Commentarii in Psalmos 35
- Edition reference
- Commentarii in Psalmos 35–39, ed. M. Gronewald, Didymos der Blinde. Psalmenkommentar, pt. 4 [Papyrologische Texte und Abhandlungen 6. Bonn: Habelt, 1969]: 2–314.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg019.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
230
1—2 εἰς τὸ τ[έλο]ς· τῷ δούλῳ κυρίου τῷ Δαυίδ. φησὶν ὁπαράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. |
περὶ τέλους πολλάκις ἐλέχ[θη, ὅτ]ι ἐκεῖνο τέλος ἐστίν,οὗ τὰ ἄλλα πάντα χάριν γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα, ὃ
καλεῖται ἔσχατον | ὀρεκτόν. ὀρεγόμεθά τινων ἄλλου ἕνεκα.οὐδὲν ἐκείνων τέλος ἐστίν, ποιητικὰ δὲ τοῦ τέλους. τέλος
δέ ἐστιν, ὃ οὐκ ἄλλου | χάριν γίνεται, ἀλλ' αὐτοῦ πάντατὰ ἄλλα. βούλεταί τις γραμματικὴν μαθεῖν· ἐκμανθάνει, μελε-
τᾷ, ἀκούει διδασκάλου, καὶ | οὐδὲν τούτων τέλος ἐστίν. αὐ-τὴ δὲ ἡ ἀνάλημψις τῆς ἐπιστήμης τῆς τελείας τὸ τέλος ἐστίν.
ἐστὶν οὖν ἔσχατον ὀρε|κτὸν ἡ τελεία ἀρετή, μεθ' ἣν οὐκἔστιν ἕτερόν τι τελεστικὸν ζητῆσαι. νόμοις χρώμεθα τῆς ἀρε-
τῆς ἕνεκα· ἡ τῶν νό|μων δόσις οὔκ ἐστιν τέλος. παραινέσε-σιν πειθόμεθα, διδασκαλίαις τοῦ ἠθικὴν παίδευσιν προσάγον-
τος· πάντα δὲ | ταῦτα ἄλλου χάριν γίνεται. αὐτὴ δὲ ἡ τελείαἀρετὴ 〈ἡ〉 ἀνυπέρβλητος ἡ μετὰ πᾶσαν προκοπὴν συνισταμένη{ν}τέλος ἐστίν. |
τοῦτο τὸ τέλος μεταδιώκει πᾶς ὁ τοῦ θεοῦ δοῦλος. δ?[ιὰτ]οῦτο· “τῷ δούλῳ κυρίου τῷ Δαυίδ”. ἐὰν λέγῃ “τῷ δούλῳ”, οὐ
μόνου τούτου τοῦ Δαυὶδ | τοῦ υἱοῦ τοῦ Ἰεσσαὶ τὸ τέλος ἐστὶντοῦτο, ἀλλ[ὰ πα]ντὸς τ〈οῦ〉 δουλεύσαντος θε〈ῷ〉. ἐὰν γοῦν ἐπ-
αινῶμέν τινα ἐπὶ γραμματικῇ | καὶ λέγωμεν, ὅτι ἱκανός ἐστινκαὶ γράψαι ὡς δεῖ καὶ ἀναγνῶναι ὡς προσῆκεν καὶ ἐξηγήσασθαι
ὡς ἔχει ἁρμονίας, | οὐ περὶ ἐκείνου μόνου λέγομεν, ἀλλὰ περὶπαντὸς γραμματικοῦ.
231
ὅμως δὲ τὴν δουλείαν αὐτοῦ θεασώμεθα, | ἵν' οὕτω καὶ τοὺςἄλλους τοὺς ὁμοδούλους ἴδωμεν. “εὗρον”, φησίν, “Δαυὶδ τὸν
τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει | πάντατὰ θελήματά μου”. θελήματα τοῦ θεοῦ αἱ κατ' εἶδός εἰσιν ἀρε-
ταί. ἡ δὲ γενικὴ ἓν θέλημα λέγεται· λέγει γὰρ ὅτι· | “οὐπᾶς ὁ λέγων με κύριε κύριε, εἰσελεύσεται, ἀλλ' ὁ ποιῶν τὸθέλημα τοῦ πατρός μου”. ὧδε τὴν γενικὴν ἀρετὴν ἑνικῶς θέλη-
μα | ὠνόμασεν. ποιεῖ δὲ τὰς κατ' εἶδος ἀρετὰς κατὰ πάντατὰ θελήματα τοῦ θεοῦ ποιῶν, εἴ τι[ς] ποιητής ἐστιν τῶν θε-
οῦ | θελημάτων, εἴ τις τὰς ἐντολὰς αὐτοῦ εἰς ἔργα μεταβάλλει,εἴ τις τὰ φρονητέα ἀποβάλλει, 〈εἰ〉 ἡ ἀλήθεια τοῦ θεοῦ δέ-
δεικται. | οὗτός ἐστιν δοῦλος θεοῦ. καὶ ὅρα γε, βασιλεὺς ἦν ὁ ταῦτα λέγων καὶ προέκρινεν
τὴν θεοῦ δουλείαν τῆς βασιλείας· μεγάλη γὰρ εὐγέ|νειά ἐσ-τιν τὸ εἶναι θεοῦ δοῦλον. αὐτίκα γοῦν πολλάκις εἴρηται,ὅτι τάττουσιν ἑαυτοὺς ἐν ταῖς προγραφ[αῖς οὕ]τως οἱ ἅγιοι·
“Ἰάκωβος | κυρίου τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ δοῦλος”, καί·“Παῦλος δοῦλος Χριστοῦ”, καὶ Ἰωνᾶς ἐρωτώμενος· “ἐκ ποίας
χώρας καὶ ποί[ου λαο]ῦ?”, εἶτα λέγει· “ἐγὼ δοῦλος | θεοῦεἰμι”. καὶ ὥσπερ οἱ διὰ ἀξίωμα προταττόμενοι τῶν συνταγ-μάτων ἑαυτῶν τὴν ἀξίαν καὶ τὸ ἀξ[ίω]μα, οὗτοι οἱ ἅγιοι |
ὥσπερ μεγίστην εὐγένειαν καὶ ὑπερβάλλουσαν εὔκλειαν καὶἀξίωμα μέγα τὴν θεοῦ δουλείαν ὁμολογοῦσιν.
ὁ θεοῦ δοῦλος | εἰδὼς τὸ τοῦ θεοῦ θέλημα οἶδεν καὶ τὰἐναντιούμενα τῷ θελήματι τοῦ θεοῦ. ἐναντιοῦται δὲ τῷ θε-
λήματι τοῦ θεοῦ ἀσέ|βεια, παρανομία, πᾶν εἶδος κακίας. ἐγνω-κὼς οὖν ὁ δοῦλος τοῦ κυρίου τὸ τέλος, τὴν ἐπὶ πᾶσιν ἀρετήν,
ἔγνω καὶ τὴν παρανομίαν· | τῶν γὰρ ἐναντίων ἡ αὐτή ἐστινἐπιστήμη. ὁ ἰατρικὴν ἔχων οὐ μόνον τὰ ὑγιεινὰ οἶδεν τῶν
βοηθημάτων, ἀλλὰ καὶ τὰ βλα|πτικά, ἵνα τοῖς μὲν χρᾶται, τὰδὲ ἀποστρέφηται. λέγει οὖν ὁ δοῦλος τοῦ κυρίου ὁ εἰς τὸ τέ-λος ἀναφερόμενος τὴν ᾠδήν.
“φησὶν | ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ”. ἀμφίβολός ἐστιν ἡ λέξις. σημαίνει ἓν οὕτως· “ὁ παράνο-
μος ἐν ἑαυτῷ | φησιν τοῦ ἁμαρτάνειν”. “ἐν ἑαυτῷ φησιν τοῦἁμαρτάνειν”. πρῶτον δὲ συνκατατίθεται τῇ παρανομίᾳ καὶ τῇ
ἁμαρτίᾳ | καὶ οὕτως ἐπὶ τὸ πράττειν αὐτὴν ἔρχεται. ἀδύνατόνἐστιν μὴ προδιατεθέντα κατὰ ἁμαρτίαν ἁμαρτῆσαι. “φησὶν” οὖν |
“ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ”. “ἐν ἑαυτῷ φησιν”. οὕ-
τω γὰρ αὐτὸ ἀναγνωστέον, ὡς “ἐν ἑαυτῷ φησιν ὁ παρά|νομοςτοῦ ἁμαρτάνειν”. δυνατὸν δὲ καὶ τὸ ἕτερον τῆς ἀμφιβολίας οὕτω λαβεῖν· “ὁ
παράνομος ἐν ἑαυτῷ λέγει τοῦ ἁμαρτάνειν”· | οἶδεν γὰρ ὅτιοὐκ ἔχει παρρησίαν ἐπὶ τῷ ἁμαρτάνειν. πᾶς ἁμαρτάνων ὅτε παρ-
ακολουθεῖ, κρύπτει τὸ κακόν· οὐδεὶς γοῦν | φανεροῖ ἑαυτὸνὅστις ἐστίν. κἂν πόρνος ᾖ{ν} καὶ θέλῃ συνσταθῆναί τισιν,
οὐ θέλει ἵνα ὁ συνιστῶν αὐτὸν εἴπῃ αὐτὸ?[ν πόρ]νον. | ἔτιοὖν πλέον κατακρίνονται, ὅτι ὃ πράττουσιν, κρύπτειν θέλου-σιν. οὐδεὶς δὲ πράττων τὸ καλὸν θέλει ἀγνοεῖσθ[αι—κ]ἄ?ν |
ποτε τοῦτο ποιῇ ἀτυφίας ἕνεκα—, ἀλλὰ σπουδάζει τοιαῦτα ἔρ-γα ἔχειν φωτιζόμενα ἐπίπροσθεν 〈τῶν ἀνθρώπων〉, ἵνα δοξασθῇ
ὁ [πατὴρ] | ὁ ἐν τοῖς οὐρανοῖς· “λαμψάτω” γὰρ “τὸ φῶς ὑμῶνἔνπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ
δοξάσωσιν τὸν | πατέρα τὸν ἐν τοῖς οὐρανοῖς”. 2 οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ.
