The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam i ad Corinthios

Edition reference
Fragmenta in epistulam i ad Corinthios (in catenis), ed. Staab, op. cit., 6–14.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg027.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

9

Γρηγορητέον κατὰ τὴν νόησιν ἵνα μὴ ἁμαρτάνειν συμβῇ ἐν τῷ

συγκατατίθεσθαι τῇ σαθρᾷ περὶ τῆς ἀναστάσεως ἀπάτῃ. καλῶς δὲ καὶ

τὸ <ἐκνήψατε δικαίως> ὡς μὴ πάντων τοῦτο ποιούντων· οἱ γὰρ

σοφοὶ τοῦ κακοποιῆσαι ἀγρυπνοῦντες περὶ τὰ βλαβερὰ ἀδίκως ἐκνή-

φουσιν ἀποβαλόντες δῆθεν τὸν τῆς ἀμαθίας ὕπνον.

1 Kor 15,35—40

Ὁ ἐν Χριστῷ λαλῶν τῷ ἀμφιβάλλοντι περὶ τῆς τῶν νεκρῶν

〈ἀναστάσεως〉 ὡς ἀσυνέτως φησίν· <ἄφρων,> εἰ ἀμφιβάλλεις ὅτι τὸ

νεκρωθὲν ἀνθρώπου σῶμα ἐγείρεται, ἴσθι ὅτι ἃ σπείρεις σπέρματα ἀπο-

θανόντα εἰς τὴν γὴν καταβάλλεις πεπεισμένος ὡς οὐκ ἂν μεταβάλλοι εἰς

φυτά, εἰ μὴ νεκρωθέντα σπαρείη.

Ἕτερόν ἐστι τὸ ἐγειρόμενον σῶμα παρ' ὃ ἔσπειρας· σὺ μὲν γὰρ

κόκκον ἔβαλες εἰς τὴν γήν, ὁ δὲ θεὸς στάχυν ἤγειρεν. πρὸς μίαν δὲ

τῶν ἐρωτήσεων τὴν λέγουσαν πῶς ἐγείρονται νεκροί, ὁ περὶ τῶν σπειρο-

μένων λόγος· πρὸς δὲ τὸ ἕτερον ἐρώτημα, τὸ ποίῳ δὲ σώματι ἔρχονται,

ἐκ διαιρέσεως ἀποδίδωσι τὴν ἀπόδειξιν, καὶ διελὼν τὰ σώματα εἰς

<ἐπίγεια> καὶ <ἐπουράνια> εἶπε κατὰ τὴν τῶν ἐπουρανίων ἡλίου καὶ

σελήνης καὶ ἄστρων εἶναι τὴν τῶν ἐγειρομένων ἀνθρωπίνων σωμάτων

δόξαν.

1 Kor 15,41

Ὅμοιοι τῇ τῶν φωστήρων καὶ ἀστέρων δόξῃ, οὐ πάντων τῶν

ἀνισταμένων τὰ σώματα, ἀλλ' ἢ μόνον τῶν εὖ βεβιωκότων καὶ σωφρονι-

σάντων· κἂν γὰρ τὰ τῶν φαύλων σώματα ἄφθαρτα ἐγείρονται, ἀλλ' οὖν

στεροῦνται τῆς τῶν ἐπουρανίων δόξης. σημειωτέον δὲ ὅτι· ἡ δόξα τῶν

ἐγειρομένων σωμάτων οὐσιώδης ἐστὶν ὡς καὶ ἡ τῶν φωστήρων.

10

1 Kor 15,42—43

Ὥσπερ ἡ λογικὴ ψυχὴ οὐκ οὖσα ἀρετὴ ἢ κακία δεκτικὴ ἀμφοτέρων

ἐστὶ τούτων, οὕτω καὶ τὸ ἡμέτερον σῶμα οὐ φθορὰ ἢ ἀφθαρσία τυγχάνον

δέχεται κατὰ διαφόρους χρόνους τὰς ἐγκειμένας οὐσιώδεις ποιότητας.

