Fragmenta in epistulam ad Romanos
- Edition reference
- Fragmenta in epistulam ad Romanos (in catenis), ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933: 1–6.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg026.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
Πειράσω δὴ διὰ βραχέων καὶ εἰς αὐτὰ τὰ ῥήματα τὰ κατὰ προσωπο-
ποιΐαν εἰρημένα παρατρεχόντως εἰπεῖν, ἀρξάμενος ἀπὸ τοῦ <ἀφορμὴν
δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησεν με
καὶ δι' αὐτῆς ἀπέκτεινεν.
Τὸ ἁμαρτίας> ὄνομα οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τρόπον
καὶ βίον τοῦ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος
πράγματος· ὥσπερ γὰρ γενικώτατόν ἐστιν ὄνομα ἡ ἁμαρτία, κατὰ
πολλῶν καὶ διαφόρων πραγμάτων κατηγορουμένη. πᾶν δὲ ἁμάρτημα
οὔτε λόγῳ οὔτε νόμῳ προστακτικῷ γίνεται· εἰ γὰρ κατὰ νόμον καὶ λόγον
ἐγίνετο ὀρθόν, οὐκέτι ἂν ἦν ἁμάρτημα ὡρισμένον καὶ τεταγμένον ἔχον
τὸν τῆς γενέσεως λόγον. ἐπειδὴ δὲ ὁ θεῖος ἀπόστολος οὐχ ἁπλῶς ἁμαρτη-
μάτων, ἀλλ' ἁμαρτίας γενικωτάτης ἐχούσης φρόνημα, ἐχούσης νόμον,
δυναμένης σοφίσασθαι, ἀφορμὰς πορίσασθαι πρὸς τὴν τοῦ κακοῦ
κατασκευὴν μνημονεύει, οὐκ ἄλλον τινὰ γενικωτάτως ἁμαρτίαν ὀνομάζει,
ἀλλ' ἢ αὐτὸν τὸν τῶν ἁμαρτημάτων ἀρχηγέτην καὶ πατέρα διάβολον.
ὅτου χάριν καὶ βασιλεύειν τῶν ἁμαρτημάτων αὐτὸν ὁ ἀπόστολος
ἀπεφήνατο· <μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ
ὑμῶν σώματι.> ὡς γὰρ τοὺς ἀνθρώπους ἀφ' ἧς ἐπιτηδεύουσι τέχνης
καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενό-
μενον τῆς ἁμαρτίας, <ἁμαρτίαν> καλεῖ.
Ἐπειδὴ τοίνυν διὰ τῆς δοθείσης τῷ Ἀδὰμ ἐντολῆς τὸν ἄνθρωπον
ἠπάτησεν, καὶ δι' αὐτῆς τὸν Ἀδάμ, ἀφορμὰς πορισάμενος διὰ τῆς
ἐντολῆς. ἔστι δὲ αὕτη· <τί ὅτι,> φησίν, <εἶπεν ὁ θεός· ἀπὸ παντὸς
ξύλου τοῦ ἐν τῷ παραδείσῳ οὐ φάγεσθε βρώσει;> καὶ
<ᾗ δ' ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, διανοιχθήσονται
ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες
καλὸν καὶ πονηρόν.> σοφίζεται δὲ αὐτοὺς μείζονι ἐπαγγελίᾳ κατα-
κρύψαι τὴν ἀπάτην, ὑπισχνεῖται τὸ πλέον, ἵνα τοὺς τῆς ἐντολῆς φύλακας
τῶν τῆς ἀρετῆς βάθρων τῷ ὁμοίῳ αὐτοὺς πτώματι καταστρέψῃ· τὸν