οὐδεὶς πρὸ ὀφθαλμῶν ἔχων | τὸν θεῖον φόβον ἁμαρτάνει· ὁγὰρ θεῖος φόβος ἀναιρετικός ἐστιν τῆς ἁμαρτίας. καταφρο[νούν-
τω]ν ἐστὶν τὸ ἁμαρτάνειν, | ἔξω γενομένων τοῦ θείου φόβου.οὕτω γοῦν καὶ ἡ θεία τῶν παροιμιῶν γραφὴ εἰσάγει τὴν σοφίαν
λέγουσαν· “φόβος | κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερ-ηφανίαν καὶ ὁδοὺς πονηρῶν”. εἰ ὁ φόβος τοῦ θεοῦ ταῦτα μισεῖ,
οὐδεὶς ἔχων αὐτὸν | ἀδικεῖ· “φόβος” γὰρ “κυρίου μισεῖ ἀδι-κίαν”. οὔκ ἐστιν ὑβριστής, οὔκ ἐστιν λοίδορος, οὔκ ἐστιν
αὐθάδης. τὸ δὲ τῆς ὕβρεως | ὄνομα ὁτὲ μὲν τὴν λοιδορίανσημαίνει, ὁτὲ δὲ τὴν ὑψαυχενίαν καὶ ἀλαζονείαν. “καὶ τὰς ὁ-
δοὺς τῶν πονηρῶν μισεῖ | ὁ τοῦ θεοῦ φόβος”. “ὁδοὶ” δὲ “τῶνπονηρῶν” εἰσιν τὰ ἀσεβῆ φρονήματα, αἱ πράξεις αἱ παράνομοι.
ἐπεὶ τοίνυν οὐκ ἔχει τὸν φόβον | τοῦ θεοῦ ἀπέναντι τῶνὀφθαλμῶν, διὰ τοῦτο ἐν ἑαυτῷ λέγει τοῦ ἁμαρτάνειν. “τῷ δὲφόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ”. |
3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐ-τοῦ καὶ μ[ισ]ῆ[σ]αι.
ἐνώπιον ἑαυτοῦ ἐδόλωσεν. κρύπτει | τὸ κακὸν διὰ δόλουεἰδὼς ὅτι, ἐὰν μὴ κρύφῃ τὴν παρανομίαν δόλῳ, [εὑρε]θεῖσα
μῖσος ἐνεργάζεται τῷ εὑρηκότι καὶ ἐγνω|κότι αὐτήν. ἵν'οὖν μὴ μισηθῇ διὰ τὴν παρανομίαν, κρύπτει αὐτὴν δόλῳ?· ὁγὰρ εὑρὼν αὐτὴν μισεῖ.
232
οἶδας ὅτι καὶ | ἐπισκιάζουσιν πολλάκις τοῖς κακοῖς ἔργοιςπιθανότητας, ἵνα λανθάν〈ω〉σιν. οἷον οἱ ψευδοπροφῆται “λύ-
κοι ἅρπα|γες” κατὰ τὴν γνώμην ὄντες ἐπιφέρονται δορὰν προ-βάτου, ἵνα πρόβατα νομισθῶσιν. ἐξ οὗ δὲ θέλουσιν πρόβατα
γνω|σθῆναι, φανερόν, ὅτι μισοῦσιν τὸν λύκειον τρόπον· ἀλλὰκρύπτουσιν αὐτόν· ἐὰν γὰρ εὑρεθῇ, μῖσος ἐνεργάζεται. οὐδεὶς
δὲ οὕτως | ἠλίθιός ἐστιν ὥστε λέγε?[ι]ν?· “φιλῶ τὴν ἀνομίανκαὶ μισῶ τὴν εὐσέβειαν”—ἐχόμενος γὰρ αὐτῆς καὶ ἡδόμενος
ἐνεργεῖν αὐτὴν | οὐ θέλει αὐτὴν μισῆσαι—· ἐὰν γὰρ φανερωθῇ,δείκνυται ὅτι καὶ κόλασιν ἐπιφέρει.
4 τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνο|μία καὶ δόλος. τὰ ῥήματα ἃ προφέρει, ἄνομα καὶ δόλιά ἐστιν. εἰ δὲ ἠ-
θικῶς ἁμαρτάνει ἀκολασταίνων, ὀργιζόμενος, | ἀδικῶν, ἀνο-μί[αν] ἔ?χ?ει τὰ ῥήματα. εἰ δὲ ψευδοδοξεῖ, δόλον αὐτὰ ἔχει·
δολιοῖ γάρ, ἵνα μὴ φανῇ τὸ ἀσεβὲς τῶν ῥημάτων αὐτοῦ | καὶκαταπατηθ?[ῇ αὐτὰ] καὶ ἀποστραφῇ τις αὐτά. ἐπερ( )· οὐκ εἶπεν τὴν “παρανομίαν”; —ἡ παρανομία καὶ
ἀνομία ἐστίν, οὐ πάντως | δὲ ἡ ἀνομία κ[α]ὶ [πα]ρανομίαἐστίν. εἰ παρὰ τὸν νόμον γίνεται, ἔξω τούτου γίνεται ὁ ἐν-
εργῶν αὐτήν, ἀνομία ἐστίν. εἰ δὲ | λαβὼν τὸν νόμον παρα-νομεῖ, παρὰ τὸν νόμον πράττει, παρανομία ἐστίν. ἡ παρανομία
οὖν καὶ ἀνομία ἐστίν, οὐ πάντως | δὲ ἡ ἀνομία καὶ παρανομί-α ἐστιν. ἐκ τῆς ἕξεως κρίνεται ὁ παρὰ τὸν νόμον ποιῶν καὶ μαχόμενα
τῷ νόμῳ | πράττων, ὅσον ἧκεν εἰς τὰς πράξεις. ἐὰν μέντοιτὴν διάθεσιν τοῦ ἐνεργοῦντος ἴδωμεν, καὶ ὁ μὲν νόμον εἰλη|-
φὼς μὴ πράττῃ κατ' αὐτόν, παρανομεῖ. ἐὰν δὲ πάλιν νόμου πεῖ-ραν—γραπτοῦ λέγω—〈 〉, ἀνομεῖ μόνον. “ὅσοι”, φη-
σίν, “ἐν νό|μῳ ἥμαρτον”· οἱ ἐν νόμῳ ἁμαρτάνοντες παράνομοί
εἰσιν. “ἀνόμως ἁμαρτάνουσιν” οἱ νόμον μὴ ἐσχηκότες. | ὅμωςτὸ πραττόμενον ἓν καὶ ταὐτόν ἐστιν. ἐκ τῆς προαιρέσεως καὶ
διαθέσεως τοῦ ἐνεργοῦντος τὴν διαφορὰν | λαμβάνω ὥστε ὁτὲμὲν ἀνομίαν, ὁτὲ δὲ παρανομίαν καλεῖσθαι. 4 οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι.
ἵνα μή | τις νομίσῃ, ὅτι φύσις ἐστὶν ἡ διαστέλλουσα δοῦ-λον θεοῦ ἀπὸ παρανόμου καὶ τὸν σπουδαῖον ἀπὸ τοῦ φαύλου,
τῇ προαιρέσει ἀνέθη|κεν ἀμφότερα καὶ λέγει, ὅτι ἐπὶ τῆςἑαυτοῦ βουλήσεως ἢ κακὸς ἢ σπουδαῖός ἐστιν· “οὐκ ἐβουλήθη”.
ἄλλος δὲ βούλεται συν|ιέναι τοῦ ἀγαθῦναι. ὁ σπουδαῖος βού-λεται αὐτὸ τοῦτο ἀγαθὰ πράττειν. πάλιν ὁ μὴ ἐν τούτοις ὢν
βουλήσει τῇ ἑαυτοῦ ἔξω τού|των γέγονεν. τὸ αὐτεξούσιον οὖνκατασκευάζει ὁ λόγος καὶ τὸ αὐτόνομον καὶ ἐλεύθερον τῆς
προαιρέσεως, | ὅτι οὐδεὶς ἐκ κατασκευῆς παράνομός ἐστιν,οὐδεὶς ἀγαθὸς κατ' οὐσίαν ἐστίν· πάντες γὰρ ὁμοούσιοί ἐσμεν
οἱ ἄνθρωποι. | [π]αρὰ δὲ τὴν ἡμετέραν αἵρεσιν ἢ φυγὴν ἢφαῦλοι ἢ σπουδαῖοί ἐσμεν.
5 ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς | [κοί]της αὐτοῦ. τοῦτο λέγει ὅτι οὐ μόνον, ὅτε πρόεισιν καὶ ἐνεργεῖ, τὰ
ἄνομα ἐργάζεται, ἀλλὰ καὶ ἐπὶ τῆς εὐνῆς | ῥεριμμένος ἀνο-μίαν λογίζεται, δέον μιμήσασθαι ἐκεῖνον τὸν ἄνδρα τὸν μα-
καριζόμενον τὸν ἡμέρας καὶ | νυκτὸς μελετῶντα τὸν νόμοντοῦ κυρίου· “ἀλλ' ἢ{η} ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ,
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡ|μέρας καὶ νυκτός”. ὁ ἡμέ-[ρα]ς? καὶ νυκτὸς μελετῶν τὸν νόμον κυρίου οὐ λογίζεται ἀ-
νομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ | ἀλλὰ τὸν νόμον. εἴρηται ὑ?-[πὸ τοῦ ἱ]εροφάντου Μωσέως ἐκ προσώπου τοῦ θεοῦ· “καὶ ἔσται
πάντα τὰ ῥήματα ταῦτα, | ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον,ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου”. εἶτα· “πορευόμενος ἐν
ὁδῷ, κοιταζόμενος, διανι|στάμενος”. εἰ λαλεῖ τὰ τοῦ θεοῦῥήματα καὶ κοιταζόμενος, οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοί-της αὐτοῦ.
