Fragmenta in Joannem
- Edition reference
- Fragmenta in Joannem (in catenis), ed. J. Reuss, Johannes-Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 89. Berlin: Akademie-Verlag, 1966]: 177–186.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg025.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
10 col2
ἐπαινετῶν πράξεων ἔννοιαι, ἀλλὰ καὶ
τῆς γνώσεως, τῆς ἀληθείας. ὁ τοίνυν
κατὰ τὰς κοινὰς ἐννοίας <ἀκούσας
καὶ μαθὼν παρὰ τοῦ πατρὸς
ἔρχεται> διὰ τῆς πίστεως <πρὸς> τὸν
κύριον.
καὶ μετ' ὀλίγα· διδάσκων δι'
ἀποκαλύψεως τὰ περὶ τοῦ υἱοῦ ὁ <πα-
τὴρ> ἄγει <πρὸς> αὐτὸν τοὺς ἀκούοντας
καὶ μαθόντας·
οὕτω γὰρ καὶ τὸν Πέτρον δι' ἀπο-
καλύψεως εἰς τὸ πιστεύειν τῷ υἱῷ
ἤγαγεν ἀποκαλύψας αὐτόν.
11 col1
Jo 6, 58
Οὐρανὸν λέγει σημαίνεσθαι τὴν
ὡσανεὶ περιωπὴν καὶ κατάστασιν τοῦ
θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς
αὐτοῦ οὐσίας τυγχάνει. «ζωῆς» δὲ
«ἄρτος» «ὁ καταβαίνων» ὁ τοῦ θεοῦ
θρεπτικὸς λόγος ἐστίν, ὃν ἐσθίει
ὁ πρὸς αὐτὸν ἐρχόμενος τῷ τὴν ἀρετὴν
ἐνεργεῖν. ἐπειδὴ δὲ οὐ μόνον διὰ
πράξεως ἰέναι δεῖ πρὸς αὐτόν, ἀλλὰ
καὶ ἐπιστημονικῶς πιστεύειν τὰ κατὰ
θεωρίαν ἀληθῆ, πίνει τις ἐξ αὐτοῦ ἐκ
πηγῆς «ὕδωρ ζῶν» καὶ ἐξ ἀμπέλου
οἶνον εὐφραίνοντα «καρδίαν ἀνθρώ-
που». ὅθεν κατὰ τὴν πρακτικὴν ἀρετὴν
μεταλαμβάνοντες ἐσθίομεν, κατὰ δὲ
τὴν διανοητικὴν πίνομεν ὡς ἀεὶ ζῆν
κεκορεσμένους καὶ μηδέποτε διψῆν
πεπωκότας ἀπ' αὐτοῦ. εἰ δὲ ἐναντίον
δοκεῖ τὸ «μακάριοι οἱ πεινῶντες καὶ
διψῶντες τὴν δικαιοσύνην», οὐδαμῶς
τυγχάνει διαφωνία· εἰ γὰρ μὴ πεινᾷ
τις μηδὲ διψᾷ φαγὼν τούτου τοῦ
ἄρτου καὶ πιὼν τοῦ ἀθανάτου πώμα-
τος, ἀλλ' ὅμως διὰ τὸ ἐράσμιον καὶ
ἀξιέπαινον τῆς τροφῆς καὶ τοῦ ποτοῦ
ὁ χορτασθεὶς ἔτι πεινᾷ καὶ πινὼν ἔτι
διψᾷ ὥστε καὶ ἀεὶ κορέννυσθαι καὶ
πεινᾶν.
11 col2
Ποῖον οὐρανὸν σημαίνει ἐνταῦθα
ἐκ τῶν τριῶν οὐρανῶν, τὸν ἀρχέγονον,
τὸ στερέωμα, τὸν ἀέρα· ἐκ τούτων
οὐδένα χρὴ νοεῖν, ἀλλὰ τὴν ὡσανεὶ
περιωπὴν καὶ κατάστασιν τοῦ θεοῦ,
ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ
οὐσίας τυγχάνει. «ζωῆς» δὲ «ἄρτος»
«ὁ καταβαίνων» ὁ τοῦ θεοῦ θρεπτικὸς
λόγος ἐστίν, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν
ἐρχόμενος τῷ τὴν ἀρετὴν ἐνεργεῖν.