γὰρ ἄνθρωπον ἐξοιστρήσας ἴσα θεῷ ἐθέλει〈ν〉 γενέσθαι, τῆς κατ' ἀπάτην
ὁμιλίας τὴν ἀφορμὴν ἐπορίζετο ἐκ τῆς παρασχεθείσης ἐντολῆς. ὅτου
χάριν ὁ Παῦλος ἔφη· <ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ
τῆς ἐντολῆς ἐξηπάτησέν με.> ἵνα δὲ μὴ τὴν ἐντολὴν ἢ τὸν
ταύτην δεδωκότα θεὸν αἰτιάσωνταί τινες, γείτονι καὶ ὁμοσπόρῳ ἐχρήσατο
ῥήματι τοιάδε φάσκων· οἴδαμεν δὲ ὅτι ὁ <νόμος ἅγιος καὶ ἡ
ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.>
Ἐπεὶ οὖν οὐδ' αὐτὴ ἡ ἁμαρτία, τοῦτ' ἔστιν ὁ διάβολος, φύσει καὶ
οὐσίᾳ ἁμαρτία ἐστίν, ἐπιφέρει λέγων· <ἵνα γένηται καθ' ὑπερ-
4
βολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.> τὸ γὰρ
κατ' οὐσίαν τὶ ὂν τὸ πλέον καὶ τὸ ἔλαττον οὐκ ἐπιδέξεται· ἔστιν γὰρ
ὅπερ ἐστίν, ἀεὶ τοῦτο ὂν ὅπερ ἐστὶν οὐσιωδῶς. τῷ γὰρ γινομένῳ καὶ
ἐπιγινομένῳ τι, εἴτε ὀλίγον εἴτε καθ' ὑπερβολήν, ἕτερός ἐστι κατ' οὐσίαν
τῶν αὐτῷ ἐπιγινομένων· τὸ γὰρ πόσον οὐκ οὐσία ἀλλὰ περὶ τὴν οὐσίαν
ἐστίν, οὐκ ὂν οὐσία. ἡ ἄρα τοίνυν καλουμένη ὑπὸ τοῦ ἀποστόλου
ἁμαρτία τὸ πλέον ἐπιδεχομένη ἁμαρτήσειν, <ἵνα γένηται καθ'
ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία>. ἄρα καὶ τοῦ εἶναι ἁμαρτία,
ᾗ ἁμαρτία ἐστίν, ἀρχὴν ἔλαβεν, οὐκ οὖσα καθ' ὑπερβολὴν ἐν ἀρχῇ κατὰ
τὸ ἡμαρτηκέναι ἁμαρτωλὸς ἡ ἁμαρτία. διὸ δὴ καὶ τὴν ἐπίτασιν τοῦ
γενέσθαι καθ' ὑπερβολὴν ἁμαρτωλὸν ἐσομένῳ χρόνῳ σημαίνει οὕτω
λέγων· <ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρ-
τία διὰ τῆς ἐντολῆς.> εἰ δὲ λέγοιεν· καὶ πῶς ἂν εἴη ἀγαθὴ καὶ
δικαία; πῶς δὲ ἁγία ἡ ἐντολὴ καὶ ὁ νόμος, ὁπότε διὰ τῆς ἀφορμῆς
αὐτῶν <ἁμαρτωλὸς καθ' ὑπερβολὴν> ἐγένετο [ἁμαρτωλὸς] ἡ
ἁμαρτία; πρὸς ταῦτα ἀκουέτωσαν ὅτι οὐκ, εἴ τι καταβλάπτεται, ἤδη καὶ
ἡ ἀφορμὴ δι' ἣν βλάπτεται φαύλη ἐστὶ καὶ πονηρά· οὐδὲ γὰρ ὅτι οἱ
ἀνόδως καὶ ἀμέτρως ἐνατενίζοντες τῷ ἡλίῳ βλάπτονται τὰς ὄψεις, ἤδη
καὶ τὸν ἥλιόν φαμεν πονηρόν· οὐδ' ὅτι καθ' ὑπερβολὴν ὁ διάβολος
ἁμαρτωλὸς γέγονε τῷ ἐπικεχειρηκέναι κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ἤδη καὶ
τὸν υἱὸν τοῦ θεοῦ φαῦλον καὶ πονηρὸν εἶναι λέγομεν.
<Οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ' ἔστιν ἐν τῇ
σαρκί μου, ἀγαθόν.> νῦν εἰς τὸ τοῦ Ἀδὰμ πρόσωπον ἐξηγεῖται.