δυνατὸν καὶ τὸ σῶμα | κοίτην εἰπεῖν τῆς ψυχῆς. κἂν ἐνσώματι ᾖ{ν} ἡ ψυχή, ἀλλὰ μελετᾷ ἤδη ἐκτὸς αὐτοῦ γενέσθαι,
ὑπωπιάζουσα τὸ | σῶμα καὶ δουλαγωγοῦσα. οὕτω γοῦν περὶ 〈τ〉ῶνοὕτως γνώμης ἐχόντων λέγεται· “οὐκ ἐστὲ ἐν σαρκί”. καίτοι
εἶχαν σάρκα, | ἀλλ' οὐκ ἦσαν ἐν τῷ φρονήματι τῆς σαρκός.{καὶ ἔτι} “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν”. 〈καὶ ἔ-
τι〉· “οἱ δὲ ἐν σαρκὶ ὄντες | θεῷ ἀρέσαι οὐ δύνανται”. ἐὰνπερὶ ταύτης τῆς σαρκὸς λέγῃ, πάντες οἱ ἅγιοι ἐν αὐτῇ ὄντες
ἤρεσαν θεῷ. ἀλλ' ἐν τῷ | φρονήματι τὸ φρονεῖν κατὰ σάρκα,τὸ ὅλος 〈ἐκ〉 σαρκ〈ὸ〉ς ἠρτῆσθαι, λοιπὸν σάρκινος γενέσθαι.
τίς δέ ἐστιν ὁ σάρκινος | γινόμενος ἢ ὁ πωλῶν ἑαυτὸν τῇἁμαρ[τί]ᾳ?; “ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτί-
αν”.
232
“ἀνομίαν | διελογίσατο ἐπὶ τῆς κοίτης αὐτ〈οῦ〉”. κατὰ τὴ[νἀν]αγωγήν· ὥσπερ ἐν κοίτῃ τῷ σώματι ἀνομίαν ἐλογίσατο. ἔδει
δὲ ἐπὶ | τῆς κοίτης ταύτης μένοντα ἀποδύρεσθαι ἑαυτὸν καὶ
233
οἰκτίζεσθαι, ὅτι ἐν τῷ λογίζεσθαί ἐστιν παρανομία, | ὥστ'ἀνειπεῖν· “ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω”. μετα-
νοοῦντος ἡ φωνή· ὁ δὲ μετανοῶν οὐ λογίζεται | ἀνομίαν. καὶπερὶ ἄλλων εἴρηται ἐν τῷ Μιχαίᾳ τῷ προφήτῃ· “〈ἐγένετ〉ο λο-
γιζόμενος κακὰ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ ἅμα τῇ ἡ|μέρᾳ συν-ετέλει αὐτά”. διασκέπτονται ἐν ταῖς νυξὶν πολλάκις περὶ
παρανομημάτων καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦσιν | αὐτά. δέον δέ,εἰ καὶ γέγονέν ποτε ἐπὶ τῆς κοίτης παρανομία, κατανυγῆναι·
τοῦτο γὰρ ὁ λόγος προστάττ[ει· “ὀρ]γίζεσθε καὶ μὴ ἁμαρτά|νε-τε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ τῆς κοίτης ὑμῶν
κατανύγητε”. ἐὰν γὰρ κατανυγῆτε, οὐκ εὑρίσκει τόπον ὁ | δι-άβολος. 5 παρέστη ὁδῷ πάσῃ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισεν.
πᾶσαν ἀγαθὴν ὁδὸν ἐξετράπη. ὁδοὶ δέ εἰσιν | αἱ ἀρεταί.ἀμέλει γοῦν πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος λέγει·“οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθεία[ς]”; εὐ-
θεῖαι καὶ ἀγαθαί | εἰσ〈ιν〉. εὐθεῖαι δὲ λέγονται αἱ ἀρεταὶτῷ μεσότητες εἶναι· ἐν εὐθείᾳ γὰρ οὐκ ἔνι παρέκκλισις. “ὁ-
δοὺς τὰς ἐκ [δεξι]ῶν οἶδεν ὁ θεός, | διεστραμμέναι δὲ αἱἐξ ἀριστερῶν”. εὖ δὲ καὶ τὸ φάναι “οὐκ ἀγαθῇ”· οὐ γὰρ εἶπεν “πονηρᾷ”.
οὐ πάντω[ς τὸ οὐ]κ ἀγαθὸν κακόν | ἐστιν. ἀδύνατόν ἐστινπαραστῆναί τινα πάσῃ ὁδῷ κακῇ τ〈ῷ〉 ἐναντιότητας εἶναι καὶ
περὶ κακίας. οὐ δύναται ὁ δειλὸς | καὶ θρασὺς εἶναι οὐδὲὁ ἀσεβὴς δεισιδαίμων. οὐκ ἀγαθὰ οὖν εἰσιν ταῦτα. τῇ ἀπο-
φάσει τὰ αὐτά εἰσιν, τῇ δὲ καταφάσει οὐ τὰ αὐτά. | “τῇκακίᾳ οὐ προσώχθισεν”. 6 κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σουἕως τῶν νεφελῶν.
περὶ τῶν τὴν γῆν | οἰκούντων κατὰ τὸ φρόνημα λέγομεν,“τῶν τὰ ἐπίγεια φρονούντων”, οὓς αἰτιώμενος ὁ θεὸς λόγος
ἐν τῷ προφήτῃ | Ἰ〈ερεμ〉ίᾳ λέγει· “ἐβαθύνατε εἰς τὴν γῆνκάθισιν”, εἰ οἷόν τέ ἐστιν, καὶ κατωτέρω τῆς γῆς θέλετε
εἶναι, οὐδὲν ἀνηγμέ|νον διανοούμενοι, οὐκ ἔχοντες “τὸ πο-λίτευμα ἐν οὐρανοῖς”, οὐκ ἐκεῖ τὴν καρδίαν ἔχοντες πρὸς
τοὺς λέγοντας· | “ἀναλάβωμεν καρδίαν ἡμῶν πρὸς ὑψηλὸν ἐντῷ οὐρανῷ”. λέγεται οὖν περί τινων πάλιν καὶ τοῦτο· “αὐ-
τοὶ δὲ | εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονταιεἰς τὰ κατώτατα τῆς γῆς”. καὶ Μωυσῆς δὲ ἐν ἐπινικί〈ῳ〉 ᾠ-
δῇ | τῇ κατὰ Φαραὼθ καὶ τ〈ῶν〉 μετ' αὐτοῦ ἔλεγεν· “ἐξέτει-νας τὴν δεξιάν σου, καὶ κατέπιεν αὐτοὺς γῆ”. καίτοι οὐ
γῆ αὐτοὺς κατα|πεπώκει κατὰ τὴν ἱστορίαν ἀλλὰ ὕδωρ. εἴρη-ται γοῦν· “εὐθὺς ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ”.
κἂν γοῦν ἐκτείνῃ | ὁ θεὸς κατὰ τῶν φαύλων τὴν δεξιάν, κα-ταπίνονται ἐκ τῆς γῆς, ὅλοι γήινοι γίνονται, παραδίδονται
“εἰς πάθη ἀτιμίας”, | “ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶνεἰς ἀκαθαρσίαν” παραδίδονται, λατρεύειν “τῇ κτίσει παρὰ τὸν
κτίσαντα”.
233
“ἐν τῷ | οὐρανῷ” οὖν ἐστιν “τὸ ἔλεος” αὐτοῦ· “ποιεῖς”γὰρ “ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν σε”. ὥσπερ διά τινος
κλίμα|κος τοῦ ἐλέου εἰς τὸν οὐρανὸν ἀναβαίνει· ἡ φύσις γὰρτοῦ ἐλέους τοῦ θεοῦ οὔκ ἐστιν τῶν κάτω ἀλλὰ ἄνω ἐστίν. |
κἄν ποτε οὖν γίνηται ἐν τῇ γῇ, τουτέστιν ἐν τοῖς ἀνθρώποις,ἡ ἀγαθότης τοῦ θεοῦ—εἴρηται γάρ· “τοῦ ἐλέους κυρίου πλή-
ρης ἡ γῆ”—, ἀνα|βιβάζονται οἱ ἐλεώμενοι ὑπ' αὐτοῦ τοῦ ἐ-λέου εἰς τὸν οὐρανόν.
“καὶ ἕως τῶν νεφελῶν”, φησίν, “ἡ ἀλήθειά σου”. | οὐ προσ-εκτέον τοῖς αἴρουσιν τὴν πρόνοιαν ἀπὸ τῆς γῆς καὶ λέγουσιν
αὐτὴν περιορίζεσθαι μέχρι τῶν σελήνης ὅρων | διὰ τοῦ εἰπεῖν·“ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν”. νεφέλαι εἰσὶν οἱ προφῆται
διακονοῦντ[ες ἡ]μῖν πνευματικὸν | ὑετόν, ἀφ' οὗ πνευματικοῦὑετοῦ ἀρδεύεται ὁ τοῦ θεοῦ παράδεισος, ὁ σπόρος ὁ πεσὼν εἰ[ς
καλὴν γῆ]ν, ὃν ἔβαλεν Ἰησοῦς | ὥστε ἑκατονταπλασίονα γε-νέσθαι καὶ ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἕως οὖν τού-
των τῶν νεφελῶν τῶν | διακονουσῶν τὸν πνευματικὸν ὑετόν,περὶ ὧν εἴρηται· “αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην”, ἡ
ἀλήθεια τοῦ | θεοῦ ἐστιν. εἴ τίς ἐστιν νεφέλη δυνάμενοςπνευματικὸν ὑετὸν καὶ δικαιοσύνην ῥεῖν, ἐκεῖνος ἔχει τὴ?νθεοῦ ἀλήθειαν. |
7 ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ. πολυτρόπως τὰ ὄρη τοῦ θεοῦ ἑρμηνεύεται κατὰ τὴν γραφήν.
