The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam ii ad Corinthios

Edition reference
Fragmenta in epistulam ii ad Corinthios (in catenis), ed. Staab, op. cit., 14–44.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg028.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

15

μικροῦ δεῖν τοῦτο παθεῖν, εἰπών· ἐπεὶ γὰρ <πεπειθότες> ἦμεν <ἐφ'

ἑαυτοῖς> ὡς πρὸς πᾶσαν θλίψιν ἀνενδότως ἵστασθαι βοηθῶν ἡμῖν ὁ

θεός, ὅπως ἐν αὐτῷ καὶ δι' αὐτοῦ πάντων ἐπιπόνων περιέσεσθαι θαρρῶ-

μεν, ὀλίγον πως γυμνώσας τῆς παρ' αὐτοῦ βοηθείας ἔπεισεν ὡς δεῖ

16

πάντοτε ἐπ' αὐτῷ πεποιθέναι· ἡ γὰρ τοιαύτη πεποίθησις οὐ μόνον ἐν.

ζωῇ τοὺς ζῶντας φυλάττει, ἀλλὰ καὶ τοὺς ταύτην ἀποβαλόντας αὖθις

εἰς αὐτὴν ἄγει <ἐγείρας αὐτοὺς ἐκ νεκρῶν.> ὅθεν καὶ ἑαυτοὺς

διεγείρομεν, καὶ ὑμῖν παρεγγυῶμεν μὴ ἐπ' οἰκείᾳ δυνάμει τὴν πεποίθη-

σιν ἔχειν, ὅπως μὴ τῆς ζωῆς ἐκπέσωμεν, ἀλλ' ἐπὶ τῷ θεῷ ἐλπίσωμεν,

ὅστις ἡμᾶς ζωοποιήσει κἂν ἐν νεκρότητι γενώμεθα. ἴστε δὲ ὅτι, εἰ καὶ

τάραχον καὶ ἀγωνίαν ἔσχομεν ἐκ τῆς καταλαβούσης βαρυτάτης θλίψεως,

ἀλλ' οὖν μέχρι τῆς καρδίας ἔστη τὰ τοῦ κλόνου· <ἔσχομεν> γὰρ <τὸ

ἀπόκριμα τοῦ θανάτου> καταψηφισάμενοι ἑαυτῶν θάνατον μέχρι

τῶν λογισμῶν. οὐδὲν ταραχῶδες πράξαντες ... ὅθεν καὶ ἔννοιαν ἔσχομεν

ἀγαθὴν περὶ τοῦ δεῖν πεποιθέναι ἐπὶ <τῷ ἐγείροντι ἐκ νεκρῶν>

καὶ <ῥυομένῳ ἐκ θανάτου.> τοῖς προκειμένοις συνᾴδει τὸ <ἐτα-

ράχθην καὶ οὐκ ἐλάλησα,> καὶ τὸ περὶ τοῦ Ἰὼβ ὡς <οὐχ ἥμαρ-

τεν τοῖς χείλεσιν ἐναντίον κυρίου,> πικρῶν καὶ φοβερῶν

συμβεβηκότων αὐτῷ. φανερὸν δὲ ὅτι οὐ περὶ τοῦ κοινοῦ ζῆν καὶ

θανάτου γράφεται τὰ προκείμενα· φησὶ γάρ· <ὃς ἐκ τηλικούτου

θανάτου ἐρρύσατο καὶ ῥύεται καὶ ἔτι ῥύσεται εἰς ὃν

ἠλπίκαμεν.> εἰ γὰρ περὶ τοῦ κο〈ινοῦ θανάτου〉 ἐλέγετο ταῦτα, οὐ

τεθνήξονταί ποτε οἱ ταῦτα λέγοντες κατὰ χρόνον ἔξω αὐτοῦ γινόμενοι,

ἀλλὰ μὴν τεθνήκασι τὸν κοινὸν θάνατον οἱ ταῦτα βεβαιούμενοι· περὶ

γὰρ τοῦ θανάτου φασὶ τοῦ κατασπῶντος τὴν ψυχὴν ἀπὸ τῆς αἰωνίου

ζωῆς.

2 Kor 1,11

Ἐν τοῖς προκειμένοις διδάσκει ὡς τὰ μεγάλα ὄντως καὶ θεῖα

δωρήματα δίδοται, εὐχῆς πλειόνων ὑπὲρ ἑνὸς λαμβάνοντος ἀναπεμπο-

μένης. διὸ καὶ εἰς εὔνοιαν καὶ διάθεσιν τὴν πρὸς αὐτὸν διεγείρων φησίν·

ἐκ τηλικούτου θανάτου ἐρρύσθην ὑπὸ τοῦ θεοῦ συμβαλλομένων καὶ

ὑμῶν τῇ δεήσει ὑπὲρ ἐμοῦ, ἵνα ἐκ πολλῶν πρεσβευόντων προσώπων τὸ

εἰς ἡμᾶς τοὺς θλιβέντας γενόμενον χάρισμα ὑπὸ πλειόνων εὐχαριστηθῇ.

εἰ γὰρ πολλοὶ οἱ συνυπουργήσαντες τῇ δεήσει εἰς τὴν ὑπάρξασαν δωρεάν,

ἀκόλουθόν ἐστι τοὺς αὐτοὺς τούτους εὐχαριστῆσαι τῷ παρασχόντι θεῷ.

2 Kor 1,12

Τὸ πρὸς θεὸν ἡμῶν καύχημα μαρτυρεῖται ἐκ τῆς συνειδήσεως·

εἴρηται δὲ περὶ τῆς συνειδήσεως τῆς μὴ δεχομένης πρόσωπον. αὕτη

οὖν ἡ <καύχησις> ἥτις <μαρτύριον τῆς συνειδήσεως ἡμῶν>

ὑπάρχει, παρεσκεύασεν <ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ> ἀλλὰ μὴ

ἐν ἀνθρωπίνῃ παιδεύσει <ἀναστραφῆναι ἐν> παντὶ <τῷ κόσμῳ,

17

μάλιστα δὲ πρὸς ὑμᾶς·> ὁ γὰρ κατὰ τὸ εὐαγγέλιον παιδεύων οὐκ

ἀνθρωπίνην ἐπαγγέλλεται διδασκαλίαν ἀλλὰ τὴν ἐκ τῶν ἁγίων γινομένην

γραφῶν, ἥτις διὰ τὸ ἐκτὸς εἶναι κηλῖδός τινος εἰλικρινής ἐστιν.

<σαρκίνην> δὲ <σοφίαν> τὴν περὶ αἰσθητῶν ὠνόμασεν, ἣν ὁ ἔχων οὐ

χωρεῖ τὴν τοῦ πνεύματος σοφίαν, <μωρίαν> αὐτὴν λογιζόμενος. ἔθος

δὲ τῇ γραφῇ τὰ περὶ τῶν κοσμικῶν καὶ ὑλικῶν μαθήματα <σάρκινα>

καλεῖν· οὕτω γοῦν καὶ <φρόνημα> λέγεται <τῆς σαρκός,> καὶ ἐν τοῖς

<ἔργοις> τῆς <σαρκὸς> καταλέγονται <αἱρέσεις, φαρμακεῖαι, εἰδω-

λολατρεῖαι.> οὐ γὰρ ἔτι ταῦτα σάρκινα ῥητέον παρονομαζόμενα ἀπὸ

τῆς αἰσθητῆς σαρκός· εἴρηται γὰρ ἀπὸ τῆς ὑλικῆς ἕξεως καθ' ἣν ὁ

ἐνεργῶν <κατὰ σάρκα περιπατεῖν> λέγεται, καὶ γίνεται <σάρκινος

πραθεὶς ὑφ' ἁμαρτίαν.> ὅμως δὲ εἰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ

<ἀνεστράφημεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ,> ἀλλ' οὖν

τοῦτο πρὸς ὑμᾶς μᾶλλον καὶ μᾶλλον πεποιήκαμεν.

2 Kor 1,13—14

Παρειληφόσιν ὑμῖν ἀναγινώσκειν τὰ εὐαγγέλια καὶ τὸν νόμον καὶ

τοὺς προφήτας, οὐχ ἕτερα ὧν ἀναγινώσκετε γράφομεν· ὡσαύτως γὰρ

ἐκείνοις ἐστὶ <θεόπνευστα> ἃ χαράττομεν ἐν ταῖς ἐπιστολαῖς. ἐπιγινώσκετε

οὖν καὶ ὑμεῖς αὐτὸ τοῦτο, μερικὴν διάληψιν τέως ἔχοντες. προσδοκῶμεν

δὲ σὺν θεῷ φάναι ἐπιγνῶναι ὑμᾶς <ἕως τέλους,> τοῦτ' ἔστι τελείως καὶ

ἀνελλειπῶς· ἐπιγνόντες γὰρ ἡμᾶς <ἐκ μέρους,> προσλαμβάνοντες ἀεὶ

τῇ φθασάσῃ ἐπιγνώσει ἐπίτασιν τῶν γνωσθέντων καὶ ἕτερα θεωρήματα,

τελείαν ἕξετε θεωρίαν ὡς τὰ αὐτὰ γράφομεν Μωϋσεῖ καὶ τοῖς προφήταις

καὶ τοῖς εὐαγγελισταῖς· ὁ γὰρ πρὸς ἐκείνους γενόμενος θεὸς λόγος καὶ

ἐν ἡμῖν λαλεῖ, οὐχ ἕτερος ὢν τοῦ Χριστοῦ. πέποιθα δὲ ὅτι οὕτως ὑμῶν

διακειμένων, ὅτι καυχᾶσθε ἐν ἡμῖν· καὶ γὰρ ἡμῶν τὸ καύχημα ὑμεῖς

ἐστε <ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἐν> ᾗ κρινεῖ τοὺς φανερουμένους ἐν

