμαρτίας ἔχοντεςἐν ᾅδῃ—, κατῆλθον ἐκεῖ, ἵνα πλησιάσας ὁ μώλωψ μου ἰάσηται

ἐκείνους. | ἡ ἴασις δὲ τὸ ἀναχθῆναί ἐστιν τὴν ψυχήν μου ἐ-

κεῖθεν. γέγονα ἐκεῖ οὐχ ἵνα μείνω ἐγώ, ἀλλ' οὐδὲ ἵνα | ἁπλῶςἀπέλθω καὶ ἔλθω, ἀλλ' ἵνα ἀναγάγω τοὺς ἐκεῖ. “θανατωθεὶς

σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι, ἐν ᾧ καὶ | τοῖς ἐν φυλακῇπνεύμασιν ἐκήρυξεν” τὸ κήρυγμα, ἀνήγαγεν. καὶ δι' αὐτὰς

κατῆλθεν ἐκεῖ, καὶ δι' αὐ|τὰς ἀναβαίνειν λέγει· ἀπῆλθενγὰρ ἀναγαγεῖν. μὴ ἀναβαινουσῶν αὐτῶν οὐκ ἂν ἀνέβαινεν {ἐ-

κεῖ}· | οὐδὲ γὰρ δι' ἑαυτὸν κατέβη ἢ ἀναβαίνει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ἡ ψυχὴ ἡ τῷ ὄντι λογικὴ ἡ-

μετέρα | ἐστίν. ὡς λέγεταί τις ἄνθρωπος θεοῦ, καὶ οὕτω ῥη-θείη καὶ ψυχὴ αὐτοῦ. “ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου”. |

4 ἔσωσάς με ἀπὸ τῶν καταβ[α]ινόντων εἰς λάκκον.

οἱ καταβαίνοντες εἰς λάκκον | καὶ τῆς ἡμέρας ἐλέχθησαν,ὅτι οἱ ἄνωθέν εἰσιν πεπτωκότες· οὐ γὰρ πηγαί εἰσιν οἱ λάκ-

κοι· | {οὐκ} ἔχουσιν ὕδωρ χορηγούμενόν ποθεν. καὶ ὁ ᾅδης

δὲ διὰ τοῦτο συνεχῶς ἐν ταῖς γραφαῖς | λάκκος ὀνομάζεται,ὅτι αἱ καταπεσοῦσαι ψυχαὶ ἐκεῖ πίπτουσιν.

133

“ἔσωσάς με ἀπὸ τῶν | καταβαινόντων εἰς λάκκον”. εἰ γὰρ καὶ κατέβην εἰς ᾅδ?[ο]υ, ἀλλ' οὐ κατεσχέθην ἐν

τῷ λάκκῳ ὡς | τὰ πίπτοντα ὕδατα, ἀλλ' ἐσώθην, δι〈ὸ〉 βλαβῆ-ν〈αι〉 οὐχ ὑπῆρ[κ]ταί μοι, ἃ ὑπάρχει τισὶν τῶν πιπτόντων εἰς |

τὸν ᾅδην. 5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ.

λοιπὸν ψάλλων καὶ αἰνῶν, ὅτι ὑπελήφθη, βούλε|ται ἐπέπεσθαιτῷ ὕμνῳ κἀκείνους, οὓς ἀνήγαγεν ἐξ ᾅδου ὁσίους λοιπὸν αὐτοῦ

ἀποδεδειγμένους· | καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἀβραὰμ καὶ οἱ ἄλλοιἅγιοι ἐκεῖ ἦσαν. ἐκεῖ δὲ ἦσαν καὶ αἱ ἄλλαι ψυχαί, ἀλλ' αἱ

μὲν ἀπεδεί|χθησαν ὁσίων ψυχαί, αἱ δὲ οὐχί· οὐδὲ γὰρ πάσας

ἀνηγιοχέναι λέγομεν τὸν σωτῆρα, [ἀλ]λὰ τὰς | ψυχὰς ἐκείναςτὰς προσδοκώσας αὐτὸν κἀκεῖ. ἔλεγον οὖν εἰς τό· “σὺ εἶ ὁ

ἐρχόμενος, [ἢ? ἕτερ]ον προς|δοκῶμεν”; ᾔδει ὁ ἀνὴρ ἐκεῖνοςμέλλων ἀποθνῄσκειν· ἐν τῷ δεσμωτηρίῳ γὰρ ὢν τα?ύ?[την ἔπ]ε?μ?ψε

τὴν | φωνήν, ὅτι ‘σὺ ἔρχῃ διὰ σεαυτοῦ ἐκεῖ ἢ ἕτερον πέμπεις’;

οὐχ ὅτι ἀμφέβαλλεν, ἀλλὰ ἤθελ[εν δι]ακονῆσαι | ἐκεῖ παρ' αὐ-τοῦ μαθών, προσταχθεὶς παρ' αὐτοῦ.

γράφει ὁσίοις· τὸ κατόρθωμα ὑπὲρ ἡμῶ?[ν ἐστι]ν ἢ κοι|νὸνἡμῶν καὶ ὑμῶν. ὥσπερ οὖν ἐγὼ ψαλμὸν ᾠδῆς ᾄδω, ψάλατε καὶ

ὑμεῖς· συνεπικρο[ύετ]ε τοῖς | ὀργάνοις 〈τ〉ῇ ᾠδῇ 〈τ〉ῇ ἡμε-τέρᾳ, ἣν ὑπὲρ ὑμῶν ἀναπέμπω λέγων· “ὑψώσω σε, κύριε”.

5 καὶ ἐξομ[ο]λογεῖσθε | τῇ{ν} μνήμῃ{ν} τῆς ἁγιωσύνηςαὐτοῦ. ἐξομολόγησις ἐνταῦθα οὐχ ἡ ἐξαγόρευσις ἐπὶ ἁμαρτήμασιν

λέγεται· | λέγεται μὲν γὰρ καὶ αὕτη ἐξομολόγησις, ὡς ἐὰν λέ-

γῃ· “ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν”. | ὡς ἐπὶ τὸπλεῖστον οὖν ἐν τῇ γραφῇ {ἡ ἐξομολόγησις} διὰ τῆς λέξεως

σημαίνεται ἡ εὐχαριστία· | “ἐξομολογησώμεθά σοι, ὁ θεός, ἐξ-ομολογησώμεθά σοι”. δογμάτ〈ω〉ν ὧδε κινεῖται ἡ μνήμη, λέγει “τῆς ἁγιω|σύ-

νης αὐτοῦ”. αἱ μαθητικαὶ ἀναμνήσεις 〈 〉

οὐ νῦν πρότερον. ἐάν τις ἁγιασθῇ, μετασχὼν τοῦ ἁγίου | ἔσχενἁγιωσύνην. οὕτω δὲ γέγονεν, ἵνα ᾖ{ν} ἅγιος οὐ κατ' οὐσίαν,

ἀλλὰ προαιρέσει, ἐν προχρείᾳ λαβὼν | τὸ ἅγιον, τὸ ἀγαθόν.ἀναπολήσατε οὖν ἐξομολογούμενοι καὶ ψάλλοντες, ὅτι οἰκεία

ἐστὶν ὑμῖν ἡ | ἁγιότης· ἐφ' ᾧ γεγόνατε, ἀναλάβετε· γεγόνα-

τε, ἵνα ἅγιοι ἦτε, οὐχ ἵνα βέβηλοι· γεγόνατε | δὲ ἐν ῥυπα-ρίᾳ καὶ βεβηλότητι. ἀναπολήσατε τὴν ἁγιότητα ὑμῶν, καὶ οὕ-

τω θελήσατε γενέσθαι. | 6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐ-τοῦ.