ὅταν λέγῃ· “φωτίζει〈ς〉 σὺ | θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων”,“ὄρη αἰώνια” λέγει τοὺς ἁγίους τοὺς σκοποῦντας οὐκέτι τὰ
βλεπόμενα πρός|καιρα ὄντα, ἀλλὰ τὰ μὴ βλεπόμενα τυγχάνοντααἰώνια.
“ἐγγίσα[τε ὄ]ρεσιν αἰωνίοις”. τὰ ὄρη ταῦτα τὰ αἰς|θητὰοὔκ εἰσιν αἰώνια. εἰ δὲ παράγει ἡ γῆ καὶ ὁ οὐρανός, ἐκ-
βρά〈σ〉ματ[α] καὶ μέρη τῆς γῆς, τὰ ὄρη, σὺν αὐτῇ ἀπέρ|χον-ται, παράγουσιν σὺν αὐτῇ, ὥστε οὔκ εἰσιν ἐκεῖνα αἰώνια. ὅ-
234
σοι δὲ σκοποῦσιν τὰ αἰώνι?α?, τὰ μὴ βλεπόμενα, | τὰ ὑπέρτερα,τὰ ἀνωτάτω, ἐκεῖνοι ὄρη εἰσὶν δίαρμα πολιτείας ἔχοντες,ὕψος ἔχοντες φρονήματος εὐσεβοῦς. 〈“ἐνγίσατε” οὖν “ὄρεσιναἰωνίοις”, τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημαἐκείνοις ἀναλάβετε.〉
{“ἡ δικαιοσύνη” | οὖν “ἡ σὴ ὡς τὰ ὄρη” εἰσὶν “τοῦ θεοῦ”.ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν,
ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν | τοῦ θεοῦ.} δύναται δὲ ὄρη θεο[ῦ] εἰπεῖν κατὰ ἄλλην διάνοιαν τὰ ὑ-πέρτερα πάντα, εἰς ἃ ἀπέμεινεν τὰ ἐνενήκοντα ἐννέα πρόβα-
τα, ὅτε | ἦλθεν ὁ Ἰησοῦς σῶσαι τὸ ἀ?π?οσφαλὲν ἀπὸ τῶν ὀρῶν,τὸ καταπεσὸν ἐκεῖθεν καὶ ἐν πλάνῃ καὶ διώξει καὶ θανάτῳ |
γεγενημέν〈ον〉. {“ἐνγίσατε” οὖν “ὄρεσιν αἰωνίοις”, τῇ δια-
θέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις | ἀναλά-βετε.} 〈“ἡ δικαιοσύνη” οὖν “ἡ σὴ ὡς τὰ ὄρη” ἐ〈στ〉ὶν “τοῦ θεοῦ”.ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν,ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ.〉 [δυν]ατὸν δικαιοσύνην τοῦ ἐπιδημήσαντος σωτῆρος κατ' ἄλ-
λον λόγον εἰπεῖν οὓς ἔσωσεν. “τὸν μὴ | γνόντα” γὰρ “ἁμ[αρ-τί]αν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν' ἡμεῖς γενώμεθα δι-
καιοσύνη θεοῦ ἐν αὐτῷ”. οἱ γενάμενοι | δικαιοσύνη θεοῦ ἐ?[ν]τῷ γεναμένῳ ὑπὲρ ἡμῶν ἁμαρτία ὡς τὰ ὄρη εἰσὶν τοῦ θεοῦ, ὡς
οἱ ἄγγελοι, ὡς οἱ ἀρχάγγελοι· ἡνώ|θησαν γὰρ τῇ ἄνω κτίσει. “κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σουἕως τῶν νεφελῶν”.
ἑτέρως ὁ θεὸς ἐλεᾷ καὶ | ἑτέρως ἄνθρωποι. τὸ ἔλεος γ?ο?ῦντὸ ὑπ' ἀνθρώπων γινόμενον καὶ ἡ εἰς τὸν πλησίον εὐεργεσία
ἀνθρωπίνη ἐστίν· ἴσασιν γὰρ | ἀνθρωπίνως βοηθεῖν καὶ τρέ-φειν καὶ τὰ ἄλλα ποιεῖν, καί ἐστίν γε ὁ ἔλεος οὗτος πλησι-
άζων τῇ γῇ, τουτέστιν τοῖς ἀνθρω|πίνοις. ἐλεῶν δὲ θεὸς μετε-ωρίζει τοὺς μετεωριζομένους ὥστε εἰς οὐρανὸν ἀναφέρειν. “ἐντῷ οὐρανῷ” γοῦν “τὸ ἔλεός σου”. |
δύναται δὲ καὶ τοῦτο ὅτι· ἐλεῶν οὐκ ἀνθρωπίνως ἐλεᾷς·εἰ γὰρ καὶ “δίδως τροφὴν πάσῃ σαρκί”, εἰ καὶ ὑγίειαν τοῖς
νοσοῦσιν | παρέχεις, ἄλλ' ἐστιν αὕτη ἡ δικαιοσύνη 〈οὐ τοῦ〉 οὐρα-νοῦ ἁπτομένη. καὶ ἵνα σαφέστερον φράσω· τὰ ἁπτόμενα δωρεᾷ
θεοῦ οὐ μόνον | δικαίων, ἀλλὰ καὶ φαύλων, καὶ λογικῶν καὶἀλόγων, οὔκ ἐστιν οὐράνια. ἐκεῖνα δὲ μόνα τοῦ οὐρανοῦ εἰσιν
καὶ εἰς τὸν οὐρανὸν | ξεναγοῦσιν, ἅ ἐστιν ἀγαθὰ ἀληθῶς ☩⟦ου-ρ⟧ ανιοσπουδη☩. καὶ ἐν ἑτέρῳ ψαλμῷ ἔχεις· “τοῦ ἐλέους κυ-
ρίου πλήρης ἡ γῆ”. ἐλεᾷ | τὴν γῆν ἐκεῖνον καταπέμπων τὸνἔλεον, ὃ〈ς〉 ἁρ?[μ]όζει τοῖς ἐπὶ γῆς. ὃν δὲ “ποιεῖ εἰς χιλι-
άδας τοῖς ἀγαπῶσιν” τὸν ἔλεον, | οὐράνιός ἐστιν καὶ εἰςοὐρανὸν ἀναβιβάζει. δυνατὸν δὲ οὐρανὸν ἐνταῦθα εἰπεῖν τὴν λογικὴν οὐσίαν,
τὴν νοερὰν | ὕπαρξιν· οὕτω γὰρ ἐξειλήφασίν τινες καὶ τό·“ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν”, τῆς γῆς
σημαινούσης τὴν | [σ]ω?ματικωτέραν ὕπαρξιν καὶ οὐσίαν, τοῦδὲ οὐρανοῦ τὴν λογικήν. λέγεται γοῦν καὶ ἐν ἄλλοις· “ὁ οὐ-
ρανὸς τοῦ οὐρανοῦ | [τῷ] κυρίῳ”. καὶ δύναται οὐρανὸς εἶναι〈οὐχ〉 οὗτος ὁ φαινόμενος {οὐκ} ὁ ἐν ὄψει ἡμῶν μόνος ἀλλὰ
πᾶς. ὁ ἑπτὰ δὲ σχιζόμενος | “οὐρανὸς 〈τ〉οῦ{ν} οὐρανοῦ” ἡθεικὴ κατάστασις· λέγεται γὰρ ἐν οὐρανῷ ὁ θεὸς εἶναι οὐχ
ὅτι ἐν τόπῳ ἐστίν. λέγεται γοῦν ἐν | εὐαγγελίῳ· “οὐδεὶςἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς,
ὁ υἱὸς τοῦ ἀνθρώπου”. κατέβη δὲ μόνος Ἰησοῦς ἐκ τοῦ | ἀληθῶςοὐρανοῦ, τουτέστιν τῆς καταστάσεως τῆς ἁρμοζούσης θεῷ, τῆςὡσανεὶ περι〈ωπ〉ῆς τοῦ θεοῦ.
ἀμέλει γοῦν ὁ διάβολος | ἐν οὐρανῷ τυγχάν[ων ἦν]· ἐκεῖ-θεν γὰρ ἐξέπεσεν μετὰ τῶν βλασφημησάντων καὶ ἐπαρθ〈έντων〉.