ἢ καὶ οἱ κατὰ μέθεξιν τῆς αὐτοῦ
διδασκαλίας πρακτικὴν ἀρετὴν μετιόν-
τες ἐσθίειν λέγονται, κατὰ δὲ τὴν
διανοητικὴν ἐξέτασιν τοῦ κεκρυμ-
μένου τῆς γραφῆς πίνειν λέγονται
καθώς φησιν ὁ Χριστός· «μακάριοι οἱ
πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύ-
νην» οἱ καὶ πρᾶξιν καὶ νόησιν ταύτης
μετιόντες.
12
Jo 8, 51—52
Τοῦ σωτῆρος εἰρηκότος <μὴ> θεωρήσειν <θάνατον> τὸν τηροῦντα <τὸν λόγον>
οἱ παρόντες Ἰουδαῖοι σφαλέντες τὸ θεωρῆσαι <θάνατον> ταὐτὸν εἶναι τῷ γεύ-
σασθαι αὐτοῦ ὑπέλαβον· δοκεῖ γὰρ αὐτοῖς ὅσον ἐπὶ ταῖς αὐτῶν λέξεσιν ἐκεῖνον
μὴ γεύσασθαι θανάτου τὸν πεῖραν τοῦ κοσμικοῦ μὴ λαβόντα θανάτου· τοῦτο
δὲ δοκεῖ ἀνατρέπειν τὴν κυριακὴν ἐπαγγελίαν, τεθνηκότων καὶ τῶν τηρησάντων
αὐτοῦ <τὸν λόγον,> γέγονε δὲ αὐτοῖς ἀπάτη τὸ θέλημα πανούργως σοφίσασθαι
ἐξ ὁμωνυμίας· ὁ γὰρ τηρῶν <τὸν> Ἰησοῦ <λόγον> τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ
<θάνατον οὐ μὴ> θεωρήσει, εἰ καὶ γεύσεται τοῦ κοινοῦ καὶ σωματικοῦ θανάτου.
ἐπεὶ δὲ καὶ ἀπροσδιορίστως εἶπον <οἱ προφῆται> ἀπέθανον μὴ προσθέντες τὸ
πάντες, οὐ μάχεται τὸ μὴ τεθνάναι Ἐνὼχ καὶ Ἠλίαν.
13
Jo 8, 56
Ζητητέον τίνα λέγει <ἡμέραν>—τὴν νοητὴν τοῦ κυρίου <ἡμέραν>.
14
Jo 9, 37
Πεφώτισται «τοὺς ὀφθαλμοὺς τῆς καρδίας» ἐλλαμπόμενος ὑπὸ τοῦ φωτὸς
τοῦ ἀληθινοῦ. ὁ ἀπ' ἐναντίας ἔχων τούτῳ τυφλωθεὶς ὑφ' ἧς ἔχει ἀγνοίας δοκεῖ
μὴ ἔχειν ἁμαρτίαν τῷ μὴ ἑκουσίως πράττειν ἁδρὰ ἡμαρτηκώς. αὐτὸ δὲ τὸ
ἀγνοεῖν κατ' ἄλλον τρόπον ἁμάρτημά ἐστιν· ἐνῆν γὰρ λογικὸν ὄντα ἐπιστήμην
ἀγαθοῦ καὶ κακοῦ ἔχειν. ἀμελήσεως οὖν τούτου ὑπὲρ αὐτῆς τῆς ἀγνοίας ἐγκα-
λεῖται. εἰς τοῦτο λήψῃ τὸ «ὁ δοῦλος ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ κυρίου δαρήσεται
ὀλίγας».