καὶ ὅτι στερηθεὶς τὸν θεὸν ἔχειν ἐν ἑαυτῷ, ἀντὶ τῆς ὄντως ζωῆς θάνατον
καταλλαξάμενος—καὶ γὰρ θάνατος οὐχ ὁ κοινὸς μόνος τῶν μελῶν
αὐτοῦ ἐκράτησεν, ἀλλὰ καὶ ὁ τῆς παρακοῆς κατὰ τῆς ψυχῆς αὐτοῦ
εἰσβαλών· μάλιστα γὰρ ὁ κρατῶν θάνατος πρὸ τῆς τοῦ Χριστοῦ ἐπι-
δημίας ἐβασίλευσε, κατὰ πάντων νόμον καὶ σκῆπτρον τῆς ἑαυτοῦ
βασιλείας ἔχων τὴν παρακοήν. ἀλλ' οὐκ ἄναρχος ἢ ἀγέννητος ἡ τοῦ
θανάτου βασιλεία· ἐκ γὰρ τῶν ζώντων τὸ τεθνάναι συμβαίνει, καὶ ἐκ
τῆς τῶν ὑπηκόων ὑπακοῆς τὸ παρακοῦσαί τινα. <τὸ γὰρ θέλειν
παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· ὃ
γὰρ θέλω ἀγαθὸν τοῦτο οὐ ποιῶ, ἀλλ' ὃ μισῶ τοῦτο
πράσσω.> εἰ τὸ θέλειν μόνον ἐν ἡμῖν ἔστιν, τὸ δὲ κατεργάζεσθαι τὸ
θεληθὲν καλὸν οὐκ ἔστιν ἐν ἡμῖν, εἰς μάτην ὁ ἀγαθὸς θεὸς τὰς
ὁμοουσίας ἑαυτοῦ ψυχὰς ἐν τοῖς σώμασι κατέπεμψεν· τὸ γὰρ αὐτῷ καὶ
αὐταῖς φίλον οὐ πράττουσιν, οὐκ ἐνεργοῦσιν, ἀλλὰ μόνον θέλουσιν· τάχα
δὲ οὐδ' αὐτό, ἄδηλον γάρ. εἰ δὲ τοῦτο ἀληθές ἐστιν, κατὰ τοὺς ἀσεβεῖς
ἐρῶ· ἄρα οὐκ ἦν οὐδ' ἔσται ἐν βίῳ τὸ καλόν, οὔτε τίς ποτ' αὐτὸ
ἐνήργησεν, εἴγε κατ' ἀναίρεσιν τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐπὶ παντὸς ἀνθρώ-
που ἐκλαμβάνωσιν, ὅτι ὃ <θέλω ἀγαθόν, τοῦτο οὐ ποιῶ, ἀλλ'
ὃ μισῶ τοῦτο πράσσω.> πόθεν δὲ καὶ ἐν τῷ τῶν ἀνθρώπων βίῳ
5
ἀρετῶν ὀνόματα εὑρέθη; εἰ δέ εἰσιν ἐνεργοῦντες τὸ καλόν, κἂν ὀλίγοι
εἶεν οἱ τοῦτο δρῶντες, ἄρ' οὐχ οἱ πάντες φήσουσιν· <οἴδαμεν δὲ ὅτι
οὐκ οἰκεῖ ἐν ἡμῖν ἀγαθόν·> ὃ γὰρ ἠθέλησαν ἀγαθόν, τοῦτο
πράττουσιν. εἰ δὲ οἱ τὸ ἀγαθὸν ἐνεργοῦντες ἐν σαρκὶ ὑπάρχοντες τοῦτο
ἐνεργοῦσιν, καὶ οἱ τοῦτο μὴ ποιοῦντες ἀλλὰ τὸ κακὸν ἐν σαρκί εἰσίν, ἄρ'
οὐ τῇ σαρκὶ τὸ αἴτιον τοῦ μὴ γίνεσθαι τὸ ἀγαθὸν περιαπτέον, ἀλλὰ τῇ
τούτων μαλακοψυχίᾳ. εἰ γὰρ τοῖς ἐθέλουσι τὸ καλὸν ποιῆσαι παροικεῖται
τὸ κακόν, ὁμοίως δὲ καὶ τοῖς ἐθέλουσι κακοεργεῖν οὐ καλὸν παράκειται,
προνοήσαντες δὲ καὶ προθελήσαντες ἐπὶ τοσοῦτον ἐνεργείας ἔρχονται,
ἄρ' οὐ φύσει καὶ οὐσίᾳ τὰ σώματα ἡμῶν ἐστι φαῦλα· τῶν γὰρ πρακτέων
ἡμῶν προηγεῖται βουλὴ καὶ θέλησις, ψυχῆς δὲ ταῦτα φρόνημα ἐχούσης
αὐτεξούσιον, ῥέψαι δυναμένης πρὸς ἃς βούλεται πράξεις.