διὰ τοῦτο προτρέπομαι ὑμᾶς εἰς τὸ | ψᾶλαι ὁσίο〈υ〉ς γεγενη-μένο〈υ〉ς καὶ ἐξομολογήσασθαι τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ,

“ὅτι ὀργὴ | ἐν τῷ θυμῷ αὐτοῦ” ἐστιν, ἵνα μὴ ὀργῇ καὶ θυμῷ

περιπέσητε· ἐμοῦ γὰρ τὰ τηλικαῦτα κατορθώ|σαντος ἐὰν ἐν τοῖςαὐτοῖς μένητε οἷς πρὸ τῆς ἐμῆς ἐπιδημίας, καὶ ἐν τοῖς δι'

ἃ ἐλήλυθα, δια|δέξ〈ε〉ται ὀργή, ὅτι καὶ μετὰ τοσαῦτα βοηθή-

ματα καὶ μετὰ το[σ]αύτας ὠφελίας καὶ προτροπὰς | ἐν τοῖςαὐτοῖς μένετε. γίνεται δὲ ὥσπερ ὀργὴ ἐν τῷ θυμῷ, οὕτω καὶ “ζωὴ ἐν τῷ

θελήματι αὐτοῦ”. | ὁ τῷ θελήματι αὐτοῦ ἑπόμενος καὶ ἐργαζό-

μενος αὐτό, αἰτησάμενος γνῶναι αὐτὸ παρ' αὐτοῦ— | εὐχὴνγοῦν τις ἀναπέμπει λέγων· “δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά

134

σου”. διὰ τοῦ εἰπεῖν | μετ' αἰτιολογικοῦ· “ὅτι ὁ θεός μουεἶ σύ”, δείκν?υσιν, ὅτι τὸ τοῦ θεοῦ θέλημα μόνου ζωή ἐστιν.

συνδραμεῖν | δὲ δεῖ καὶ τὸ ἡμέτερον θέλημα, ἵνα μὴ εἴπῃ·“ποσάκις ἠθέλησα, καὶ οὐκ ἠθελήσατε”.

“ζωὴ” οὖν “ἐν τῷ θελή|ματί” σού ἐστιν. δύναται καὶ τὸνθεὸν λόγον ἐν[τ]αῦθα θέλημα λέγειν. ἐν αὐτῷ δὲ τὰ ὅλα γέγο-

νεν, πάντα | δι' αὐτοῦ εἰς οὐσίαν ἐλήλυθεν. ἐν τῷ θελήματ?ιοὖν τοῦ εἰς ὕπαρξιν ὑμᾶς ἀγαγόντος ἡ ζωὴ ἔκειτο. |

6 τ[ὸ] ἑ[σ]πέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶἀγαλλίασις.

τὸ ἑσπέρας τέλος ἐστὶν | ἡμέρα[ς καὶ] ἀρχὴ νυκτός, ὡςαὖ τὸ πρωὶ πέρας ἐστὶν νυκτὸς καὶ ἀρχὴ ἡμέρας. ἀσυνύπαρκτα |

δὲ πο[λλάκις] ἐλέχθησαν εἶναι τὰ ἐναντία, τὸ ἀγαθὸν καὶ τὸκακόν.

δυνατὸν ἑσπέραν λαβεῖν | τὸ τέλ[ος τῆς] σ?κιᾶς, τὸ τέλοςτοῦ γράμματος. ὅταν δὲ τέλο{υ}ς λαβόντος τοῦ γράμματος καὶ

τῆς σκι|ᾶς ἐν [αὐτοῖ]ς τις θέλῃ εἶναι, κλαίει μᾶλλον οὐκέ-

τι ὁρῶν τοῦ γράμματος τὸ ἱλαρόν, οὐκέτι τῆς | γραφῆ[ς θε]ω-ρῶν τὸ ἄνθος. ἀνατείλαντος δὲ τοῦ πνεύματος τοῦ ζωοποιοῦν-

τος καὶ φανείσης τῆς | καινῆς διαθήκης ἀρχὴ ἡμέρας ἐστὶνφέρουσα ἀγαλλίασιν.

λοιπὸν καὶ τὰ δημωδέστερα· ὅτε ἑς|πέραν ἔλαβεν ἡ ἐκ περι-τομῆς συναγωγὴ δύναντος αὐτῇ τοῦ ἡλίου τῆς δικαιοσύνης—“ἐ-

κε|νώθη” γὰρ “τίκτουσα ἑπτά, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσού-

σης τῆς ἡμέρας”. ἑπτὰ ἔτικτε· τότε εἰλή|φει τὸ σάββατον, ἵ-να κατ' αὐτὸ πνευματικῶς ἐπιτελῇ πάντα καὶ μήτηρ καλῶν νοη-

μάτων | καὶ ἔργων γίνηται, ἀλλ' ἐκενώθη· οὐκ ἐδέξατο τὸ πλή-

ρωμα, ἀφ' οὗ λαβὼν ὁ Ἰωάννης {ὁ σημαί|νων τὸ γράμμα καὶ τὴνπαλαιὰν γραφὴν} λέγει· “ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες

ἐλάβομεν”. | διὰ τοῦτο ἀπεκάκησεν αὐτῆς ἡ ψυχὴ ἐπιδύναντος

τοῦ ἡλίου “ἐτι μεσούσης τῆς ἡμέρας”, ἔτι ἐνεστη|κότος τούτουτοῦ αἰῶνος· λέγεται γὰρ καὶ αὐτὸς πολλάκις ἡμέρα. “καὶ εἰςτὸ πρωὶ” οὖν “ἀγαλλίωσις”. |

7 ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸναἰῶνα.

ἀμφίβολός ἐστιν ἡ λέξις. δύναται | οὕτως ἀναγνωσθῆναι·“ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶ-

να”. ὅτε εὐθή|νουν, εἶπον τοῦτο· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰ-ῶνα.

δύναται δὲ καὶ οὕτως· “ἐγὼ εἶπα Ἐν τῇ εὐθηνίᾳ μου | οὐμὴ σαλευθῶ εἰς τὸν αἰῶνα”. ἀμφότεραι αἱ στιγμαὶ ἔχουσιν λό-γον.

ὅτε εὐθήνουν σπείρας εἰς δικαι|οσύνην καὶ τρυγήσας γενή-ματα δικαιοσύνης, οὕτω διετέθην, ὅτι οὐκέτι σαλευθήσομαι

εἰς τὸν αἰῶνα· | εἰ γὰρ “〈ὁ ποιῶν〉 τὸ θέλημα τοῦ θεοῦ εἰςτὸν αἰῶνα μένει” καὶ “ἡ δικαιοσύνη” αὐτοῦ “ἀθάνατός ἐστιν”,

ἀγαγὼν τὰ γενήμα|τα τῆς δικαιοσύνης καὶ εὐθηνούμενος εἶπον·

εἶπον γὰρ οὕτω τῇ διαθέσει, ὡς εἰς τό· “οὐδεὶς λέγει | Κύ-ριον Ἰησοῦν”, τῇ διαθέσει καὶ τῷ βίῳ. εὐθηνῶν καὶ ἀρετῆς

γενήματα φέρων ὡμολόγησα τοῦτο, ὅτι | ἀσάλευτος μένω εἰςτὸν αἰῶνα κατὰ τό· “ὁ πιστεύων καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων

οὐ μὴ ἀποθάνῃ | εἰς τὸν αἰῶνα”· καί· “ἡ δικαιοσύνη τοῦ κυ-ρίου μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος”.

δυνατὸν δὲ καὶ οὕτως· | {ἄλλως στίξαι} “ἐγὼ εἶπα ἐν τῇ[ε]ὐθηνίᾳ μου”· ὅτε εὐθήνουν καὶ ἐδόκουν διαναπαύεσθαι, εἶ-

135

πον· | “οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα”. εἰ μὴ ταχέως δὲ βοή-

θεια γέγονεν, ἐκλονεῖτο, ὅτι ἐθάρσησεν ἑαυτῷ, μέγα | πέποι-θεν ἐπὶ τῇ καρποφορίᾳ. ἐὰν μὲν οὖν πρόσωπον ᾖ τοῦ σωτῆρος τὸ λέγον, τὸ πρότερον

κρατείτω νό|ημα, ἐὰν δὲ τῶν λοιπῶν, ἀποδεχέσθω καὶ τοῦτο.

8 κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει | μουδύναμιν. ἤτοι εὐκτικῶς ἤτοι εὐχαριστητικῶς λέγει. ἴδωμεν, περὶ ποί-

ου κάλλους λέγει. οὐ περὶ | σωματικοῦ κάλλους λέγει, ἀλλὰψυχικοῦ καὶ τοῦ ἔσω ἀνθρώπου. τὸ κάλλος δὲ τοῦτο τὸ αἰσθη-

τόν, τὸ ἐνφαντα|ζόμενον τῷ προσώπῳ καὶ τῇ μορφῇ, ἐξ ἀναλο-

γίας μελῶν ἔχει τὴν σύνστασιν, ἐὰν ἀνάλ[ογα] ᾖ? τὰ τοῦ | ἀν-θρώπου μέλη πρὸς ἑαυτὰ καὶ μὴ οὕτως {εἶναι} ὡς τὰ μὲν ὑπερ-

αίρειν, τὰ δὲ εἴκειν· διαστρέφεται [γὰρ τ]ὸ? κάλλος. | δεῖκατάλληλον ὀφθαλμὸν ἔχειν τῇ ῥινὶ καὶ ταύτην τῷ στόματι· ἐ-

ὰν γὰρ ἀσύνμετρα? ᾖ? [τὰ μέ]λη, κἂν | αὐτὸ καθ' ἑαυτὸ δοκῇὡραῖον εἶναι, ἀλλ' οὐ ποιεῖ τῷ προσώπῳ κάλλος.