15
Jo 10, 9
<Θύρα> ὁ τοῦ θεοῦ λόγος τυγχάνει τοῖς πρὸς θεὸν εἰσερχομένοις κατὰ τὸ
«εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει»· πρὸς τούτοις ἔσω ἀνθρώπου τοῦ νοὸς
ὄντος, ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω
ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως ὁ νεκρῶν «τὰ μέλη
τὰ ἐπὶ τῆς γῆς» καὶ «τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι» περιφέρων τῷ
ἑαυτοῦ ἐξέρχεται «διὰ τῆς θύρας» φιλοτιμούμενος μηδὲ ἐνδημοῦντι εὐάρεστος
αὐτῷ εἶναι.
16
Jo 10,29
Δίδωσιν ὁ <πατὴρ> τῷ υἱῷ τοὺς κατὰ τὸ ἀγαθὸν πεποιωμένους ὡς ἀνυπερ-
βλήτῳ ποιότητι· «πᾶν» γὰρ «ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει», καὶ «ἰδοὺ
ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός»· ὡς γὰρ ἄγει πρὸς τὸν πατέρα ὁ υἱὸς
καὶ παραδίδωσι αὐτῷ τοὺς οἷς ἅπτει ἑαυτὸν εἰς κατανόησιν παρασχὼν κατὰ
τὸ 〈ὁ〉 «ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα», οὕτω δίδωσιν ὁ <πατὴρ> τῷ υἱῷ
τούτους, οἷς γνωρίζει αὐτόν, καθάπερ τὸν Πέτρον· οὐ γὰρ «σὰρξ καὶ αἷμα,
ἀλλ' ὁ πατὴρ ἀπεκάλυψεν» τὸν υἱόν. πάντες οἱ οὕτως ἐκ πατρὸς γνόντες τὸν
υἱὸν ἐπιτυγχάνουσιν τῶν δοθέντων τῷ υἱῷ δι' ὑπερβάλλουσαν τελειότητα τούτων
οὕτως ἐχόντων. πῶς Ἰούδας; εἷς ὢν καὶ αὐτὸς τῶν δοθέντων ὑπὸ τοῦ πατρὸς
τῷ υἱῷ κατὰ τὸ οὓς «δέδωκάς μοι» ἐτήρησα καὶ «οὐδεὶς ἀπώλετο ἐξ αὐτῶν εἰ
μὴ ὁ υἱὸς τῆς ἀπωλείας» μετέπεσεν ἐκ τοῦ τηλικούτου μεγέθους ὡς «υἱὸς
ἀπωλείας» χρηματίσαι· οὐ γὰρ ἔτι χώραν εἶχεν ἐκ κατασκευῆς κακὸν εἶναι τὸν
Ἰούδαν ὡς οἴονται οἱ ἑτερόδοξοι τοσαύτης μεταβολῆς περὶ αὐτὸν εὑρισκομένης.
17
Jo 14,28
Τὸ <μείζων> ἐνταῦθα πῶς ἐξείληφεν; ἆρα ὡς ἐπὶ μεγέθους σωμάτων; ἢ
ὡς <μείζων> ἐν χρόνῳ; ἢ ὡς ἐν ἀρετῇ πλείονι κεκοσμημένος; ἀλλὰ ταῦτα πάντα
ἐντὸς ποσότητός ἐστι καὶ τῶν ἐνδεχομένων καὶ μεμετρημένων. οὐδὲν δὲ ἐνδε-