Νυνὶ δὲ <οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ
οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.> ἀπελογήσατο διὰ τούτου τοῦ λογίου,
ὅτι περ οὐ φαύλη κατὰ φύσιν ἡ σάρξ· οὐ γὰρ ἡ σὰρξ ἣν περικείμεθα
οἰκεῖ ἐν ἡμῖν, ἀλλ' ὁ ἐν τοῖς παρανόμοις οἰκῶν διάβολος. ᾧ γὰρ λέγω·
Χριστὸς οἰκεῖ ἐν παντὶ δικαίῳ τὸ ἀγαθὸν ἐργαζομένῳ, τὸν αὐτὸν οἶμαι
τρόπον οἰκεῖν τὸν διάβολον ἐν παντὶ κακοποιῷ. οὐκοῦν οὐχ ἡμεῖς ἐσμεν
καθὸ σάρκα ἔχομεν πονηροί, ἀλλ' ἡ <οἰκοῦσα ἐν ἡμῖν ἁμαρτία,>
ἄλλη τις οὖσα παρὰ τὴν σάρκα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου· καὶ γὰρ ἐν
ψυχῇ μάλιστα λέγεται ἐπιχωριάζειν ὁ διάβολος κατὰ τὸ <εἰσῆλθεν ὁ
σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα,> καὶ κατὰ τὸ <Ἀνανία, ἵνα
τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν 〈σου〉;> εὖ δὲ καὶ τὸ
εἰπεῖν <οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ' ἡ οἰκοῦσα ἐν
ἐμοὶ ἁμαρτία·> ἔργου γὰρ καὶ κατέργου πολὺ τὸ μέσον, διότι τοῦ
ἔργου προηγεῖται τὸ κάτεργον ὡς φέρε εἰπεῖν οἰκίας ἢ νηός· τὸ δὲ
κάτεργον, τοῦτ' ἔστι τῆς ὕλης ἡ προπαρασκευή. ἡ τοίνυν οἰκοῦσα ἐν
τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τοῦτ' ἔστιν ὁ σατανᾶς, ὁμολογουμένως ἐν
τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας, τὴν
κατασκευήν, τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ τῆς
κακίας καθάπερ τοῖς σπείρουσιν ἡ τῆς θήλεος μήτρα πρὸς τὸ τελεσφορη-
θῆναι τὸ σπαρέν. καὶ ἐπειδήπερ <ἐκ τῆς καρδίας ἐκπορεύονται
λογισμοὶ πονηροί,> ἐκ τῆς γενομένης τοῦ διαβόλου συλλήψεως,
κέκραγε τὸ θεῖον λόγιον· <λογισμοὺς καθαιροῦντες καὶ πᾶν
ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ.> ὥσπερ
τοίνυν ταῖς φιλαρέτοις ψυχαῖς τὸ ἅγιον πνεῦμα συγκοπιᾶν λέγεται κατὰ
τὸ <περισσότερον πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ'
ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί,> οὕτω δὴ ἐπὰν ῥᾴθυμος ψυχὴ ταῖς
6