τῷ βήματι αὐτοῦ. δυνατὸν δὲ τὸν ὑπὸ τοῦ <ἀληθινοῦ φωτὸς>

γινόμενον ἐν ταῖς ψυχαῖς φωτισμὸν <ἡμέραν> εἶναι <τοῦ κυρίου

Ἰησοῦ Χριστοῦ.>

2 Kor 1,15—16

Διὰ ταύτης τῆς λέξεως παρίστησιν ὅτι χαρὰν ἔσχεν ὠφελουμένων

Κορινθίων ἐν τῷ βελτιοῦν αὐτούς. διὸ ταύτῃ ἐμμένων τῇ προθέσει

ἠβούλετο πάλιν ἐπιδημῆσαι αὐτοῖς ἀπιὼν ἐν τῇ Μακεδονίᾳ, κἀκεῖθεν

ἐπιστρέφων πάλιν αὐτοὺς ἰδεῖν, ἵνα πάλιν εὐφρανθῇ ὠφελουμένων

αὐτῶν· φαίνεται γὰρ διὰ τῆς λέξεως πρὸ τῆς γραφῆς ἀμφοτέρων τῶν

πρὸς αὐτοὺς ἐπιστολῶν γενόμενος ἐν Κορίνθῳ. ἀλλὰ καὶ διὰ τοῦ

18

<φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον,> τὸ αὐτὸ

τοῦτο παρίσταται.

2 Kor 1,23

Εἰδὼς τὸ εἰρημένον πρὸς τοῦ σωτῆρος ἐν ἐπαγγελίᾳ περὶ τοῦ μὴ

δεῖν ὀμνύναι, ἀλλ' ἔχειν λόγον ἀκατάγνωστον περὶ τοῦ <ναὶ> ὡς ὄντος ναί,

καὶ τοῦ <οὒ> ὡς οὕτως ἔχοντος, διαβεβαιούμενος ἐνταῦθα ὀμνύναι δοκεῖ.

καὶ μάλα γε δικαίως· ἐπεὶ γὰρ διάθεσιν ἑαυτοῦ ἣν εἶχεν πρὸς Κορινθίους

ἀπαγγέλλει, αὕτη δὲ ἐν διανοίᾳ καὶ καρδίᾳ τὸ εἶναι ἔχει, εἰκὸς δὲ ἦν τοὺς

ἀγαπωμένους ἀμφιβάλλειν περὶ τῆς οὕτω πρὸς αὐτοὺς γνησίας ἀγάπης,

<μάρτυρα> τῶν λεγομένων καλεῖ <τὸν θεὸν ἐπὶ τὴν> ἑαυτοῦ

<ψυχήν,> ἐπιστάμενον καὶ τὰ ἐν τῷ κρυπτῷ ταύτης κείμενα. φησὶ γάρ·

ἐπιδημῶ πρὸς ὑμᾶς ποθῶν ὑμᾶς, καὶ ὅτε δὲ τοῦτο οὐ πράττω, πάλιν

φειδοῖ τῇ πρὸς ὑμᾶς ἐπέχω· ἴστε γὰρ ὅτι πρότερον ἐλθὼν εἰς τὴν πόλιν

ὑμῶν ὅλον ἐνιαυτὸν καὶ μῆνας ἓξ ἐπιδιέτριψα, χαίρων ἐν τῷ καθ' ἡμέραν

ὑμᾶς κατὰ Χριστὸν ὠφελουμένους προκόπτειν. ἀμέλει γοῦν πρὸς τῇ

κοινῇ διδασκαλίᾳ καὶ μυστικὰς παραδόσεις παρέθηκα ὑμῖν· τοῦτο γὰρ

ἐν τῇ πρὸ ταύτης ἐπιστολῇ ἐδήλωσα, διεγείρων κατασχεῖν ὑμᾶς ἃ παρει-

λήφατε. ἐπειδὴ δὲ νῦν ἀκριβῶς πέπεισμαι ὡς ψευδοδιδάσκαλοί τινες

ἀπατῶσιν, ἀθετοῦντες τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν ἐπὶ διαμονὴν

τῆς ψυχῆς, ἔτι μὴν καὶ τὴν περὶ ἀδιαφόρων γνῶσιν διαστρέφοντες, τούτου

χάριν ἐπέσχον νῦν πρὸ θεραπείας τινὸς διὰ γραμμάτων ὑπαρχθῆναι

δυναμένης ἐπιδημῆσαι ὑμῖν. ταῦτα δὲ ἐπιστ〈έλλω οὐ〉 κύριον τῆς πίστεως

ὑμῶν ἐμαυτὸν ἀναγορεύων—συνεργοῦμεν γὰρ εἰς τὸ πιστεύειν ὑμᾶς

διὰ διδασκαλίας—καὶ ἐπεὶ ἐκ κατηχήσεως ἡμῶν τῇ πίστει προσελη-

λύθατε, ὥσπερ ἐδιδάξαμεν, οὕτω καὶ ὑπομιμνήσκομεν, ὅπως ἐμμένητε

ᾗ κατωρθώσατε πίστει· κἂν γάρ τινες ἐκλονήθησαν ὑπὸ τῶν ἀπατεώνων,

ἀλλ' οὖν θαρρῶ ὡς ἑστήκατε ἐν ᾗ παρελάβετε πίστει, ὄντες ἐν αὐτῇ

βέβαιοι.

2 Kor 2,3—4

<Ἡ χαρὰ ἡ ἐμή,> φησί, <πάντων ὑμῶν ἐστι> διὰ τοῦ εὐφήμου,

καὶ τὸ πρὸ αὐτοῦ δηλῶν λέγω δὴ τὸ ἡ λύπη ἡ ἐμὴ πάντων ὑμῶν ἐστιν· ἔδει

γὰρ λυπουμένῳ τῷ ἀποστόλῳ συλλυπεῖσθαι Κορινθίους, ἵνα καὶ χαίροντι

συγχαίρωσιν. ὅτι δὲ ἐκ γνησίας διαθέσεως ἐπιστέλλω ταῦτα, φησί,

γινώσκετε <ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας διὰ

πολλῶν δακρύων> ὑπηγορεῦσθαι τὴν ἐπιστολήν· οὐ γὰρ ἐβουλόμην

τοιούτων ὑμᾶς δεῖσθαι ἐπιπλήξεων, ἀλλ' ἀποδείξεων τῶν περὶ τῆς

ἀληθείας δογμάτων καὶ ὑπομνήσεως, μᾶλλον δὲ προτροπῆς πρὸς τελείαν

ἀρετήν.

19

2 Kor 2,10—11

Διττὴν τοῦτο διάνοιαν ἔχει τὸ <ἐν προσώπῳ Χριστοῦ·> δηλοῦται

γὰρ ἤτοι ἐν προσώπῳ, τοῦτ' ἔστι ἐνώπιον καὶ βλέποντος Χριστοῦ, ἀλλὰ

καὶ τὸ φέρων τὸ Χριστοῦ πρόσωπον κεχάρισμαι, εἰδὼς ὅτι καὶ αὐτὸς

πάντα τὰ πρὸς μακαριότητα χαρίσασθαι κρίνας ἐπεδήμησε τῷ βίῳ.

αὐτοῦ τοίνυν φέρων τὸ πρόσωπον—μιμεῖσθαι γὰρ αὐτὸν εὔχομαι καὶ

σύμμορφος αὐτοῦ εἶναι—συνεχώρησα τὴν ἁμαρτίαν τῷ μετανοήσαντι·

ὅθεν καὶ ὑπο... τῆς γνώμης εἶναι προτρέπομαι. οὐκ ἀγνοεῖν γὰρ τοῦ

σατανᾶ τὰ πανουργεύματα δεῖ, ὡς πάλαι τῆς πορνείας γινομένης αὐξάνειν

τὴν βλάβην θέλων παρεσκεύαζε τὸ ἀσυμπαθές, ὡς μὴ πενθεῖσθαι τὸν

ἑαλωκότα τῇ κακίᾳ· νὺν δὲ ἔπεισεν ἀσπλαγχνίαν εἶναι πρὸς τὸν παυσά-

μενον τοῦ κακοῦ, ἵνα διὰ τούτου κἀκεῖνον ἀπολέσῃ καὶ ὑμᾶς ἀλαζόνας

καὶ ὑπερηφάνους κατ' αὐτοῦ ἀποδείξῃ. ἀλλ' ὅρα μή τις ἀπεκδεχόμενος

τὸ βούλημα τοῦ ἀποστόλου, δόξῃ φαῦλον εἶναι τὸ γνῶσιν ἔχειν τῶν

σατανικῶν νοημάτων—βλαπτικὸν γὰρ ἥκιστα τὸ τοιοῦτον ἀλλὰ μᾶλλον

ὠφελητικόν—τὸ γὰρ εἰδέναι τὴν νόησιν καὶ προαίρεσιν οὐ ποιεῖ κακόν,

ἀλλὰ τὸ αἱρεῖσθαι. ἀμέλει γοῦν καὶ τοὺς ἐλέγχειν τοὺς ἀπατεῶνας προ-

αιρουμένους, εἰδότας τὰ τῆς ἀπάτης ἐκείνων οὐ μεμφόμεθα, ἀλλὰ καὶ

πάνυ ἀποδεχόμεθα· οὐ γὰρ τὸ εἰδέναι ἀλλὰ τὸ προαιρεῖσθαι τὰ φαῦλα

κακοὺς ποιεῖ. ἴσμεν τοιγαροῦν τὰ νοήματα τοῦ σατανᾶ, οὐχ ὅπως

ἐνεργῶμεν κατ' αὐτά, ἀλλ' ἵνα μὴ ἀπατώμενοι παγιδευθῶμεν.

2 Kor 2,12

Γέγονεν αὐτῷ ἡ ἐκ Τρῳάδος εἰς Μακεδονίαν μετάβασις ἐξ ὀπτα-

σίας· ἐν γὰρ τῇ γραφῇ τῶν Πράξεων τῶν ἀποστόλων εἴρηται, ὡς ὄντι

αὐτῷ ἐν Τρῳάδι ἀνὴρ Μακεδὼν ὤφθη ἀποκαλύψεως τρόπῳ κελεύων.

ἔφασκε γάρ· <διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.> ἐσιώ-

πησε δὲ τοῦτο γράφων τὴν ἐπιστολήν, γνώμης μετριότητι δοκιμάσας μὴ

εὔκαιρον εἶναι τὸ λέγειν τοιαῦτα περὶ ἑαυτοῦ, ὡς ἐν τοῖς ἑπομένοις δείξει.

ἀμέλει γοῦν χάριν ὁμολογεῖ τῷ θεῷ ἐπὶ τῇ μεταβάσει, ὡς ἑξῆς ἐπιφέρων

ἐρεῖ. ἐπίστησον δὲ τί βούλεται· <θύρας μοι ἀνεῳγμένης μεγάλης

ἐν κυρίῳ·> τάχα γὰρ ἀνοίγεται <θύρα τοῦ λόγου> πρὸς τοῦ κυρίου

τοῖς ἐξ ἐπινοίας θείας δεχομένοις τὸ λέγειν, ἀλλ' οὐκ ἐξ ἀνθρωπίνης

τέχνης παρασκευὴν ἔχουσιν. λέγει γοῦν θεός· <πλάτυνον τὸ στόμα

σου καὶ πληρώσω αὐτό.> καὶ ὁ σοφὸς κέκραγεν· <ἄνοιγε σὸν

στόμα λόγῳ θεοῦ,> τοῦτ' ἔστι παρεσκευασμένος ἔσω πόθῳ καὶ

20

προθυμίᾳ πρὸς τὸ λαβεῖν ἐκ θεοῦ διδασκαλίαν. τάχα δὲ ἀνοίγνυται

<θύρα τοῦ λόγου,> καὶ ὅταν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς παραδοχὴν τῆς

παιδεύσεως ὦσιν.

2 Kor 2,14—16

Διὰ τοῦτο, φησί, φανεροῖ ὁ θεὸς <δι' ἡμῶν τὴν ὀσμὴν τῆς

γνώσεως> τοῦ Χριστοῦ <ἐν παντὶ τόπῳ,> ἐπείπερ <Χριστοῦ

εὐωδία ἐσμέν·> ὡς γὰρ <φωτὸς> αὐτοῦ τυγχάνοντος οἱ μέτοχοι <φῶς>

εἰσι <τοῦ κόσμου,> οὕτω καὶ μύρου ὄντος οἱ ἑνούμενοι αὐτῷ <εὐωδία>

αὐτοῦ εἰσιν. αὕτη δὲ ἡ εὐώδης πνοή, τοῖς μὲν <ὀσμὴ ἐκ θανάτου εἰς

θάνατον,> τοῖς δὲ <ὀσμὴ ἐκ ζωῆς εἰς ζωὴν> ὑπάρχει. ἀλλ' οὐκ

αἰτιατέον εἰ γίνεται ἡ <ὀσμὴ ἐκ θανάτου εἰς θάνατον·> παρὰ γὰρ

τὴν πρόφασιν τῶν οἷς συμβεβήκει τοῦτο γίνεται, ὥσπερ καὶ ἡ ὑγιεινὴ

τροφὴ βλάπτειν δοκεῖ τοὺς νοσοῦντας ἀκαίρως προσφερομένη. ὅσοι γὰρ

ὑπὸ θάνατον ὄντες τὸν ἐπιγινόμενον τῇ ἁμαρτίᾳ δέχονται οὐκ ὀρθῇ

γνώμῃ τὴν θείαν γνῶσιν, ἐκ θανάτου πρακτικῶν ἁμαρτημάτων ἐπὶ

θάνατον τὸν ἀκολουθοῦντα τοῖς ἀσεβέσι φρονήμασιν ἔρχονται,

ὥσπερ τοὺς παραδεχομένους αὐτὴν μετὰ πράξεων ζωοποιῶν <ἐκ

ζωῆς εἰς ζωὴν> φέρει· ὡς γὰρ τὸ αἰσθητὸν μύρον πρὸς ὑγείαν

καὶ εὐεξίαν συμβαλλόμενον βλάπτει τὰ ἔντομα ζῶα οὐ φέροντα

αὐτοῦ τὴν ἀκροτάτην πνοήν, οὕτως ἡ θεία εὐωδία ὠφελεῖ καὶ εἰς

ὑγείαν ἄγει, μᾶλλον δὲ ζωήν, τοὺς τηροῦντας τὸ κατ' εἰκόνα καὶ

ὁμοίωσιν θεοῦ—οὗτοι γὰρ ἀληθῶς ἄνθρωποί εἰσιν—βλαπτομένων

ἐξ αὐτῆς τῶν κατὰ τὸν <ἔσω ἄνθρωπον> μεταβαλλόντων, ὡς καλεῖσθαι

ἀλληγορικῶς <μυίας σαπριούσας σκευασίαν ἐλαίου ἡδύσ-

ματος> κατὰ τὸν Ἐκκλησιαστικήν.

2 Kor 2,17

Οὐ προσεκτέον τοῖς ἀπὸ τῶν ἑτεροδόξων λέγουσιν, ὅτι οἱ ἀπόστολοι

ἐν Χριστῷ διδάσκοντες κατεναντίον τοῦ θεοῦ τοῦ ἑτέρου παρὰ τὸν

πατέρα τοῦ σωτῆρος, τοῦτ' ἔστιν ἐναντία αὐτῷ φθεγγόμεθα. <πολλοὺς>

δὲ λέγει τοὺς ἀπατῶντας διὰ τὸ χυδαῖον. καὶ γὰρ αὕτη ἡ φωνή, λέγω δὲ

<οἱ πολλοί,> ὁμώνυμος οὖσα σημαίνει πλείονα· λέγεται γάρ ποτε ἀντὶ

τοῦ «τινές», ὡς ὅταν ὁ κύριος λέγῃ· <πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ

τῇ ἡμέρᾳ·> ἀλλὰ καὶ ἀντὶ τῶν πρὸς ὀλίγους διαστελλομένων, ὡς ἐν

τῷ <πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.> δηλοῖ ἡ λέξις

καὶ τοὺς πάντας, ὡς ἐν τῷ <ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ

21

ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί·> πάντες γὰρ

ἄνθρωποι παρακούσαντος τοῦ Ἀδὰμ ὑπὸ ἁμαρτίαν εἰσίν. δηλοῖ δὲ καὶ

τοὺς χυδαίους, ὡς ἐν τῷ προκειμένῳ καὶ τῷ <μὴ πολλοὶ διδάσκαλοι

γίνεσθε, ἀδελφοί·> σημαίνει δὲ καὶ τοὺς ὅπως ποτὲ πλείονας ὄντας,

καθάπερ ἐν τῷ <πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ,> καὶ <πολλοὶ

λέγουσι τῇ ψυχῇ μου.> ἐν τῇ ἐκκειμένῃ φωνῇ τῇ <οὔκ ἐσμεν ὥς

τινες καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ,> τοῦτ' ἔστιν

ἐξυδαροῦντες αὐτὸν διὰ ψυχρολογίας καὶ μωρᾶς ἐξηγήσεως, ἀλλ' <ὡς ἐξ

εἰλικρινείας> ἀδόλως καὶ καθαρῶς αὐτὸν προσφερόμεθα.