λέγεται γοῦν πρὸς | αὐτόν· “σὺ εἶπας· εἰς τὸν [οὐ]ρ[α]νὸνἀναβήσομαι”. ἐν τῷ οὐρανῷ ὤν, πῶς ἐν τῷ οὐρανῷ ἀναβαίνει;
ἐν τῷ οὐρα|νῷ ἦν, ἐν ᾧ καὶ ἄλλαι θεῖαι καὶ μακάριαι οὐσίαιεἰσίν. φαντασίαν δὲ καὶ ἐπιθυμίαν ἔλαβεν τοῦ θεὸς εἶναι. |
δοκῶν “ὅμοιος τῷ ὑψίστῳ” γενήσεσθαι τὴν πρὸς τὸν ὕψιστον
ὁμοίωσιν οὐρανὸν ὠνόμασεν. μόνος οὖν ὁ θεὸς ἐν αὐτῷ | τῷλεγομένῳ οὐρανῷ ἐστιν, οὐχ ὅτι τόπος ἐστὶν ἢ σῶμά τι ἢ
ποίημα, ἀλλὰ κατάστασις, ὡσανεὶ κατάστασις | θεοῦ, περιω-πὴ θεοῦ. ὁ ἐπιθυμίαν οὖν λαβὼν τοῦ ἔσεσθαι θεὸς ματαίαν ἔδοξεν,
ὅτι οἷός τέ ἐστιν “ἀναβῆναι ἐπάνω | τῶν νεφελῶν καὶ θεῖ-ναι τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν ἄστρων καὶ γενήσεσθαι ὡς ὁ
ὕψιστος”. διὰ τοῦ ὅλως | εἰπεῖν· “ἔσομαι ὅμοιος τῷ ὑψίστῳ”,ἔδει αὐτὸν ἔννοιαν λαβεῖν ὅτι ἡ τοῦ ὑψίστου ὁμοίωσις οὐκ
ἐπὶ μέλλοντί | ἐστιν. ἄπειρ〈ο〉ν δὲ φέρει τὴν αὐτὴν ὕ[παρ-ξι]ν, ἐξ ἀπείρου καὶ ἐπ' ἄπειρον ὁ αὐτός ἐστιν, ἄναρχος καὶ
ἀτελεύτητός ἐστιν. | ὁ δὲ λέγων “ἔσομαι” ἔδειξεν ὅτι τέωςοὐκ ἔ?σ?τ?ιν. ὁ δὲ μὴ ὢν τὸ οὕτω θεὸς οὐδὲ γενήσεταί ποτε.
μέχρις οὖν ἐπιθυμίας | ἔστη αὐτῷ τὸ πρᾶγ[μ]α?, καὶ ἐξέπεσενκαὶ τοῦ παρόντος· ἦν γὰρ ἄλλως ἐν οὐρανῷ, καὶ εἰπών· “εἰς
235
τὸν οὐρανὸν | ἀναβήσομαι”, ἐξέπεσεν ἐκ τοῦ εἶχεν οὐρανοῦ·“πῶς” γὰρ “ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνα-
τέλλων”; | διὰ τοῦ εἰπεῖν· “πῶς ἐξέπεσεν”; ἔδειξεν ἐν οὐ-ρανῷ εἶναι αὐτόν, τῷ δὲ λέγειν· “εἰς τὸν οὐρανὸν ἀναβήσομαι
καὶ ἔσομαι”, ἔδειξεν ὅτι | ἐν οὐρανῷ ἄλλῳ ἐπόθησεν γενέσθαι. καταλλήλως τῷ οὐρανῷ καὶ τὰς νεφέλας ἐκλαβεῖν προσήκει. ἐ-
λέγομεν χθές, | ὅτι θείας φύσεις σημαίνει πολλάκις 〈τ〉ὸ τῶννεφελῶν ὄνομα· ὅταν γὰρ λέγῃ θεὸς περὶ τοῦ Ἰσρα?ὴλ ὡς ὄντος
ἀμπελῶνος, | καὶ ὅτι ἀντὶ σταφυλῆς ἤγαγεν ἀκάνθας—ἀντὶ τοῦκαταλλήλου καρποῦ ἤνεγκεν ἐπιθυμίας [αἰσ]χράς· ταύτας δὲ ἀ-
κάνθας | εἶπεν ὁ σωτήρ—, λέγει ὅτι· “ἐντελοῦμαι ταῖς νεφέλαιςτοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν”. ὁ ὑετὸς δὲ οὗτος οὐκ αἰσθη-
τός ἐστιν, ὅθεν | οὐδὲ αἱ ῥέουσαι εἰς αὐτὸν νεφέλαι. εἴρη-ται γοῦν· “αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην”. δικαιοσύνη
δὲ ῥεῖ καὶ κατέρχεται | οὐκ ἀπὸ αἰσθητῶν νεφῶν. καὶ παράδοξον ἐρῶ· ἔστιν τις ἀλήθεια, ἥτις οὐ προηγουμέ-
νως οἰ[κεῖ παρ]ὰ θεῷ. λέγει Παῦλος· | “ἔστιν ἀλήθεια τοῦἸησοῦ ἐν ἐμοί”, ὡς οὔσης ἄλλης ἀληθείας, ἥτις οὐ κυρίως
τοῦ Ἰησοῦ λέγεται· πάντα? [μὲν] γ?ὰρ αὐτοῦ ἐστιν, πάν|τωνδημιουργός ἐστιν. τὰ δὲ δημιουργήματα αὐτοῦ ἐπιστητὰ ὄντα
ἔχουσιν ἐπιστήμην ἐνκ?ε?ι?[μ]ένην καὶ ἀλήθειαν, | ἥν τις δύ-ναται λαμβάνειν ἀπὸ τῶν ἐπιστητῶν. ἔστιν οὖν ἀλήθεια, φέρε,
ἐν γραμματικῇ καὶ ἐν γεωμετρίᾳ καὶ | ἐν ταῖς ἄλλαις ἐπιστή-μαις. οὐκ ἐκείνην τὴν ἀλήθειαν τέως τοῦ Ἰησοῦ λέγει, οὐχ
ὅτι οὔκ ἐστιν καὶ αὐτὴ αὐτοῦ· τὰ γὰρ ἐπιστητά, | ἐν οἷς ἡἐπιστήμη καὶ ἡ ἀλήθεια, αὐτοῦ δημιουργήματά ἐστιν. καὶ λέγω· κατασκευαζέτω μηχανικός τις ὡρολόγιον. ἔστιν |
πάντως ἐν τῷ κατασκευασθέντι ἐπιστήμη καθ' ἣν γέγονεν· σχὼν
γὰρ ἐπιστήμην μηχανικὴν κατεσκεύασεν αὐτό. καὶ | ἔστιν ἀ-λήθεια ἐν τῇ κατασκευῇ, ὅταν οὕτως ἔχῃ τὰς ἀναλογίας, καθ'
ἃς γίνεται ἄμεμπτον ὡρολόγιον. ἐάν τις τοίνυν | ἐκείνηνλάβῃ τὴν ἐπιστήμην ἀπὸ τοῦ φαινομένου ὡρολογίου ἐκείνου,
τοῦ κατασκευάσαντος τὴν ἐπιστήμην ἔσχεν. | καὶ ἔστιν γεμέσον τὸ ὡρολόγιον τῶν δύο τούτων ἕξεων τοῦ τε πεποιηκότοςκαὶ τοῦ ἐξ αὐτοῦ γεναμένου ἐγνωκότος αὐτόν. |
δῶμεν διὰ παραδείγματος· οἱ ἐπιστήμονες ὄντες, ἃ γι-γνώσκουσιν, οὐχ ᾗ τοιοῦτοί εἰσιν, ἀλλ' ᾗ σπεύδουσιν εἶναι
τοιοῦτοι, | καὶ ὡς ταὐτὰ γιγνώσκουσιν, ὅταν εἰς αὐτὸ τὸτέρμα καὶ τέλος τῆς ἐπιστήμης ἀναβῶσιν. ἐκείνη οὖν ἡ ἐπὶ
πᾶσιν προκοπὴ | γνῶσις καὶ ἀλήθεια τοῦ ἐπιστήμονος ῥηθείη,οὐχ ὅτι οὔκ ἐστιν [θεοῦ] καὶ εἰσαγωγική· αὐτῆς γὰρ ἕνεκα
αὕτη παραλαμ|βάνεται. ἡ πρωτότυπος καὶ πᾶσα ἰδέα τῆς ἀλη-θείας ὁ σωτήρ ἐστ?ι?ν. μετέχειν δὲ τῆς ἀληθείας ταύτης δυνα-
τόν. ὁ μετασχὼν | ἕξιν ἔλαβεν καλουμένην ἀλήθειαν, περὶἧς ὁ ἅγιος εἶπεν· “ἔστιν [ἀ]λήθεια ἐν ἐμοί”, καί· “οὐκ ἔ-
κρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλή|θειάν σου”. αὕτη ἡ ἀλήθειαγέγονεν διὰ 〈τοῦ〉 τῆς ἀληθείας {διὰ} τοῦ πρωτοτύπου σφρα-
γιστῆρος γενέσθαι τὴν ἐν κηρῷ ἢ [ἄλ]λῳ | τινὶ σφραγῖδα γενο-μένην. ἀμέλει γοῦν καὶ περὶ ἄλλης ποιότητος τῆς, ἵν' οὕτως εἴ-
πω, ἀνθρωπικωτέρας διαφ?[ορά τ]ις | ἔτι εὑρίσκεται. ἡ ποιότηςαὐτὴ καθ' ἑαυτὴν οὐ δέχεται τὸ μᾶλλον [καὶ] τὸ ἧττον. ἡ δὲ
ἐν τῷ ποιῷ δέχεται. οὐ ταὐτὸν δὲ τὸ ἐ?πιδε|χόμενον καὶ τὸμὴ ἐπιδεχόμενον. ἄλλη πως καὶ οὐκ ἄλλη ἐστίν. εἰ δὲ ἐν ἕξει
καὶ διαθέσει γέγονεν, δέχεται τὸ μᾶλλον καὶ τὸ | ἧττον. αὐ-τὴ δὲ δύναται καθ' ἑαυτὴν θεωρεῖσθαι· οὐδὲ γὰρ ὁ ἀκριβῶς
θέλων ἰδεῖν ποιότη?τα ἐκ τοῦ ποιοῦ λαμβάνει αὐτὴν | ταύτην,ἀλλ' ἐξ αὐτῆς τὸ ποιὸν γιγνώσκει οὕτω πεποιωμένον. 7 τὰ κρίματά σου ἄβ[υσσος π]ολλή.