τοῦ διαβόλου προτροπαῖς πεισθῇ, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτὸν
τὸν διάβολον· αὐτὸς γὰρ καὶ τὸν τύπον τῆς ἐσομένης ἁμαρτίας προ-
κατειργάσατο ἐν αὐτῇ. ὅτου χάριν εἴρηται <οὐκέτι ἐγὼ κατερ-
γάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα 〈ἐν ἐμοὶ ἁμαρτία〉.>
1 Kor 15,1—2 Ἐπειδή τινες ἐν Κορίνθῳ ἔλεγον εἶναι τὴν ψυχὴν φθαρτὴν καὶπεριττὴν τὴν τοῦ σώματος ἀνάστασιν, διελέγχει αὐτῶν ὁ Παῦλος τὴνπλάνην, καί φησιν· τὸ εὐαγγέλιον, δι' οὗ ἐκλήθητε ἐκ τῆς πολυθέουπλάνης ἐπὶ τὸ γινώσκειν τὸν ἀληθινὸν θεόν, δι' οὗ βεβαιοῦσθε καὶσωτηρίαν ἔχετε, γνώριμον ὑμῖν καθίστημι. Τὸ τοῦ θεοῦ <εὐαγγέλιον γνωρίζω ὑμῖν,> ἵνα εἰδῆτε ὅτιοὐκ ἐμή, ἀλλ' οὔ τινος ἡ περὶ ἀναστάσεως νεκρῶν μνήμη.1 Kor 15, 3—4 Παρέδωκέ μοι τὸ εὐαγγέλιον, ὅτι ἐπιδημήσας ὁ σωτὴρ καὶ σῶμακατ' ἀλήθειαν φορέσας, ὑπὲρ τοῦ ἀναστῆναι τοὺς τεθνεώτας ἀποθανὼνκαὶ ταφεὶς ἀνέστη. εἶτα ἵνα μὴ θορυβηθῶσιν οἱ ἁπλούστεροι θάνατοντοῦ Χριστοῦ, ἐπάγει· <κατὰ τὰς γραφάς·> τοιαῦτα γὰρ πέπονθε ὅσαπερὶ αὐτοῦ προανεφώνησαν οἱ προφῆται. ἐπεὶ οὖν ἀπέθανε καὶ ἐτάφηκαὶ ἀνέστη, ἀκόλουθόν ἐστιν ἀναστῆναι τοὺς ἀνθρώπους διὰ τὸν ὑπὲραὐτῶν ἀναστάντα, αὐτοῦ αἰτίου γενομένου τῆς ἐγέρσεως. εἰ δὲ λέγεταιΧριστὸς τεθνάναι καὶ τεθάφθαι, περὶ τοῦ σώματος αὐτοῦ τοῦτο ἐκ-ληπτέον, οὐ τῆς ψυχῆς. ἐπεὶ οὖν ἐπίστευσαν τῇ τοῦ σωτῆρος ἀναστάσει,μεμπταῖοί εἰσι μὴ συμπαραδεξάμενοι τῇ τοῦ σωτῆρος ἀναστάσει καὶ τὴνπάντων ἀνάστασιν.1 Kor 15, 5—9 Ταύτης αὐτοῦ τῆς ἀναστάσεως αὐτόπται ἀξιομάρτυρές εἰσιν οἱπρῶτοι αὐτῷ συνόντες, ἔπειτα <πεντακόσιοι.> Ταῦτα, φησί, παραδίδωμι οἷς ἀντειπεῖν οὐ δύνανται οἱ ἀπατῶντεςὑμᾶς. ὅμως, εἰ καὶ τὸ τεθνεὸς σῶμα ἀνίσταται, ἀλλ' ἄφθαρτον καὶπνευματικόν· διὸ οὐδὲ πᾶσιν ἐφαίνετο ἀλλ' οἷς ἤθελεν. οὕτως μετὰτὴν ἀνάληψιν ὤφθη τῷ Παύλῳ, ὃς μετριάζων καλεῖ ἑαυτὸν <ἔκτρωμα,>συναισθόμενος ὅτι ἐκ μετανοίας ἐλήλυθε εἰς τὸ ἀπόστολον εἶναι, καὶ ὡςμηδὲ τῆς ὀνομασίας ἄξιος ὢν ὡς διώκτης. πλὴν εἰ καὶ πάλαι τοιοῦτο,ἀλλὰ νῦν διδάσκαλος ἔχων τοῦτο ἐκ δωρεᾶς.1 Kor 15, 10—11 Εἰ καὶ πάλαι διώκτης, ἀλλὰ νῦν διδάσκαλος δωρεᾷ θεοῦ ἥτις οὐματαίως ἐνυπῆρξεν αὐτῷ, ἐπείπερ ἐνδυναμωθεὶς ὑπ' αὐτῆς περισσοτέρωςἀνέτλη τοὺς ἀγῶνας ὑπὲρ τῆς εὐσεβοῦς πίστεως. ὅλον δὲ τὸ κατόρθωμαὃ ἔσχεν ἐκ προαιρέσεως, ἀνατίθησι τῇ δοθείσῃ χάριτι θεόθεν αὐτῷ.1 Kor 15, 12—17 Εἴ τις λέγει μὴ ἐγείρεσθαι τοὺς νεκρούς, ἐπειδὴ ἀνάγκη Χριστοῦἀναστάντος πάντας ἀνίστασθαι, οὔκουν ἀναγκαίως λέγει μηδὲ Χριστὸνἐγηγέρθαι; εἰ δὲ οὐκ ἀνέστη, ὅρα πόσα ἀνακύπτει ἄτοπα· ἡμεῖς οἱεἰπόντες τοῦτο <ψευδομάρτυρες> εὑρεθησόμεθα κατὰ τοῦ θεοῦ, εἰκαὶ ὡς ὑμεῖς ἠλιθίως συνέθεσθε τῇ ἐγέρσει τοῦ κυρίου, ἀλλὰ καὶ πίστειτοῦ ἀναστάντος δόξαντες ἠλευθερῶσθαι τῶν ἁμαρτιῶν, οὐκ ἀπεβάλετετὰς ἁμαρτίας ὑμῶν.1 Kor 15, 18—20 Ὁ μὴ παραδεξάμενος τὴν ἀνθρώπου ψυχὴν ἀθάνατον εἶναι καὶ διὰτοῦτο ἀπιστῶν τῇ ἀναστάσει, οἰκτρὸς ὁ τοιοῦτος στερῶν ἑαυτὸν τῆςαἰωνίου ζωῆς δι' ἣν πλούσιοι οἱ ἅγιοι ἀξίων ἀμοιβῶν τυγχάνοντες. Εἰ καὶ ἀπιστῶσί τινες, ἀλλ' ἡμεῖς προσδοκῶμεν ἀνάστασιν, εἰδότεςὡς <ἀπαρχὴ> Χριστὸς γέγονεν, ἀνάστασις <τῶν κεκοιμημένων·>δι' ὧν πάντες πειραθήσονται τῆς ἀθανάτου ζωῆς, ἀκολουθὸν γάρ.1 Kor 15, 21—22 Ἐπειδὴ διὰ τὸ παραβῆναι τὸν Ἀδὰμ τὸν νόμον οἱ ἐξ αὐτοῦ<πάντες τεθνήκασιν, οὕτως καὶ ἐν τῷ Χριστῷ μὴγνόντι ἁμαρτίαν ζωοποιηθήσονται.> τινὲς δὲ τῶν αἱρετικῶνμόνην λέγουσι τὴν ψυχὴν ζωοποιεῖσθαι ἐν Χριστῷ τῶν δικαίων, ὅτιοὐκ ἔστιν ** ἡ γὰρ ζωοποίησις πάντων ἔσται τῶν ἀποθανόντων ἐντῷ Ἀδάμ.1 Kor 15,23—24a Ὡς πρὸ πάντων οὖσα ἡ Χριστοῦ ἀνάστασις, πρώτη ἔσται ἐν τιμῇ·εἶτα ἑξῆς οἱ πιστοὶ κατ' ἀναλογίαν ἧς ἔχουσι πίστεως τάσσονται ἐν τῇτοῦ Χριστοῦ παρουσίᾳ, μεθ' ἣν ἔστιν τὸ τέλος οὕτω πρὸς ἀρχὴνδιαστελλόμενον, ἀλλὰ τὸ οὗ εἵνεκα τὰ ἄλλα πάντα τὰ συντείνοντα πρὸςσωτηρίαν, αὐτὸ δὲ οὐκ ἄλλο〈υ〉 χάριν ὑπάρχον ἔσχατον ὀρεκτὸν καθ'ἑαυτὸ καὶ δι' ἑαυτὸ αἱρετὸν τυγχάνον.1 Kor 15,24b—26 <Βασιλείαν> ὧδε λέγει τοὺς