τοῦτο γοῦν λέγει· ἐν τῷ [θελή]μ?ατι | τῷ σῷ ἀντακολουθοῦ-σιν τῶν ἀρετῶν αἱ 〈ἰδ〉ικαί, ὥστε τὰς νοήσεις μου ἀναλογού-

σας? [εἶναι] ταῖς | πράξεσιν. καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ὁ ἐπ-

αινῶν τὴν νύμφην· “ὅλη καλή, ἡ πλησίον [μο]υ, καὶ μῶ|μος οὐκ ἔστινἐν σοί”. διὰ τοῦτο “ὅλη καλὴ εἶ”, ὅτι οὐκ ἔνι μῶμος οὐδὲ

παρὰ τὴν ἀναλογίαν ἔστ[ιν τ]ι ἐν σοὶ | οὐδὲ αἶσχος. 9 πρὸς σέ, 〈κύριε〉, κεκράξομαι καὶ πρὸς τὸν θεόν μου βο-ήσομαι.

δύναται, ἵνα δημωδέστερον ἐξηγη|σώμεθα· πρὸς σέ, ὦ κύρι-ε, ὡς ἀρχιερέα, ὡς ἰατρὸν κεκράξομαι, πρὸς δὲ τὸν θεόν μου

βοήσομαι, οὐ διαιροῦντες | τὸν πατέρα ἀπὸ τοῦ υἱοῦ. ὁ δὲβο〈ῶ〉ν πρὸς θεὸν πρὸς τὴν τριάδα βοᾷ· εἷς γὰρ θεὸς ἡ τριάς,

οὐ τὸ ταὐτὸν τοῦ ἀρι|θμοῦ, εἴ γε δεῖ ἀριθμοὺς ἐκεῖ φάναι. 10 Τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰςδιαφθοράν; |

κατέβην εἰς διαφθοράν· ποία ὠφελία γέγονεν; ἰδού, ἐνμένου-

σιν τοῖς κακοῖς ἑαυτῶν. οὐ καθόλου | δὲ τοῦτο λέγει. εἴρηταιδὲ ὅτι· “τιμῆς ἠγοράσθητε” τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ὅτι·

“〈οὐκ〉 ἐν φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, | ἐλυτρώθητε ἐκ τῆςματαίας ὑμῶν ἀναστροφῆς, ἀλλ' ἐν αἵματι τιμίῳ ὡς ἀμνοῦ ἀμώ-

μου καὶ | ἀσπίλου Χριστοῦ”. δυνατὸν δὲ τοῦτο· τὸ πᾶν ἄθροισμα τῶν σῳζομένων σῶμα Χρισ-

τοῦ λέγεται. ἐπεὶ τοίνυν | ἐπιδημήσαντος τοῦ σωτῆρος καὶ ἀ-ναδεξαμένου πάντα ἃ προειρήκαμεν, τόν τε μώλωπα καὶ τὸν |

σταυρὸν καὶ τὸ κατελθεῖν εἰς τὸν ᾅδην, οὐ πάντες ἐπέστρεψα?ν,

οὐ πάντες ἀρετὴν καὶ πίστιν | ἀνέλαβον, ἀλλ' οἱ μέν, οἱ δὲ〈οὔ〉, κατὰ τοῦτο λέγει ὅτι· “ἀπέστρεψεν τὸ πρόσωπόν μου” ἀπὸ

τῶνδε τινῶν | ὄντων μελῶν μου, ὄντ〈ων〉 σώματός μου, “καὶ ἐ-γενήθην τεταραγμένος”.

εἰ τοίνυν ἐρύσατο καὶ | ἐλυτρώσατο καὶ ἠλευθέρωσεν τῷ αἵ-ματι ἑαυτοῦ, πῶς λέγει· “τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ

καταβῆναί με εἰς δια|φθοράν”; πολλῆς ὠφελίας γεγένηται—ἀλ-

λὰ πρὸς ἐκείνους τοὺς ἐνμείναντας τοῖς κακοῖς. τὸ | ὅσονοὖν ἧκεν εἰς ὑμᾶς, οὐδεμία ὠφελία ὑπῆρκται ἐν τῷ αἵματ?ί μου,

καταβάντος μου εἰς δια|φθοράν. διεγείρων αὐτοὺς εἰς μετάνοι-αν λοιπὸν λέγει. διὰ τοῦτο εἴρηκεν·

10 μὴ ἐξομολογήσεταί σοι | χοῦς 〈ἢ ἀναγγελεῖ τὴν ἀλήθει-άν σου〉; ἰδού, εἰσίν τινες χοῦς ὄντες. ἐλήλυθα δὲ παθεῖν, ἵνα

136

μεταπ[ο]ιήσω αὐτοὺς καὶ οὐρανίους | αὐτοὺς ἀπὸ χοϊκῶν ποι-ήσω. ἐπεὶ οὖν ἐνμένουσιν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊ-

κοῦ, οὐκ ἐξομολογοῦνταί | σοι, ἀλλ' οὐδὲ τὴν ἀλήθειάν σουἀναγγελοῦσιν. ἐλήλυθα δὲ ἐγώ, ἵνα καὶ τὴν ἀλήθειαν φανερώ-

σω τὴν πλάνην καὶ | τὸ ψεῦδος ἀνελών, καὶ ἐξομολόγησιν πα-ράσχωμαι, ἵνα τις ἀποβάλῃ τὴν εἰκόνα τοῦ χοϊκοῦ καὶ τὴν τοῦ |

ἐπουρανίου ἀναλάβῃ. λέγει οὖν ὅτι· “μὴ ἐξομολογήσεταί σοι

χοῦς”; εἰ οὐκ ἐξομολογεῖταί σοι χοῦς, τὸ ὅσον ἧκεν εἰς | αὐ-τόν, οὐδεμία ἐκ τοῦ αἵματός μου ὑπῆρκται ὠφελία καταβάντοςμου εἰς τὴν διαφθοράν.

εἶτα— | ἐπειδὴ εἶπον, ὅτι διὰ τοὺς ἐνεχομένους τοῖς πρό-

τερον κακοῖς τοῦτο λέγει, ὡμολογήσαμεν δέ, ὅτι καὶ ἐλυ|τρώ-σα?[το π]ολλοὺς τῷ ἰδίῳ αἵματι—, δεικνὺς ἐκείνους λέγει· 11 ἤκουσεν κύριος καὶ ἐλέησέν με.

δείξας ἐκείνους | ἔλεον [τοῦ κ(υρίο)υ τὴ]ν ἐκείνων σωτη-ρίαν λέγει, τὸ ἐκείνους ἐλεηθῆναι.

11 κύριος ἐγενήθη βοηθός μου. τὸ γενέσθαι | σχέσιν [σημαί]νει, οὐκ οὐσίωσιν· “βοηθὸςκαὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν”.

11 ἤκουσεν κύριος καὶ ἐλέη〈σ〉έν | με. ὠ?[λοφ]υρόμην, ὅτι καταβάντος μου εἰς διαφθορὰν οὐδεμία

ἐκ τοῦ αἵματός μου ὠφελία ἔν τισιν | γέγονεν?· [ἀ]λλὰ οἰκο-δομῶν τοὺς ἠλεημένους κἀκείνους δὲ τοὺς ἀκμὴν τοιούτους ὄν-

τας παρα|δείκνυμι, ὅτι σωθήσονταί ποτε· ἐνεργήσει ποτὲ εἰςαὐτοὺς τὸ φάρμακον.

12 ἔστρεψας τὸν κοπετόν | μου εἰς χαρὰν ἐμοί. φιλανθρώπως ἐκόπτετο τεθνηκότας ἐκείνους, ἵνα διεγείρῃ

αὐτούς· εὐθέως γὰρ | ἔννοιάν τις ἐλάμβανεν· εἰ ἐμοῦ ἡμαρτη-

κότος ἐκεῖνος πενθεῖ καὶ ὀλοφύρεται, πολλῷ πλέον ἐγὼ | τοῦ-το ὀφείλω ποιῆσαι.