χόμενον καὶ μεμετρημένον ἐν τῷ θεῷ. οὐκ ἄρα τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ
θεοῦ λόγου ἢ ἐπὶ τοῦ πατρὸς εἴρηται· θεὸς γὰρ μετρεῖσθαι ἢ διαγράφεσθαι
οὐ πέφυκεν. εἰ δὲ φήσεις μείζονα εἶναι τὸν πατέρα, ὅτιπερ ἀγέννητος, ὁ δὲ υἱὸς
γεννητός, ἐροῦμεν, ὅτι τῶν οὐσιῶν οἱ τρόποι, οὐ τῶν ὑπάρξεων. καὶ μάλιστα
ἐπὶ τῶν ἀποίων καὶ ἀσωμάτων οὐκ ἐλαττοῦσι τὴν ἀξίαν τῶν ὁμοουσίων τὸ
ἔλαττον ἢ τὸ μεῖζον τῷδε ἢ τῷδε παρέχοντες· οὐ γὰρ πέφυκε τὸ ὂν οὐσίᾳ καὶ
γνώσει ἁπλοῦν μέτρῳ ἢ ποσότητι μεγέθους συγκρίνεσθαι. διὰ τί οὖν ἐρρήθη;
ὁ σωτὴρ ἑνὶ λόγῳ διττὸν ἀπετείνατο διδασκαλίας τρόπον· διπλῆ γὰρ ἡ τοῦ
εἰρημένου ῥήματος ἔννοια. οἷον διὰ τοῦ «ὁ πέμψας με» καὶ ὑπάγω τὸ ἐν τόποις
περιεχόμενον ᾐνίξατο σῶμα περιγραπτὸν ὂν καὶ οὐ τὴν τὰ πάντα περιέχουσαν
αὐτοῦ ἀπερίγραπτον θεότητα. διὰ δὲ τοῦ συγκριτικοῦ ῥήματος τοῦ λέγειν
<μείζων> ἑαυτοῦ τὴν θεότητα ἐμφαίνει συγκρινομένην τῷ πατρί, ὅτιπερ ὁμο-
ούσιός ἐστιν, τῇ δὲ προσλήψει τοῦ σώματος, τοῦ πατρὸς ἐπινοουμένην ἥττω
κατὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον. καὶ μὴ θαυμάσῃς, εἰ τοῦ πατρὸς ἥττων
〈εἶναι〉 λέγει ὁ σωτὴρ ἄνθρωπος γενόμενος, ὁπότε καὶ τῶν ἀγγέλων βραχύτερος
εἴρηται κατὰ τόδε· «βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν
διὰ τὸ» πάθος «τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον». ἐρρέθη δὲ καὶ
τῶν ἑαυτοῦ μαθητῶν ἥττων· «ἐγὼ δέ», φησίν, «εἰμὶ ἐν μέσῳ ὑμῶν ὡς ὁ δια-
κονῶν» καὶ ὡς ὁ μικρότερος. τὰ οὖν συγκρινόμενα ὁμοούσια, τὰ δὲ ἁπλᾶ καὶ
γνώσει καὶ οὐσίᾳ οὐκ ἐπιδέχεται τὸ μεῖζον καὶ τὸ ἔλαττον. εἰ δὲ ἐπὶ τῆς θεό-
τητος τοῦ υἱοῦ ἄνευ τοῦ εἰληφέναι σάρκα βούλει ἐκλαβεῖν τὸ «ὁ πέμψας με»
<πατὴρ μείζων μού ἐστιν,> ἐν τόποις αὐτὸν δώσεις περιεχόμενον καὶ συγ-
κλειόμενον, πεμπόμενον δὲ ὅπου οὐκ ἦν, καὶ μεταίροντα ὅθεν ἐστίν· ὅπερ
ἄτοπον.