ἀμέλει γοῦν οὐ φθορὰ σπείρεται καὶ ἐγείρεται οὐκ ἀφθαρσία, ἀλλ' <ἐν

ἀφθαρσίᾳ.> ἀκολουθεῖ δὲ τῷ <ἐν φθορᾷ> σπειρομένῳ τὸ <ἐν

ἀσθενείᾳ> καὶ <ἐν ἀτιμίᾳ> καὶ <σῶμα ψυχικὸν> σπείρεσθαι,

ὁμοίως δὲ καὶ τῷ <ἐν ἀφθαρσίᾳ> ἐγειρομένῳ τὸ <ἐν δυνάμει> καὶ

<δόξῃ> καὶ <σῶμα πνευματικὸν> ἐγείρεσθαι. ὅταν δὲ λέγωμεν σῶμα

ἄφθαρτον, οὐ πέμπτην οὐσίαν λέγομεν, ὥς τινες περὶ τῶν ἄστρων

ὑπενόησαν ἣν ἀεί φαμεν ἄφθαρτον εἶναι, ἀλλ' ἄφθαρτον λέγομεν τὸ ἐκ

φθαρτοῦ γεγονὸς ἄφθαρτον χάριτι θεοῦ. οὕτως ἄτρεπτον καὶ ἀναλλοίω-

τον εἶναι κατὰ μεταβολὴν ** γὰρ ὑπέστη τὸ τοιοῦτον, ἀλλὰ τῷ διαρκεῖν

εἰς μακραίωνα ζωὴν ἤτοι κολαζόμενον ἢ τιμώμενον.