“ἔστρεψας” οὖν “τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί”· ἡ ἐκεί-νων ὠφελία ἐμοὶ χαρά | ἐστιν, καὶ ὅτε ἡμάρτανον, ἐμὸς ἦνὁ θρῆνος καὶ ὁ κοπετός.

12 διέρρηξας τὸν σάκκον μου καὶ περιέζω|σάς με εὐφροσύ-νην. πενθῶν σάκκον ἐφόρουν, αὐστηρὸν βίον, τραχύν, ἀλλὰ μετ-

έβαλεν εἰς εὐφρο|σύνην. οὕτω δὲ εἰρήκαμεν καὶ εἰς τό· “ὅτιεἰ ἐν Τύρῳ καὶ Σιδόνι αἱ δυνάμεις ἐγίνοντο, πάλαι ἂν ἐν σάκ|-

κῳ καὶ σποδῷ καθήμενοι μετενόησαν”. ἐλέγομεν, ὅτι τὸν αὐστη-

ρὸν βίον καὶ ἐ?πίπονον καὶ καθαπτό|μενον τοῦ ὀλοφυρομένουσημαίνει τὸ τοῦ σάκκου ὄνομα.

μετὰ τούτου δὲ τοῦ σάκκου τις σποδὸν λαμβάνει | καὶ κάθη-ται οὐκέτι ἐνεργῶν κατ' αὐτό, ἀλλὰ κάθηται, παύει τὴν ὀργὴν

τῆς κακίας. ἐστέναζεν ἐπὶ τούτῳ | ἃ ἐκαρποφόρησεν ζιζάνιακαὶ ἀκάνθας καὶ τριβόλους· οὐκ ἠδύνατο γὰρ καθίσαι ἐν ταῖς |

ἀκάνθαις καὶ τριβόλοις, ἀλλὰ τεφρώσας καὶ δείξας αὐτὰ ἀν-

ίσχυρα κἀκείνην τὴν ποιότητα, καθ' ἣν | ἦσαν φαῦλα, ἀνελὼνἐκάθισεν ἐπ' αὐτά. 13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. |

ἔνιοι ὑποστιγμὴν λέγουσιν· “οὐ μὴ κατανυγῶ”· ψαλλούσης

τῆς δόξης μού σοι οὐ κατανύγομαι. οὐ|κ ἀρέσκει μοι δὲ αὕτηἡ ἀνάγνωσις. πολλοὶ δὲ τῶν ἐν τῇ ἐκκλησίᾳ οὕτως αὐτὴν ἀνα-γιγνώσκουσιν. |

μεταμέλειάν τινα σημαίνει ἡ κατάνυξις πολλάκις. ὅτε γοῦν

μετεμελήθη ὁ Ἀχαάμ· “εἶδες, πῶς | κατενύγη ὁ Ἀχα〈ά〉μ”;καί· “ἐπότισας αὐτοὺς πνεῦμα κατανύξεως”, πνεῦμα μετανοίας.

τοῦτο οὖν λέγει· ἡ δόξα | μου ψάλλει σοι, πράττω κατὰ τὸβούλημά σου, καὶ οὐ μεταμελοῦμαι, οὐ κατανύσσομαι. οὐχ ὡς

ἐπὶ | κακῷ κατανύττομαι, ὥστε μηκέτι ἐνεργῆσαι. διὸ συνάπτει

137

καὶ λέγει· “κύριε, ὁ θεός μου, εἰς τὸν αἰῶνα | ἐξομολογήσο-μαί σοι”. 13 κύριε, ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

ἐπεὶ οὖν εἰς τὸν αἰῶνα ἐξομολογοῦμαί | σοι ψάλλων τῇδόξῃ σου, οὐ κατανύγομαι, οὐ μεταμέλομαι. |

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ· ἐκστάσεως.

τὸ τῆς ἐκστάσεως ὄνομα ὁμώνυμόν ἐστιν· | σημαίνει γὰρπολλά, ὧν ἕν ἐστιν ἡ παρακοπὴ ἢ παραφροσύνη· ὁ παραπαίων

ἐξίσταται. σημαίνει δὲ τὸ | ὄνομα τὸ τῆς ἐκστάσεως καὶ θαυ-μαστότητα· ὁ θαυμάζων γὰρ λέγεται ἐξίστασθαι· “κατενόη[σ]α

τὰ ἔργα | σου καὶ ἐξέστην” τὸ μέγεθος αὐτῶν θεασάμενος, τὴν

τέχνην καθ' ἣν γεγόνασιν. καὶ πο[λλὰ δ]ὲ ἔστιν | ῥητὰ δηλοῦν-τα, ὅτι ἡ θαυμστότης φανεροῦται τῷ ὀνόματι τῆς ἐκστάσεως.

οὕτω γοῦν κ?[α]ὶ? [Ἰσαὰ]κ? “ἐξέστη | ἔκστασιν μεγάλην”, ὅταντὴν εὐλογίαν ἔλαβεν ὑπὸ Ἰσαῦ.

καὶ πάλιν σημαίνει τὸ ἔκστασις [τὸ ἔξ]ω? τινὰ | γενέσθαιτῆς προτέρας ἑαυτοῦ καταστάσεως, ὡς ἐὰν λέγῃ· “ἐγὼ δὲ εἶπα

ἐν τῇ ἐκστάσει μου Π[ᾶς ἄ]νθρωπος | ψεύστης”. ὅτε ἐξέστηνἐμαυτοῦ καὶ οὐκέτι ἄνθρωπος, ἀλλὰ θεὸς γέγονα χωρήσας πρός

με γεν?[όμ]ενον τὸν | θεὸν λόγον, τότε εἶπον ὅτι· “πᾶς ἄνθρω-

πος ψεύστης”· εἰ γὰρ ἁπλῶς λαμβάνοιμεν τοῦτο, ψεύδεται. | εἰπᾶς ἄνθρωπος ψεύστης καὶ αὐτὸς δὲ εἷς τῶν ἀνθρώπων ἐστίν,

ψεύδεται. ψευδομένου δὲ αὐτοῦ ὅτι “πᾶς ἄνθρωπος ψεύς|της”,οὐ πάντως ψεῦσταί εἰσιν. τὰ τῶν ἀνθρώπων ἀβέβαια, ἀσύνστατα. τοιοῦτόν ἐστιν καὶ

ὃ λέγει ὁ ἀπόστολος· | “ἃ ὀφθαλμὸς οὐχ εἶδεν καὶ οὖς οὐκ ἤ-κουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη”. οὐκ ἔστιν οὖν

αὐτὸς ἄνθρωπος, | ἀλλ' ἐπιφέρει· “ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸςδιὰ τοῦ πνεύματος”, ἡμῖν τοῖς μηκέτι ἀνθρώποις, τοῖς δυνα-

μένοις | μετὰ παρρησίας εἰπεῖν· “συνεξέστημεν θεῷ, συνσω-φρονοῦμεν ὑμῖν”.

ἐξέστη οὖν καὶ ὁ ταῦτα λέγων | ἐν τῷ ψαλμῷ· ἄλλος ἑαυτοῦγέγονεν, θεὸς γέγονεν μετασχὼν τοῦ θεοῦ λόγου· πέπαυται τοῦ

εἶναι ἄνθρωπος. ἀμέλει | γοῦν θεώρει, ὅτι οὐκ ἀνθρώπινα λέ-γει, ἀλλὰ ἃ ἁρμόζει θεοποιηθέντι ἀνθρώπῳ ἀπαγγέλλειν καὶ ᾄ-δειν. |

2 ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰ-ῶνα.

οὐ γὰρ καταισχύνομαι, ὅταν τὰ τῆς αἰτή|σεως ὑπαρχθῇ· τό-τε γὰρ αἰσχύνην ὁ εὐχόμενος ὑφίσταται, ὅταν μὴ τύχῃ ὧν προσ-εδόκησεν.

καὶ εἰ μὲν | ἁπλούστερον λαμβάνοιμεν τὸν αἰῶνα, τοῦτο

λέγει· ἐν τῷ χρόνῳ τῆς ζωῆς μου παντὶ μὴ καταις|χυνθείην,ἀεὶ ἐπιτυγχάνων ὧν δέξασθαι παρὰ σοῦ παρακαλῶ· πολλάκις γὰρ

ἐλέχθη, ὅτι ὁ παρεκ|τείνων τῇ ζωῇ τοῦ ἀνθρώπου χρόνος ‘αἰὼν’καλεῖται, ὡς τό· “οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα”.