18
Jo 17,1
Ἐδόξασε μὲν ὁ πατὴρ <τὸν> ἴδιον <υἱὸν> ὑποθεὶς τὴν ὑφ' ἡλίῳ τοῖς σκήπτροις
αὐτοῦ, ἀντεδοξάσθη δὲ καὶ αὐτὸς διὰ τούτου· ὁ μὲν γὰρ υἱὸς ἐδοξάσθη παρὰ
τοῦ πατρὸς πιστευθεὶς παρὰ πάντων, ὅτι γέννημα καὶ καρπός ἐστιν τοῦ πάντα
ἰσχύοντος. ἀντεδοξάσθη δὲ ὥσπερ παρὰ τοῦ ἰδίου γεννήματος ὁ πατήρ· ἐπειδὴ
γὰρ πάντα ἰσχῦον ἐπιτελεῖν εὐκόλως ἐγνώσθη τὸ γέννημα, διέβη τῆς εὐκλείας
ἡ χάρις εἰς τὸν τεκόντα αὐτό. ὥσπερ οὖν, φησίν, ἐδόξασας καὶ ἐδοξάσθης δοὺς
αὐτῷ τὴν κατὰ πάντων ἐξουσίαν καὶ κυριότητα κατὰ τὸν εἰρημένον δηλονότι
τρόπον, οὕτω θέλω, ἵνα μηδὲν τῶν δοθέντων ἀπόληται· δόξα γὰρ καὶ αὐτὴ
εἰς ἡμᾶς διαβαίνει· ἔδει γὰρ, ἔδει τὸ ὑπεξούσιον ὅλως καὶ ὑπὸ χεῖρα γεγενη-
μένον τοῦ πάντα ἰσχύοντος θεοῦ λόγου διασεσῳσμένον ἅπαξ καὶ ἐν ἀτελευτήτοις
μεῖναι τοῖς ἀγαθοῖς ὡς μηκέτι μὲν τυραννεῖσθαι θανάτῳ μηδὲ φθορᾷ κρατεῖσθαι
ἢ ἁμαρτίαις καὶ τοῖς ἀρχαίοις ὑποκεῖσθαι κακοῖς.
19
Jo 17,1—3
Τοῦτ' ἔστιν ὃ λέγει· ἀποκάλυψόν με τοῖς ἀγνοοῦσιν, φανέρωσόν μου τὴν
δόξαν, ἣν ἔχω παρά σοι ὁ θεὸς ὁ λόγος τυγχάνων· «οὐδεὶς» γὰρ «δύναται»,
φησίν, «ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πέμψας με πατὴρ ἑλκύσῃ αὐτόν». ὡσαύτως
δ' ἐστὶν ἀκοῦσαι καὶ τὸν υἱὸν δοξάζοντα τὸν πατέρα κατὰ τὸ ἀποκαλύπτειν
αὐτὸν τοῖς οὐκ εἰδόσι θεόν. κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα τὸ ἅγιον
λέγεται δοξάζειν τὸν υἱὸν ἐν τῷ ἀποκαλύπτειν αὐτὸν τοῖς ἀγνοοῦσιν.
εἰ δὲ καὶ ἐνταῦθα—περὶ αὐτοῦ φαντάζεσθαι τέως.
<αὕτη δέ ἐστιν ἡ αἰώνιος>—θεοῦ υἱὸν ἐκβαλοῦσιν.
τοῦτο δὲ εἰδέναι χρή, ὅτι τὸ αἴτιον ἀντὶ τοῦ αἰτιατοῦ φησιν· τὸ γὰρ εἰδέναι
τὸν ἀληθινὸν προξενεῖ ἡμῖν τὴν αἰώνιον ζωήν.
20
Jo 17,5
Ἡ προκόσμιος τοῦ υἱοῦ τοῦ θεοῦ δόξα τί ἂν εἴη ἕτερον ἢ αὐτὸς θεὸς
λόγος, αὐτὸ «φῶς ἀληθινόν», οὐ γὰρ ὡς ἄλλος ὢν παρὰ τὴν δόξαν ὑπ' ἄλλης
δόξης δι' ἄλλου δοξάζεται αὐτὸς ὤν, ὡς προεῖπον, ὁ «κύριος τῆς δόξης» καὶ
βασιλεὺς δόξης. ἀλλ' ἐπειδὴ «ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών» —ὁ γὰρ
«λόγος», φησίν, «σὰρξ ἐγένετο» καὶ εἴδομεν αὐτὸν «καὶ οὐκ εἶχεν εἶδος οὐδὲ
κάλλος»—πολλοὶ δὲ ἠπίστουν τῇ τοσαύτῃ γενομένῃ συγκαταβάσει, πολλοὶ
ἠπίστουν, ὅτι ὁ θεὸς ἄνθρωπος ἐγένετο τούτου ἕνεκεν, ἀποκαλύπτεσθαι αὐτοῦ
τὴν θεότητα τοῖς ἀγνοοῦσι βουλόμενος, λέγει· «πάτερ δόξασόν σου τὸν υἱόν»,
τοῦτ' ἔστιν ἀποκάλυψόν με τοῖς ἀγνοοῦσι, φανέρωσόν μου τὴν δόξαν ἣν ἔχω
παρά σοι θεὸς λόγος τυγχάνων. 〈διὸ〉 εἶπε Παῦλος, «ὅτε εὐδόκησεν» ὁ θεὸς
«ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν».