1 Kor 15,44—46

Ἐπειδὴ σπείρεται τὸ σῶμα ἐκ τῆς περιπλοκῆς τοῦ ἄρρενος πρὸς τὸ

θῆλυ, εὐλόγως καὶ ἀτιμία καὶ ἀσθένεια περὶ αὐτὸ ἔσται, τυγχάνον ψυχῆς

σῶμα φθαρείσης ἐν αὐτῷ τῆς προλαβούσης ποιότητος, ἀνίσταται θεοῦ

δυνάμει, ἀφθαρσίαν καὶ δύναμιν καὶ τιμὴν ἔχον πνευματικὸν σῶμα

ἀποδειχθέν, ὄργανον ψυχῆς ὑπάρχον, λοιπὸν οὐ ψυχῆς ἁπλῶς, ἀλλὰ

πνεύματος ἁγίου μετουσίᾳ ἀνασταθείσης καὶ οἱονεὶ εἰς πνεῦμα μετα-

βαλούσης. ἐπειδὴ δὲ ἡ τοῖς πάθεσιν ἐμμένουσα ψυχή, εἰκότως καὶ τὸ τῆς

τοιαύτης ψυχῆς σῶμα <ψυχικὸν> καλεῖται. ἐὰν δὲ ὑπεραναβῇ τὴν

παθητικὴν ἕξιν ἡ ψυχή, γίνεται πνευματική, καὶ λέγεται τὸ σῶμα τῆς

τοιαύτης ψυχῆς τῆς συμπλεκομένης αὐτὸ <πνευματικόν.>

Ἐπειδὴ προκόπτουσα ἡ ψυχὴ ἐπὶ τὸ πνευματικὸν ἀναβαίνει,

<πρῶτον> εἶπεν εἶναι <τὸ ψυχικὸν> σῶμα, <ἔπειτα τὸ πνευμα-

τικόν.> νοητέον δὲ ὅτι τὸ τῶν ἐγειρομένων ἐκ νεκρῶν σῶμα ὁμοιοῦται

τῷ τοῦ Χριστοῦ σώματι πνευματικῷ μετὰ τὴν ἀνάστασιν γεγονότι. διὸ

οὐ προσέχομεν τοῖς λέγουσιν ὅτι τοιοῦτον ἀνίσταται τὸ σῶμα οἷον εἶχεν

ὁ Ἀδὰμ ψυχικόν· ἡ μὲν οὖν τοῦ πρώτου Ἀδὰμ ζωὴ <εἰς ψυχὴν

ζῶσαν> παρεσκεύαζε τὸν ἄνθρωπον ζῆν, ἡ δὲ κατὰ Χριστὸν ζωὴ οὐκ

εἰς ψυχὴν ζῶσαν ἀλλ' <εἰς πνεῦμα ζωοποιοῦν.> ἡ δὲ πνευματικὴ

ζωοποίησις συμφυής ἐστι τοῖς ἐκ νεκρῶν ἐγειρομένοις. <πρῶτον> δὲ

καὶ <ἔσχατον> ἁρμοδίως εἶπεν, οὐ μὴν πρῶτον καὶ δεύτερον ἄνθρωπον,

ἵνα μάθωμεν ὅτι γεγόνασί τινες μέσοι, τοῦ πρώτου καὶ ἐσχάτου ἀνθρώ-

που ἐν πολιτείᾳ.

11

1 Kor 15,51

Ἐπειδὴ περὶ ἀναστάσεως θεωρία βάθος ἔχει[ν] νοήσεως, εἰκότως

φησίν· <ἰδοὺ μυστήριον ὑμῖν λέγω·> πάντες μὲν τεθνηξόμενοι

κοιμηθησόμεθα, μόνοι δὲ οἱ δίκαιοι ἀλλαγησόμεθα, ἐκλάμψαντες ὡς ὁ

ἥλιος· μόνοι γὰρ οὗτοι ἐπὶ τὸ κρεῖττον κατὰ ψυχὴν καὶ σῶμα μετα-

βάλλοντες ἀλλαγήσονται. οὐ γὰρ ἀκόλουθον λέγειν ἐν ἀλλάξει κατά τινα

ἑτέραν φερομένην οὕτω γραφήν· <οὐ πάντες μὲν κοιμηθησό-

μεθα, πάντες δὲ ἀλλαγησόμεθα> διὰ τὸ εὐθὺς ἐπιφερόμενον

<καὶ ἡμεῖς ἀλλαγησόμεθα.> εἰ γὰρ πάντες ἀλλάττονται, περιττὸν

λέγεσθαι <καὶ ἡμεῖς ἀλλαγησόμεθα.>

1 Kor 15,52—53

Ἐγερθήσονται οἱ νεκροὶ τοῦ σώματος αὐτῶν, ὃ πάλαι φθαρτὸν ἦν,

ἀφθάρτου γενησομένου. τινὲς δὲ λέγουσιν ὧδε τὸ ἡ <μεῖς ἀλλαγησό-

μεθα> ἀντὶ τοῦ οἷα ἄλλοι τινὲς ὄντες παρὰ τοὺς νεκρούς, οἵτινες, φησίν,

ἄφθαρτοι ἐγειρόμεθα τὰ σώματα, ἀλλασσομενῶν τῶν ψυχῶν κατὰ

κρείττονα καὶ θειοτέραν ποιότητα ἀλλοιουμενῶν. ἄλλος δέ φησι τοὺς

ἁμαρτωλοὺς εἶναι τοὺς νεκρούς, τοὺς ἀφθάρτους ἐγειρομένους ἐπὶ τῷ

διαρκέσαι πρὸς τὰς αἰωνίους κολάσεις, ἀλλασσομένους δὲ <ἀπὸ δόξης

εἰς δόξαν> τοὺς κατ' ἀρετὴν βεβιωκότας· ἔστι μὲν οὖν θνητὸν καὶ

φθαρτὸν οὐ μὴν ἔμπαλιν. διὸ <τὸ φθαρτὸν ἀφθαρσίαν, τὸ δὲ

θνητὸν ἀθανασίαν ἐνδύεται> ἐν τῷ τῆς ἀναστάσεως τῶν

νεκρῶν καιρῷ.

