The Greek Library Catalogue

Anonymous

Fragmenta in Psalmos

Edition reference
Fragmenta in Psalmos (e commentario altero), ed. E. Mühlenberg, Psalmenkommentare aus der Katenenüberlieferung, 2 vols. [Patristische Texte und Studien 15 & 16. Berlin: De Gruyter, 1:1975; 2:1977]: 1:121–375; 2:3–367.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg021.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ἐν τῇ καινῇ διαθήκῃ λέξεων ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν παραληφθεισῶν

μαρτυρίαι κεῖνται ὡς ὑπὸ ἁγίου πνεύματος εἰρημέναι. Παῦλος ἐν τῇ πρὸς

Ἑβραίους ἐπιστολῇ ἀπὸ τοῦ ἐνενηκοστοῦ τετάρτου ψαλμοῦ κεφάλαιον λαβὼν

ὑπὸ τοῦ ἁγίου πνεύματος ἀπηγγέλθαι αὐτὸ γράφει φήσας Καθὼς λέγει τὸ

πνεῦμα τὸ ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, καὶ τὰ ἑξῆς. πρὸς

τούτῳ καὶ ὁ τῶν ἀποστόλων πρόκριτος Πέτρος ἐν ταῖς Πράξεσι τῶν

ἀποστόλων σύμφωνα λέγει ὅπου μὲν Ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν

προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου

ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, καὶ τὰ ἑξῆς, οἷς ὀλίγα ἐπειπὼν ἐπήγαγεν

Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ

ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.

Οὐδὲν δὲ ξένον εἰ οἱ ἀπόστολοι ταῦτα γράφουσιν, αὐτοῦ μάλιστα τοῦ

σωτῆρος ταῦτα ἐπισφραγιζομένου. μνήμης γὰρ γενομένης ἐν τῷ Εὐαγγελίῳ

τῆς ἀρχῆς τοῦ ἑκατοστοῦ ἐννάτου ψαλμοῦ ὧδε ἐχούσης· Εἶπεν ὁ κύριος τῷ

κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν

ποδῶν σου, ἐπύθετο τῶν Φαρισαίων, εἰ Δαυὶδ ἐν πνεύματι ἁγίῳ τὸν Χριστὸν

κύριον εἶπεν, πῶς υἱὸς αὐτοῦ ἐστιν.

Εἰ τοίνυν πνευματικὰ νοήματα περιέχουσιν οἱ ψαλμοί, οὐχ ὡς ἔτυχεν

ἐντευκτέον τῇ γραφῇ αὐτῶν.

2

Ps 1,1

Ἔστιν ἁμαρτωλῶν ὁδὸν τὸν διάβολον εἰπεῖν, ἐν ᾗ ὁ γενόμενος μὴ

ἐμμενέτω ἑπόμενος τῇ φασκούσῃ διδασκαλίᾳ Ἀντίστητε τῷ διαβόλῳ καὶ

φεύξεται ἀφ' ὑμῶν. Ὁ μὴ στὰς ἐν ταύτῃ τῇ ὁδῷ ἐλεύσεται πρὸς τὸν εἰπόντα

κύριον Ἐγώ εἰμι ἡ ὁδός, ἐν ᾗ γενόμενος κατὰ σκοπὸν δραμῶν τεύξεται τοῦ

βραβείου.

3

Ps 1,3 ab

Πῶς γὰρ οὐκ ἔδει τῇ σοφίᾳ ὁμοιοῦσθαι τὸν ἐκ τῶν εἰρημένων μαρτυ-

ρούμενον ὡς εἴη σοφός; ὁμοιοῦται γάρ τις τῷ ποιότητα τοιάνδε χαριζομένῳ,

ἢ οὐχ ὅμοιος δικαιοσύνῃ ὁ δίκαιος καὶ ὁ ἅγιος ἁγιότητι· εἰ δὴ τοῦτο, καὶ τῇ

σοφίᾳ ὁ σοφός. προσελθὼν σπάσας ἀπ' αὐτῆς τὸ εἶναι, σοφὸς ὁμοιοῦται αὐτῇ,

κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ

διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ.

Ὁ δὲ ὁμοιούμενος τῷ τῆς ζωῆς ξύλῳ γίνεται μὲν ἐν τῷ παραδείσῳ, ἵνα

σὺν αὐτῷ φυτευθῇ· οὕτως ἀκουστέον τοῦ ἐν Ἡσαΐᾳ γεγραμμένου ἐκ προσώπου

τοῦ θεοῦ Κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ

μου. τούτου ἀληθοῦς ὄντος, ἐπεὶ ἀΐδιον τὸ τῆς ζωῆς ξύλον, συναιωνίζει καὶ

συναπαθανατίζεται αὐτόν· αὕτη ἡ ὁμοιότης συμφυεῖς ἡμᾶς ποιεῖ ἐν τῷ ξύλῳ,

ὥστε κλάδους αὐτοῦ καὶ κλήματα χρηματίσαι ἐπὶ τῷ θεῖον καρπὸν ἀγαγεῖν.

ἄμπελος γὰρ ἀληθινὴ τὸ ξύλον τῆς ζωῆς τυγχάνον φησὶ πρὸς τοὺς μιμητὰς

διὰ καλοκἀγαθίας γινομένους Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· Ὑμεῖς τὰ

κλήματα· Ὁ πατήρ μου ὁ γεωργός· Πᾶν κλῆμα ἐν ἐμοὶ μένον, καθαίρει αὐτό,

ἵνα καρπὸν πλείονα φέρῃ.

4

Ps 1,3 cd

Ἀλλὰ καὶ τοῦ ξύλου τοῦ πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν ὑδάτων

(τοῦτο δέ ἐστιν ἡ τοῦ θεοῦ σοφία) καρπὸς μέν ἐστιν ἡ μυστικὴ καὶ πνευματικὴ

τῶν γραφῶν διάνοια, φύλλα δὲ σκέποντα τὸν εἰρημένον καρπὸν αἱ πρόχειροι

λέξεις εἰσὶν αἳ πρὸς τῷ ποιεῖν τὸ ἴδιον ἔργον ἐν τῷ φυλάττειν τοὺς καρποὺς

καὶ τροφὴ γίνονται τῶν ἀκεραιοτέρων ἀνθρώπων τῶν δι' ἁπλότητα κτηνῶν

λεγομένων κατὰ τὸ Ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε.

5

Ps 1,4

Ἀμέλει γοῦν δι' ἣν ἔσχον ἐκ τοῦ ἀσεβεῖν εὐτέλειαν χνοῦς θελήσαντες εἶναι

καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φέρειν, παραπλησίως εὐτελεστάτῳ χνῷ

ἐκριπτοῦνται ἀπὸ προσώπου τῆς γῆς, ἀνέμου αὐτοὺς ἀναρριπίσαντος πονηροῦ

καὶ τῇδε κἀκεῖσε διαρριπτοῦντος. νοήσεις δὲ ἄνεμον ἐκριπτοῦντα αὐτοὺς καὶ

τὸν τιμωροῦντα αὐτοὺς ἄγγελον καὶ τὴν ὁρμὴν τῆς πλανησάσης αὐτοὺς

διδασκαλίας Περιφερομένους παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν

ἀνθρώπων ἐν πανουργίᾳ.

6

Ps 1,5

Ἀναστήσονται μὲν οἱ ἀσεβεῖς, ἀλλ' οὐ κριθήσονται τῷ αὐτοκατάκριτοι

εἶναι. Ὁ γὰρ μὴ πιστεύων εἰς ἐμέ, φησίν, ἤδη κέκριται, κατάκριτος ἐκ τῆς

ἑαυτοῦ ἀπιστίας ἀναδειχθείς.

6a

Ps 1,6a

Οἰκειοῦται τὰς τῶν δικαίων πράξεις· τούτῳ γὰρ ἐνταῦθα τὸ Γινώσκει.

7

Ps 1,6b

Δειχθέντος ὡς οἱ ἀσεβεῖς ἐν κρίσει οὐκ ἐγείρονται, πεφανέρωται πῶς

Πολλοὶ τῶν καθευδόντων ἐν χώματι γῆς, οἱ μὲν εἰς ζωὴς αἰώνιον, οἱ δὲ εἰς

ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἐγείρονται. πῶς γὰρ οὐκ εἰς ὀνειδισμὸν καὶ

αἰσχύνην αἰώνιον ἀνίστανται οἱ ἐπὶ τὸ κριθῆναι ἐγειρόμενοι, αὐτῆς τῆς

κρίσεως τὰ ἁμαρτήματα αὐτῶν φανερούσης; εἰ δὴ τοῦτο σαφὲς γέγονεν, διὰ

τί μὴ εἴρηται Πάντας ἐγείρεσθαι τοὺς καθεύδοντας ἐν γῆς χώματι, τοὺς μὲν

εἰς ζωὴν αἰώνιον, τοὺς δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον; ταῦτα γὰρ

γέγραπται περὶ μόνων τῶν εἰς κρίσιν ἁμαρτωλῶν ἐρχομένων καὶ εἰς ζωὴν

αἰώνιον ἐγειρομένων δικαίων, τῶν ἀσεβῶν οὐκ εἴς τι τούτων ἐγειρομένων,

οὐκ ἐσομένης ἐξετάσεως αὐτῶν μετὰ ἀνάστασιν.