δυνατὸν | δὲ καὶ οὕτως εἰπεῖν· ἐπεὶ αἰώνιος εἶ καὶ παρεκ-τείνει σου ἡ ὕπαρξις καὶ ἡ βασιλεία εἰς πάντας τοὺς αἰῶνας, |

εἰμὶ δὲ κἀγὼ ἀθάνατος κατὰ τὴν ψυχήν, “μὴ καταισχυνθείην εἰς

τὸν αἰῶνα”· ἀεὶ γὰρ μετὰ σοῦ εἰμι. νῦν | ἐκ μέρους γιγνώσκωκαὶ προφητεύω, ἀλλὰ διαδέξεται τὸ ἐκ μέρους ὑπὸ τοῦ τελείου,

ὥστε μᾶλλον ἡ | ἐλπίς μου μείζω γέγονεν περὶ μειζόνων λοι-

πὸν ἔχουσα τὴν προσδοκίαν. ἀκαταίσχυντος οὖν ἐστιν | ὁ ἐλπί-ζων ἐπὶ κύριον. 2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.

{ἡ ἀρχὴ τοῦ ἑβδομηκοστοῦ | καὶ τούτου ἔχουσίν τινα συγγέ-νειαν καὶ ὁμοιότητα. καὶ ἐν τῷ ἑβ[δ]ομηκοστῷ κεῖται τὸ “ἐξ-

ελοῦ με”} | αὐτὸς γάρ ἐστιν, περὶ ἧς λέγεται· “δικαιοσύνη δι-

138

έκυψεν”, ὅτε κλίνας τ[ὸ]ν οὐρανὸν κατέβη. ἐλήλυθεν | ἐπὶ τῷλῦσαι ἀδικίαν· ἀδικίας γὰρ ἦν πλήρης ὁ κόσμος ὁ περὶ γῆν γε-

νόμενος· “ἐπλήσθη” γὰρ “ἡ γῆ ἀδικιῶν”, ὥς|περ καὶ πρὸ τοῦκατακλυσμοῦ, ὅτε “πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν, οὐκ ἔσ-τιν ποιῶν χρηστότητα”. |

ὥσπερ οὖν τὸ φῶς ἀνατέλλον καὶ γινόμενον ἐκεῖ, ἔνθα τὸ

σκότος, λύει τὸ σκότος—παρουσίᾳ γὰρ φωτὸς ἀφα|νίζεται ἡσκοτία, καὶ ἐπιλαμψάσης τῆς ἀρετῆς ἐκποδὼν ἡ κακία οἴχεται—,

οὕτω τῆς δικαιοσύνης | φανερωθείσης καὶ ῥυομένης τοὺς παρα-καλοῦντας καταλύεται πᾶσα ἀδικία.

3 κλῖνον πρός με | τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. εἰ καὶ βοῶ πρὸς σέ, ἀλλ' οὖν ὡς πρὸς τὴν σὴν μεγαλειότη-

τα μικρό|φων?[ός] ε[ἰ]μι. ἐὰν μὴ οὖν σὺ κλίνῃς πρὸς ἐμὲ τὸοὖς σου, οὐκ ἰσχύει ἀναβῆναι ἡ ἐμὴ κραυγὴ πρὸς σέ. εἰ μὴ |

συνκ?[ατα]β?ῇ?ς, οὐ δέχῃ μου τὴν φωνήν.καὶ ἄλλως· ἐπεὶ μὴ πάσας παρατηρεῖται τὰς ἀνομίας τῶν

κρινο|μέν[ων καὶ] ἐξεταζομένων ὑπ' αὐτοῦ, δεῖ αὐτὸν κλῖναι

τὸ οὖς, ἵνα ἀκούσῃ· ἐὰν γὰρ οἵας γνώσεώς ἐστιν | καὶ ο[ἵαςδυ]νάμεως μείνῃ, οὐκ ἀναβαίνει πρὸς αὐτὸν ἡ εὐχή. εἰ μὴ ἐπι-

νεύσῃ, οὐ δέχεται τὴν εὐχήν. ἐπι|νεύ[ει δ]ὲ συνκαταβαίνων. ὅταν κλίνῃς τὸ οὖς σου πρὸς ἐμέ, δέχῃ με καὶ ταχέως ἐξαι-

ρῇ με ἀπὸ τῶν | κατεχόντων με, ἀπὸ τῶν πορθούντων με. κἄντε πολέμιοι ὦσιν, “τάχυνον τοῦ ἐξελέσθαι με”.

ἐπερ ( )· | ἐκστὰς ταῦτα ἔλεγεν; —οὐ τὴν παραφροσύνην

εἶπον ἐνταῦθα δηλοῦσθαι, ἀλλὰ τὸν θαυμασμόν, τὸ ἔξω | ἑαυτοῦγενέσθαι. τοῦτο ἀγνοεῖς, ὅτι οὐ μία ἔστιν τελειότης. ὁ γοῦν

τελειωθεὶς λέγει· “πάσης συντελείας εἶδον | πέρας”· μὴ γὰρτὸ ὑπὲρ πᾶν τέλος ἔχων λέγει ταῦτα.

3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον κα|τα-φυγῆς τοῦ σῶσαί με. γενοῦ μοι φρούριον ἀκαταμάχητον, ἕρκος ἄβλητον, γενοῦ

μοι καὶ ὑπερ|ασπιστὴς τὴν σὴν ἀσπίδα, τὸ σὸν ὅπλον. ὅταν

γένῃ μου ὑπερασπιστής, οὐδεὶς τῶν ἐχθρῶν μου βλά|ψαι μεδύναται. θὴρ οὐ δύναταί μου περιγενέσθαι, αὐτὸς ὁ ἁρπάζων,

περὶ οὗ εὐχὴν ἀνέπεμπον· “μή|ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήνμου”. “καὶ εἰς οἶκον καταφυγῆς”.

γενοῦ μοι τὸ λεγόμενον 〈κ〉ρησφύγε|τον, ἔνθα καταφεύγων τιςἔσω γίνεται τειχῶν· οἰκοδόμημα γάρ ἐστιν φρουρὸς τυγχάνον

τῇ σω|τηρίᾳ. 4 ὅτι κραταίωσις καὶ καταφυγή μου εἶ σύ.

σὺ πάντα μοι εἶ, καὶ κραταίωσις καὶ καταφυγή. | πρὸς οὐ-δένα καταφεύγω, οὐ πρὸς ἄρχοντα, οὐ πλοῦτον. καὶ κραταίωμά

μου· ἐκ σοῦ ἔχω τὸ κρατεῖν | σοῦ μετέχων, οἷα βασιλεὺς κρα-τεῖν. 4 ἕνεκα τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. |

τοῦτο λέγει ὅτι· ἐπεὶ τὸ ὄνομά σου κέκληται ἐπ' ἐμέ, ἕνε-

κεν τούτου τοῦ ὀνόματός 〈σ〉ου οὗ φορῶ, ἀμφότερά | μοι παράσχου·καὶ ὁδήγησόν με, ἵνα τελέσω τὸν δρόμον ἀμέμπτως καὶ εἰπεῖν

δυνηθῶ· “ἄνευ ἀνο|μίας ἔδραμον καὶ κατηύθυνα”, καί· “ὁδὸνἐντολῶν σου ἔδραμον”. καὶ διατραφῶ ὑπὸ σοῦ. ἡ σὴ ὁδὸς καὶ

ἄρτος | ἐστὶν ὁ σὸς υἱός. ὁδός ἐστιν λέγων· “ἐγώ εἰμι ἡ ὁ-δός”. αὐτὸς οὖν καὶ ἄρτος ἐστίν.

“ἕνεκεν” οὖν “τοῦ ὀνόμα|τός σου”, οὗ ἐχαρίσω μοι, ἵνασωτ?ηρίαν ἔχω· ηὐξάμην γὰρ καὶ εἶπον· “ὁ θεός, ἐν τῷ ὀνόμα-τί σου σῶσόν με. |

5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺεἶ ὁ ὑπερασπιστής μου.