1 Kor 15,54—56

Ὥσπερ ἀρετῆς παρούσης οὐχ ὑπάρχει κακία, οὕτως ἀθανασίας

παρούσης ὁ θάνατος ἀφανίζεται. διὸ τοῦ θνητοῦ τὴν ἀθανασίαν ἐνδυσα-

μένου ὁ θάνατος ἡττηθεὶς καταπίνεται, ὡς λέγεσθαι αὐτῷ· <ποῦ σου

τὸ νῖκος> ἐν ᾧ νικῶν νεκροὺς ἐποίεις; <ποῦ σου τὸ κέντρον> ᾧ

τιτρώσκων ἰσχυρὸς ἦς; κεντεῖ μὲν γὰρ κατὰ τοὺς λογισμοὺς ἐμβάλλων

ἁμαρτίας τοῖς πληττομένοις ὑπ' αὐτοῦ, νικᾷ δὲ τοὺς πρακτικῶς ἁμαρτά-

νοντας. κεῖται δὲ ἡ χρῆσις ἐν Ὠσηὲ οὐκ αὐταῖς λέξεσιν· ἀντὶ γὰρ τοῦ

ἡ <δίκη σου> ὁ ἀπόστολος εἶπε <νῖκος.>

1 Kor 15,58

Ἐπειδὴ ὁ ἐχθρὸς θάνατος κατελύθη, πιστῶς ἑστηκότες ἑδραῖοι

διατελεῖτε, ἐργαζόμενοι συνεχῶς καὶ ἀδιασπάστως τὸ προσταχθὲν ὑμῖν

12

ἔργον ὑπὸ κυρίου, ἀδιστάκτως θαρροῦντες, ὡς ὁ ἐν κυρίῳ κάματος

ὑμῶν οὐκ ἔστι μάταιος, αἰωνίου μισθοῦ ἀποκειμένου τοῖς πάντοτε τὸ

ἔργον ποιοῦσιν.

1 Kor 16,2

<Μίαν σαββάτων,> ἡ ἀναστάσιμος τοῦ κυρίου ἡμέρα, θησαυρίζετε

οὖν παρ' ἑαυτοῖς ὃ ἐὰν ἡ δύναμις ὑμῶν ἀποθέσθαι δύναται, ἀλύπως καὶ

ἄνευ ἀνάγκης, ἵνα ἑτοίμους ὑμᾶς πρὸς τὴν δόσιν ἐπιδημήσας εὕρω, ἵνα

μὴ ἐληλυθότος μου ἀρχὴ τοῦ εὐτρεπίζειν τὰ πρὸς τὴν κοινωνίαν γένηται.

1 Kor 16,8—9

Ἐν Ἐφέσῳ οὖν ταύτην ἔγραψε Κορινθίοις τὴν ἐπιστολήν. λέγει δὲ

ἐκεῖ περιμένειν διὰ εὔλογον αἰτίαν· <θύρα γὰρ> ὑπερέχουσα καὶ πάνυ

ἐνεργοῦσα εἰς τοὺς ἀκροατὰς <ἀνέῳκται> αὐτῷ· ὅθεν πολλοὺς εἶχε

τοὺς ἀντικειμένους δαίμονας ἀλητηρίους καὶ ἀνθρώπους γόητας καὶ

ἀπαταιῶνας· τότε γὰρ οἱ πονηροὶ πολλοὶ γίνονται ἐν τῷ ἀντικεῖσθαι,

ὅταν ὁρῶσιν ἰσχύοντα τὸν λόγον τῆς πίστεως ἐν τοῖς παραδεχομένοις·

ἔθος δὲ αὐτῷ τὴν παρρησίαν τοῦ τῆς εὐσεβείας λόγου <θύραν> καλεῖν.