8

Ps 2,8

Πάντων ἀνθρώπων προαιρετικῶς κινουμένων (αὐτεξούσιοι γάρ), οὐδεὶς

κατ' οὐσίαν ἀγαθὸς ἢ κακός ἐστιν· καὶ ἐπεὶ ὁ ἀρετῆς μετέχων οἰκειοῦται θεῷ

μόνος, καὶ πᾶς ὁ τοιοῦτος κληρονομία θεοῦ τυγχάνει. ὅτε οὖν ὁ Ἰσραὴλ ἀγαθὸς

ὑπῆρχεν, ἐλέγετο περὶ αὐτοῦ Ἐγενήθη μέρις κυρίου Ἰακώβ, σχοίνισμα

κληρονομίας αὐτοῦ Ἰσραήλ. παρίσταται ὡς οὐκ ἀποκληρωτικῶς μόνον τὸ

ἔθνος τοῦτο, ἀλλὰ διὰ καλοκἀγαθίαν οὕτως ἐχρημάτισεν ἐκ τοῦ περὶ θεοῦ

λεγομένου ὑπὸ τῶν ἁγίων ἀνδρῶν Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,

τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. εἰ δὲ τηρήσει ἐντολῶν καὶ πίστει τῇ εἰς

θεὸν κληρονομία τις γίνεται θεοῦ, ὁ παραβαίνων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τῆς

εἰς αὐτὸν πίστεως μεταπίπτων ἐκβάλλεται τῆς τοιαύτης τιμῆς, ὡς αὖ ὁ

ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιῶν γίνεται θεοῦ κλῆρος καίπερ οὐκ

ὢν πρότερον. ταύτης μενούσης τῆς ἀκολουθίας, ὁ πάλαι διὰ θεοσέβειαν ὢν

κληρονόμος θεοῦ Ἰσραήλ, ἀποστάτης θεοῦ γενόμενος μετέπεσεν, οὐ δεξάμενος

τὸν ἐπ' εὐεργεσίᾳ προηγουμένως αὐτοῦ, εἶτα καὶ τῶν ἄλλων ἀνθρώπων,

ἐληλυθότα σωτῆρα. ἔδει τοίνυν ἀντεισαχθῆναι ἕτερον συμπληρούμενον ἐκ

πλειόνων ἐθνῶν καὶ προσερχόμενον τῷ εὐαγγελίῳ.

Τὸ οὖν Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἡμῶν ἕνεκα ἀλλ' οὐ τοῦ υἱοῦ

εἴρηται· δηλοῖ γὰρ ὡς οὐκ αὐτῷ προστίθεταί τι ἀλλὰ τοῖς δεομένοις αὐτοῦ·

ὡς γὰρ ἰατρῷ καὶ διδασκάλῳ δίδονται, ἵνα ὑγιαίνοντες καὶ ἐπιστήμονες ἐξ

αὐτοῦ γένωνται. ἀλλὰ καὶ τὸ Τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς

ἁπλούστερον νοηθείη οὕτως· μέχρι τῶν ἐσχάτων τῆς γῆς ἡ σὴ κρατήσει

διδασκαλία, κηρυττομένου τοῦ εὐαγγελίου ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν

οὐρανόν. εἰ δυνατὸν πέρατα τῆς γῆς καλεῖσθαι ἐνταῦθα τοὺς βίῳ καὶ

φρονήματι περάσαντας τὴν γῆν, ἐπίστησον.

9

Ps 2,10

Κἂν νῦν σύνεσιν λάβετε ἀναστάντος ἐκ νεκρῶν τοῦ σταυρωθέντος, καὶ

ὑμεῖς δὲ οἱ ἄρχοντες παιδεύθητε γνόντες, ὅτι, ὃν ἐδόξατε περιβαλεῖν θανάτῳ,

ἀνέστη λύσας τὴν νεκρότητα· τοῦτο γὰρ προτρέψεται δουλεῦσαι ὑμᾶς ἐν φόβῳ

τῷ ἐπιβουλευθέντι πρὸς ὑμῖν γνοῦσιν, ὅτι θεός ἐστιν, καθ' οὗ συνεληλύθειτε.

αὕτη ἡ ἐν φόβῳ δουλεία πεπαύσεται προκοπῆς γεγενημένης, ὡς θείαν

ἀγαλλίασιν μετὰ τρόμου ἐγγενέσθαι ὑμῖν· εἰ γὰρ καὶ χαρά τις εὐλόγως

γινομένη, τυγχάνει ἡ ἀγαλλίασις· ἀλλ' οὖν ἐπὶ θεῷ σὺν τρόμῳ γίνεται. τούτῳ

συνᾴδει τὸ Ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι κύριος ὕψιστος

φοβερός· ὑψίστου γὰρ φοβεροῦ ὄντος τοῦ ἐφ' ᾧ ἡ ἀγαλλίασις, μετὰ τρόμου

ἔχειν αὐτὴν δεῖ.

10

Ps 2,12a—c

Τὸ Ἐν τάχει τῷ Δράξασθε παιδείας ἀποδοτέον καθ' ὑπερβατὸν εἰρημένον,

ὡς εἶναι τὸ ἀκόλουθον τῆς φράσεως οὕτως· Δράξασθε παιδείας ἐν τάχει καὶ

ἔτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, μήποτε, ῥαθυμούντων ὑμῶν, ὀργισθῇ

κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.

11

Ps 3,4

Ἐπειδὴ δ' ἐλέχθη ὡς ἐκ προσώπου κυρίου ὁ ψαλμὸς ἀπαγγέλλεται,

ῥητέον ὡς καὶ αὐτοῦ ὑψοῦται ἡ κεφαλή, ὁ θεὸς οὖσα, ὅτ' ἂν ἡ θεότης αὐτοῦ

φανερὰ δι' ἀποδείξεως τοῖς πιστοῖς γίνεται. σημαίνει τὸ τῆς κεφαλῆς ὄνομα

ἐν τούτοις ἄρχοντα· διὸ τῶν ἀνδρῶν ἄρχων ὁ Χριστὸς ἁγίων ὄντων βασιλεὺς

αὐτῶν εἰκότως ἐστίν, καὶ ταύτῃ κεφαλὴ αὐτῶν χρηματίζει.

12

Ps 3,5

Ἡ ὑπερφυὴς γνῶσις αὐτοῦ δύναται ὄρος ἅγιον εἶναι θεοῦ, ἐξ οὗ εἰσακούει

τῶν εὐχομένων θεός, ὁ μονογενὴς υἱὸς αὐτοῦ, περὶ οὗ εἴρηται Ἔσται ἐμφανὲς

τὸ ὄρος κυρίου ἐπ' ἐσχάτου τῶν ἡμερῶν, δηλούσης τῆς λέξεως ταύτης τὴν

γενομένην αὐτοῦ φανέρωσιν κατὰ τὴν ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων.

13

Ps 3,6

Τὸ κοιμηθῆναι σημαίνει τὴν ἀνάκλισιν, μεθ' ἣν εὐθέως ὁ ὕπνος ἐπιγίνεται.

ἐπεὶ οὖν ἑκουσίως Ἰησοῦς τὴν ψυχὴν αὐτοῦ ἔθηκεν, κατὰ τοῦτο κοιμηθεὶς

ὕπνωσεν· οὐ γὰρ ἂν ἐτεθνήκει, εἰ μὴ αὑτὸν εἰς τοῦτο ἐδεδώκει, ἐξεγερθεὶς

δὲ ἐκ νεκρῶν, ἀντιλαβομένου θεοῦ, πρωτότοκος ἐκ νεκρῶν γεγένηται.

14

Ps 3,8b

Ματαίως ἐχθροὺς ἔχει ὁ μὴ παρέχων μίσους καὶ ἔχθρας πρόφασιν· τοιοῦτοι

δέ εἰσιν Πάντες οἱ διωκόμενοι διὰ τὸ ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, πρὸς οὓς

λέγεται ὑπὸ τοῦ σωτῆρος Μακάριοί ἐστε ὅτ' ἂν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσιν

πᾶν πονηρὸν ψευδόμενοι ἕνεκεν ἐμοῦ, καὶ τὰ ἑξῆς.

Ταύτης τῆς προθέσεως ὢν καὶ ὁ Δαυὶδ πολλοὺς εἶχεν ματαίως ἐχθροὺς

ὡς τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ καὶ τοὺς σὺν αὐτοῖς· τοῦ γὰρ ἁγίου πολλὴν

πραότητα καὶ ἀγαθότητα εἰς αὐτοὺς πολλάκις ἐνδειξαμένου, μάτην ἦσαν

ἐχθροί.

15

Ps 3,8c.9

Περὶ τῶν τοιούτων ὀδόντων πολλάκις εἶπεν τῷ θεῷ Ἔβρυξαν ἐπ' ἐμὲ

τοὺς ὀδόντας αὐτῶν, καὶ εὐχαριστῶν ἐπὶ τῷ ὑπ' αὐτῶν μὴ βλαβῆναί φησιν

Εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. δῆλον

δὲ ὅτι περὶ νοητῶν ταῦτά φησιν. τοῖς οὕτω λεγομένοις ὀδοῦσιν κακῶς

χρώμενοι Γαλάται κακῶς ἔδακνον ἀλλήλους καὶ κατήσθιον, ματαίως καὶ

ἁμαρτητικῶς χρώμενοι ταῖς δυνάμεσι τῆς ψυχῆς αἳ ὀδόντες ἀλληγορικῶς

καλοῦνται. βεβαιωθείσης γὰρ τῆς αἰτήσεως ἀντ' ἐχθρῶν φίλοι καὶ ἀντὶ

ἁμαρτωλῶν σπουδαῖοι γενήσονται.

Τοῦ κυρίου ἡ σωτηρία· μὴ ἄλλοθεν τοίνυν ἢ παρ' αὐτοῦ ταύτην ζητῶμεν.

Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐδοκία σου· τίς δὲ ἡ εὐδοκία ἡ ἐπὶ τὸν λαὸν

ἐρχομένη ἢ ἡ βούλησις τοῦ πατρὸς ἡ περὶ τῆς ἐπιδημίας; δείξας γοῦν τὸν

ἐνανθρωπήσαντα σωτῆρα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἔφη, ἐν ᾧ

ηὐδόκησα. εἰς τοῦτο λήψῃ τὸ Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας

ἡμῶν.

16

Ps 4,1

Ὠιδή ἐστιν ἐπινίκιος ἢ χαριστήριος αἶνος μόνῃ φωνῇ προφερόμενος,

ψαλμὸς δὲ ὕμνος ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ ἢ καὶ κιθάρᾳ κρουόμενος.

εἴη δὲ πρὸς ἀναγωγὴν ᾠδὴ ἡ θεωρία τῆς ἀληθείας μόνῃ νοήσει μεμουσωμένη

γενομένη, ψαλμὸς δὲ πράξεις κατὰ λόγον τὸν ὀρθὸν ἐπιτελούμεναι, ὡς

ψάλλειν μὲν τὸν πρακτικὸν βίον ἔχοντα, ᾄδειν δὲ τὸν θεωρητικόν. ἐπεὶ τοίνυν

ὁ Δαυὶδ θεωρεῖ καθαρᾷ καρδίᾳ τὸν θεὸν καὶ τὴν ἀληθείαν αὐτοῦ, ᾠδὴν

προφέρει, ἣν εἶναι ἐν ψαλμοῖς λέγει διὰ τὸ πολλὰ πρακτικῶς αὐτῷ

κατωρθῶσθαι.

Αὕτη ἡ ᾠδὴ Εἰς τὸ τέλος ἐστὶν ἐκεῖνο, ὃ καλεῖν εἰώθασιν ἔσχατον ὀρεκτὸν

τῷ αὐτοῦ ἕνεκα τὰ ἄλλα πάντα εἶναι αἱρετὰ καὶ ὀρεκτά, αὐτὸ δὲ οὐκ ἄλλου

χάριν· ὅπερ ἐστὶν ἡ πάντων τελείωσις, περὶ οὗ καὶ ὁ Παῦλός φησιν Εἶτα τὸ

τέλος, καθ' ἣν ὅμοιός τις τῷ θεῷ γεγενημένος ὄψεται αὐτόν.

Κατὰ τί δὲ βούλεται καὶ τὸ Τῷ Δαυὶδ τὴν ᾠδὴν ἀλλὰ μὴ τοῦ Δαυὶδ

ἀναγεγράφθαι; φασὶν τοίνυν τινὲς τοῦ Δαυὶδ εἶναι τὸν ψαλμὸν ἢ τὴν ᾠδήν,

ὅτ' ἂν αὐτὸς ᾖ προενεγκὼν θεοπνευσθείς, τῷ Δαυὶδ δὲ εἶναι τὴν ᾠδὴν ἢ τὸν

ψαλμόν, ὅτ' ἂν πρὸς αὐτὸν τὰ λεγόμενα ἀναφορὰν ἔχῃ. συνπίπτει δὲ πολλάκις

καὶ αὐτοῦ καὶ αὐτῷ εἶναι τὸ ἀπαγγελλόμενον, ὅτ' ἂν αὐτοῦ διακονησαμένου τῷ

πνεύματι τὰ ὑποβαλλόμενα ὑπ' αὐτοῦ προελέχθη, εἶτα δοθέντος τοῦ ψαλμοῦ

τινι τῶν ᾀδόντων ἀπηγγέλθη δι' ἐκείνων Τῷ Δαυίδ· ὁποτέρως δ' ἔχει

ἕκαστον τῶν ἐν γραφαῖς κειμένων, μόνου τοῦ κατὰ θεὸν σοφοῦ εἰδέναι †

17

Ps 4,2b

Πλατύνει δὲ ἐν θλίψει ὁ θεὸς οὐ παύων τὴν περίστασιν, οὐκ ἀνατρέπων

τοὺς κακοῦντας ἀλλὰ παρέχων μεγαλοψυχίαν γενναίως φέρειν τὰ περιστατικά.

κατὰ ταύτην τὴν διάνοιαν ἀκουστέον καὶ τὸ Πολλαὶ αἱ θλίψεις τῶν δικαίων

καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς, ὑπομονὴν χαριζόμενος. ἔστι δ' ὅτε καὶ

ἔξω τῶν περιστάσεων ποιεῖ τὸν μεγαλοψύχως πρὸς τὰς περιστάσεις στάντα

ὡς τὸν Ἰωσὴφ καὶ τὸν Ἰὼβ ἀλλὰ καὶ αὐτὸν τὸν περὶ οὗ τὰ προκείμενα.

18

Ps 4,3a

Πολλὰ δὲ τοιαῦτα φέρεται καὶ ἐν τῇ γραφῇ ὧν ἕν ἐστιν καὶ τὸ Βροτὸς γὰρ

γεννητὸς γυναικός, καὶ τὸ Ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδεὶς μείζων

ἐστίν. καὶ αὗται γὰρ αἱ λέξεις ἀντὶ τοῦ ἄνθρωποι εἴρηνται.

19

Ps 4,4a

Ἢ οὐ θαυμαστοῦται ὁ ὅσιος τοῦ θεοῦ ὅτ' ἂν θλίψεις φέρῃ μεγαλοψύχως

δοκούσας ὑπὲρ ἄνθρωπον εἶναι ἀλλὰ καὶ ὅτ' ἂν ἐπικαλούμενος θεὸν ἐπινεύοντα

εὐθέως ἔχῃ, ἅπερ πάντα ἀγνοεῖ ὁ βαρείαν καρδίαν, τουτέστι νόησιν μετὰ

κακίας, ἔχων; εἰ δὲ περὶ τοῦ Χριστοῦ εἴρηται πρὸς Ἰουδαίους ὁ λόγος διὰ τὸ

βαρυκάρδιον οὐκ ἔτι θεοῦ ἀλλ' ἀνθρώπων υἱούς, πῶς γὰρ οὐκ ἐθαυμάστωσεν

〈κύριος τὸν ὅσιον〉 ἐν αὐτῷ καὶ δι' αὐτοῦ πληρώσας προφητείας, παραδόξων

δυνάμεων γενομένων δι' αὐτοῦ ἔτι μὴν καὶ ἀναστάντος ἐκ νεκρῶν; γνώσεσθε

δὲ ἀποβαλόντες τὸ βαρυκάρδιον καὶ ἐρευνήσαντες τὰς περὶ τοῦ ὁσίου γραφάς·

ἐρευνήσασι γὰρ ὑμῖν ἡ καινότης τοῦ πνεύματος εὑρεθήσεται.

20

Ps 4,5a

Ταύτην τὴν λέξιν παραλαβὼν ὁ ἀπόστολος ἐπήγαγεν αὐτῇ· Ὁ ἥλιος μὴ

ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ ταύτην

καταδεξάμενος τὴν ἀποστολικὴν προτροπὴν ὀργισθεὶς οὐχ ἁμαρτάνει τοῦ κατ'

ὀργὴν διακειμένου ἐπίμονον αὐτὴν ἔχοντος ὃν καὶ μηνιαστὴν ἔθος καλεῖν.

βεβαιοῖ ταύτην τὴν νόησιν τὸ ἑξῆς ἐπιφερόμενον· Ἃ λέγετε γάρ φησίν

(ὀργισθέντες δηλονότι) ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις κατανύγητε,

ὥστε ἀναστάντας ἐξ ὕπνου μηδὲν πρᾶξαι ἢ εἰπεῖν τῶν ἐν τῇ καρδίᾳ ἐν ὀργῇ

διεσκεμμένων.

21

Ps 4,7b

Δυνατὸν Φῶς τοῦ προσώπου τοῦ θεοῦ τὸν χαρακτῆρα τῆς ὑποστάσεως καὶ

εἰκόνα αὐτοῦ τοῦ ἀοράτου θεοῦ εἰπεῖν, ὅπερ φῶς ἀπεντεῦθεν ἐσημειώθη ἐφ'

ἡμᾶς μορφωθέντας κατ' αὐτόν. οὐκ ἀγνοητέον ὡς ἀναγινώσκουσί τινες τὸ Τίς

δείξει ἡμῖν τὰ ἀγαθὰ οὕτως· τὰ ἀγαθὰ οὐ πολλῶν ἐστιν, ἀλλ' ἑνός ἐστιν

δεῖξαι· οὗτος δὲ ὁ μονογενής ἐστι τοῦ θεοῦ υἱός. σημαίνει τοῖς οὕτως

ἐκλαμβάνουσι τὸ Τίς τὸ ὀνομαζόμενον ἰδίως ποιὸν ἢ ἄτομον καὶ μίαν τῷ

ἀριθμῷ οὐσίαν. συγχρῶνται μαρτυρίῳ τὸ Ἄνθρωπός τις εὐγενής, καὶ ἐνταῦθα

γὰρ τὸ Τίς δηλοῖ τὸν ἰδίως ποιόν.