2 Kor 3,1—3

Ἐπιπλήττει ἠρέμα Κορινθίοις ὡς ἔτι ἀγνοοῦσι τὸ ἀποστολικὸν

μέγεθος, φάσκων· <ὡς ἐξ εἰλικρινείας ἐκ θεοῦ κατέναντι

θεοῦ λαλοῦντες> δοκῶμεν καὶ ὑμῖν πεφανερῶσθαι ὡς οὕτως ἔχομεν

γνώμης, εἰ μὴ ἄρα οὕτως διάγετε ὡς δεῖσθαι συνιστάσης ὑμᾶς ἐπιστολῆς

πρὸς ὑμᾶς. οὕτω δὲ φανερὰ τὰ καθ' ἡμᾶς ἐστιν, ὡς μήτε ὑμᾶς συνιστᾶν

[ὑμᾶς] ἄλλοις, μηδὲ ἑτέρους ὑμῖν· καὶ γὰρ αὐτοὶ <ὑμεῖς ἐπιστολή

ἐστε Χριστοῦ ὑφ' ἡμῶν διακονηθεῖσα,> πραγματικῶς

<γεγραμμένη πνεύματι θεοῦ ζῶντος ἀλλ' οὐ μέλανι.>

λόγοι μὲν γὰρ χαράττονται μέλανι, πραγματικὸς δὲ καὶ θεωρητικὸς βίος

πνεύματι θεοῦ ζῶντος χαρακτηρίζεται, ὡς τὸν οὕτω γραφέντα ζῆν κατὰ

θεὸν πνεύματι· οἱ γὰρ ἠλίθιοι τὰς ψυχὰς ὡς <πλάκες λίθιναι>

δέχονται ἐκ μέλανος τοὺς τύπους, οἱ δὲ εὔεικτοι πρὸς συγκατάθεσιν τῶν

θείων <ἐν καρδίαις σαρκίναις,> τοῦτ' ἔστιν αἰσθητικαῖς, δέχονται

γραφὴν τὴν ἐκ ζῶντος θεοῦ πνεύματος· ἀπογράφονται γὰρ τὴν παίδευσιν

τρισσῶς ἐπὶ τὸ πλάτος τῆς καρδίας, ἅτε τοῦ θεοῦ διδόντος νόμους ἐν τῇ

διανοίᾳ, ἐν τῷ ἐπιγράφειν αὐτοὺς ἐπὶ τὸ πλάτος τῆς καρδίας.

2 Kor 3,4—6

Μή τις οἰέσθω βλακεύεσθαι ἡμᾶς ἐφ' ἑαυτοῖς λέγοντας· <ὡς ἐξ

εἰλικρινείας κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν·>

οὕτω γὰρ περὶ ἑαυτῶν διακείμεθα ὡς θεὸς ἡμᾶς ἱκανοὺς πρὸς <δια-

κονίαν τοῦ λόγου> καλέσας ἐποίησεν, οὐκ ἔχοντας ἐξ αὑτῶν τὸ

<λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν> κατὰ θείαν ἐπιστήμην· αὐτὸς γὰρ

ὁ δοὺς διακονεῖν ἡμῖν τὴν καινὴν διαθήκην, τὴν <πεποίθησιν> τὴν

πρὸς τὸ λέγειν ὤρεξεν. ἔστι δὲ ἣν ἐπιστεύθημεν διακονίαν <πνεύματος

ἀλλ' οὐ γράμματος—ἀποκτέννει μὲν γὰρ τὸ γράμμα,

ζωοποιεῖ δὲ τὸ πνεῦμα>—τῆς τοῦ ζωοποιοῦντος πνεύματος ἡ

διαθήκη καινή, οὐ παλαιουμένη· οὐ γὰρ ἐπιγίνεται διδασκαλία ἄλλη μετ'

22

αὐτὴν ἐν τῷ βίῳ τούτῳ· ἀδιάδοχος γάρ ἐστιν. χρῶνται δὲ καὶ τῇ λέξει

ταύτῃ πρὸς διαβολὴν τῆς παλαιᾶς διαθήκης οἱ ἑτερόδοξοι, φάσκοντες

ἐκείνην μὲν τὴν γραφὴν θανατοῦν, ζωοποιεῖν δὲ τὴν καινὴν ὡς οὖσαν

τοῦ ζωοποιοῦντος πνεύματος· διὸ ἐλεγκτέον αὐτοὺς πολὺ μακρὰν ὄντας

τῆς ἀποστολικῆς διανοίας. εἰ γὰρ καὶ <ἀποκτέννει τὸ γράμμα,>

ἀλλ' οὖν ἐπαινετὸν ἐπιφέρει θάνατον τοῖς ἀναιρουμένοις· ζῶντες γὰρ τῇ

ἀγνοίᾳ καὶ τῇ κακίᾳ πρὸ παραδοχῆς τῆς νομικῆς διδασκαλίας, μετὰ τὸ

παραδέξασθαι αὐτὴν θανατοῦνται ἀποβάλλοντες ἣν εἶχον πονηρὰν ζωήν.

οὕτω γὰρ ἕτοιμοι πρὸς τὸ δέξασθαι τὴν τοῦ πνεύματος ζωοποίησιν

ἔσονται, οἷον· ὁ ὢν ἐν κακῷ ζῇ κατ' αὐτὸ, ὁ ἐκκλίνας ἀπ' αὐτοῦ ἀπο-

βάλλει ἣν εἶχε κατ' αὐτὸ ζωήν, ἐλευσόμενος διὰ τῆς τοῦ ἀγαθοῦ ποιήσεως

ἐπὶ τὸ μακαρίως ζῆν· ὡς γὰρ τὸ κακὸν καὶ ἀγαθὸν ἀσυνύπαρκτα, οὕτω

καὶ αἱ ἑκάτεραι ζωαὶ ἅμα εἶναι οὐ δύνανται. οὐ ψέγεται τοιγαροῦν τὸ

γράμμα τέλος ἐπιβαλὸν τῇ φαύλῃ ζωῇ· προσάξει γὰρ εὐθέως τῇ κατὰ τὸ

πνεῦμα ζωοποιήσει.

2 Kor 3,7—16

Συγκρίνει ἀμφοτέρας τὰς διαθήκας, τὴν καινὴν καὶ παλαιάν,

ἑκατέρᾳ μαρτυρῶν τὸ <ἐν δόξῃ> τῇ ἐκ θεοῦ δεδόσθαι. ὅμως δὲ εἰ καὶ

ἀμφότεραι δεδοξασμέναι, ἡ ἐν πνεύματι πλείονα δόξαν ἔχει. εἰ δὲ ἐκ

συγκρίσεως πλείω〈ν〉 ἡ τοῦ πνεύματος δόξα, οὐ ψεκτὴ πρὸς ἣν

συγκρίνεται· ἀγαθοῦ γὰρ ἀγαθὸν μᾶλλον ἀγαθόν. <διακονία> γὰρ

<θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις> ἡ διὰ

Μωϋσέως ἐστίν, διακονοῦσα θάνατον ὃν εἴπομεν ἐπιφέρειν τὸ γράμμα.

ὥσπερ οὖν ἐκείνη τοῦ λεχθέντος θανάτου ποιητική, οὕτω τῆς μετὰ τὸν

θάνατον ἐκεῖνον ζωῆς πάροχος ἡ τοῦ πνεύματος διακονία. πειρᾶται δὲ

ἀπόδειξιν ἐπαγαγεῖν τοῦ ἐν δόξῃ εἶναι τὴν τοῦ πνεύματος διακονίαν, ἐκ

τοῦ ἐλάττονος ποιούμενος τὴν ἐπιχείρησιν· φησὶ γάρ· εἰ ἡ <τῆς κατα-

κρίσεως διακονία> τοσαύτην ἔσχε δόξαν ὡς μὴ πάντας τοὺς υἱοὺς

Ἰσραὴλ εἰς τὴν τελείωσιν βλέψαι δύνασθαι—μόγις γὰρ κεκαλυμμένην

αὐτὴν ἔφερον—, πόσῳ <μᾶλλον ἡ πνευματικὴ διακονία

ἔσται ἐκ δόξῃ;> τοῦ αὐτοῦ θεωρήματος καὶ ἑτέραν ἐπιχείρησιν

ποιεῖται φάσκων· ἡ προτέρα γραφὴ κατακρίνουσα τοὺς ἀξίους ἧς εἶχον

κατὰ ἁμαρτίαν ζωῆς ὡς τὸν εἰρημένον ἐνεγκεῖν θάνατον, μέχρι καιροῦ

τινος δέδοται· διαδέχεται γὰρ αὐτὴν ἡ εὐαγγελικὴ διδασκαλία αὕτη

ἀδιάδοχος οὖσα. εἰ τοίνυν <τὸ καταργούμενον> τὸ τέλος ἔχει ἐν

δόξῃ, πολλῷ πλέον <τὸ μένον> πλείονα δόξαν ἔχει· ἡ <καταργεῖται>

λέξις οὐ λοιδορικῶς κεῖται. ἀμέλει γοῦν καὶ ἡ ἐκ μέρους τῶν ἁγίων

γνῶσις καὶ προφητεία καταργηθήσεται, οὐ καθάπαξ ἀλλὰ παρουσίᾳ τῆς

γνώσεως τῆς ἀληθείας. καὶ ὥσπερ εἰ λέγοιμεν καταργεῖσθαι τὴν

εἰσαγωγικὴν διδασκαλίαν ἐξ ἐπιστήμης τῶν τελείων θεωρημάτων, οὐχ

23

ὑβριστικῶς φαμεν· δηλῶσαι γὰρ διὰ τῆς λέξεως προτιθεμένης χρείας τῆς

πρὸς τὸν εἰσαγόμενον Παῦλον. τοιγαροῦν <τοιαύτην πεποίθησιν

ἔχοντες,> ὡς <διάκονοι καινῆς διαθήκης> τεθειμένοι, ἀνεγκαλύπτως

τὴν διδασκαλίαν προφέροντες <πολλῇ παρρησίᾳ χρώμεθα,> τελείων

ὄντες ἀκροατῶν διδάσκαλοι, ἐπείπερ ἣν προφερόμεθα παίδευσιν οὐκ

ἔξωθεν δέεται δόξης, σύμφυτον αὐτὴν ἔχουσα. Μωϋσῆς μὲν γὰρ

κάλυμμα ἐπὶ τὸ πρόσωπον ἔφερε τοῖς πολλοῖς τοῦ λαοῦ ὁμιλῶν· οὐ γὰρ

ἔφερον τὸ μεγαλοφυὲς τῆς διδασκαλίας. ἀμέλει γοῦν τοῖς πρεσβυτέροις

καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ καὶ εἴ τις κατ' ἐκείνους διαλεγόμενος γυμνὴν