ἐχθροὶ πολλοί, | ἀπατεῶνές τινες, ἐσκεύασάν μοι παγίδα,

ἵνα με θηρεύσουσιν. οὐ μόνον οὖν παρακαλῶ, | ἵνα μὴ ἐάσῃςμε ἀπελθε[ῖ]ν? ἐκεῖ, ἀλλὰ κἂν εἰσῆλθον, ἵνα ἐξάξῃς με ἐξ αὐ-τῆς. |

139

στικτέον δὲ καὶ οὕτως· 5—6 ὅτι σὺ ὁ ὑπερασπιστής μου, εἰς χεῖράς σου παραθήσομαιτὸ πνεῦμά μου.

οὐκ ἄλλῳ παρατί|θημι τὸ πνεῦμά μου, ἀλλ' εἰς τὰς σὰς χεῖ-ρας. καὶ εἰ μὲν ἅγιος εἴη ὁ ταῦτα λέγων ἄνθρωπος, πνεῦμα

αὐτοῦ ἐστιν τὸ συνε|ζευγμένον τῇ ψυχῇ, περὶ οὗ λέγεται· ”ὁ-λόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα“. οἱ μὲν 〈οὐχ〉

ἕτερον λέ|γουσιν εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχήν, οἱ δὲ τὸν

νοῦν αὐτῆς, ἄλλοι δὲ τὴν γνώμην. ἀμφοτέρως δὲ | κατὰ πάσαςτὰς ἀποδόσεις θεὸς τηρεῖ τὸ πνεῦμα. ἐὰν ᾖ{ν} ἡ ψυχή, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται αὐτήν,

ἵνα | σκεπομένη ἀβλαβὴς διαμείνῃ, μὴ τρωθῇ ὑπὸ πολεμίων, μὴ

ἀναιρεθῇ. ὅτι δὲ λέγεταί ποτε | ἡ ψυχὴ πνεῦμα, Στέφανος δι-δάσκει· ὁπηνίκα γὰρ ἔμελλεν ἀποθνῄσκειν καὶ παρεκάλεσεν μὴ

σταθῆναι | τὴν ἁμαρτίαν τῶν κατ' αὐτοῦ φονώντων, λέγει· ”κύ-ριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου“, ἀντὶ τοῦ ‘τὴν ψυχή[ν μο]υ’. |

καὶ ὁ Ἰάκωβος γράφων· ”ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόνἐστιν“, τὴν ψυχὴν πνεῦμα κ?[αλεῖ].

[λ]έ|γεται δέ, ὡς εἶπον, καὶ παρεζευγμένον τι λογικόν,

ὥσπερ ἀχώριστος ἵνα ᾖ διδάσκαλος [τῆς] ψ?υ|χῆς, πνεῦμα. καὶἐπειδὴ τοῦτο σύνεστιν τῇ ψυχῇ, ὅτε ἔχεται τοῦ θεοῦ, τοῦτο

λέγει· μὴ τοιαῦτά μοι πρ[αχθεί]η?, | ὥστε τὸ πνεῦμά μου ἔξωτῶν χειρῶν σου γενέσθαι, ἀλλὰ κατορθωθείη μοι πᾶσα ἀρετή,

ἵν' ἐ[ν ταῖ]ς | σαῖς χερσὶν τὸ πνεῦμά μου τυγχάνῃ. δύναται καὶ τὴν γνώμην ἑαυτοῦ λέγειν πνεῦμα, ὥστε καὶ

αὐτὴν θ?[έ]λ?ει | ἐν ταῖς χερσὶν τοῦ θεοῦ φυλάττεσθαι. λοιπὸν καὶ τὰ ἐξηγητικά· αἱ δύο διαθῆκαι δύνανται χεῖρες

τοῦ θεοῦ. | εἰς ταύτας οὖν παρατίθεμαι τὸ πνεῦμά μου θέλων

καὶ τὴν παλαιὰν νοεῖν, {καὶ} τουτέστιν τὰ ἐκεῖ | προσταττό-μενα, καὶ τὴν καινήν. ἀμφότεραι αἱ χεῖρές σου περιεχέτωσάνμου τὸ πνεῦμα.

δυνατὸν δὲ | καὶ μὴ δύο χεῖρας μόνας τοῦ θεοῦ λέγειν· δυ-ϊκῶς γὰρ οὐκ ἐλέχθη, ἀλλὰ πληθυντικῶς· οὐδὲν δὲ διαφέρει |

πληθυντικῶς ἢ δυϊκῶς. ὅμως ἐὰν αἱ δύο διαθῆκαι ὦσιν, δυϊ-

κῶς αἱ χεῖρες λέγονται. ἐὰν δὲ πᾶσα δύ|ναμις τοῦ θεοῦ χεὶραὐτοῦ ὀνομάζηται—λέγομεν γὰρ χεῖρα βασιλέως τὴν στρατιω-

τικὴν δύναμιν—, εἰς τὴν σὴν | στρατιωτικὴν δύναμιν, φρου-ρὰν χεῖρά{ν} σου τυγχάνουσαν, παρατίθεμαι τὸ πνεῦμά μου.

πρὸς | τὴν Ἰερουσαλὴμ ἐν Ἰσαίᾳ τῷ προφήτῃ λέγει ὁ θε-

ός· ”ἰδού, ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου | τὰ τείχη, καὶἐνώπιόν μου εἶ διὰ παντός“. μὴ δυνάμεθα κἂν μέχρι ἀναπλασ-

μοῦ εἰπεῖν τείχη | αἰσθητ〈ὰ〉 γραφόμενα ἐ〈ν〉 θεοῦ χερσὶν ἀ-

σωμάτου ὄντος. ἐὰν οὖν, φησίν, τὰ τείχη σου ἐπὶ τῶν | ἐμῶνχειρῶν ζωγραφηθῶσιν, ἐνώπιόν μου μένεις διὰ παντός, οὐδενὸς

δυναμένου σε | αἰχμαλωτίσαι· τὰ γὰρ τείχη τὰ ἐν ταῖς χερσίν

μου γεγραμμένα ἀκαθαίρετα· οὐδεὶς ἐπιβῆναι κα|θ' αὐτῶν δύ-ναται. ὥσπερ οὖν ἐν ταῖς χερσὶν θεοῦ ζωγραφούμενα τείχη οὐκ αἰσθη-

τά ἐστιν, οὕ|τως ἐν ταῖς χερσὶν τοῦ θεοῦ παρατιθέμενος ἑαυ-

τοῦ τὸ πνεῦμα δείκνυσιν, ὅτι οὐκ εὐτελές τί ἐς|τιν τὸ πνεῦ-μα, ἀλλ' ἤτοι? ἡ παρεζευγμένη οὐσία λογικὴ 〈τ〉ῇ ψυχῇ ἢ ὁ νο[ῦ]ς

αὐτῆς ὁ θεῖος, ὁ ἀμιγῶς | ἔχων καὶ πρὸς ὕλην καὶ πρὸς κακί-

αν. ὁ νοῦς ὅτε σῴζει τὴν νοῦ ἀ?[ρ]ετήν, πάσης ὕλης ἐκτός |ἐστιν, ἀσυνπλόκως ἔχει πρὸς σωματικά, ἀλλὰ καὶ κακίας πάσ[η]ς

ἀμοιρεῖ. διὰ τοῦτο δύναται | ἐν ταῖς χερσὶν τοῦ θεοῦ δοθῆ-ναι καὶ φυλαχθῆναι· οὐ φυλάττει γὰρ θεὸς τὸν ἔχοντα κακίαν. |

140

ἄλλως δὲ φυλάττει αὐτὸν ἔξω τῆς κακίας βουλόμενος αὐτὸν ἀγα-γεῖν. ἐπερ ( )· τὰ τείχη τί; —πολυτρόπως ὀνομάζεται ἐν τῇ |

γραφῇ τὰ τείχη. περὶ τῆς σοφίας λέγεται, ὅτι ”ἐπ' ἄκρων τει-χέων κηρύττεται“· καὶ οὐ δήπου λέγομεν, ὅτι ἐπ' ἄκρων αἰς|-

θητῶν τειχέων κήρυκες γινόμενοί τινες ἀπαγγέλλοντες τὰ περὶ

τῆς ἀρετῆς. τείχη εἰσὶν τὸν νοῦν φρουροῦντα | καὶ τὸν ἔσωἄνθρωπον αἱ ἀρεταὶ καὶ αἱ θεῖαι νοήσεις. ὅσον τις ἔτι ἐν τοῖς

θεμελίοις τῶν τειχῶν ἐστιν ἢ ἐμέσασεν | τὴν ἀνάβασιν αὐτῶν,οὔπω κηρύξαι δύναται τὴν σοφίαν· μόλις ἐπαΐειν αὐτὴν δύναται.