22

Ps 4,9

Εἰ καὶ οὗτοι ἀπὸ τῶν ἡδέων αὑτοῖς ἔδοξαν πληθύνεσθαι, ἀλλά γε ἐγὼ

προσδοκῶν αἰῶνα μέλλοντα καὶ μισθὸν ὀρθῆς πολιτείας, πάσης ταραχῆς

ἐκτὸς διὰ τὴν ἐλπίδα γεγονώς, Ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσωμαι,

κοίμησιν καὶ ὕπνον λέγων τὴν ἀπὸ τοῦ βίου ἀναχώρησιν· ἀποδιδοὺς τὴν αἰτίαν

τοῦ κεκοιμῆσθαι καὶ ὑπνωκέναι ἐν εἰρήνῃ εὐθὺς ἐπήγαγεν ὅτι Ἐπ' ἐλπίδι

κατῴκισάς με. εἴρηται δὲ καὶ ἐν Ὠσηὲ πρὸς τὴν ψυχὴν ἐκ προσώπου τοῦ

θεοῦ Κατοικιῶ σε ἐπ' ἐλπίδι. ποιεῖ δὲ τοῦτο θεὸς ἐλπίδα μελλόντων θείων

ἀγαθῶν προτείνων τοῖς κατοικιζομένοις ὑπ' αὐτοῦ ἐν διανοητικῇ καὶ πρακτικῇ

ἀρετῇ καὶ ἐν δόγμασιν ἀληθείας καὶ θεσμοῖς ἐκκλησιαστικοῖς.

23

Ps 5,1a

Εἰς τὸ τέλος χαριστήριος ὕμνος ᾄδεται ὑπὲρ τῆς ἀγομένης ψυχῆς ἤτοι

ἐκκλησίας εἰς θείαν κληρονομίαν ἡτοιμασμένην τοῖς τοῦ θεοῦ θεραπευταῖς·

ἔστι γὰρ κληρονομία τοῖς θεραπεύουσι κύριον. ἔστιν δὲ αὕτη οὐ φθαρτὴ καὶ

ἐν αἰσθητῷ πλούτῳ τὸ εἶναι ἔχουσα· εἴρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης

κληρονόμους Εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον

τετηρημένην ἐν οὐρανοῖς. εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ σωτὴρ Δεῦτε ἐκ

δεξιῶν μου, εἶπεν, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν

ἡτοιμασμένην ὑμῖν βασιλείαν. ταύτης ἔρωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν

λέγων εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν θεῷ, ἵν' ἀξιωθῇ κληρονόμος

αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀναδειχθῆναι, ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς

σημαίνειν τὴν ἐπιγραφὴν τὴν Ὑπὲρ τῆς κληρονομούσης.

24

Ps 5,2.3

Τὸ δὲ Ἐνώτισαι μὴ φερόμενον ἐν τῇ συνηθείᾳ, ἐν τῇ γραφῇ κεῖται

συνεχῶς δηλοῦν τὸ εἰς τὰ ὦτα δέχεσθαι τὸν ἀκούοντα τοὺς ἀπαγγελλομένους

λόγους τοῦ λέγοντος αὐτοὺς διὰ τὸ ἐγγὺς εἶναι· σχέσει δ' ἐγγὺς οἱ δίκαιοι

θεοῦ ὅθεν εὐχαῖς δικαίων ἐπακούειν εἴρηται ὁ θεὸς καὶ τὰ ὦτα ἔχειν εἰς

δέησιν αὐτῶν.

Βασιλεὺς δ' ἅμα καὶ δημιουργὸς ὁ θεὸς τυγχάνει τῶν μὴ διαπετασάντων

χεῖρας αὐτῶν πρὸς θεὸν ἀλλότριον μηδὲ βασιλευομένων ὑπὸ τῆς ἁμαρτίας.

25

Ps 5,4

Κατὰ θεωρίαν δέ· ᾧ ὁ τῆς δικαιοσύνης ἥλιος ἀνέτειλεν ἐν ἀρχῇ νοητῆς

ἡμέρας γεγονώς, χαριστήριον αἶνον προφέρων τῷ αἰτίῳ τοῦ φωτισμοῦ Τὸ

πρωΐ, ἔφη, εἰσακούσῃ τῆς φωνῆς μου· τίνι γὰρ ἔδει χάριν ὁμολογῆσαι ὑπὲρ

τηλικούτου ἀγαθοῦ ἢ σοί, ὦ δέσποτα, τῷ ἀνατείλαντί μοι φῶς αἴτιόν μοι

μεγίστης θεωρίας ὑπάρχον; ἀεὶ γοῦν ἔρως εἰσέρχεται πρὸς ταῖς ὑπαρξάσαις

θεωρίαις καὶ ἔτι θέλειν βλέπειν τὰ κάλλη τῆς ἀληθείας. παρίσταται τοῦτο

καὶ ἐκ τοῦ Καὶ ἐπόψομαι. ὡς γὰρ τὸ ἐπέρχομαι ἀκατάπαυστον πρόσοδον

δηλοῖ, οὕτω τὸ Ἐπόψομαι συνεχῶς προστιθεμένην κατανόησιν ἐμφαίνει· πῶς

γὰρ οὐκ ἀεὶ βλέπει ὁ ἐπαγγελίας τυχὼν τῆς Ἔσται σοι κύριος φῶς αἰώνιον,

καὶ Φῶς δικαίοις διὰ παντός;

Ἔστιν δὲ καὶ ἑτέρα γραφὴ ἔχουσα Παραστήσομαί σοι καὶ ἐπόψει με, ὅπερ

οὐ παντὸς λέγειν ἀλλὰ τῶν κατὰ τὸν μέγαν Ἠλίαν διὰ τὴν ἀπὸ τῆς πολιτείας

παρρησίαν λέγειν θαρρούντων Ζῇ κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.

26

Ps 5,5—7

Τούτου ἀληθοῦς ὄντος, οὐκ ἔστιν ἐκ θεοῦ τὸ κακὸν ὡς οἴονται οἱ

ἐνυπόστατον τὴν κακίαν τιθέμενοι. Ἐκ στόματος γὰρ ὑψίστου οὐκ ἐξελεύσεται

τὸ κακὸν καὶ τὸ ἀγαθόν. μόνον γὰρ τὸ ἀγαθὸν εἶναι βούλεται· οὗ ὄντος

ἀδύνατον ἔν τινι συστῆναι τὸ κακόν.

Ἀπόλλυσιν δὲ Τοὺς λαλοῦντας τὸ ψεῦδος ᾗ ψεῦσταί εἰσιν, ἵν' ἐπιγνῶσιν

τὴν ἀλήθειαν ἣν καὶ πάλαι ᾔδεισαν. τὸ γὰρ ἐπιγνῶναι τοῦτο δηλοῖ· οὐδεὶς

γὰρ ἀρχὴν ἔχων τοῦ γινώσκειν τι ἐπιγινώσκειν αὐτὸ λέγεται. πάντων δὲ τῶν

λαλούντων τὸ ψεῦδος ὑπὸ θεοῦ ἀπολλυμένων, ἀπολεῖται κἀκεῖνος περὶ οὗ

εἴρηται Ὅτ' ἂν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. εἰ δὲ τοῦτο, οὐκ ἔστιν

κατ' οὐσίαν κακός· οὐ γὰρ ἅμα τῷ γενέσθαι καὶ εἰς ὑπόστασιν ἐλθεῖν ἀλλὰ

μετὰ ταῦτα τραπεὶς ἀρχὴν τοῦ λαλεῖν τὸ ψεῦδος ἔσχεν, ἐσχηκώς ποτε τὸ ἐν

ἀληθείᾳ εἶναι. δηλοῦται δὲ τοῦτο ἐκ τῶν οὕτω περὶ αὐτοῦ γεγραμμένων· Ἐν

τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ· ὁ γὰρ ψεκτὸς ὢν

διὰ τὸ μὴ ἑστάναι φανερός ἐστιν πειραθεὶς τούτων τῶν διαθέσεων. κριτέον

δὲ ἐκ προθέσεως ἀλλ' οὐκ ἐκ μόνης φωνῆς τὸν ψευδόμενον, ἵνα μὴ ὦσιν ὑπὸ

τὴν ἀπειλὴν οἱ οἰκονομικῶς ποτε τοῦτο πεποιηκότες ὡς Ῥαάβ· ἔδοξεν γὰρ

ψεύδεσθαι πρὸς τοὺς ἀναζητοῦντας ἐπὶ τῷ ἀποκτεῖναι τοὺς κατασκόπους

ἀγαθοὺς ἄνδρας ὄντας· ὑπὸ Ἰησοῦ γὰρ τοῦ Ναβῆ ἀποσταλέντες ἐπαινετοὶ

ἦσαν. τῆς προθέσεως τῆς ἀνθρώπου πολὺ τὸ σπουδαῖον ἐσούσης, οὐκ

ἀκόλουθον οὖν ἐστιν τάξαι αὐτὴν ἐν τοῖς ἀπολλυμένοις ἢ ἐν τοῖς τὸ ψεῦδος

λαλοῦσιν. ὥσπερ δὲ οὐχ ὁ ὅπως ποτὲ κτείνων ἄνθρωπον φονεύς ἐστιν, οὕτως

οὐ καθάπαξ ὁ ἐκχέων αἵματα αἱμάτων ἀνήρ ἐστιν· οὐ γὰρ λέγομεν φονέας ἢ

αἱμάτων ἄνδρας τοὺς κατὰ νόμον θεῖον ἀποκτέννοντας τοὺς ἀξίους τὸ παθεῖν

τοῦτο, ἐπεὶ ὥρα λέγειν Σαμουὴλ καὶ Ἠλίαν τοὺς μεγάλους ἄνδρας

μαρτυρηθέντας ἐπὶ ἀγαθότητι καὶ προφητείᾳ θείᾳ ὑποκεῖσθαι τοῖς ἐγκλήμασιν

τούτοις, ἀλλ' οὐδεὶς τούτων φονεὺς ἢ αἱμάτων ἀνήρ, εἰ καὶ ἔκτεινάν τινας ἐπὶ

ἀσεβείᾳ καὶ ἐγκλήμασιν μεγίστοις.