βασιλευομένους, ἤτοι τὴν ἰδίανσάρκα ἣν βελτιῶσαι ὁ υἱὸς παρέδωκε τῷ πατρί, οὐκέτι βασιλευομένηνὡς <δούλου μορφὴν> ἀλλ' ὡς οὖσαν σάρκα τοῦ λόγου ὃ ἔστιν αὐτοῦτοῦ υἱοῦ, ἀναδείξας τὴν τοῦ <θεοῦ μορφὴν> ἐν αὐτῇ. τότε γὰρἀπειληφότος τοῦ υἱοῦ τὴν δόξαν ἣν <εἶχε πρὸ τοῦ τὸν κόσμονεἶναι,> ὡς ὑφ' ἑνὸς βασιλέως πατρὸς καὶ υἱοῦ βασιλευθήσονται. δεῖοὖν τὸν Χριστὸν βασιλεύειν ὑπὲρ τῆς ὅλων προκοπῆς ἕως οὗ πάντες οἱδιὰ τὸ ἁμαρτάνειν ἐχθροὶ <ὑπὸ πόδας> αὐτοῦ τιθῶσιν, καταλύοντοςαὐτοῦ πᾶσαν τυραννικὴν ἐξουσίαν, μεθ' ἣν καὶ αὐτὸς ὁ ἀρχίκακος κατα-λύεται θάνατος, ἐπείπερ πᾶσα ἑνουμένη αὐτῷ ψυχὴ ὑφισταμένη θάνατοντὸν ἑνούμενον τῇ κακίᾳ.1 Kor 15,27—28 Πρός τε τὴν Ἑλλήνων μυθολογίαν τε καὶ ἀπάτην εἰρῆσθαι ταῦταεἰπόντες τῶν φασκόντων πατραλοίας εἶναι θεούς, καὶ ὅτι τῆς ἐκκλησίαςὑποτασσομένης αὐτὸς λέγεται ὑποτάττεσθαι, οἰκειούμενος τῆς ἐκκλησίαςτοὺς διωγμοὺς καὶ τὰ πάθη καὶ τὴν ὑποταγήν.1 Kor 15,29 Οἱ ἀπὸ Μαρκίωνος ἀντὶ ἀφωτίστων τεθνεώτων βαπτίζουσι ζῶντας,οὐκ εἰδότες ὅτι τὸ βάπτισμα σώζει μόνον τὸν εἰληφότα αὐτό. ὁ δὲἀπόστολος <νεκροὺς> λέγει τὰ σώματα ὑπὲρ ὧν βαπτιζόμεθα· τῷ γὰρἰδίῳ λόγῳ ἄνευ ψυχῆς οὐ ζῇ ταῦτα, ἀλλ' ἐκ τῶν συνουσῶν ψυχῶν ἔχειτὸ ζῆν. ὅμως καὶ ὁ Ἀβραὰμ τὸ ἄψυχον σῶμα νεκρὸν ὠνόμασεν.1 Kor 15,30 Εἰ μὴ ἀθάνατος ἡ ψυχή, εἰ μὴ ἐγείρεται τὸ σῶμα, εἰ καὶ μάταιοντὸ κινδυνεύειν ὑπὲρ εὐσεβείας.1 Kor 15,32 Ὅσον κατ' ἀνθρώπινον ἧκε λογισμόν, ἐθηριομάχησα ἐν Ἐφέσῳἐγὼ οὐκ 〈ἂν〉 ὑποστῆναι τοῦτο βουληθεὶς ὑπὲρ τῆς ἀληθείας, εἰ—νεκροὶοὐκ ἐγείρονται.1 Kor 15,33 <Μὴ πλανᾶσθε,> ὦ Κορίνθιοι, ὡς μὴ ἐπιδιαμενούσης τῆς λογι-κῆς ψυχῆς· οἱ γὰρ ἀπατῶντες ὑμᾶς συμφθείρονται αὐτὴν 〈φθείρεσθαι〉οἰόμενοι. ᾧ περίκειται σώματα, φασὶν ὅτι σπαταλητέον· <αὔριον γὰρἀποθνήσκομεν,> οὐκ οὔσης ἑτέρας ζωῆς παρὰ τὴν φαινομένην, ὡςτὰ ἄλογα ζῶα ὧν συναφανίζεται ἡ ψυχὴ τῷ σώματι, ἐπειδὴ καὶσυνεσπάρη αὐτῷ. οὐκ ἀνεκτέον οὖν τῶν φαύλων διαλέξεων φθειρουσῶνεὐήθων τὰς γνώμας.1 Kor 15,34