Röm 7 Ἀγαθοεργῶν ὁ θεῖος ἀπόστολος εἰκὼν ἀκηλίδωτος ἐγίνετο τῶνμαθητευομένων, ὅτου χάριν καὶ ἐκέκραξεν· <μιμηταί μου γίνεσθε,καθὼς καὶ ἐγὼ Χριστοῦ.> τοιγαροῦν οὐκ αὐτοῦ ἐστι κατὰ κυριο-λεξίαν ὃ ἔφη· <οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου τὸἀγαθόν,> ἀλλ' οὐδὲ τὸ <ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς μεῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;> ἀλλὰ ταῦτακαὶ ὅσα τοιαῦτα ἐν παρενθέτῳ προσώπῳ ὑποκρινόμενος λέγει πρὸςἔλεγχον τῶν φιλαμαρτημόνων. ὥσπερ δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶνσφῶν πράξεων <σαρκικούς, ψυχικούς, πνευματικοὺς> καὶἑτέροις μυρίοις ὀνόμασι καλεῖν οἶδεν ἡ θεία γραφή, οὕτω δὴ καὶ τὸνδιάβολον οὐ μόνον <σατανᾶν> καὶ <ἀντικείμενον> καὶ <διάβολον>καὶ <ὄφιν> καὶ <λέοντα> καλεῖν οἶδεν καὶ <Βελίαρ,> ἀλλὰ γὰρ καὶ<σάρκα> καὶ <νόμον> καὶ <ἁμαρτίαν> καὶ <θάνατον·> τούτοις γὰρἐδουλεύσαμεν διὰ τῆς παρακοῆς καὶ οὐ τῷ Χριστῷ. ὅτου χάριν λέγει·<ὅτε ἦμεν ἐν τῇ σαρκί,> δηλῶν ὡς νυνὶ οὐκέτι ὄντων αὐτῶν ἐνσαρκί, καίπερ ὄντων ἐν σαρκί, ὡς οὐκ ἄρα τὴν σάρκα ἣν περικείμεθαδιαβάλλων, ἀλλὰ τὴν ὁμωνύμως αὐτῇ λεγομένην σάρκα, ἧς καὶἀπηλλάγημεν διὰ τὸ ἀποθανεῖν ἡμᾶς ἐν Χριστῷ διὰ τοῦ συνταφῆναιαὐτῷ διὰ τοῦ βαπτίσματος. ὄντως ταύτης ἠλευθερώθημεν τῆς σαρκός·ἐπιφέρει γὰρ λέγων· <νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμουτῆς ἁμαρτίας, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστεδουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιό-τητι γράμματος.> εἰθ' οὕτως ἤρξατο πάλιν τῆς καθ' ὑπόθεσινπροσωποποιΐας, ἀρξάμενος ἀπὸ τοῦ <τί οὖν ἐροῦμεν; ὁ νόμοςἁμαρτία; μὴ γένοιτο·> ἕως τοῦ <ταλαίπωρος ἐγὼ ἄνθρω-πος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;>ἄσειστον θεμέλιον προθέμενος ἐν προλόγῳ τὴν ἑαυτοῦ ἀπολογίαν οὕτωλέγων· <τί οὖν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο,> καὶ ὅτι ὁ <μὲννόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.>ἐνταῦθα <νόμον> λέγει οὐ τὸν <ἀντιστρατευόμενον τῷ νόμῳτοῦ νοὸς> ἡμῶν, ἀλλὰ τὸν προπαραινετικόν, τὸν τοὺς ἁμαρτάνονταςκολάζοντα. ὅτου χάριν καὶ συνεψηφίσατο αὐτῷ ὡς ὁσίῳ καὶ δικαίῳκαὶ ἀγαθῷ. εἰθ' οὕτως ἤρξατο πάλιν ἐπιλύειν ἀκολούθως οἷς ἀνωτέρωπροεῖπεν, λόγον εὐχάριστον προοιμιασάμενος οὕτως· <εὐχαριστῶ τῷθεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.