Τούτων ὀρθῶς ὁμολογουμένων, τὸν κατὰ παράβασιν νόμου αἴτιον

ἀναιρέσεως ἀνθρώπου γενόμενον φόνων καὶ αἱμάτων ἄνδρα λεκτέον. καὶ τὸ

δόλιον δὲ εὐλόγως συνέζευκται τούτῳ· πῶς γὰρ ὁ σὺν δόλῳ φονικῶς αἵματα

ἀνθρώπων ἐκχέων οὐ βδελυκτὸς κυρίῳ;

27

Ps 5,9a

Πῶς δὲ ὁδηγεῖταί τις τῇ τοῦ θεοῦ δικαιοσύνῃ, ἐξεταστέον. μήπωτ' οὖν ὁ

κατὰ τὴν τοῦ θεοῦ δικαιοσύνην (αὕτη δέ ἐστιν ἡ γνησία ἀρετή) προκόπτων

ἑπόμενος θεῷ κατὰ τὸ Ὀπίσω κυρίου, τοῦ θεοῦ σου, πορεύσῃ, ὁδηγεῖται ὑπὸ

τοῦ χορηγοῦντος τὴν ἀρετήν, αὐτοῦ τοῦ θεοῦ δηλονότι.

28

Ps 5,11

Καὶ ἐπεὶ ἀνθρώπινον τὸ Παρεπίκραναν, σκοπητέον πῶς ἐκλαβεῖν αὐτὸ δεῖ

περὶ θεοῦ εἰρημένον. ὁ θεὸς ἀναλλοίωτος καὶ ἄτρεπτος ὑπάρχων ἀπαθής

ἐστιν, πάθεσιν δοκῶν περιβάλλεσθαι ὅτ' ἂν ἡμεῖς πάθη ἔχωμεν· τὰ γὰρ

ἡμέτερα ὡς ἐκείνῳ ἐγγιζόμενα νομίζεται, οἷον ἡ λήθη, ἣν ἔχομεν περὶ αὐτοῦ,

ὑπολαμβάνεται αὐτοῦ εἶναι. περὶ ἡμῶν γοῦν εἶπεν Ἐπελάθου νόμου θεοῦ σου,

κἀγὼ ἐπιλήσομαι τέκνων σου. ὅμοιον τῷ ῥητῷ τούτῳ τὸ γραφόμενον ὑπὸ

Παύλου Εἴ τις ἀγνοεῖ, ἀγνοεῖται· δῆλον ὅτι ὑπὸ τοῦ εἰπόντος πρὸς τοὺς

φαύλους Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ὑμᾶς ἔγνων. ὡς

οὖν ταῦτα ὁ παραπικραίνων ἑαυτοῦ τὸ ἦθος διὰ τῆς πικροτάτης κακίας

ἀντάξια πάσχων, ὧν ἔδρασεν, οἴεται τὸν θεὸν κατ' αὐτοῦ πικράζεσθαι. εἶπεν

γοῦν τοῦτ' αὐτὸ ψυχὴ δίκῃ ὑποπεσοῦσα ψήφῳ θεοῦ δι' ἁμαρτήματα Ἐγὼ

παραπικραίνουσα παρεπικράνθην· ὅθεν καὶ συνορῶσα τὴν τοῦ κρίματος

ἀκολουθίαν εἶπεν Δίκαιός ἐστιν ὁ κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα.

29

Ps 5,12ab

Οἱ ἐλπίζοντες ἐπὶ σὲ πάντες εὐφρανθήσονται, τῶν ἐπιβουλευόντων αὐτοῖς

καταλυθέντων. ἔστιν δὲ τῶν ἐλπιζόντων ἐπὶ σὲ εὐφροσύνη οὐκ ὀλιγοχρόνιος

οὐδὲ πρόσκαιρος· ὅθεν Εἰς αἰῶνα ἀγαλλιάσονται, σοῦ κατασκηνοῦντος ἐν

αὐτοῖς. πῶς γὰρ οὐκ ἀεὶ ἀγαλλίασιν ἕξει ᾧ θεὸς πάρεστιν κατασκηνῶν ὡς

ἐν ἰδίῳ ναῷ; ὡς γὰρ τὸ μακρύνεσθαι θεοῦ, αἰχμαλωτιζούσης τῆς ἁμαρτίας,

θρήνων καὶ ὀλοφυρμῶν ἐπάξιον, οὕτως οἰκεῖον ἀγαλλιᾶν τοῖς θεὸν ἐν ἑαυτοῖς

ἔχουσιν ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα.

30

Ps 5,12ab

Ῥηθείη τὰ προκείμενα καὶ περὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, εὐφρανθέντων

πάντων τῶν καραδοκούντων αὐτοῦ τὴν ἐνανθρώπησιν· ἠλπίζετο γὰρ αὕτη τοῖς

προφήταις καὶ τοῖς νοοῦσι τὰς προφητείας. ἐπεδήμησεν γὰρ ὁ θεὸς λόγος

σὰρξ γεγονὼς προσλήψει σαρκός, ἵνα σκηνώσῃ ἐν τοῖς πιστεύουσιν αὐτῷ·

Ὁ λόγος γάρ φησιν σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. οὕτω σκηνώσαντος

αὐτοῦ Εἰς αἰῶνα ἀγαλλιάσονται οἱ ὑποδεξάμενοι αὐτὸν ἐν ἑαυτοῖς· ὄψονται

γὰρ τοῦ σκηνώσαντος ἐν αὐτοῖς διὰ σαρκὸς λόγου τὴν Δόξαν ὡς μονογενοῦς

παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας, οἱ τοῦ χρόνου τούτου εἰς αἰῶνα

ἀγαλλιώμενοι ἔργῳ θεασάμενοι τὴν ὡς μονογενοῦς πατρὸς δόξαν, οἵ φασιν·

Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ἔχοντες

θεωρίαν τῆς δόξης αὐτοῦ καθ' ἣν μονογενὴς παρὰ πατρός ἐστιν.

30A

Ps 5,13b

Ὅπλον καὶ στέφανος ὁ σταυρός· ὅπλον διὰ τοὺς πολεμοῦντας, στέφανος

διὰ τοὺς νικῶντας. καὶ πάλιν· ὅπλον διὰ τοὺς στρατιῶτας, στέφανος διὰ τοὺς

βασιλεύοντας.

31

Ps 6,1

Θειοτέραν δὲ νόησιν ἔχων ἐν ὕμνοις ἐμπεριέχεται καὶ αὐτὸς τοιοῦτος·

ᾄδεται δὲ καὶ οὗτος Εἰς τὸ τέλος τῷ τελεώτατα εἶναι τὰ περὶ τῆς ὀγδοῆς

θεωρήματα. θεωρητέον δὲ τίς ἡ πνευματικὴ περιτομὴ ἣν ὁ ἔχων θεῷ

περιτέμνεται, τοῦ κατὰ σάρκα περιτεμνομένου οὐ πάντως τοῦτο ἔχοντος. φησὶ

γοῦν ὁ προφήτης πρὸς τοὺς σπουδάζοντας περὶ τὴν κατὰ σάρκα μόνον

Περιτμήθητε τῷ θεῷ ὑμῶν καὶ μὴ περιτέμνεσθε τὴν σάρκα τῆς ἀκροβυστίας

ὑμῶν· καὶ ἔτι ὁ αὐτὸς προφήτης· Πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ

οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν. ὥσπερ τοίνυν ὁ αἰσθητῶς

περιτεμνόμενος περιαιρεῖ τι τοῦ ὑπηρετοῦντος γενέσει μέλους, οὕτως ὁ πάντα

λογισμὸν φίλον γενέσει τῆς νοήσεως ἐκβαλὼν τὴν καρδίαν περιτέτμηται.

ταύτην τὴν περιτομὴν ἔχουσιν οἱ γνησίως ἀγαμίαν προτεθειμένοι μεριμνῶντες

τὰ τοῦ κυρίου, ἵνα αὐτῷ ἀρέσωσιν.

Αὕτη ἡ περιτομὴ ὀγδόῃ ἡμέρᾳ κατορθοῦται· ὑπερβῆναι γὰρ δεῖ τῷ

περιτεμνομένῳ τὸν ἐν ἓξ ἡμέραις κόσμον γεγενημένον, καὶ τοῦτό ἐστιν τὸ ἐν

ἑβδόμῃ ἡμέρᾳ γενέσθαι οὔσῃ ἀληθινῷ σαββάτῳ ἁγίῳ καὶ τρυφερῷ. καὶ ἐπεὶ

οὐκ ἐπαρκεῖ πρὸς τελείαν μακαριότητα τὸ ἀργῆσαι τῶν κοσμικῶς γινομένων,

δεῖ προσλαβεῖν τὴν μετὰ τὴν ἐν τῷ σαββάτῳ διαγωγὴν ὑπερκόσμιον

κατάστασιν οὖσαν ὀγδόην. ὁ πειραθῆναι ταύτης ἔχων πόθον οὐκ ἀγαπήσει τὸν

κόσμον οὐδὲ τὰ ἐν αὐτῷ.