ἐν τοῖς ἀνθρώποις πολλὴ | εὑρίσκεται ἡ διαφορὰ καὶ τῶνἔξω?θεν προσπιπτόντων καὶ τῶν ἀπὸ διαθέσεως τῆς αὐτῶν. ἔστιν
εὑρεῖν ἐκ τῶν ἔξωθεν | διαφοράν. οἱ μέν εἰσιν πλούσιοι, οἱδ?ὲ πένητες, ἕτεροι ἄρχοντες, ἄλλοι ὑπήκοοι, ὑγιαίνοντες,
νοσώδεις. λοιπὸν καὶ περὶ τὰ ἐπι|τηδεύματα ταὐτά· ὡσανεὶψυχικ[ῶ]ς εἰσιν ὀξεῖς καὶ βραδεῖς τὴν φύσιν, καὶ ἕτεροι
ἐπιτρεπῶς ἔχοντες πρὸς ἀρετὴν καὶ ἄλλοι πρὸς | κακίαν. καὶτούτων πολλή ἐστιν διαφορά· οὐδεὶς γὰρ ἀνθρώπων ἐν τελείᾳ
ἀρετῇ ἐστιν, κἄν τις ἐπὶ ταύτην σπεύδῃ, κἂν | προκόπτῃ κατ'αὐτήν. ἔνθα δὲ τὸ [μ]ᾶλλον καὶ τὸ ἧττον, ἀπειρία πολλή. ὡσ-
αύτως καὶ ἡ κακία. καὶ καλὸν εἰπεῖν, ἡ ἀρετὴ δεχο|μένη τὸμᾶλλον καὶ τὸ ἧττον ἐλεύσεταί ποτε εἰς τὸ τέλος, ὅτε οὔκ
ἐστιν σπουδαῖος σπουδαίου μᾶλλον, σοφὸς σοφοῦ μᾶλλον. | ἡδὲ κακία ἀεὶ ἐν ἀπειρίᾳ ἐστίν. οὐκ ἔχει τέλος ὅλως· πῶςγὰρ οἷόν [τε] ἓ?ν? τέλος εἶναι τῆς κακίας αὐτῆς ἀσυμφώνου |
καὶ διαφόρου οὔσης; ἐν ὑπερβολῇ καὶ ἐνλείψει ἀπειρία ἐστίν,ἐν δὲ μ[εσό]τητι λαμβάνεταί τι τέλος ὡρισμένον.
ἐπεὶ τοί|νυν οὐκ ἔχομεν εἰπεῖν ἡμεῖς οἱ ἄνθρωποι, κἂν—μὴ γὰρ δοκοῦσιν ἔχειν γνῶσιν—, ἱνατί ὅσδε πένης ἐστὶν
236
καὶ ἄλλος πλουτεῖ· | οἷον γὰρ ἐὰν εἴπῃς· ἔχει ἀκαταλημψίαντινά. πολλάκις λέγομεν, ὅτι ὁ θεὸς θεωρῶν ὅτι ὅσδε πλούτου
τυχὼν ἢ ἀξιώματος | ὑπεραίρεται καὶ καταπατεῖ πάντας, οὐδίδωσιν αὐτοῖς, καὶ εὑρίσκομεν τοιούτους πατοῦντας ἐξανιστα-
μένους | κατὰ πάντα ἔχοντας πλοῦτον. ὁμοίως καὶ ἐπὶ ὑγιεί-
ας καὶ ἐπὶ τῶν τῆς ψυχῆς κινημάτων τὴν τούτων δια|φορ〈ὰ〉νλέγομεν [ὅτι] κρίσει θεοῦ γίνεται. καὶ ὅτι κρίσει θεοῦ γί-
νεται, ἀπὸ τοῦ εὐαγγελίου λάβωμεν τὴν λέξιν καὶ σαφη|νίσω-μεν, εἰ οἷόν τέ ἐστιν χειραγωγηθέντα ἐπὶ τὴν ἱστορίαν ταύ-
την· ἐν τῷ εὐαγγελίῳ ὁ σωτήρ φησιν· “οὐαί σοι, | Χοραζίν·οὐαί σοι, Βησσαιδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ
δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ | καὶ σπο-δῷ κ[αθήμ]ενοι μετενόησαν”. εἰ αἱ δυνάμεις αἱ τεράστιοι
Σιδωνίοις καὶ Τυρίοις γενόμεναι ἦσαν, ἐξεκαλοῦν|το εἰς μετά-ν[οια]ν?. [τ]ούτων δὲ πειραθεῖσαι αἱ εἰρημέναι πόλεις ἡ
Βησσαιδὰ καὶ ἡ Χοραζίν—διὰ τί ἐκεῖ γέγοναν αἱ τεράς|τιοιδυνάμεις, ἔνθα οὐ μετενόησαν; ῥῆμά ἐστιν ἀβύσσῳ ἐοικός.“ἀνεξερεύνητα” εἶπεν ὁ ἀπόστολος τὰ κρίματα τοῦ θεοῦ. |
οὐδεὶς ἐξερευν〈ᾷ αὐ〉τά, οὐδεὶς τὸ βάθος αὐτῶν καταλαβεῖν
δύναται. μόλις δὲ ἐπιστάνοντες τοῖς πραττομένοις | καὶὡσανεὶ κρινομένοις λαμβάνομεν φαντασίαν ὅτι θεός ἐστιν ὁ
κρίνων καὶ διατάττων ἕκαστα. τὸ καθ' ἓν | δὲ οὐ δυνάμεθαεἰπεῖν, διὰ τί ὅσδε, φέρε, ἰσχυρός ἐστιν, ἄλλος δὲ ἀσθενής.οὐκ ἔχομεν τὰ καθέκαστα εἰπεῖν.
καὶ ὡς | εἶπόν ποτε, ὅτι ἔστιν κυκλικὴ θεραπεία, καὶ ἐ-άν τις ἕκαστον βοήθημα καθ' ἑαυτὸ λάβῃ, δοκεῖ καταλαμβάνειν
αὐτὸ | σφαλλόμενος ἐνίοτε καὶ αἰτιᾶται τὸν ἰατρόν. τότεδὲ αὐτὸ καλῶς ἐνόει, εἰ ἐγίγνωσκεν, διὰ τί τάδε πρὸ αὐτοῦ
γέγονεν | καὶ τάδε μετ' αὐτὸ ἔσται, καὶ ἕως ποτέ ἐστιν ἵν'ὑγίεια ὑπαρχθῇ. ἀνίατρος δὲ οὐ δύναται τοῦτο καταλαβεῖν.
φα〈ν〉|τασίαν οὖν λαμβάνομεν περὶ αὐτῶν ὅπως ποτὲ καὶγιγνώσκομεν ὅτι θεοῦ κρίσει γίνεται τὰ κρίματα ταῦτα.
“τὰ κρί|ματά σου” οὖν οὐχ ἁπλῶς “ἄβυσσος”, ἀλλὰ “πολ-λή”. καὶ ἡ ἁπλῶς “ἄβυσσος” πάνυ βάθος ἔχει καὶ ἀπεριόριστον
ἔχει τὸν βυσσόν, | πολλῷ δὲ πλέον ἡ “πολλή”. τὴν δὲ ἐπίτα-σιν σημαίνει διὰ τοῦ “πολλή”, ὡς καὶ τὸ “ἀνεξερεύνητον” τῶν
κριμάτων. ἐν | ἄλλοις ψαλμοῖς περὶ τούτου ἐλέχθ〈η〉· θεολο-γῶν ὁ ὑμνῳδὸς ἔλεγεν· “ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον
αὐτοῦ”. | καὶ ἐν ἄλλῳ· “ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ”. τὴνἀσάφειαν καὶ τὴν ἀκαταλημψίαν λέγει. κρυπτὸν ὂν τὸ σκό|-
[το]ς τοῦτο τὸ τῆς ἀσαφείας, τὸ τῆς ἀκαταλημψίας, καὶ ἱ-μάτιόν ἐστιν ἀβύσσῳ ἐοικός.
7 ἀνθρώπους καὶ κτήνη | [σ]ώσεις, κύριε. σῴζει ἀνθρώπους καὶ κτήνη. καὶ ἐὰν κατὰ τὸ πρόχειρον
τὰ κτήνη λάβωμεν, καὶ τοὺς ἐν αἰσθήσει ἀνθρώπους | λαμβά-νομεν. διοικεῖ δὲ πάντα καὶ τὰ λογικὰ καὶ τὰ ἄλογα ζῷα,
τὰ μὲν λογικὰ κατ' αὐτά, τὰ δὲ ἄλογα ὡς διὰ τὰ | λογικὰγενόμενα· τὰς χρείας γὰρ ἀποπληροῖ τὰ ἄλογα τῶν λογικῶν.