ὅταν δὲ εἰς αὐτὰ τὰ ἄκρα | τῶν τειχῶν γένηται, ἵν' οὕτως εἴ-πω, ὅταν ὑπερβῇ τὸν κόσμον, ὑπερκόσμιος γένηται, τότε δύνα-

ται τὴν σοφίαν | κηρ[ύττ]ειν. πάλιν, ἐλέχθη ὅτι· ”ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου

τὰ τείχη“. τῶν αἰσθητῶν εἰσιν ἰδέαι | κατ?[άλληλοι]. αἱ ἰ-δέαι δὲ αὗται νοήσεις εἰσὶν θεοῦ, βουλήσεις εἰσὶν θεοῦ. καὶ

λάβε διὰ παραδείγματος τὸ θεωρούμε|νον· [ὁ βο]υλόμενος κατα-σκευάσαι πόλιν, ὅλην τὴν πόλιν καὶ τὰ μέρη αὐτῆς ἀνατυποῖ

τῇ ἑαυτοῦ διανοίᾳ | καὶ [κατ'] ἐ?κείνας τὰς νοήσεις κατασκευ-άζει τὰ αἰσθητά. ἀμέλει γοῦν ἐὰν μὴ ὀρθῶς λάβῃ τὸ νόημα, φέ-

ρε, | τῆς [ἀγορᾶ]ς ἢ τοῦ τεμένους ἢ τῶν ἄλλων, οὐ καλῶς ποι-εῖ τὰ αἰσθητά.

αἱ ἰδέαι οὖν δύνανται εἶναι τὰ τείχη, | ἐν τ[α]ῖς χερσὶντοῦ θεοῦ γεγραμμέναι βουλήσεις. ταῦτα οὖν τὰ τείχη ἐν τῇ

βουλήσει τοῦ θεοῦ ἔχουσιν τὸ εἶναι. καὶ λέγω· | ”ἐν Χριστῷ“,φησίν, ”ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς

γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, | εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάν-τα δι' αὐτοῦ ἔστιν· καὶ αὐτὸς ἔστιν πρὸ πάντων καὶ τὰ πάντα

ἐν αὐτῷ | συνέστηκεν“. ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρα-

τα· ὡς ἐὰν ☩πολι η☩ ἐν τῷ νῷ τοῦ ἀρχιτέκτονος τὰ | μέρητῆς πόλεως οἰκοδομηθῇ, τουτέστιν πρὸς ἐκεῖνα, διακρατούμενα

ὑπ' ἐκείνων· λόγοι γάρ εἰσιν | διακρατητικῶν. ἐν Χριστῷ οὖν συνέστηκεν τὰ πάντα. ἐὰν κατ' ἐπίνοιαν θελή-

σῃς ἆραι τὸν λόγον ἀπὸ | τῶν ὄντων, οὐχ ὑφίστανται ταῦτα.συναπέρχονται τῇ ἄρσει τοῦ λόγου. οὕτω οὖν καὶ τὰ τείχη· ἡ

ἀσφάλεια πᾶσα | ἐν ταῖς χερσὶν τοῦ θεοῦ γέγραπται. ἐὰν δὲ καὶ τὰς ἀρετὰς λέγῃς τείχη, ἠρέμα καὶ αἱ ἀρεταὶ

ἔχουσιν ἰδέας, | τὰς πρωτοτύπους ἕξεις. οἷον ἔχω δικαιοσύ-νην, ἀλλὰ οὐ πᾶσαν αὐτήν, ἀλλὰ κατ' αὐτὴν πεποίωμαι. ἐστὶν |

δὲ ἡ νοουμένη 〈οὐ〉 χωρὶς τοῦ μετέχοντος ὡσανεὶ ἰδέα, οὐκ ἰ-

δέα οὕτως, ὡς εἴωθας λέγεσθαι. ἐὰν οὖν | ἄρῃς ἐπιστήμην, αἴ-ρονται αἱ ἕξεις τῶν ἐπιστημόνων, συναπέρχονται αὐτῇ, κειμέ-

νης δὲ ἐκείνης | μετέχουσιν αὐτῆς καὶ εἰσὶν αἱ κατὰ μέροςἕξεις. ἄλλη δέ ἐστιν παρὰ ταύτας, ἅτε δὴ ἀρχικωτέρα οὖσα |

καὶ βεβαιοτέρα. ἀμέλει γοῦν αὕτη οὐ δέχεται τὸ μᾶλλον καὶ

τὸ ἧττον, ἡ δὲ ἐν τοῖς μετέχουσιν δέχεται τοῦτο. | τὴν ἀσφά-λειαν οὖν σημαίνει τὰ τείχη. 6 ἐλυτρώσω μὲ, κύριε ὁ θεὸς τῆς ἀληθείας.

λυτροῦται ὑπὸ θεοῦ | ὁ ἔξω πάσης ταραχῆς γινόμενος. ὁ θεὸς

οὖν τῆς ἀληθείας λυτροῦται ἀπὸ ἀπάτης· ᾗ θεὸς ἀληθείας | ἐσ-τίν, ἀπὸ ἀπάτης καὶ ψε[υ]δοδοξίας λυτροῦται. ὅταν τις φρονή-

ματα ἐσφαλμένα καὶ ψευδῆ | ἔχῃ, χρῄζει θεοῦ, ἵνα τῇ ἀληθ[εί]ᾳἑαυτοῦ ἔξω αὐτὸν ποιήσῃ πάσης ἀπάτης. πάλιν ὁ θεὸς τῆς δικαι-

οσύνης | ῥύεται ἀπὸ ἀδικημάτων· εἴρηται γοῦν· ”εἰσάκουσόν

μου, ὁ θεὸς τῆς δικαιοσύνης μου“, ἵνα πάσης | ἀδικίας ἐκτόςμε ποιήσῃς, ἵνα τοὺς ἐνεργοῦντας κατ' ἐμοῦ τὰ ἄδικα ἥττ〈ῃ〉ὑποβάλῃς. |

141

καὶ οὕτως ἐφ' ἑκάστου· ὁ Ἰωσὴφ παρεκάλει τὸν θεὸν τῆς

σωφροσύνης, ἵνα μὴ ὑποπέσῃ ταῖς πάγαις | τῆς ἀναπειθούσηςεἰς ἀκολασίαν· καὶ ἡ Σωσάννα, ἵνα μὴ ὑποπέσῃ τοῖς πρεσβυτέ-

ροις εἰς μοιχείαν. ὁ θεὸς τῆς | σωφροσύνης ἐπακούει, οὐχ ὅτιἄλλος καὶ ἄλλος ἐστίν. 7 ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. |

ἐπεὶ θεὸς τῆς ἀληθείας εἶ, καὶ ἐμίσησας τοὺς φυλάττοντας

ματαιότητας διὰ κενῆς. τὰ μάταια δὲ οὔκ εἰσιν | ἀληθῆ. ‘διὰκενῆς’ δὲ εἶπεν αὐτά, ἐπεὶ τρόπον τινὰ οὐχ ὑφίστανται. πᾶν

ψευδὲς ἀνυπόστατόν ἐστιν. περὶ τῆς | κυοφορησάσης τὸν ναὸντοῦ Ἰησοῦ ὅταν λέγω ὅτι ‘τέτοκεν’, ἀληθεύω· ἐὰν δὲ εἴπω·

‘τέτοκεν ἐξ ἀνδρός’, ψεύδομαι· οὐχ ὅτι | τέτοκεν, περὶ τὸντρόπον τὸ ψεῦδος γίνεται. πᾶσα κακία διὰ κενῆς γίνεται, οὐκ ἔχει τέλος. λέγει ο?[ὖ]ν?·

σύ, ὦ θεέ, | τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς ἐμίση-

σας. ἐάν τις τῶν τοιαῦτα φυλαττόντων α[ἴσθησι]ν λάβῃ, | τίςὁ μισῶν τὰ τοιαῦτα, πεπαύσεται ἢ κακίσειεν ἑαυτόν. 7 ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα.