Εἰς ταύτην τὴν πνευματικὴν νόησιν χειραγωγεῖ ἡμᾶς καὶ τὸ καταμιχθὲν

τῇ προστάξει τῆς αἰσθητῆς περιτομῆς οὐ σῷζον τὸ εὔλογον ἐπὶ ἱστορίας ψιλῆς

μενόντων· Πᾶν, φησίν, ἄρσεν τῇ ὀγδόῃ ἡμέρᾳ περιτμηθήσεται. ἐπὶ παραβάσει

τῶν οὕτω προσταχθέντων ὁρίζεται ἀπειλὴ ἐξολοθρεύσεως κατὰ τοῦ μὴ

περιτμηθέντος τῇ ὀγδόῃ ἡμέρᾳ παιδίου ἀλλ' οὐ κατὰ τῶν γονέων ἢ τοῦ

ἑτέρως ἀνατρέφοντος τὸ παιδίον· ἐδόκει γὰρ εὔλογος εἶναι ἡ ἀπειλή, εἰ κατά

τινος τούτων ἐφέρετο, οὐκ ἔτι σῴζουσα τὸ ἀκόλουθον ἐπὶ ὀκταημέρου παιδίου

οὔπω τέως ἔχοντος τὸ πράττειν καὶ μάλιστα προθέσει τοῦ τηρεῖν ἐντολὴν

θεοῦ.

32

Ps 6,2

Ἐλέγχεται θυμῷ, οὗ τὰ ἁμαρτήματα φανεροῦται, ἐπαχθείσης αὐτῷ κατὰ

ἀνταπόδοσιν πικρᾶς καὶ ἐπιπόνου ἀγωγῆς, ὡς αὖ ὁ ὑποπεσὼν τοῖς ὀργῇ θεοῦ

ἐπαγομένοις συναίσθησιν λαμβάνων τῆς αἰτίας γενομένης κακίας τοῦ ταῦτα

παθεῖν ἐν ὀργῇ παιδεύεται. ταύτῃ τῇ διανοίᾳ εἴρηται πρὸς τοῦ εἰς αἴσθησιν

ἀχθέντος Ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι τὴν

κρίσιν μου καὶ ἀποίσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς. ὅτ' ἂν γὰρ εἰς

κατάστασιν ἀχθεὶς τοιαύτην γνῷ θεραπείας τρόπῳ ἐπῆχθαι αὐτῷ θεόθεν τὴν

ὀργὴν, οὐκ ἀπαρέσκεται τέως ὑποκεῖσθαι αὐτῇ, ἕως δικαιωθῇ ἡ κρίσις τοῦ

βοηθείας χάριν κρίναντος οὕτως. οἶδεν γὰρ ὅτι ἀνυσάσης τῆς ὀργῆς κατὰ τὴν

πρόθεσιν τοῦ ἐπαγαγόντος ἐξαχθήσεται εἰς τὸ φῶς ὑπὸ θεοῦ, ἀποισθέντος ὑπ'

αὐτοῦ τοῦ κρίματος.

Εἰ τοίνυν τῶν ἐλεγχομένων καὶ παιδευομένων οἱ μὲν διὰ θυμοῦ καὶ ὀργῆς,

οἱ δὲ λογικῇ διδασκαλίᾳ ὑφίστανται, ταῦτα περαιτητέα τὰ μετὰ πόνου εἰς

ἔλεγχον καὶ παίδευσιν ἄγονται. οὐ γὰρ ἔτι πάντῃ ἑκούσιον ἡ ἐπὶ τούτοις

μετάγνωσις, πολὺ τὸ ἑκούσιον ἐχούσης τῆς διὰ λόγου προσαγωγῆς ἐλέγχου

καὶ παιδεύσεως. Τὰ πάντα, φησίν, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,

γράφει Παῦλος. ὁ διὰ φωτὸς ἔλεγχος φανέρωσίς ἐστιν ἀποδείξεως τρόπῳ

γινομένη οὐχ ἁμαρτωλῶν μόνων ἀλλὰ καὶ δικαίων, φωτίζοντος τοῦ θεοῦ τὰ

κρυπτὰ τῶν ἁμαρτωλῶν (δι' ἄγνοιαν καὶ κακίαν σκότος ὠνομασμένων) καὶ

φανεροῦντος τὰς βουλὰς τῶν καρδιῶν τῶν δικαίων. πλὴν εἰ καὶ ἐπίπονα

ἐπάγει ὁ θυμὸς καὶ ἡ ὀργὴ τοῦ θεοῦ, ἀλλὰ προθέσει ἀγαθῇ ἐπὶ τῷ κωλῦσαι

κακίαν καὶ ἀσέβειαν γίνεται. ἀμέλει ὁ τοῦ χρησίμου τῆς ὀργῆς καὶ τοῦ θυμοῦ

πειραθεὶς εὐχαριστεῖ λέγων· Εὐλογήσω σε, κύριε, ὅτι ὠργίσθης μοι εἰς

σωτηρίαν· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. καὶ αὐτὸς ὁ θεὸς

φανερῶν τὴν ἐγκεκρυμμένην ἀγαθότητα ἐν τῇ ὀργῇ αὐτοῦ φησὶν Ὅτ' ἂν

ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι· ἐπιφέρει γὰρ αὐτὴν οὐκ ἐπὶ τῷ

βλάψαι ἀνθρώπους, ἀλλ' ἀφανίσαι ἃ προαιρετικῶς ἔσχον κακά. εἰ γὰρ καὶ

Ἀποκαλύπτεται ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἀλλά γε ἐπὶ πᾶσαν ἀσέβειαν καὶ

ἀδικίαν ἀνθρώπων ἐπάγεται, ἵνα ἀφανισθῇ ἀπ' αὐτῶν ἀδικία καὶ ἀσέβεια ἃς

ἔσχον πρὶν πειραθῆναι ὀργῆς.

Ὅτι δὲ οὐ πάθος θεοῦ ἐκ τούτων τῶν λέξεων παρίσταται, μανθάνομεν

καὶ ἐκ τῶν Μωϋσέως πρὸς τὸν θεὸν λόγων φερομένων οὕτως· Ἀπέστειλας

τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην. εἴρηται δὲ τὰ ἐπίπονα τὰ

καθαπτόμενα τῶν πονηρῶν ἐν τούτοις ὀργῇ θεοῦ κρίσει αὐτοῦ εἰς τοὺς ἀξίους

ἐρχόμενα. οὐδὲ γὰρ ἡ ὀργὴ τὸ πάθος τῶν ἐξαποστελλομένων ἐστίν· ἔχει γὰρ

τὸ εἶναι ἐν μόνῃ τῇ θυμικῇ τῆς ψυχῆς δυνάμει, ἧς ἔξω γενομένη οὐδ' ὅλως

ὑφίσταται· ἔστι γὰρ τῶν ἐν ἄλλοις τὸ εἶναι ἐχόντων.

33

Ps 6,3—4a

Ἴασις δὲ ἀσθενείας ψυχῆς ἡ ἐκ θεοῦ δύναμις, ὡς λέγειν τὸν ταύτης

τυχόντα Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με Χριστῷ.

Ὅτι δὲ οὐκ εἴπου τῆς γραφῆς εἴρηται Ὀστᾶ, οὐ πάντως περὶ τῶν

αἰσθητῶν ἐστιν τὸ δηλούμενον, ἐπιστατέον τῷ Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν

Κύριε κύριε, τίς ὅμοιός σοι; καὶ τῷ Διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν

ᾅδην.

34

Ps 6,5a

Τὸ Ἐπίστρεψον διττῶς νοεῖται. δηλοῦται γὰρ ὁτὲ μὲν νόησις τοιαύτη·

ἐπεὶ ἀπέστρεψας τὸ πρόσωπόν σου ἐπ' ἐμοῦ, διὰ τί μοι χρήσιμον παρακαλῶ,

ὅπως ἐπιστρέψῃς καὶ ἐπιφάνῃς μοι αὐτό. ὁτὲ δὲ παρίσταται θεωρία τοιαύτη·

ἐπεὶ ἡ ψυχή μου ἁμαρτάνουσα ἀπεστράφησεν ἐπὶ κακῷ τῷ ἑαυτῆς,

ἐπιστρέψας αὐτὴν πρὸς ἑαυτὸν ἀνακαλούμενος κατὰ τὸ Ἐπιστράφητε, υἱοὶ

ἀφεστηκότες, λυτρῶσαι αὐτὴν ἀπὸ τῶν μακρυνάντων ἁμαρτημάτων καὶ τῶν

ἐνεργουσῶν αὐτὰ πονηρῶν δυνάμεων.

35

Ps 6,6—7

Οἱ περὶ τοῦ κοινοῦ θανάτου ὑπονοοῦντες εἰρῆσθαι τὰ προκείμενα

σφάλλονται, μᾶλλον δὲ ἀσεβοῦσιν. οἱ γὰρ ἅγιοι ἄνδρες οὐ τότε μόνον μνήμην

ἔχουσι θεοῦ, ὅτε τὴν κοινὴν ζωὴν ἔχουσιν, ἀλλὰ πολλῷ μᾶλλον, ὅτε

χωρίζονται τοῦ φθαρτοῦ σώματος. τί οὖν φησιν; ἐπεὶ οὐδεὶς μεμνημένος σου

ἐν θανάτῳ γίνεται ὃν ἡ ἁμαρτία ἀποτίκτει (οὗτος δέ ἐστιν ὁ χωρίζων

ἐναρέτου ζωῆς τὴν ἁμαρτάνουσαν ψυχήν), ποθῶ δὲ μνήμην σου ἔχειν· εἰς

τοῦτ' αὐτὸ ῥέψας τὴν ἀγαθότητά σου· σῶσόν με, ἵνα μὴ ἰσχυσάσης κατ' ἐμοῦ

τῆς προσούσης ἀσθενείας καὶ ταραχῆς καταποθῶ ὑπὸ τοῦ θανάτου. οὐ γὰρ

εἴρηται Οὐ μέμνηται θεοῦ ὁ ἐν θανάτῳ, ἀλλ' Ὁ μνημονεύων αὐτοῦ οὐκ ἔστιν

ἐν θανάτῳ, περὶ οὗ φησιν ὁ σωτὴρ Ὁ τὸν λόγον μου ἀκούων θάνατον οὐ

θεωρεῖ εἰς τὸν αἰῶνα.