ἐπεδείκνυτο τὴν δόξαν. ἐγίνετο δὲ καὶ τοῦτο ὡς καὶ πλείονα ἄλλα συμ-

βολικῶς ὑπὸ Μωϋσέως· ὁ γὰρ ἀνὴρ οὗτος τοῦ νόμου φέρει τὸ πρόσωπον,

καὶ ἐπεὶ ὁ νόμος πρὸς διάνοιαν καὶ ῥητόν ἐστιν εἰρημένος τοῖς κατὰ

γράμμα καὶ λέξιν μόνον προσβαλεῖν δυναμένοις, κεκαλυμμένος σκιᾷ καὶ

ἱστορίαις προσέρχεται τοῖς ὑπεραναβεβηκόσιν, τὰ κατ' ἀλληγορίαν πνευ-

ματικὴν ἄνευ καλύμματος παραδιδούς. κἂν τοίνυν κεκάλυπται Μωϋσῆς

τισιν, οὐκ αὐτοῦ ἀλλὰ τῶν μὴ δυναμένων ἄνευ καλύμματος τὴν δόξαν

αὐτοῦ ὁρᾶν τὸ ἔγκλημα, ἐπεὶ καὶ τῷ Ἰησοῦ ἐγκλητέον τὰ μυστήρια μὴ

πᾶσι φανεροῦντι· τοῖς γὰρ ἔξω ἐν παραβολαῖς αὐτὰ ἐλάλει. ὥστε καὶ ὁ

εὐαγγελικὸς λόγος τοῖς μὲν ἐξωτερικοῖς κεκαλυμμένως, τοῖς δὲ ἔνδον εἰς

τὴν μυστικὴν διάνοιαν εἰσεληλυθόσιν ἀνεγκαλύπτως διαλέγεται, τὴν

σαφήνειαν τῶν παραβολῶν ποιούμενος, φάσκων τοῖς εἰς τὴν οἰκίαν αὐτοῦ

εἰσιοῦσιν· <ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασι-

λείας, τοῖς δὲ ἔξω ἐν παραβολαῖς πάντα γίνεται.> ἀμέλει

γοῦν προκείμενον αὐτὸ δείκνυσιν, διὰ τοῦτο καλύπτειν Μωϋσέα ἣν ἔχει

δόξαν ἐπὶ τοῦ προσώπου, ἐπεὶ πεπώρωνται τὰ νοήματα τῶν μὴ οἵων τε

γυμνὸν αὐτὸν ὁρᾶν. φαίνεται διὰ τοῦ εἱρμοῦ πάντων τῶν προκειμένων

τὸν νόμον <Μωϋσέα> καλῶν.

2 Kor 3,17

Ἐκ τούτων ἀνατρέπεται ὁ μῦθος τῶν διακοπτόντων τὴν θεοῦ

γραφήν· μία γάρ ἐστιν ὁτὲ μὲν τύποις καὶ σκιᾷ κεκαλυμμένη, ὁτὲ δὲ

ἄνευ καλυμμάτων προφαινομένη, ἐπείπερ ἀπὸ πνεύματος κυριακοῦ τὴν

ἀποκάλυψιν αὐτῆς δεχόμεθα, πεπεισμένοι <ἐλευθερίαν> εἶναι <τὸ

κυρίου πνεῦμα.>

2 Kor 4,3—4

<Θεὸν τοῦ αἰῶνος τούτου> τὸν διάβολον εἶναί φησιν, ὡς καὶ

τὰ <δαιμόνια τῶν ἐθνῶν θεοί,> καὶ ἡ <κοιλία> τῶν γαστρι-

μάργων. στίζουσι δέ τινες εἰς τὸ <ἐν οἷς ὁ θεός,> ἑξῆς ἀναγινώσκοντες

ἀπ' ἰδίας ἀρχῆς· <τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα

τῶν ἀπίστων.> ἀμέλει γοῦν καὶ εὐέλεγκτα λέγουσιν· εἰ γὰρ ἄπιστοί

24

τινές εἰσι τούτου τοῦ αἰῶνος, εὑρεθεῖεν ἕτεροι ἄπιστοι οὐκ ὄντες αὐτοῦ.

πᾶς γὰρ ἄπιστός ἐστι <τούτου τοῦ αἰῶνος·> οὐδεὶς γὰρ ὑπερβὰς

αὐτὸν καὶ καταξιωθεὶς τοῦ μέλλοντος αἰῶνος, τετύφλωται ἐν νοήμασιν,

ἀλλ' ἔχει <πεφωτισμένους τοὺς ὀφθαλμούς.> ἔγνων τινὰς

σαφηνίζοντας τὴν προκειμένην λέξιν, φάσκοντας κεκαλυμμένον εἶναι

τὸ εὐαγγέλιον οὐ τοῖς πάντη ἀπίστοις· οὐδὲ γὰρ κεκαλυμμένου αὐτοῦ ἢ

γυμνοῦ πεῖραν ἔχουσιν. ἔλεγον δὲ οὗτοι ἀπολλυμένους εἶναι ἐν οἷς

κεκάλυπται τὸ εὐαγγέλιον, τοὺς παραδεξαμένους μὲν αὐτό, μὴ μὴν ἄνευ

καλύμματος προσβαλόντας αὐτῷ. οἷοι ἐτύγχανον οἱ ἐν παραβολαῖς

ἀκούοντες τῶν Ἰησοῦ λόγων, τοῦ <ἀπολλύμενοι> ἐπ' αὐτῶν κειμένου

ἐπὶ δηλώσει τοῦ κατ' ἀλλοίωσιν μεταβαλεῖν· οἱ γὰρ προκόπτοντές εἰσι

τοιοῦτοι, ἀεὶ ἐξ ἑτέρων ἕτεροι γινόμενοι. ὅθεν οὐκ ἐπὶ ψόγου ἔλεγον

κεῖσθαι τὸ <ἀπολλύμενοι,> ἀλλ' ὡσαύτως τῷ <οἱ οὐρανοὶ ἀπο-

λοῦνται,> καὶ <ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα·> αἱ γὰρ λέξεις

αὗται <ἀπόλλυσθαι> τίθενται τοῦ ἐν προκοπῇ ἐκ ποιότητος εἰς

ποιότητα μεταβαίνοντος.

2 Kor 4,5—6

Ἀναφορὰν ἔχει ἡ προκειμένη λέξις πρὸς τὸ <οὐχ ὅτι κυριεύομεν

τῆς πίστεως ὑμῶν·> ἀκολούθως γὰρ ἐκείνῳ ῥηθείη ἄν· <οὐχ

ἑαυτοὺς κηρύττομεν,> διὸ <οὐ κυριεύομεν ὑμῶν τῆς

πίστεως·> κηρύττομεν γὰρ <Ἰησοῦν Χριστὸν θεὸν κύριον,

ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ.> ὥστε οὐχ ἡμεῖς

ἀλλ' αὐτὸς κυριεύει τῆς πίστεως ἡμῶν, ἀποδεχόμενος ἢ κρίνων ὑμᾶς

κατ' αὐτήν. πρὸς τούτοις καὶ τὸ <ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους

φῶς λάμψαι,> συναπτέον τῷ <ἡμεῖς δὲ πάντες ἀνακεκαλυμ-

μένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα.>

ἐκ σκότους δὲ λάμπεται φῶς τῷ ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν ἀληθείας

ἐρχομένῳ· λέγομεν γοῦν ἐξ ἀγνοοῦντος καὶ ἀληθοῦς ἐπιστήμονα καὶ

πεπαιδευμένον γίνεσθαι. τῆς οὖν προκαταλαβούσης τοὺς ἀνθρώπους

ἀγνοίας καὶ κακίας ὠνομασμένων <σκότους, ἔλαμψεν ὁ θεὸς ἐν

ταῖς καρδίαις φωτισμὸν> πρακτικῆς καὶ διανοητικῆς ἀρετῆς,

ἵν' ἔχωσι θεωρίας <τῆς δόξης Χριστοῦ ἐν προσώπῳ αὐτοῦ.

δόξαν> δὲ ἤτοι καθ' ἣν φρονοῦσι περὶ αὐτοῦ, ἢ <δόξαν> καθ' ἣν

δεδοξασμένον αὐτὸν ἴσμεν.