τὰ μ?ὲν ἀχθοφορεῖ αὐτοῖς, τὰ δὲ ἄροτρον | ἕλκει, τὰ δὲ ἄλλωςὑπηρ?[εσία]ν παρέχει. εἶτ', ἐπεὶ καὶ ταῦτα δύναται ὑποπε-
σεῖν βλάβῃ καὶ θανάτῳ, σῴζει καὶ ταῦτα. σώζει καὶ | τὸν ἄν-θρωπον. “ἀνθρώπους” οὖν “κ[αὶ κτ]ήνη σώσεις, κύριε”. τὸ αὐ-τὸ πάλιν τῶν κριμάτων ἀνεξερεύνητον καὶ ἐν τούτοις εὑρίσκε-
ται, | ὅτι πάντας μὲν ἀνθρώπους σῴζει, διαφόρως δέ, τοὺς μὲνμετὰ πολλὴν κάκωσιν, τοὺς δὲ μετὰ ἀναπαύσεώς τινος καὶ |
ἡδονῆς. ἐὰν δὲ τὴν ἀληθῶς σωτηρίαν λέγῃ σῴζεσθαι ἀνθρώπους καὶεὔχηται περὶ ἧ[ς] ε?ἴ?ρηται, ὅτι “ἐγένετο ὁ σωτὴρ 〈πᾶσιν〉 |
τοῖς ὑπακούουσιν αἴτιος σωτηρίας αἰωνίου”, πρὸς ὃ σημαινό-
μενον ἀφορῶν ὁ ἅγιος ἔλεγεν· “ὁ θεὸς ἡμῶν, θεὸς τοῦ | σῴ-ζειν”, ἀλληγορητέον ἐνταῦθα τὰ κτήνη· τῶν γὰρ προσεληλυθό-
των τῇ θε[ο]σεβείᾳ καὶ αὐτῇ τῇ τοῦ εὐαγγελίου | διδασκα-λίᾳ οἱ μὲν μαθηταί, οἱ δὲ πρόβατα λέγονται· “τὰ πρόβατα
τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν”. φω|νῆς μόνης ἀκούουσιν.ἐστὶν δὲ ἡ φωνὴ ἡ πρόχειρος ἀπόδοσις τῶν γραφῶν ἡ φθάνουσα
καὶ κρούουσα τὴν | ψυχὴν καὶ τὴν ἀκοὴν αὐτῆς, οὐ μὴν τ?[ὸννο]ῦ?ν. τῆς φωνῆς οὖν τοῦ Ἰησοῦ τὰ πρόβατα αὐτοῦ ἀκούου-
σιν ὡς ἀρίστου | καὶ ἀληθοῦς ποιμένος. ὅταν δὲ λέγ[ῃ τι]σίν. “ὑμεῖς φωνεῖτέ με· ὁ κύριος καὶ
ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ”, | εἰμὶ ἀληθῶςδιδάσκαλος. καί εἰμι κύριος ὑμῶν· δουλεύετε γάρ μοι τηροῦν-
237
τές μου τοὺς νόμους—, οὗτοι οὔκ εἰσιν πρόβατα, | ἀλλὰ μαθη-ταί, μαθηταὶ σοφίας, μαθηταὶ τῆς ἀληθείας. τὰ δὲ πρόβατα ποι-
μένος εἰσὶν πρόβατα. ἄλλη δέ ἐστιν ἐπίνοια συν|καταβατικὴτοῦ σωτῆρος τὸ εἶναι αὐτὸν ποιμένα. ἐπεὶ δὲ πάντας σῶσαι
καὶ βελτιῶσαι βούλεται, τότε δὲ ἡ σωτηρία καὶ ἡ βελτί|ωσιςἀνύεται, ὅταν πρὸς τὴν ἕξιν τοῦ δυναμένου ὠφεληθῆναι πρὸς
ἃ δύναται, τοὺς μὲν μέ?[χ]ρι τῆς φωνῆς αὐτοῦ ἀκροατὰς | κα-λεῖ, τοὺς δὲ τοῦ λόγου αὐτοῦ, τῆς διδασκαλίας αὐτοῦ. τοὺςοὕτως οὖν καλουμένους ἀνθρώπους καὶ κτ[ήν]η σῴζει. καὶ τὰ
πρόβατα δὲ σῴζει, | ἵνα μηκέτι πρόβατα ὦσιν, ἀλλ' ἐκ προ-βάτων ἄνθρωποι γένωνται. τοῦτο γοῦν αἰνίττεται ὁ εἰκοστὸς
δεύτερος ψαλμός· “κύριος”, φησίν, | “ποιμαίνει με, καὶ οὐ-δέν με ὑστερήσει. εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν,
ἐπὶ ὕδατος ἀναπαύσεω[ς] ἐξέθρεψέν με”. ὡς | πρόβατον λα-λεῖ· τὰ ὑπάρξαντα παρὰ ποιμένος ἀπαγγέλλει εὐχαριστητικῶς.
εἶτα λέγει· “τὴν ψυχή[ν μο]υ ἐπέστρεψεν. | ὡδήγησέν με”.καὶ μεθ' ὁλίγον ἐπιφέρει· “ἑτοίμασας ἐνώπιόν μου τράπεζαν”.
οὐκέτι τόπος χλο[ῆς ἐ]στιν, οὐκέτι νομή, | οὐκέτι βόσκεται,ἀλλὰ τράπεζα, ἐν ᾗ ἐπίκειται “ὁ ἄρτος τῆς ζωῆς”, “ὁ ἄρτοςὁ ἐκ τοῦ οὐρανοῦ καταβάς”, ἡ σὰρξ Ἰησοῦ, ἡ ἀληθινὴ τροφή. |
μετὰ δὲ τὴν προκοπὴν τῆς τραπέζης μεταλαμβάνει καὶ ποτηρί-
ου, οὗ προπίνει ἡ σοφία “ἡ κεράσασα τὸν ἑαυτῆς οἶνον”. | σὸνποτήριόν ἐστιν, εἰ σύ μοι προπίνεις, ἐμὸν δὲ ποτήριον, εἰμεμέτρηκάς μοι, ὃ δύναμαι πιεῖν.
8 ὡς ἐπλήθυνας τὸ ἔλεός | σου, ὁ θεός. ἐλέῳ θεοῦ καὶ οἱ ἄνθρωποι σῴζονται. τότε δὲ πληθύνεταιτὸ ἔλεος τοῦ θεοῦ καὶ ἡ δαψίλεια αὐτοῦ φαίνεται, ὅταν καὶ
κτήνη σῴζῃ. | ὡς εἰ καὶ περὶ διδασκάλ{ι}ου τελείου λέγῃς,ὅτι ἡ ἀγαθότης αὐτοῦ γνωρίζεται, ὅταν σοφοὺς καὶ τελείους
ἀκροατὰς παιδεύῃ· τότε | δὲ πληθύνεται αὐτοῦ ἡ ἀγαθότης,ὅταν καὶ τοῖς ἀνοήτοις συνκ[α]ταβαίνῃ, πειρᾶται εἰσάγειν
αὐτοὺς εἰς μείζονα κατάστασιν. | αὐτίκα γοῦν ὁ διδάσκαλοςτοῦ χριστιανισμοῦ “σοφοῖς καὶ ἀνοήτοις, Ἕλλησιν καὶ βαρ-
βάροις ὀφειλέτης ἐστίν”. οὐ μόνον σοφοῖς | ὀφειλέτης ἐστίν,ἀλλὰ καὶ ἀνοήτοις. καὶ τοῖς μὲν σοφοῖς “λαλεῖ ἐν τοῖς τελεί-
οις σοφίαν”, τοῖς δὲ ἀνοήτοις οὐ τὴν σοφί|αν λαλεῖ, ἀλλ'ἐκεῖνα προτείνει τὰ μαθήματα τὰ ἀφιστῶντα αὐτοὺς ἀνοησίας,
ἵνα μηκέτι ἀνόητοι ὄντες δέχωται λοιπὸν | τὴν σοφίαν. πά-λιν Ἕλλησιν, τοῖς Ἕλληνα νοῦν ἔχουσιν ἠκριβωμένον καὶ δυ-
νάμενον παρακολουθεῖν ὡς Ἕλλησιν λαλεῖ. | τοῖς δὲ βαρβά-ροις οὖσιν κατὰ τὴν ψυχὴν ἐκεῖνα λέγει τὰ ἀφιστῶντα τοῦ
βαρβάρου ἔθνους, τῆς γνώμης τῆς τοιαύ|τ〈η〉ς τῆς ἀγριωτέρας. 8 οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλ-
πιοῦσιν. οἱ τῶν ἀνθρώπων τούτων υ[ἱοί]. | ἐὰν μὲν οὖν καὶ κατὰτὴν προτέραν ἐξήγησιν λέγωνται ἄνθρωποι τὰ θνητὰ λογικὰ
ζῷα καὶ 〈κτήνη〉 τὰ 〈αὐ〉τοῖς ὑπηρετοῦν[τα], | τούτων τῶνἀνθρώπων οἱ υἱοὶ ἐν σκέπῃ τῶν θεοῦ πτερύγων τὴν ἐλπίδα ἔ-χουσιν.
πτέρυγες αὗται νοηταί εἰσιν μ?[ετε]|ωρίζουσαι τὸν νοῦν.οὕτω γοῦν ὁ ἅγιος λέγει· “τίς δώσει μοι πτέρυγας ὡσεὶ πε-
ριστερᾶς”; οὐχ οὕτω λέγομεν ὅτι αἰσθητοῦ ζῴου δοθῆ|ναιαὐτῷ πτέρυγας 〈εὔχεται〉· τοῦτο γὰρ ἀδύνατον. ἀδυνάτων δὲοὐδὲ ἔρως ἐστὶν οὔτε εὐχή. “ὡς ἀετὸς ἐπὶ τοῖς νεοσσοῖς αὐ-
τοῦ ἐπε|πόθησ〈ε〉ν”. τότε ἐπτερώθησαν, ἠδυνήθησαν “ἐπὶ τῶνμεταφρένων” τοῦ θεοῦ ληφθῆν[αι]. τί δὲ ἐφ' ἡμῖν ἐστιν τὸ |
οὕτω πτερωθῆναι; ἄκουε τί φησιν ὁ προφήτης Ἰσαίας· “οἱ
ὑπομένοντες τὸν [θεὸν ἀλ]λάξουσιν ἰσχύν, πτεροποι|ήσουσινὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσ〈ου〉σιν”. καὶ ἄλλος ἐπ-
εύχεται λέγων· “ἀνακαινισθήσεται ὡς ἀετοῦ | ἡ νεότης σου”.ὅταν γοῦν ὁ ἅγιος λ[έ]γῃ ἐπτερῶσθαι, τὰ πτερὰ τούτου ἀρετὴν
καὶ σύνεσιν καὶ σοφίαν ἐκλημπτέον· | ταῦτα γὰρ μετάρσιονμετεωρίζει τὸν? ἄνθρωπον. {σκεπασθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου} σκεπά|-
ζονται ὑπὸ τὰς πτέρυγας τοῦ θεοῦ. σκέπη αὐτῶν γίνεται 〈τῶνπτερύγων τοῦ θεοῦ〉. τότε δὲ σκεπάζονται, ἵνα πτεροποιή〈σ〉ω-
σιν, ἵνα νοσσο|ποιηθῶσιν, ὡς ᾠὰ γένωνται ὑπὸ τὰς πτέρυγαςτοῦ θεοῦ. ⟦σκέπη αὐτῶν γίνεται τῶν πτερύγων τοῦ θεοῦ. τότε
δὲ | σκεπάζονται, ἵνα πτεροποιήσουσιν⟧ ᾠὰ δέ εἰσιν αἱ ἄπλαστοι
ψυχαὶ [αἱ μ]ήπω μόρφωσιν Χριστοῦ λαβοῦσαι. ὅταν οὖν ὑ|πὸτὰς πτέρυγας αὐτοῦ γε〈γό〉νωσιν, τό[τ]ε μορφοῦνται καὶ ζῷαγίνονται κα?[τὰ ἀλ]λ?ηγορίαν κατὰ τὸν ἔσω ἄνθρωπον.