36

Ps 6,8b

Ὅρα εἰ δύναται τὸ Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου καὶ ἑτέραν

νόησιν ἔχειν. ὅτε σὺν δικαιοσύνῃ ἔζων, ἐνέαζον ἀεὶ ζῶν κατὰ τὴν καινότητα

τοῦ πνεύματος καὶ τὴν καινὴν διαθήκην· ἐπειδὴ δὲ ἐξ ἀπροσεξίας ἡμετέρας

μετέστην τοῦ ἐπαινετῶς ζῆν παρὰ τοῖς ἐχθροῖς γενάμενος, πεπαλαίωμαι κατὰ

τὴν τοῦ ἀνθρώπου ἐκείνου παλαιότητα, ὃν ἐκδύσασθαι Παῦλος παραινεῖ

(φαῦλος δὲ βίος οὗτος), ἵν' Ἐνδυσώμεθα τὸν νέον ἄνθρωπον τὸν κατὰ θεὸν

κτισθέντα ἐν ὁσιότητι καὶ γνώσει τῆς ἀληθείας, οὗτος δέ ἐστιν ὁ βίος ὁ

ἀκηλίδωτος.

37

Ps 6,9

Νοήσεις δὲ ταῦτα λέγεσθαι καὶ πρὸς τοὺς τὴν συσκευὴν αὐτῷ κατεργα-

σαμένους ἀοράτους ἐχθροὺς καὶ πονηρὰς δυνάμεις τὰς διαφθονουμένας τῇ

κατὰ θεὸν αὐτοῦ προκοπῇ καὶ μετὰ τὴν ἁμαρτίαν ἐπιχαιρησικάκως λεγούσας

Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ.

38

Ps 6,11

Ἀγαθῆ προθέσει εὔχεται ὑπὲρ τῶν ἐχθρῶν· θέλει γὰρ αὐτοὺς αἰσχυνθῆναι

ἐφ' οἷς ἔπραττον, δι' ἃ καὶ ἐχθροὶ τῶν δικαίων καὶ τοῦ θεοῦ ἦσαν. ἔσται δὲ

τοῦτ' αὐτοῖς ἐπωφελές· ὁ γὰρ ἐξ αἰσθήσεως αἰσχυνθεὶς καὶ ταραχθεὶς ἐπὶ τῇ

ἐνεργουμένῃ ὑπ' αὐτοῦ κακίᾳ, καταγνοὺς αὐτῆς, πεπαύσεται τοῦ ἐνεργεῖν ἔτι

οὕτως.

Βεβαιοῦται ἡ ἐξήγησις ἐκ τοῦ ἐπιφερομένου στίχου οὕτως ἔχοντος·

Ἐπιστραφείησαν ταραχθέντες οἱ ἐχθροὶ, εἰς τὰ ὀπίσω μηκέτι τῆς κακίας

ἔμπροσθεν ἐλαύνοντες ἀλλ' ἀνακάμπτοντες εἰς ἣν κατέλειπον ἐνάρετον

πολιτείαν. τοῦτο δὲ αὐτὸ πρὸς ἀγαθοῦ γινόμενον αὐτοῖς μὴ ἐν ὑπερθέσει

χρονικῇ ἢ ἀνειμένως ἀλλὰ Σφόδρα διὰ τάχους γενέσθω.

39

Ps 7,1

Υἱὸς Ἰεμενεὶ ἐκλήθη ἀπὸ τοῦ δήμου, ὅθεν ἦν ὁ Σαοὺλ καὶ ὁ Σεμεεὶ καὶ ὁ

τὴν ἀγγελίαν καταμηνύσας τοῦ Σαούλ, υἱὸς δὲ Ἀραχὶ ἀπὸ τοῦ πατρός,

ἀρχιεταῖρος δὲ ὁ ἄρχων τῶν φίλων καὶ παλαιὸς κατὰ τὴν φιλίαν.

Ἄιδει δὲ τὸν ψαλμὸν πρακτικῶς, ἅμα καὶ θεωρητικῶς αὐτὸν προφέρων.

εἴρηται δὲ ἐν τῇ ἐπιγραφῇ τοῦ τετάρτου ὡς πρᾶξιν ὁ ψαλμός, θεωρίαν δὲ ἡ

ᾠδὴ δηλοῖ· καὶ ἐπεί εἰσιν ἐπιγραφαὶ ἔχουσαι Ψαλμὸν ᾠδῆς ἢ Ὠιδὴν ψαλμοῦ,

ῥητέον περὶ αὐτῶν, ὡς ψαλμοῦ μὲν ᾠδή ἐστιν ἡ περὶ πρακτικῶν καὶ ἠθικῆς

παιδεύσεως θεωρία, ψαλμὸς δὲ ᾠδῆς ἡ ἀναγκαίως ἐν τῷ θεωρεῖν τὴν

ἀλήθειαν παραλαμβανομένη πρᾶξις· πολλὰ γὰρ πράττεται ὑπὲρ θεωρίας τῆς

σοφίας, ἃ ψαλμὸν ᾠδῆς οὐκ ἀπὸ σκοποῦ τις ἐρεῖ. τούτων ὧδε θεωρουμένων,

εἰκότως τὸν προκείμενον ψαλμὸν ᾄδει ὁ Δαυὶδ πρακτικὸν ὄντα θεωρῶν περὶ

ἑκάστου τῶν πραττομένων σοφῶς καὶ πάνυ θεοπρεπῶς, γνῶναι θέλων τί

ἕκαστον δηλοῦται ἐκ τῶν οὕτως αἰσθητῶς ἐπιτελουμένων.

Ἐκθετέον δὲ καὶ αὐτὰς τὰς τοῦ ψαλμοῦ λέξεις οὕτως ἀρχομένας· Κύριε

ὁ θεός μου 〈κ.τ.λ.〉

40

Ps 7,2—3

Τίς δὲ οὗτος ἢ ὁ εἰπὼν Σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ, ὁ ἐληλυθὼς Ζητῆσαι

καὶ σῶσαι τὸ ἀπολωλός, καὶ Δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ἀντὶ πολλῶν·

ταῦτα δὲ δηλοῖ, ὡς ὁ πατὴρ θεὸς ὢν σῴζει διὰ υἱοῦ θεοῦ λόγου ὄντος· ὅθεν

οὐδὲ ἐν τοῖς προκειμένοις διαιρετέον τὴν θεότητα πατρὸς καὶ υἱοῦ, ὡς ἔδοξέ

τισιν.

41

Ps 7,7—8

Παρακαλῶ Κύριε, ἀναστάντα σε ἐν ὀργῇ ὑψηλὸν ἐν τοῖς πέρασιν τῶν

ἐχθρῶν ὀφθῆναι· οὕτω γὰρ τέλος ἕξει τὰ τῆς ἀδικίας, δι' ἣν ἐχθροί μου

τυγχάνουσιν. δυνατὸν πέρατα ἐχθρῶν εἰπεῖν τὰς ἀλαζονείας καὶ ὑψαυχενίας

αὐτῶν, ἐφ' ἃς φθάσαντες καὶ εἶναι βέβαιοι ἐν αὐταῖς ἡγούμενοι ἐν τέλεσιν

ἀρίστοις εἶναι ἑαυτοὺς ὑπονοοῦσιν. οὐκ ἀμυντικοῦ ἡ εὐχή· Μὴ γὰρ ἀποδιδοὺς

κακὰ ἀντὶ κακῶν, φειδὼ πρὸς τοὺς ἐχθροὺς ὄντας αὐτῷ ἔχων, εὔχεται γνῶναι

αὐτούς, ὡς θεὸς ὑψοῦται ἐν τοῖς πέρασιν αὐτῶν, ὀργῇ χρησάμενος οὐ κατὰ

τῆς οὐσίας αὐτῶν ἀλλ' ἧς ἔχουσιν χειρίστης προθέσεως. φερομένης δὲ γραφῆς

ἐχούσης Ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, φανεροῦται ὡς οἱ τοῦ ἁγίου καὶ

θεοῦ τυγχάνουσιν ἐχθροί.

42

Ps 7,9

Μονονουχὶ κατὰ τὴν ἀκακίαν καὶ δικαιοσύνην τὴν ἐμὴν ἐπάγαγέ σου τὸ

κρίμα· οὕτω γὰρ καὶ δικαιωθήσομαι, ἀδικίας οὐχ εὑρισκομένης ἐν ταῖς

πράξεσίν μου. ἀκακίαν δὲ ἐν τούτοις, φησίν, οὐ τὴν εὐήθειαν ἐκληπτέον κατὰ

τὸ γεγραμμένον Ἄκακος πιστεύει παντὶ λόγῳ, ἀλλὰ τὴν ἁπλότητα τὴν δόλου

καθαρεύουσαν, καθ' ὃ σημαινόμενον εἴρηται πρὸς τὸν θεὸν ὑπὸ τοῦ ἁγίου Ἐμοῦ

δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ τὸ Ἐν ἀκακίᾳ μου ἐπορεύθην.