> εἶτα πρὸς κατά-κρισιν τῶν τοιάδε ἀφορμαζομένων καὶ κακιζόντων ἃς περικείμεθα σάρκας,λέγει ἐπερωτηματικῶς <ἆρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύωνόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας;> ἆρα κἀγὼ Παῦλοςμεμέρισμαι, πῆ μὲν δουλεύων νόμῳ θεοῦ, πῆ δὲ νόμῳ ἁμαρτίας; ἆρατὸν Χριστὸν καὶ τὸν Βελίαρ ἅμα καὶ κατὰ τὸ αὐτὸ ἔχω ἐν ἐμαυτῷ; ἆραἐγὼ ὁ λέγων· <ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός,>ψευσάμενος τὴν ἁμαρτίαν ζῶσαν ἔχω ἐν ἐμαυτῷ; ὁ ἄλλοις προσφωνήσας·<οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖνἁγίου πνεύματός ἐστιν,> καὶ <δοξάσατε τὸν θεὸν ἐν τοῖςμέλεσιν ὑμῶν,> αὐτὸς ἐγὼ ἐν τῷ σώματι οὐδὲν ἔχων ἀγαθόν; ἀλλ'οὐκ ἔστι τοιοῦτος, οὐκ ἔστιν· μὴ γένοιτο· <τέκνον> γὰρ <ὀργῆς> καὶ<σκεῦος ὀργῆς> πρίν, μεταβαλὼν τὸν τρόπον οὐ τὴν φύσιν, ἐγένετοτίμιον <ἐκλογῆς σκεῦος.> ἐπεὶ οὖν τὰ προσωποποιηθέντα ῥήματαοὔτε τῷ θεσπεσίῳ Παύλῳ ἁρμόζει, οὔτε μὴν παντὶ τῷ συνταφέντιΧριστῷ διὰ τοῦ βαπτίσματος, διότι τῆς ὀνομαζομένης σαρκὸς ἠλευθερώ-θησαν· οὐ γὰρ ἔτι κατακριθήσονται οἱ τοιοῦτοι διὰ τὴν τοῦ Ἀδὰμπαρακοήν, οὐκέτι βασιλεύει αὐτῶν ἡ ἁμαρτία, οὐχ ὁ θάνατος ὁ διὰ τῆςἁμαρτίας· συνετάφησαν γὰρ τῇ ζωῇ τοῦ Χριστοῦ διὰ τῆς ὑπακοῆς τὴνπαρακοὴν ἐξαφανίσαντος, καὶ τῷ ἑκουσίῳ ἑαυτοῦ θανάτῳ τὸν ἐξ αὐτῆςἐπισυμβάντα ἡμῖν θάνατον ἐκκρουσαμένῳ· γέγονε γὰρ ἑκὼν ὑπὸ νόμοντὸν τῆς παρακοῆς, ἵνα ἡμᾶς τοὺς ὑπὸ νόμον τὸν τῆς κατακρίσεωςἐξαγοράσῃ. διὰ τοῦτο ἔφη πᾶς λελυτρωμένος· <χάρις δὲ τῷ θεῷδιὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· τὸ γὰρ ἀδύνατοντοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸνἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.> ὅτι δὲ ταῦθ' οὕτωκαλῶς τεθεώρηται, ἐπιφέρει λέγων ὁ θεῖος ἀπόστολος· <οὐδὲν ἄρακατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ· ὁ γὰρ νόμος τοῦπνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσένμε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου,> καὶ τὰτούτων ἑξῆς.