οὐ τοῦτο λέγει· | “υἱοὶ τῶν θνητῶν ζῴων”, ἀλλὰ τῶν φυ-λαττόντων ἀληθῶς τὸν ἄνθρωπον τ[ὸν] “κατ' εἰκόνα καὶ ὁμοί-
ωσιν” θεοῦ. δύναται δὲ καὶ | παραφραστικῶς εἰρῆσθαι “υἱοὶἀνθρώπων” ἀντὶ τοῦ “οἱ ἄνθρωποι”. 9 μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου. |
238
οὐ πᾶσα μέθη ψέγεται. “μὴ μεθυσθήσεσθε”, φησίν, “οἴνῳ,
ἐν ᾧ ἐστιν ἀσωτία”. καὶ κατὰ τὸ πρόχειρον μὲν δύναται | τὴνπολυοινίαν εἰρῆσθαι ἀσωτίας οἶνον· βλάπτει γὰρ τὰς φρένας,παραπεσεῖν ἔσθ' ὅτε ποιεῖ. ψέγεται οὖν αὕτη ἡ μέθη. |
καὶ περὶ τῶν ἑτερογνωμονούντων καὶ δόγματα ἄ[θ]εα εἰσ-αγόντων ὥσπερ τροφὴ〈ν〉 καὶ οἶνο〈ν〉 αὐτὰ προτεινόντ〈ων〉 λέ-
γεται· | “οἵδε δὲ σιτοῦνται σῖτα [ἀσε]βείας”. καὶ τὰ σῖτατῆς ἀσεβείας ἐσθίοντες καὶ ζητοῦντες ἐκεῖνοί εἰσιν περὶ ὧν
εἴρηται· “ἔδωκας | αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν”· ὡςγὰρ τρέφονται τῷ σώματι Χριστοῦ οἱ τὰ δόγματα τῆς εὐσεβεί-
ας προσηκ〈ά〉μενοι, οὕτως | τὰς σάρκας τοῦ δράκοντος, τοῦδιαβόλου αὐτοῦ, ἐσθίουσιν οἱ ἀθέοις δόγμασιν σιτούμενοι
καὶ πίνοντες τὸν κατάλ|ληλον οἶνον, οἶ[νον ἀ]σ?ωτίας. “μὴμεθυσθήσεσθε” οὖν “οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία”. ἀσεβῶν δέ ἐσ-
τιν τὸ τοῦτον πίνειν | τὸν οἶνον· “ο[ἴνῳ γὰ]ρ παρανόμῳ με-
θυσθήσονται”.
238
ἡ δὲ καὶ ἐπαινετὴ μέθη καί, ἵνα ὥς τινες εἶπον, εἴπω,
νηφάλιος | μέθη νήφειν π[οιο]ῦσα τοὺς πεπωκότας. ἐν τῷᾄσματι γοῦν τῶν ᾀσμάτων ὁ Ἰησοῦς πρὸς τοὺς ἑταίρους ἑαυ-
τοῦ ἔλεγεν· | “φάγετε, πίετε, μεθύσθητε, ἀδελφοί”. τοῖςἀδελφοῖς ἑαυτοῦ ὁ θεὸς λόγος λέγει ταῦτα· ἐνανθρωπήσας γὰρ
ἔσχεν ἀδελφοὺς τοὺς | κατ' αὐτὸν πολιτευομένους, τοὺς τὰμαθήματα αὐτοῦ δεχομένους καὶ υἱοποιουμένους. “φάγετε” οὖν,
“πίετε, μεθύσθητε”. | φάγετε τῆς πνευματικῆς τροφῆς ἧς εὐ-τρέπισεν ὑμῖν ἡ σοφία· “ἡτοιμάσατο” γὰρ “τὴν ἑαυτῆς τρά-
πεζαν”. | καὶ πίετε ἐκεῖνον τὸν οἶνον τὸν εἰς μέθην νή?-φ?ουσαν ἄγοντα.
καὶ ἐνταῦθα οὖν οὐ καθάπαξ εἶπεν, ἀλλὰ “μεθυσθή|σονταιἀπὸ πιότητος τοῦ οἴκου σου”. κατὰ μίαν ἀπόδοσιν ἡ ἐκκλησία
“οἶκος θεοῦ” λέγεται· εἴρηται γὰρ Τιμοθέῳ ὑπὸ Παύλου· | “ἐ-ὰν βραδύνω, ἔγραψά σοι, πῶς δεῖ σε ἐν οἴκῳ θεοῦ ἀ[ν]αστρέ-φεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος”. ἡ πιότης τοῦ οἴ-
κου | τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ σοφία ἡ λαλου-μένη ἐν τοῖς τελείοις, “ἡ στερεὰ τροφή”, ἧς μετέχουσιν οἱ
“τὰ αἰσθητήρια” τοῦ | ἔσω ἀνθρώπου “γεγυμνασμένα ἔχοντεςπρὸς διάκρισιν καλοῦ καὶ κα〈κ〉οῦ”. καὶ πίν〈ου〉σιν οὗτοι
τὸν οἶνον τὸν ἀπὸ “τῆς ἀληθινῆς | ἀμπέλου” τρυγώμενον. οὗ-τοι οὖν ἀπὸ τῆς πιότητος τοῦ οἴκου τοῦ θεοῦ μεθύσκονται.
πιότη{το}ς τοῦ οἴκου τοῦ θεοῦ τούτου ἡ τελεία | ἐστὶν δι-δασκαλία, ἡ ἀνενλιπὴς γνῶσις τῆς ἀλη[θ]είας. ἐὰν δὲ καὶ τὸν ἄνθρωπον τοῦ σωτῆρος οἶκον καλῇς, ἐπεὶ
λέγει | ὅτι· “λύσατε τὸν ναὸν τοῦτον”. “τοῦτο δὲ ἔλεγενπερὶ τοῦ ναοῦ τοῦ σώματος”, οὐχ ὅτι μόνον σῶμα ναὸν εἶχεν,
ἀλλ' ὅτι τὸ μέρος | [τοῦ]το τοῦ 〈ναοῦ〉 λυθῆναι ὑπὸ ἀνθρώ-πων ἠδύνατο. ἀμέλει γοῦν τὴν λύσιν τοῦ ναοῦ ἐπὶ τοῦ σώματος
μόνου | [ἔλαβ]εν. ὅταν δὲ λέγῃ· “τιθῶ τὴν ψυχήν μου, ἵναπάλιν λάβω αὐτήν”, οὐ λέγει· “λύσατε τὴν ψυχήν μου”.
ἔλεγον οὖν παρά|[δο]ξ?όν ποτε τοιοῦτο, εἰ τίθησιν τὴνψυχὴν αὐτοῦ, ἵνα πάλιν λάβῃ αὐτήν, “καὶ οὐδεὶς αἴρει αὐτὴν
ἀπ' αὐτοῦ, ἀλλ' αὐτὸς ἐξουσίαν | ἔχει θεῖναι καὶ λαβεῖναὐτήν”. σκόπει διὰ τί· οὐ κοινῷ θανάτῳ ἠ〈έ〉ρθη αὐτῷ ἡ ζω-
ή. ἀμέλει γοῦν οἱ συνσταυρωθέντες | αὐτῷ ὑπετμήθησαν τὰσκέλη, ἵνα ἀποθάνωσιν. τοῦτο οὖν μὴ παθόντος τοῦ σωτῆρος
εὑρέθη τεθνηκώς. “κλίνας” γοῦν | “τὴν κεφαλὴν παρέδωκεντὸ πνεῦμα”. εἰ δὲ οὐδεὶς ἦρεν τὴν ψυχήν, ἀλλ' αὐτὸς ἀφ' ἑ-
αυτοῦ αὐτὴν ἔθηκεν, ἵνα πάλιν λάβῃ | αὐτήν, τούτῳ τῷ τρό-πῳ, [ὡς] ἐν ἑνὶ τῶν ψαλμῶν λέγει· “ἐγενήθην ὡς ἄνθρωπος
ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερο{ι}ς” | γέγονεν. καὶ κατὰ μὲν τὸ πρόχε?ιρον ἐροῦμεν, ὅτι οἱ ἀπαλλαττόμενοι
μετὰ ἁμαρτιῶν καὶ “σειραῖς τῶν ἑαυτῶν ἁμαρτιῶν | σφινγόμε-νοι” οὔκ εἰσιν ἐλεύθεροι νεκροί. ἐπεὶ τοίνυν Ἰησοῦς ἁμαρτί-
αν οὐκ ἐποίησεν οὐδὲ ἔγνω αὐτήν, ἐλεύθερος ἦν ἐν | νεκροῖς.μόνη αὕτη ἡ ψυχὴ ἐκεῖ ἐλευθέρα ὤφθη. ἀμέλει γοῦν ἔπτηξαναὐτὴν οἱ πυλωροὶ τοῦ ᾅδου.
κατὰ δεύ|τερον λόγον “ἐν νεκροῖς ἐλεύθερος” οὕτω γέγο-νεν·…
σῶμα…
…
The complete text is available when the reading interface loads.