Φερομένου ἔν τισιν ἀντιγράφοις Κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην

σου, ἐξηγητέον τὴν λέξιν οὕτως· ἔστιν τις δικαιοσύνη θεοῦ ἀνθρώποις ἐφικτή,

διαστελλομένη πρὸς δικαιοσύνην ὑποδεεστέραν. Παῦλος γοῦν περὶ τῆς

διαφορᾶς τούτων γράφων περὶ Ἰουδαίων Μαρτυρῶ γὰρ αὐτοῖς, ἔφη, ὅτι ζῆλον

θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ

δικαιοσύνην καὶ τὴν ἰδίαν θέλοντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ

ὑπετάγησαν. θεοῦ δὲ δικαιοσύνην λέγων τὴν εἰς πάντας τοὺς πιστεύοντας διὰ

Ἰησοῦ Χριστοῦ γινομένην, ἣν καὶ αὐτὸς ἔσχεν ποθήσας, λέγει πάντα

ἀποπεπέμφθαι δι' ἃ ἰουδαϊκῶς δίκαιος ὑπῆρχεν, ἵνα εὑρεθῇ τὴν ἐκ θεοῦ διὰ

πίστεως δικαιοσύνην ἔχων καὶ μὴ τὴν ἑαυτοῦ. ταύτην καὶ τοῖς μαθηταῖς

ὑπαρχθῆναι ὁ Ἰησοῦς θέλων εἶπεν πρὸς αὐτοὺς Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ

δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν

βασιλείαν τῶν οὐρανῶν. ταύτης τῆς διαστολῆς οὔσης ἀνθρωπίνης δικαιοσύνης

καὶ τῆς τοῦ θεοῦ, κατὰ τὴν τοῦ δεσπότου βούλεται κριθῆναι, εἰδὼς ὡς

Ἀποβήσεται αὐτῷ εἰς σωτηρίαν τὸ οὕτω κριθῆναι.

43

Ps 7,10—11

Ἐπὶ θεοῦ τὸ ἐξετάζειν καὶ ἐρευνᾶν καρδίας, οὐ τὸ ζητεῖν καὶ ἀνιχνεύειν

δηλοῖ, ἀλλὰ τὸ παντελῆ κατάληψιν ἔχειν· γνώστης γὰρ τῶν κρυπτῶν ἐστιν,

καὶ πᾶς νοῦς αὐτῷ πεφανέρωται.

Νεφροὺς δὲ οὐ τοὺς σωματικοὺς ἀκούειν δεῖ, ἀλλὰ ψυχῆς νοητικὰς

δυνάμεις ὁμωνύμως τοῖς σωματικοῖς καλουμένας. παρίσταται τοῦτο ἐκ

πλειόνων γραφῶν, ὧν μία ἐστὶν ἡ Ἐγγὺς εἶ τοῦ στόματος αὐτῶν, πόρρω δὲ

ἀπὸ τῶν νεφρῶν. εἴρηται τοῦτο περὶ φαύλων ἀνθρώπων, λόγῳ μὲν

ὁμολογούντων θεὸν εἶναι, οὐκ ἐχόντων δὲ αὐτὸν ἐν διανοήσει.

Δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.

δυνάμει τοῦτο διδάσκει, εἰ τοὺς εὐθεῖς τῇ καρδίᾳ σῴζει. ἀπαιτῶ δὲ δικαίαν

βοήθειαν παρ' αὐτοῦ ἐφ' ᾗ σωθήσομαι· εὐθείαν καρδίαν ἔχω ἐκτὸς οὖσαν

παντὸς δόλου· διὸ καὶ ἐπὶ τῇ ἀκακίᾳ μου κριθῆναι δέομαι.

44

Ps 7,12—14

Δέησιν προσενέγκας ἐπὶ τῷ συντελεσθῆναι τὴν πονηρίαν τῶν ἁμαρτωλῶν

καὶ ὑψωθῆναι τὸν κύριον ἐπὶ τοῖς πέρασι τῶν ἐχθρῶν ἀναστάντα ἐν ὀργῇ

δι' ἀγάπην τὴν πρὸς τοὺς πλησίον, οὐδένα βούλεται ἀκουσίως παθεῖν τὴν

συντέλειαν τῆς πονηρίας ἀλλὰ γνώσει προαιρετικῇ γνόντας τὸν θεὸν κριτὴν

τυγχάνοντα. εἰ δὲ κριτὴς δίκαιος ὁ θεός, φοβητέον τὸ ἁμαρτάνειν· ἔχομεν γὰρ

τὸν λόγον πρὸς κριτὴν τὸ κρυπτὸν ὁρῶντα καὶ μηδὲν τῶν δρωμένων

ἀγνοοῦντα.

Ὥσπερ δὲ κριτής, οὕτω καὶ δίκαιός ἐστιν κατ' ἀξίαν ἐπάγων τὸ κρίμα

τοῖς ὑπ' αὐτοῦ δικαζομένοις. κριτὴς δὲ ὢν δίκαιος καὶ ἰσχὺν ἔχει ὥστ'

ἀμελλητὶ δύνασθαι κολάζειν τοὺς πταίοντας. εἴ ποτ' οὖν τις μὴ παρ' αὐτὰ

δίκας εἰσπράττεται τῶν ἀσεβουμένων καὶ ἁμαρτανομένων, μακροθυμίᾳ τῇ ἐξ

ἀγαθότητος τοῦ κριτοῦ γίνεται ὑπέρθεσις τῆς ἀνταποδόσεως· εἰ γὰρ δίκαιος

κριτὴς καὶ ἰσχυρὸς ἦν μόνον, ἄρδην τὸ πᾶν ἀπώλλυτο, τῆς διανοίας τῶν

ἀνθρώπων ἐπιρρεπῶς ἐχούσης πρὸς τὸ ἁμαρτάνειν, τῷ δὲ ἔχειν πρὸς τοῖς

εἰρημένοις καὶ τὸ μακροθυμεῖν. ἀγαθὸς γὰρ οὐ καθ' ἑκάστην ἡμέραν ὀργὴν

ἐπάγει, καίτοι ἑκάστοτε ἀσεβείας οὔσης καὶ ἁμαρτημάτων γινομένων.

μακροθυμεῖ δὲ οὐχ ἵνα ἐπιμένωμεν τῇ κακίᾳ ἀλλ' ἵνα καιρὸν καὶ τόπον

μετανοίας ἔχωμεν· βούλεται γὰρ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ ἵνα ζῇ ὑπὲρ

τὸν θάνατον ὃν δέχεται ἐπιμένων τῷ ἁμαρτάνειν, τὸ λεγόμενον ἀγνοῶν ὅτι

Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει.

Πλὴν εἰ καὶ μὴ ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν δι' ὑπερβάλλουσαν

ἀγαθότητά τε καὶ μακροθυμίαν, ἀλλά γε τοῖς ἐμμένουσι τῇ κακίᾳ διὰ βίου

ἐπαχθήσεται ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς τουτέστιν ἐν ἡμέρᾳ κρίσεως. Ἐὰν γὰρ

μὴ ἐπιστραφῆτε, φησίν, ἡδόμενοι τῷ ἐμμένειν τῇ ἁμαρτίᾳ, στιλβώσει τὴν

ῥομφαίαν αὐτοῦ (ἀντὶ τοῦ ἀκονήσει). σὺν αὐτῇ δὲ καὶ τὸ τόξον αὐτοῦ

εὐτρεπίσει, ἑτοιμάζων ἐν αὐτῇ σκεύη θανάτου, ἐξεργασάμενος ἤδη τὰ τῶν

κολάσεων βέλη κατὰ τῶν καιομένων ἐκ τῆς πυρώσεως τῶν παθῶν. πολλαχοῦ

τῶν θείων παιδευμάτων εὑρίσκεται δηλουμένη ἡ κόλασις τῷ τῆς ῥομφαίας

ὀνόματι. τὸ γὰρ ἐν Ἄμως τῷ προφήτῃ οὕτως ἔχον Ἐν ῥομφαίᾳ τελευτήσουσιν

πάντες ἁμαρτωλοὶ λαοῦ, οὐκ αἰσθητὴν μάχαιραν σημαίνει· οὐ γὰρ ἐξ ἅπαντος

πάντες οἱ ἁμαρτωλοὶ σφαγῇ προχείρως νοουμένῃ ἀναιροῦνται· οὗ μὴ ὄντος

ἀναγκαίου παρίσταται πάντας τοὺς ἁμαρτωλοὺς κολάσει τελευτᾶν παραδοθέν-

τας ψυχῇ καὶ σώματι ἀπολέσθαι ἐν γεέννῃ. τὸ αὐτὸ δηλοῦται καὶ ἐν τῷ

προφήτῃ Σοφονίᾳ, λέγοντος τοῦ θεοῦ· Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι

ῥομφαίας μού ἐστε, τῇ σαφηνισθείσῃ θεοῦ ῥομφαίᾳ παντὸς διὰ σκοτασμὸν τὸν

ἐξ ἀγνοίας καὶ κακίας Αἰθίοπος προσαγορευομένου. φανερώτατα δ' ἐν Ἐξόδῳ

ἀντὶ ὠμοτάτης τιμωρίας ἡ ῥομφαία παρελήφθη· ἔνθα οἱ γραμματεῖς τῶν υἱῶν

Ἰσραὴλ οἱ ἐπὶ τῶν ἔργων τοῦ τυράννου, ὑπ' αὐτοῦ χειροτονηθέντες, πικροτάτῃ

ἀπειλῇ καὶ θλίψει ὑποπεσόντες συντυχόντες Μωυσεῖ καὶ Ἀαρὼν ἔλεγον

ἐπαρώμενοι· Ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι· ἐβδελύξασθε γὰρ τὴν ὀσμὴν ἡμῶν

ἐναντίον Φαραὼ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς. οὐ

γὰρ τὴν ἐκ σιδήρου μάχαιραν…

ταῦτ'…

Πα…

The complete text is available when the reading interface loads.