1 Kor 16,10—11

Ὅταν βέβαιοι καὶ ἀμετακίνητοι ὦσι περὶ τὴν εὐσέβειαν οἱ παιδευό-

μενοι, ἀφόβως ἐπιδημοῦσιν αὐτοῖς οἱ διδάσκαλοι, οὐ δεδεκότες μή τις

ῥᾳθυμία περὶ τοὺς ἀκροατὰς ὑπάρχῃ. διό φησι· προσέχετε ἑαυτοῖς, ἵνα

θαρρήσῃ Τιμόθεος ἐλθεῖν πρὸς ὑμᾶς, οὐ φοβηθείς, μὴ μετατραπῆτε.

τούτῳ τῷ σημαινομένῳ ἐκ τοῦ φοβεῖσθαι συνεχρήσατο, καὶ ἐν τῇ ἑξῆς

ἐπιστολῇ εἶπεν· <φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησε

τὴν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτως φθαρῇ τὰ

νοήματα ὑμῶν.>

Ἔστι γὰρ ὁ Τιμόθεος οὗτος περὶ οὗ γράφω τὰ προκείμενα, τῶν

γνησίων τοῦ θεοῦ δοῦλος, τὸ ἔργον τοῦ δεσπότου παραπλησίως ἐμοὶ

ἐργαζόμενος. διὸ μὴ εὐτελιζέσθω παρ' ὑμῶν, ἀλλὰ γνησίως μετ' ἀγάπης

ὑποδεχθήτω, ἀλλὰ καὶ προπεμφθήτω· περιμένω γὰρ ἐν τῇ Ἀσίᾳ ἕως

ἐπανέλθῃ πρός με μετὰ τῶν ἀδελφῶν.

1 Kor 16,12

Ἐπειδὴ ὁ Ἀπολλῶς ἐπίσκοπος ἦν Κορίνθου, ἀπέστη ἐξ αὐτῶν διὰ

τὰ ἐν αὐτοῖς σχίσματα καὶ ἦν σὺν τῷ Παύλῳ καὶ νῦν παρακληθεὶς οὐ

συνεξεδήμησε τῇ ἐπιστολῇ· καὶ λέγει τὴν αἰτίαν δι' ἣν οὐκ ἀπῆλθεν·

13

ὅτι <οὐκ ἦν θέλημα.> εἶτα εὐθυμοποιῶν αὐτοὺς γράφει· <ἐλεύσεται

δὲ ὅταν εὐκαιρήσῃ,> τὴν εὐκαιρίαν τῆς πρὸς ὑμᾶς ἐπιδημίας αὐτοῦ

ὑμῶν παρεχόντων, ὅταν μηκέτι ᾖ ἐν ὑμῖν σχίσματα.

1 Kor 16,13

Ἕπεται τῷ δεόντως ἐγρηγορότι ἐν τῷ μὴ διδόναι <ὕπνον τοῖς

ὀφθαλμοῖς> μηδὲ <ἐπινυσταγμὸν τοῖς βλεφάροις> τὸ ἑστάναι

βεβαίως ἐν τῇ πίστει, μεθ' ὃ ἕπεται τὸ <ἀνδρίζεσθε> καὶ <κρα-

ταιοῦσθε> ὡς ἀθλητῇ καὶ στρατιώτῃ Χριστοῦ, τῷ πάντα ποιοῦντι σὺν

ἀγάπῃ τῇ πρὸς τὸν θεὸν καὶ τὸν πλησίον.