2 Kor 4,7

<Ὀστράκινα> λέγει <σκεύη> τὰς εὐτελεῖς λέξεις καὶ τὸ ἄπλαστον

τῆς ἑρμηνείας. εἰ γὰρ οἱ κήρυκες τοῦ εὐαγγελίου κατ' ἀνθρωπίνην

25

φιλοσοφίαν ἐπρέσβευον τῆς ἀληθείας, ὑπωπτεύθη ἂν ἐξ ἀνθρωπίνης

τέχνης καὶ μὴ ἐκ δυνάμεως θεοῦ κεκρατῆσθαι τοὺς ἀνθρώπους τῇ

σωτηριώδει παιδεύσει· ἀγραμμάτων δὲ καὶ ἰδιωτῶν ὄντων τῶν διακο-

νουμένων ἡ <ὑπερβολὴ τῆς δυνάμεως> τοῦ κατὰ τὴν γνῶσιν

θησαυροῦ, ἐκ θεοῦ καὶ οὐκ ἐκ θνητῶν ὑποληφθήσεται. τούτῳ συνᾴδει

τὸ <εἰ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ' οὐ τῇ γνώσει,> καὶ τὸ ὁ

<λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας

λόγοις·> εἶχεν γὰρ τὸν θησαυρὸν τῆς γνώσεως οὐκ ὢν κατ' αὐτὴν

ἰδιώτης, <ἐν ὀστρακίνοις σκεύεσιν> ἰδιώτης ὢν τῷ λόγῳ. εἰσὶ

δὲ οἱ <ὀστράκινα σκεύη> λέγοντες ἃ περικείμεθα σώματα ἐν τοῖς

αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· ἐπεὶ ἔτι σάρκα περικείμενοι τὴν

ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς

τριάδος, ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ' ἐκ

θεοῦ δυνάμεως ὑπάρχουσα ἡμῖν γνωρίζεται.

2 Kor 4,8—9

Ὅσον ἐπὶ τῇ πικρότητι τῶν περιεστηκότων, ἀπηυδήσαμεν ἂν καὶ

ἀπωλόμεθα· ὅσον δὲ ἐπὶ τῷ παρακαλοῦντι θεῷ, πάντα ἡμῖν πρὸς

σωτηρίαν εὐμαρῆ. κἂν ἐν παντὶ οὖν πράγματι <θλιβώμεθα,>

γενναιάζοντες <οὐ στενοχωρούμεθα·> κἂν ὡς <ἀπόρους> ἡμᾶς

τινες ὑπολαμβάνωσι, διώκοντες καὶ ἀνατρέποντες, ἀλλ' οὖν ἡμεῖς ἐν

ἅπασιν εὐποροῦντες <οὐκ ἐξαπορούμεθα,> οὐκ ἀπολλύμεθα, οὐ

καταβαλλόμεθα· ἀνατρεπόντων γὰρ τῶν πονηρῶν στήκομεν ἀκλόνητοι,

διωκόμενοι γενναιάζομεν, πορίμων ἡμῖν πάντων ὄντων πρὸς σωτηρίαν.

ἰστέον ὅτι τὸ <στενοχωρεῖσθαι> ὁτὲ μὲν ταὐτόν ἐστι τῷ <θλί-

βεσθαι,> ὁτὲ δὲ ἕτερον. ὅταν γὰρ ἀμφότερα λέγηται, δηλοῖ τὸ μὲν

<θλίβεσθαι> τὴν ἔξωθεν περίστασιν, τὸ <στενοχωρεῖσθαι> τὸ

ὀκλάζειν τῇ προαιρέσει καὶ λογισμῷ. ὅταν δὲ μὴ ἀμφότερα λαμβάνηται,

ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό.

26

2 Kor 4,10—11

<Τὸ ἀεὶ> καὶ <πάντοτε> κείμενα ἐκ τῇ προκειμένῃ λέξει, οὐ τὸ

ἀτελεύτητον καὶ ἄναρχον δηλοῖ, καθὼς λέγομεν τὸ ἀΐδιον, ἀλλὰ τὸ

ἄπαυστον καὶ ἀδιάστατον· ὁ γὰρ <τὴν νέκρωσιν τοῦ Ἰησοῦ> μὴ

ποτὲ μέν, ποτὲ δὲ οὔ <περιφέρων ἐν τῷ σώματι αὐτοῦ, πάν-

τοτε> τοῦτο ποιεῖν ἐρεῖ. ἀλλὰ καὶ ὁ ζωὴν καὶ εὐσέβειαν καὶ σπουδὴν

ἔχων ἀδιαστάτως ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας λέξει· ὡς ἄρα <ἡμεῖς

οἱ ζῶντες> τὸν εἰρημένον τρόπον, τοῦτ' ἔστιν ἄνευ διαλειμμάτων, <εἰς

θάνατον παραδιδόμεθα.> εἰς τοῦτο λήψῃ καὶ τὸ λεχθὲν ὑπὸ

Στεφάνου πρὸς Ἰουδαίους· <ἀεὶ γὰρ ὑμεῖς τῷ ἁγίῳ πνεύματι

ἀντιπίπτετε·> συνέζευξε γὰρ αὐτῷ τὸ <τίνα τῶν προφητῶν

οὐκ ἐδίωξαν οἱ πατέρες ἡ μῶν;> ταύτης τῆς διανοίας ἐστὶ καὶ

<τὸ εἶπα· ἀεὶ πλανῶνται τῇ καρδίᾳ,> τοῦτ' ἔστιν οὐ ποτὲ μέν,

ποτὲ δὲ οὔ, ἀλλ' ἀδιαστάτως. τὸ <ἐσιώπησα δέ, μὴ καὶ ἀεὶ

σιωπήσομαι;> τὸ ἀτελεύτητον καὶ ἄπαυστον δηλοῖ· εἰ γὰρ καὶ νῦν,

φησί, μακροθυμῶ ἁμαρτανόντων ὑμῶν, ἀλλ' οὖν οὐκ εἰς τὸ ἄπαυστον

ἔσται ὑπέρθεσις τῆς τιμωρίας· μετὰ γὰρ πολλὴν μακροθυμίαν τιμωρη-

θήσονται οἱ ἐμμένοντες τῇ κακίᾳ.

2 Kor 4,13

<Πνεῦμα> καλεῖ, φησί, <πίστεως> τὴν μετέχουσαν τῆς πίστεως

ἣν ἔχει τις.

2 Kor 4,16

Ἐν παντὶ γὰρ θλιβομένων ἡμῶν ὁ <ἔξω ἄνθρωπος φθεί-

ρεται.>

2 Kor 5,1

Δύο οἰκίας διαφόρους σημαίνει ἡ προκειμένη γραφή· μίαν μὲν

<ἐπίγειον> καὶ χειροποίητον, τὸν φαινόμενον εἶναι κόσμον ταῖς τοῦ

θεοῦ χερσὶν εἰς τὸ εἶναι παρηγμένον—δεικνὺς γὰρ τὰ αἰσθητὰ πάντα

φησίν· ἡ <χείρ σου ἐποίησε ταῦτα πάντα,> ἀλλὰ καί· <τὰ ἔργα

τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί,> τῆς αὐτῆς ἐστι νοήσεως—

<οἰκίαν δὲ ἀχειροποίητον> οὖσαν <ἐν τοῖς οὐρανοῖς,> τὸν

κόσμον τὸν ἄλλον παρὰ τοῦτον. ἐπεὶ οὖν καταλυομένου τοῦ αἰσθητοῦ

κόσμου οὐ <παράγει τὸ σχῆμα> τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παρελευσο-

μένων οὐκ εἰς τὸ μὴ ὄν, οἱ ἄνθρωποι καταστρέφουσι τὸν οἰκήσαντα

πρότερον ἐν τῇ καταλυομένῃ ἐπιγείῳ οἰκίᾳ, διαδέξεται ἡ μέλλουσα καὶ

27

αἰώνιος. εἶπεν δέ· <οἰκίαν ἔχομεν ἀχειροποίητον αἰώνιον

ἐν τοῖς οὐρανοῖς,> δεικνὺς ὅτι ἀπεντεῦθεν, μᾶλλον δὲ ἐκ πολλοῦ

εὐτρέπισται τοῖς ἀξίοις τοῦ τυχεῖν αὐτῆς. ἀμέλει γοῦν τὰς ἐν αὐτῇ

ἐπαγγελίας ἃς ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἄλλη αἴσθησις ἢ νόησις

κατείληφεν, προητοιμάσθαι ὑπὸ τοῦ θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν εἴρηται.

καὶ ὁ σωτήρ φησιν· <κληρονομήσατε τὴν βασιλείαν τὴν

ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου.> αὕτη δὲ ἡ

λεχθεῖσα αἰσθητὴ μονὴ <οἰκία> εἴρηται οὐ καθάπαξ ἡμῶν, ἀλλ' ἡ <τοῦ

σκήνους ἡμῶν·> ἡ γὰρ ἐπουράνιος ἡμῶν προηγουμένως οἴκησίς

ἐστιν. κἂν γὰρ ἐξ ἀναστάσεως ἀποδοθῇ τὸ σκῆνος τῆς ψυχῆς ὡς εἶναι

καὶ αὐτὸ ἐν τῇ ἐπουρανίῳ οἰκίᾳ, ἀλλ' οὖν προηγουμένως τῆς ψυχῆς ἡ

διατριβὴ αὕτη, κατὰ συμβεβηκὸς δὲ καὶ οὗ περίκειται σκηνώματος· ὡς

αὖ <ἐπίγειος> κατὰ πρότερον λόγον <οἰκία> ἐστὶ <τοῦ σκήνους,>

δευτέρως δὲ καὶ τῆς ψυχῆς οὔσης ἐν τῷ σώματι. ἀνέγνων που <οἰκίαν>

μὲν <ἐπίγειον σκήνους> λέγεσθαι τὸ ἐξ ὀστῶν καὶ σαρκῶν συγκεί-

μενον σῶμα, <σκῆνος> δὲ ὂν ἐν τῇ οἰκίᾳ ταύτῃ τὸ σχῆμα τοῦ <ἔσω

ἀνθρώπου,> ὅ ἐστιν αὐγοειδὲς καὶ ὀργανικὸν σῶμα. οἱ οὕτως

ἑρμηνεύοντές φασιν οὖν· καταλυομένης ταύτης τῆς οἰκίας τοῦ παχέος

σώματος, μετοικίζεται ἡ ψυχὴ ἐπὶ τὸν οὐράνιον χῶρον, καλούμενον

<οἰκίαν ἀχειροποίητον αἰώνιον.> ἀπολήψεται δὲ καὶ ὃ ἀπέθετο

σῶμα οὐράνιον γεγενημένον, ὅπερ <οἰκητήριον ἐξ οὐρανοῦ>

ὀνομάζεται.