σὺ οὖ?[ν, ὦ] δέσπο|τα, ”〈ἐ〉μίσησας τοὺς φυλάττοντας 〈μαται-ότητας〉 διὰ κενῆς“, ἐγὼ δὲ ἐπὶ σὲ ὡς κύριόν μου ἤλπισα· ἠ-

δύνατο γὰρ εἰπε[ῖν· ‘ἐγ]ὼ | δὲ ἐπὶ σὲ ἤλπισα’. λέγει δέ·”ἐπὶ τῷ κυρίῳ ἤλπισα“. ὡς δοῦλος ταῦτα λαλεῖ. ἀπὸ διαθέσε-

ως δούλου καὶ ἔργο?υ? δούλου | ταῦτα λέγει. 8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου.

ἐπὶ τῷ σῷ ἐλέει· εἰ γὰρ καὶ κύριόν σε | ὁμολογῶ καὶ ἤλπι-σα ἐπὶ σέ, ἀλλ' οὐ τῇ ἐμῇ δυνάμει τὸ τέλος παραγίνεται, ἀλλ'ἐλεημοσύ?νῃ τῇ σῇ.

8 ὅτι ἐφεῖ|δες τὴν ταπείνωσίν μου. ἐφεῖδες τὴν ταπείνωσίν μου τὴν μέλλουσαν διαδέχεσθαι.

ἐφιδὼν οὐκ ἔασάς | με πεσεῖν εἰς αὐτήν. 8 ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου.

ἁπλουστέρως ἐν τῇ γραφῇ ἀνάγ|και λέγονται αἱ θλίψεις·”ἑξάκις“ γὰρ ”ἐξ ἀναγκῶν σε ἐξελεῖται“, καί· ”ἐκέκραξαν πρὸς

κύριον, καὶ εἰσήκουσεν αὐτῶν | καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσω-

σεν αὐτούς“. ἔξω με πάσης θλίψεως πεποίηκεν, ἐπινεύσας | δη-λονότι τῇ παρακλήσει· ἀνέπεμψα γὰρ εὐχήν, ἵνα ἀπὸ τῶν ἐχθρῶν

ῥυσθῶ, ἀπὸ τῶν ἐπικειμένων | πολεμίων. δύνασαι δέ πώς ποτε λογικώτερον τὰς κακίας ἀνάγκας εἰπεῖν.

ἐξ ἀνάγκης ὁ κακὸς | οὐ δέχεται δικαιοσύνην. οὐ λέγω τὸνἄνθρωπον μὴ εἶναι δεκτικὸν δικαιοσύνης, ἀλλὰ τὸν ἄδικον.

〈 〉 οὐ τὸ ἔξω | τῶν θλιβηρῶν γενέσθαι,ἀλλὰ τὸ μὴ ἡττηθῆναι· οὕτω γὰρ ἠκούσαμεν καὶ τό· ”ῥῦσαι ἡ-

μᾶς ἀπὸ τοῦ πονηροῦ“, | καί· ”μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασ-μόν“. εἰ δὲ τοῦτο παρεκάλουν οἱ Χριστοῦ ἀπόστολοι καὶ οἱ ἄλ-

λοι δίκαιοι τὸ μὴ | πειρα〈σ〉θῆναι, οὐδέποτε ἐπηκούσθησαν,εἴγε ἀληθεύουσιν λέγοντες· ”ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ |

στενοχωρούμενοι“. 9 καὶ οὐ συνέκλεισάς 〈με〉 εἰς χεῖρας ἐχθροῦ.

συνκλείομαι εἰς τὰς χεῖρας τῶν | ἐπιβουλευόντων, ὅτανἡττηθῶ ἀπὸ τῶν ἀναγκῶν καὶ τῶν θλίψεων. ὅταν δὲ σωθῶ ἀπ'

αὐτῶν, | οὐ συνκλείομαι εἰς τὰς χεῖρας αὐτῶν, οὐ πράττω ὅ-περ βούλονται κατ' ἐμοῦ ἐπαγαγεῖν.

9 ἔστησας ἐν εὐρυ|χώρῳ τοὺς πόδας μου. διχῶς καὶ τοῦτο νοητέον. ἡ ἀγωγὴ ἡ κατὰ τὸν περίγειον

τόπον καὶ ἡ κατὰ κα|κίαν λέγεται πλατεῖα εἶναι καὶ εὐρύχω-ρος. μέγα δέ ἐστιν γενόμεν[ο]ν ἐν ταύτῃ τῇ πλατεί〈ᾳ〉 καὶ εὐ-

ρυχώρῳ | μὴ ὑποσυρῆναι ἀλλὰ στήκειν. ἡ στάσις δὲ παρὰ θεοῦ

γίνεται. χαριστηρ[ί]ως οὖν λέγει· ”ἔστησας ἐν εὐρυ|χώρῳ τοὺςπόδας μου“. οὐκ αἰσθάνονται οἱ πόδες μου θλίψεως περιεστηκυίας. οἱ

142

λέγοντες γοῦν· | ”τίς ἡμᾶς χωρ〈ί〉σει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ;θλῖψις, στενοχωρία“; ἐροῦσιν· ”ἔστησας ἐν εὐρυχώρῳ τοὺς πό-

δας“ | ἡμῶν. εἰ καὶ ὁ τόπος, ἐν ᾧ γεγόναμεν, καὶ ἡ ὁδός, ἐν

ᾗ τυγχάνομεν, στενή ἐστιν, ἀλλὰ εὐρύχωρον | αὐτὴν ὁρῶμενσοῦ πλατύνοντος τὴν θλῖψιν. εὐρυτέραν ὁδὸν τῆς θλίψεως παρ-έχεις βοηθῶν. |

10 ἐλέησόν με, κύριε, ὅτι θλίβομαι. ἀλλὰ λέγεις, ὅτι καὶ μὴν εἶπεν· ”ἔστησας ἐν εὐρυχώρῳ τοὺς

πόδας | μου“. ἵν' ὁ ἅγιος εὔχεται ἀδιαλείπτως· μὴ γὰρ ἕν ἐσ-

τιν θλιβηρόν, μὴ γὰρ μία περίστασίς ἐστιν | ἐν τῷ βίῳ, μὴγὰρ εἷς πειρασμός. ἐάν τις οὖν παρακαλέσας ῥυσθῇ ἀπό τινος

ἢ ἀπό τινων, πάλιν | ὁρᾷ [ἄλ]λα ἐφεδρεύοντα, καὶ πάλιν περὶἐκείνων εὔχεται· θλίβουσιν γὰρ αὐτὸν τὰ προσδοκώμενα. |

ἐπερ ( )· [ὡς π]ρ?[ο]φήτης προεθεώρει; —τὰ τοιαῦτα μὲν καὶ

οὐ προφήτης δύναται προθεωρεῖν. ἐν τόπῳ | εἰμ[ί, ἔν]θα πολ-λοὶ κακοί εἰσιν. μισοῦσιν δὲ τὸν ἐκεῖ ὄντα δίκαιον. κἄν ποτε

γοῦν ἐπιθῶνται | καὶ [προ]σαγάγωσίν τι πάλαισμα ἢ πειρατή-

ριον καὶ γένηταί τις ἔξω αὐτοῦ, εἰδὼς αὐτῶν τὸ | ἔπειτ[α]κακὸν ἐπάγρυπνον προσδοκᾷ πάλιν τοιοῦτό τι· ”οὐ γὰρ μή“, λέ-

γει, ”ὑπνώσουσιν, ἐὰν μὴ κακο|ποιήσουσιν· ἀφῄρηται ὁ ὕπνοςαὐτῶν καὶ οὐ κοιμῶνται“. ῥυσθεὶς δὲ πολλάκις εὔχεται καὶ πε-

ρὶ τῶν ἑξῆς. | 10 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. ὁ νοῦς μου ἐταράχθη οὐκ ἐν θυμῷ τῷ ἐμῷ, ἀλλ' ἐν θυμῷ |

τῶν ἐχθρῶν ἢ ἐν θυμῷ τῷ σῷ· θυμοῦσαι γὰρ κατὰ τῶν ἁμαρτα-

νόντων, καὶ ἁμαρτήσας ὑποπέσω τῷ | θυμῷ καὶ ταραχθῇ μου ὁνοῦς. 10 ἡ ψυχή μου καὶ ἡ γαστήρ μου.

οὐ μόνος, φησίν, ὁ ὀφθαλμός μου, | τουτέστιν ὁ νοῦς, ἐ-ταράχθη 〈ὑπὸ〉 θυμοῦ.…

ὁ…

ἧ…

The complete text is available when the reading interface loads.