1 Kor 16,14—16

<Ἀπαρχὴ> λέγονται ἢ διὰ τὸ πρὸ τῶν ἄλλων πεπιστευκέναι ἢ διὰ

τὸ ὑπερέχειν ἐν εὐσεβείᾳ ἢ διὰ τὸ προύχειν ἐν γένει, οἵτινες διὰ τὴν ἐνυπ-

άρχουσαν αὐτοῖς ταπεινοφροσύνην οὐ χειροτονηθέντες, ἀλλὰ προθέσει

ἰδίᾳ ὑφ' ἑαυτῶν εἰς τοῦτο ἠγμένοι, ἔταξαν ἑαυτοὺς εἰς διακονίαν. διὸ

<ὑποτάσσεσθε τοῖς τοιούτοις,> εἰκόνα καὶ ὑπογραμμὸν αὐτοὺς

ἔχοντες, ἵνα καὶ ὑμεῖς ἑαυτοὺς τάξητε εἰς τὴν τῶν ἁγίων ὑπηρεσίαν.

1 Kor 16,17—18

Σὺν τῷ Στεφανᾷ τὸ παραλειφθὲν ὑμῖν ἀνεπλήρωσαν Φουρτουνᾶτος

καὶ Ἀχαϊκὸς τῆς αὐτῆς ἐκείνῳ προαιρέσεως ὄντες, καὶ <ἀνέπαυσαν

τὸ πνεῦμα τὸ ὑμῶν καὶ τὸ ἐμόν.> ἀναπαύει δὲ πνεῦμα ἁγίου ὁ

φρονῶν καὶ πράττων τὰ τῆς εὐσεβείας· τὸ γὰρ πνεῦμα τὰ ἀγαθὰ ζητεῖ

ὡς εἶναι· ἐπὶ μὲν φαύλων ψυχήν, ἐπὶ δὲ ἁγίων πνεῦμα λέγεσθαι τὸ ὑπερ-

πηδοῦν ἐν τῷ τὰ καλὰ θέλειν. τοὺς οὖν εὐβιοῦντας καὶ φρονοῦντας

ἐπιγινώσκειν δεῖ τῷ τὰ αὐτὰ φρονεῖν καὶ πράττειν. οὕτω καὶ ὁ Ὠριγένης

δοξάζει τὸ πνεῦμα πλείω τι ἔχειν τῆς ψυχῆς ἐν ἀρετῇ, εἰ καὶ πνεῦμα καὶ

ἡ ψυχή.

1 Kor 16,19—20

Ἱκανῶς αὐτοὺς εἰς ἀγάπην διεγείρων γράφει τὸ <ἀσπάζονται

ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας> καὶ πάντες οἱ ἐν αὐτῇ διατρί-

βοντες ἅγιοι καὶ εὐλαβεῖς ἄνδρες.

1 Kor 16,21

Ἵνα μὴ ἀπατῶνται γραφόντων τινῶν ἐκ τῆς τοῦ ἀποστόλου προσ-

ηγορίας, σημεῖον τοῦτο τῶν αὐτοῦ καὶ μὴ αὐτοῦ ἐπιστολῶν ποιεῖται τὸ

14

χειρὶ τῇ ἑαυτοῦ κεχαρακέναι, ἔστι δὲ τὸ γραφόμενον τῇ ἁγίᾳ αὐτοῦ δεξιᾷ.

<εἴ τις οὐ φιλεῖ τὸν κύριον ἡμῶν, ἤτω ἀνάθεμα. μαρὰν

ἀθά.> οὐ φιλεῖ δὲ τὸν κύριον ὁ μὴ τηρῶν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ

<ἀνάθεμα> οὗτος εἰδὼς ὅτι ὁ κύριος ἦλθεν ὃς κρίνει τὰ ἔργα τῶν

ἀνθρώπων, λέγων· ἐγὼ τοὺς φιλοῦντάς με ἀγαπῶ. εἰ δὲ ἀγαπᾷ τοὺς

φιλοῦντας, τοὺς μὴ φιλοῦντας τί καταλήψεται σκόπει.