2 Kor 5,2—4

Εἰ καὶ καταλυθείσης τῆς προειρημένης <οἰκίας τοῦ σκήνους,>

περικείμεθα τὸ σκῆνος ἐν αὐτῷ μεταβαίνοντες εἰς τὴν οὐράνιον οἰκίαν·

ἀλλ' οὖν ἐν αὐτῷ τυγχάνοντες <στενάζομεν ἐπενδύσασθαι

ποθοῦντες τὸ ἐξ οὐρανοῦ οἰκητήριον,> τοῦτο δέ ἐστιν ὃ

ἀπεθέμεθα σῶμα, <ἐξ οὐρανοῦ> τότε χρηματίζον ὅταν τὴν ἀφθαρσίαν

καὶ ἀθανασίαν ἐνδύσηται. ἀλλ' εἰ καὶ ἐπιποθοῦμεν τοῦτο τὸ οἰκητήριον,

σκόπει εἰ ὁ ἐνδυσάμενος αὐτὸ πάντως σκεπάζεται πρὸς αὐτοῦ· τοῦτο

γὰρ δηλοῦται ἐκ τοῦ <εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ

εὑρεθησόμεθα. οὐ γυμνὸς> δὲ εὑρίσκεται ἐνδυσάμενος αὐτὸ ὁ

πιστὸς καὶ ἅγιος πρὸ αὐτοῦ τούτου <ἐνδυσάμενος τὸν κύριον

Ἰησοῦν> καὶ <ὅπλα φωτὸς> καὶ <σπλάγχνα οἰκτιρμοῦ·> ὁ γὰρ

ἄπιστος καὶ φαῦλος κἂν τύχῃ τοῦ πνευματικοῦ σώματος ὃ καλεῖται <ἐξ

οὐρανοῦ οἰκητήριον,> γυμνὸς εὑρεθήσεται, οὐ σπουδάσας ἔχειν

τὰ τοῦ <ἔσω ἀνθρώπου> ἐνδύματα. τούτων οὕτω τυγχανόντων οἱ ἐν

τῷ σκήνει ὄντες ἡμεῖς <στενάζομεν> βαρούμενοι, ἐπείπερ βρίθει τὸ

γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. ὅμως εἰ καὶ βαρούμεθα ἐκ τοῦ

28

ἔχειν αὐτό, οὐκ ἀποβαλεῖν αὐτὸ ποθοῦμεν, ἀλλ' <ἐνδύσασθαι τὸ

ἐξ οὐρανοῦ οἰκητήριον, ἵνα> κρατηθῇ <καταποθὲν τὸ

θνητὸν ὑπὸ τῆς ζωῆς·> οὐ γὰρ ἐξαφανίζει ἡ ζωὴ τὸ σκῆνος

ἡμῶν ὅταν ἐπενδυσώμεθα τὴν ἀθανασίαν, ἀλλὰ καταπίνει αὐτό, ἐπι-

κρατεστέρας γινομένης τῆς ἐξ αὐτῆς ποιότητος τοῦ καθ' ὃ θνητοί ἐσμεν.

2 Kor 5,12—13

Ἐκεῖνοι μὲν ἐπὶ τούτοις ἐλεγχέσθωσαν παρ' ὑμῶν—λέγει δὲ περὶ

τῶν ψευδαποστόλων—, ἡμεῖς δὲ ὑμῶν χάριν καὶ δι' ὑμᾶς ταῦτα

πράττομεν· κἄν τε γὰρ ἔξω τῶν ἀνθρωπίνων γενόμενοι τῷ <θεῷ

ἐκστῶμεν,> ἀλλ' οὖν <σωφρονοῦμεν ὑμῖν,> τῆς θείας ἐκστάσεως

οὐ μανίαν ἀλλὰ νηφαλιότητα ἐχούσης. οὐ προσεκτέον γὰρ τοῖς ἀπὸ τῶν

Φρυγῶν λέγουσι τοὺς ἀποστόλους καὶ προφήτας ἐξίστασθαι ὥστε παρα-

παίειν· παρηκολούθουν γὰρ οἷς ἔλεγον καὶ ἔπραττον, εἰ καί τινες ἄλλοι.

ἠπατήθησαν δὲ οἱ ἠλίθιοι ἐκ τῆς ὁμωνυμίας· οὐ γὰρ μόνον τὸ

παραπαίειν καὶ παρακόπτειν σημαίνει ἡ <ἐξέστη> φωνή, ἀλλὰ καὶ τὸ

ἐκπλαγῆναι ἐπὶ θαυμασμῷ. οὕτω γὰρ <ἐξέστη Ἰσαὰκ ἔκστασιν

μεγάλην,> καὶ <ἐκστήσονταί> τινες <ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ

τοῖς ἀγαθοῖς αὐτοῦ,> κατὰ τὸν προφήτην. εἰ δὲ καὶ ἄλλα τινα

δηλοῦται ὑπὸ τῆς φωνῆς, ἐπιστήτω ὁ ἐντυγχάνων ταῖς γραφαῖς.

2 Kor 5,14—15

Ἐξηγεῖται τὸ εἶδος ἧς ὑπομένει ἐκστάσεως, φήσας· συνεχόμεθα ὑπὸ

τῆς πολλῆς εἰς ἡμᾶς γενομένης ἀγάπης θεοῦ, μετὰ τοῦ θαυμάζειν δοκι-

μάζοντες, ὅτι εἰ <εἷς ὑπὲρ πάντων ὁ Χριστὸς ἀπέθανεν,

ἄρα οἱ πάντες ἀπέθανον·> οὐκ ἂν γὰρ <ὑπὲρ πάντων>

ἀπέθνῃσκεν, εἰ μὴ πάντες ὑπεύθυνοι ἦμεν θανάτου. εἰ τοίνυν ὑπὲρ

ἡμῶν καὶ δι' ἡμᾶς ἀπέθανε καὶ ἀνέστη, ἀναστάντες σὺν αὐτῷ ζῶμεν,

οὐκέτι δι' αὑτούς, τοῦτ' ἔστιν ἀνθρωπίνως, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν παθόντι

καὶ ἀναστάντι. ζῶντες δὲ αὐτῷ, καὶ κατ' αὐτὸν πάντα ἃ βούλεται

πράττομεν καὶ λέγομεν καὶ διανοούμεθα, ὡς ἕκαστον τεθαρρηκότα

εἰπεῖν· ἡ <ψυχή μου αὐτῷ ζῇ,> καί· <ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ

ἐν ἐμοὶ Χριστός.>

2 Kor 5,16

Ἐπεὶ ζῶμεν <τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι>

ἀφ' οὗ ἠρξάμεθα οὕτως εἶναι, οὐδένα ἔτι <κατὰ σάρκα> γινώσκομεν,

ὑπερβάντες τὴν σάρκα καὶ τὰ ταύτης πάθη, ἔτι μὴν καὶ τὴν σκιώδη τοῦ

νόμου διδασκαλίαν. <εἰ δὲ καὶ τὸν Χριστὸν ἔγνωμεν κατὰ

29

σάρκα> ἔτι ἰουδαΐζειν θέλοντες καὶ ἕπεσθαι τῇ σαρκίνῃ διηγήσει τοῦ

νόμου, <ἀλλὰ νῦν οὐκέτι> οὕτως αὐτὸν ἀλλ' ὡς θεὸν λόγον

<γινώσκομεν·> γενόμενος γὰρ ὁ <λόγος σάρξ,> οὐκ ᾤκησεν ἀλλ'