2 Kor 1,1—2 Πάντας τοὺς ἐν τῇ Ἀχαΐᾳ προσαγορεύει· μέρος γὰρ τῆς Ἀχαΐας ἡΚόρινθος. προσφωνεῖ δὲ τὴν ἐπιστολὴν ὡς ὑπ' αὐτοῦ καὶ Σιλουανοῦκαὶ Τιμοθέου γραφεῖσαν, καίτοι οὐκ ἀεὶ τοῦτο ποιῶν· τοῦτο δὲ οἴομαιαὐτὸν ποιεῖν, ὅταν γράφῃ ἐκκλησίᾳ γνωριζούσῃ κατὰ πρόσωπον αὐτόντε καὶ τοὺς παραλαμβανομένους ἐν τῇ συντάξει. εἰσὶ δὲ οἱ περὶ τῶνοὕτως ἐχόντων λέγοντες, ὅτι εἴ ποτε γράφοντος αὐτοῦ ὑπέβαλον νοήματάτινες τῶν συνόντων, καὶ τούτων τὰ ὀνόματα προέταττεν, δεικνὺς ὅτι καὶαὐτοὶ συνεβάλοντο τῇ γραφῇ· ἐπράττετο δὲ τοῦτο διὰ πολλὴν ἀτυφίαν.εἰ δὲ ὑγιῶς ἔχει τὸν ἐξ ἁγίου πνεύματος γράφοντα δεῖσθαι τῆς πρὸςἕτερον συλλήψεως, ἐπίστησον· ὅμως δὲ εἰ καὶ ἐκ τριῶν ἐστιν ἡ ἐπιστολή,ἀλλά γε αὐτὸς μόνος <ἀπόστολος Χριστοῦ διὰ θελήματοςθεοῦ> σημαίνεται τῶν σὺν αὐτῷ προσφωνούντων μαθητῶν ὄντωνἀποστόλων. <Τὸ σὺν τοῖς ἁγίοις πᾶσιν> ἀμφιβόλως λέγεται· ἤτοι γὰρ σὺνἡμῖν πάντες οἱ ἅγιοι προσαγορεύουσιν ὑμᾶς, ἢ σὺν ὑμῖν πάντας τοὺςἁγίους προσαγορεύομεν. οὐκ ἀγνοητέον ἔν τισιν ἀντιγράφοις φέρεσθαι,ὡς ὑπὸ Παύλου καὶ Τιμοθέου μόνον κεχάρακται τὸ προκείμενονγράμμα. Ἐπεύχονται οἱ γράφοντες <χάριν καὶ εἰρήνην> ὑπαρχθῆναιΚορινθίοις <ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ,>τῆς αὐτῆς δηλονότι ἐκ πατρὸς καὶ υἱοῦ διδομένης δωρεᾶς· ὡς γὰρ τὰἔργα ἃ ποιεῖ ὁ πατήρ, ταῦτα ὁ υἱὸς ὁμοίως ὑφίστησιν, οὕτως ἃ δίδωσινὁ πατὴρ χαρίσματα, ὁ υἱὸς δωρεῖται· μία γὰρ χάρις καὶ εἰρήνη μίαπρὸς τῆς τριάδος δίδοται. καὶ τοῦτο δὲ λεκτέον, <πατέρα> ἑαυτῶν τὸνθεὸν εἰρηκότες οὐκέτι ἀδελφὸν ἀλλὰ <κύριον> ἑαυτῶν τὸν σωτῆρά φασιν,δεικνύντες ὅτι κἂν υἱοὶ θεοῦ γένωνται οἱ γενητοί, οὐδὲν ἧττον δοῦλοιμένουσι τοῦ κυρίου Ἰησοῦ δημιουργοῦ αὐτῶν τυγχάνοντος· μόνος γὰραὐτὸς ἀληθείᾳ καὶ οὐ θέσει υἱὸς ὢν θεοῦ δεσπότης ἐστὶ τῶν υἱοποιου-μένων.2 Kor 1,3 <Εὐλογητὸν τὸν θεόν> φασιν οἱ θεῖοι λόγοι, οὐ τῷ εὐλογίανδεδέχθαι ἀλλὰ τῷ παρέχειν αὐτήν· ὡς γὰρ <ἅγιος> καὶ <ἀγαθὸς> μόνοςαὐτός, ἁγιάζων καὶ ἀγαθοὺς ποιῶν, καὶ οὐ γινόμενος ταῦτα ἅπερἑτέρους ποιεῖ, οὕτω μόνος <εὐλογητός> ἐστιν, εὐλογίαν παρέχων ἀλλ'οὐ δεχόμενος. οὗτος ὁ <εὐλογητὸς θεὸς θεὸς καὶ πατὴρ τοῦκυρίου Ἰησοῦ> ὑπάρχει, <θεὸς> μὲν διὰ τὴν οἰκονομίαν, <πατὴρ> δὲδιὰ τὸ <λόγον> καὶ <μονογενῆ υἱὸν> ὑπάρχειν. <Πατὴρ οἰκτιρμῶν> ἐστι κατ' οὐσίαν, πηγὴ αὐτῶν τυγχάνων·οὐ γὰρ ἐξ ἀναλήψεως ἀρετῆς εὑρίσκεται τοιοῦτος οἷοί εἰσιν οἱ γινόμενοιοἰκτίρμονες. ὡς ὁ πατὴρ οὐράνιος, οἰκτίρμων ἐστίν· ὁ γὰρ <τῶνοἰκτιρμῶν πατὴρ> μεταδίδουσι τοῖς σπεύδουσι μιμεῖσθαι αὐτόν,οὐκ εἶναι ἀλλὰ γίνεσθαι οἰκτίρμοσιν. πρὸς τούτοις καὶ <πάσης παρα-κλήσεως,> ἐμπα〈θείας〉 καὶ χάριτος ὢν θεός. αὕτη ἐστὶν ἐν ᾗ καὶ δι'ἧς παρακαλοῦνται πάντες οἱ ὑπὲρ ἀληθείας μᾶλλον δὲ εὐσεβείας θλιβό-μενοι· οὕτω γὰρ καὶ τοὺς ἄλλους θλιβομένους ὄντας αὐτῶν ὑποδεεστέ-ρους διδάξουσι παρακαλεῖσθαι ὑπὸ τῶν θλιβόντων.2 Kor 1,6 <Θλίβεσθαί> φασιν οἱ διδάσκαλοι ὑπὲρ προκοπῆς καὶ σωτηρίαςτῶν πεπαιδευμένων, ἵν' ὑπομονὴν ἔχοντες τελείαν βεβαιωθῶσιν,ἐλπίζοντες τυχεῖν ἐπαξίων ἀμοιβῶν δοθησομένων τοῖς ὑπὲρ ἀληθείαςἀγωνιζομένοις ἀποστόλοις καὶ τοῖς τούτων ἀκροαταῖς.2 Kor 1,7—10 Ἐπείπερ κοινωνίαν εἶχον τῶν παθημάτων ἐφ' οἷς ἡ παράκλησις,δηλοῖ αὐτοῖς τὴν ὑπάρξασαν θλίψιν οὖσαν μεγάλην ἐν τῇ Ἀσίᾳ ἐκ δια-βολῆς καὶ συκοφαντίας Δημητρίου· καὶ εἰκότως γε, ἐπείπερ εἶπεν πάσχειν<ὑπὲρ τῆς ἐκείνων παρακλήσεως καὶ σωτηρίας,> ὅπωςκτήσωνται <ὑπομονὴν τὴν ἐν τοῖς αὐτοῖς παθήμασιν ἐν-εργουμένην,> φανεροῖ αὐτοῖς ὡς <ὑπὲρ δύναμιν> διωγμὸν καὶθλίψιν ὑπέμεινεν αὐτός τε καὶ οἱ σὺν αὐτῷ, ὡς μικροῦ δεῖν <ἐξαπορη-θῆναι,> τοῦτ' ἔστιν ἐκπεσεῖν, <τοῦ ζῆν.> παρίστησι δὲ τὴν αἰτίαν τοῦ