<ἐσκήνωσεν ἐν ἡμῖν,> ἵνα μετὰ τοῦτο <θεασώμεθα τὴν δόξαν

αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης

χάριτος καὶ ἀληθείας.> διαφέρει γὰρ τὸ οἰκῆσαι τοῦ σκηνῶσαι

ὡς καὶ ὁ οἶκος σκηνῆς· ἀεὶ γὰρ μένει ὁ οἶκος ἀμετακινήτως τεθεμελιω-

μένος, ἡ δὲ σκηνὴ οἶκός ἐστι φορητός. ἀμέλει σκηνοῦσιν οἱ προκόπτον-

τες, οἰκοῦσιν οἱ τετελειωμένοι· <διελεύσομαι> γὰρ <ἐν τόπῳ

σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ.>

2 Kor 5,17—19

Ὁ <ἐν Χριστῷ> τῷ μετέχειν αὐτοῦ γινόμενος <καινὴ κτίσις>

ἐστίν. τοιαύτην ὑπαρχθῆναι τῇ ἑαυτοῦ καρδίᾳ εὐχόμενος ὁ ἅγιος εἶπεν·

<καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός.> κατὰ τοῦτο τὸ

σημαινόμενον <κτίζει ἐν αὐτῷ> ὁ σωτὴρ <τοὺς δύο εἰς ἕνα

καινὸν ἄνθρωπον.> ἵν' οὖν τοῦτο ὑπαρχθῇ, τούτῳ τῷ τρόπῳ

ὑπέβαλεν ἑαυτὸν κτισθῆναι λέγων· <κύριος ἔκτισέ με ἀρχὴν

ὁδῶν εἰς ἔργα.> οὐ δηλοῖ οὐσίωσιν τὸ κτισθῆναι ῥῆμα, ὡς ἐν ἄλλοις

διὰ πλειόνων δέδεικται. γενομένης δὲ <καινῆς κτίσεως ἐν τῷ

Χριστῷ> τῶν πεπιστευκότων, <τὰ ἀρχαῖα παρῆλθε,> πεπαλαιωμένα

τῶν καινῶν εἰς μέσον ἠγμένων. καὶ εἰ μὲν <ἀρχαῖα> τὰ νομικὰ καὶ

προφητικὰ λέγει, <παρελήλυθε> ταῦτα τῶν εὐαγγελίων διαδεξαμένων,

τούτων τῶν παλαιῶν καὶ καινῶν οὐ καθ' ὑποκείμενον ἀλλ' ἐπινοίᾳ

ἐχόντων τὴν διαφοράν· ἡ γὰρ αὐτὴ διδασκαλία τῶν δύο διαθηκῶν ὁτὲ

μὲν κεκαλυμμένως, ὁτὲ δὲ γυμνῶς γέγονεν. <ἀρχαῖα> οὖν ἐστι τὰ

κεκαλυμμένα. εἰ δέ τις τὰ πρὸ τῆς πίστεως ἔθη καὶ κατάστασιν

<ἀρχαίαν> εἶναι λέγοι, <παρῆλθε> ταῦτα παυσάμενα ἐνεστηκυίας τῆς

κατὰ τὸ εὐαγγέλιον διδασκαλίας. πρὸς τὴν προτέραν ἀπόδοσιν ἁρμόσει

τὸ <πάντα ἐκ τοῦ θεοῦ,> καὶ γὰρ ὁ νόμος καὶ οἱ προφῆται καὶ τὰ

εὐαγγέλια ἐκ τοῦ θεοῦ· κατὰ τὴν ὑστέραν διήγησιν, πάντων τῶν καινῶν

ἐκ θεοῦ ὄντων, οὐ μὴν καὶ τῶν παρεληλυθότων. <τὰ δὲ πάντα ἐκ

τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ.>

ἐχθροὶ γὰρ ἦμεν πολὺ ἀπάτῃ καὶ ἁμαρτήμασι κεκρατημένοι, κατηλλάγη-

μεν δὲ αὐτῷ, ἄφεσιν πρὸς αὐτοῦ καὶ δι' αὐτοῦ εἰληφότες· κατήλλαξεν

δὲ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος κυρίου.

ὅπως δὲ μὴ ἀναισθητῶμεν τῆς πολλῆς θεοῦ εὐεργεσίας, τὴν περὶ τῆς

καταλλαγῆς διδασκαλίαν δέδωκε τοῖς ἀποστόλοις, ἵνα παιδευόμενοι ὑπ'

30

αὐτῶν ἐμμένωμεν τῷ <ἐν Χριστῷ εἶναι·> δι' αὐτοῦ γὰρ ἐπίμονος

ἔσται ἡ μετὰ τὴν καταλλαγὴν ὑπάρξασα πρὸς θεὸν φιλία.

2 Kor 5,21

<Τὸν μὴ γνόντα> φησὶν ἀντὶ τοῦ τὸν μὴ πειραθέντα ἁμαρτίας·

οὐ γὰρ τὸ μὴ ἀγνοεῖν τὴν φύσιν αὐτῆς φησιν—μᾶλλον γὰρ πάντων

ᾔδει αὐτὴν ὁ σωτήρ—, ἀλλὰ τὸ μὴ πειραθῆναι αὐτῆς. οὕτω γὰρ καὶ

ὁ <φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν.>

2 Kor 6,2—6

Ἐπεὶ <δεκτῷ καιρῷ καὶ σωτηρίας ἡμέρᾳ> ἐπακούσας

θεὸς ἐβοήθησε, πέμψας τὸν ἴδιον υἱὸν καὶ παραδοὺς αὐτὸν ὑπὲρ ἡμῶν,

μηδεὶς κατὰ μηδένα τρόπον προσκοπὴ ἀπιστίας γένηται, ἵνα μὴ μῶμον

σχῇ ἡ διακονία τῆς εὐαγγελικῆς διδασκαλίας. ὅθεν σπουδαστέον

συνιστάναι ἑαυτοὺς ἐπ' ἔργοις ἀγαθοῖς, κἂν ἐπίπονα ὦσιν. γίγνεται δὲ

τοῦτο, ἐὰν ὑπομονὴν ἔχοντες θλίψεις καὶ ἀνάγκας καὶ στενοχωρίας καὶ

τὰ παραπλήσια γενναίως φέρωμεν, δεσμὰ καὶ φυλακῆς πεῖραν ἱλαρῶς

φέροντες· οὕτω γὰρ ἁγνεύειν κατὰ τὴν ψυχὴν συμβήσεται ὀρθὰ

φρονοῦσαν καὶ πράττουσαν· <τὰς ψυχὰς> γὰρ ἡμῶν, φησίν, <ἡγνι-

κότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας.> ἀλλὰ καὶ ὁ φόβος κυρίου

ἁγνὸς ὤν, πᾶσαν ἁγνείαν περιποιεῖ τῷ αὐτὸν ἀνειληφότι.

2 Kor 6,7—9

<Δεξιὰ καὶ ἀριστερὰ ὅπλα τῆς δικαιοσύνης> εἶναι

〈λέγει〉. τάχα οὖν ὁ περὶ τὰ αἰσθητὰ δικαιοπραγῶν ὡς ἐθέλειν μᾶλλον

ἀδικεῖσθαι καὶ ἀποστερεῖσθαι ἢ ποιεῖν αὐτὸς ταῦτα, πέφρακται τοῖς

ὅπλοις τῆς δικαιοσύνης τοῖς <ἀριστεροῖς,> τοῦτ' ἔστι τὴν πρὸς θεὸν

δικαιοσύνην <ὁσιότητα> καλουμένην ἔχοντος ἐν τῷ ἀποδιδόναι <τὰ

τοῦ θεοῦ τῷ θεῷ> φοροῦντος τὰ <δεξιὰ> αὐτῆς ὅπλα. ἐν ἑτέροις

<φωτὸς> εἴρηται, ἐν τῷ <ἐνδύσασθαι ὅπλα φωτός.> ταῦτα <τὰ

ὅπλα τῆς στρατιᾶς οὐ σάρκινα,> τοῦτ' ἔστιν οὐκ ἀνθρώπινα,

<ἀλλὰ δυνατὰ τῷ θεῷ> τυγχάνει. ἐπίστησον εἰ δύνασαι ὅπλα

31

<ἀριστερώτερα> δικαιοσύνης ἔχειν ὁ κατὰ τὴν <σκιὰν> τοῦ νόμου

δικαιούμενος, ὅπλα δὲ <δεξιὰ> ὁ πεποιημένος κατὰ τὴν <δικαιοσύνην>

τὴν γινομένην <διὰ Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς

πιστεύοντας.> αὕτη δέ ἐστιν περὶ ἧς ὁ σωτὴρ τοῖς μαθηταῖς εἶπεν·

<ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν

γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν

βασιλείαν τῶν οὐρανῶν.> ἔτι ὁ τὸ δίκαιον δικαίως διώκων κατὰ

τὰ ἀνθρώπινα συναλλάγματα, ὥπλισται κατὰ τὰ δικαιοσύνης <ἀριστερὰ>

ὅπλα, ὁ δὲ κατὰ τὰ δόγματα τῆς ἀληθείας τοῦτο πράττων ὑπὲρ τοῦ υἱὸς

δικαιοσύνης γενέσθαι διωκόμενος ὑπὲρ αὐτῆς, φέρει τὰ <δεξιὰ> αὐτῆς

ὅπλα.

Ὅρα γε πρὸς τοῖς εἰρημένοις, εἰ λόγον ἔχει τὸ λεχθησόμενον·

ὁ ὑπὲρ εὐσεβείας ἀτιμαζόμενος, δυσφημούμενός τε καὶ πλάνος ὑπολαμ-

βανόμενος, γενναίως καὶ ἐπαινετῶς ταῦτα φέρων, <ἀριστεροῖς> ὅπλοις

τῆς δικαιοσύνης χρᾶται· τοῖς <δεξιοῖς> αὐτῆς ὅπλοις ἠσφαλισμένος,

ὅταν μὴ ἔπαινος ἢ ἑτέρα τις εὔκλεια καὶ εὐφημία ὡς ἐπ' ἀληθότητι λόγου

χαυνοῖ καὶ ἐπαίρῃ. ταύτῃ τῇ διανοίᾳ καὶ τῶν ἑπομένων ἕκαστον μετὰ

τῆς αὐτῆς ἀντιθέσεως εἰρημένον ἐφαρμόσεις.

2 Kor 6,10

Ἔτι ὑπονοούμενοι <λυπεῖσθαι> καὶ <πτωχοὶ> καὶ <μηδὲν

ἔχοντες,> δι' ἣν κατορθοῦμεν ἀκτημοσύνην, <χαίρομεν πλου-

τοῦντες> ἔργοις ἀγαθοῖς καὶ <παντὶ λόγῳ καὶ πάσῃ γνώσει,>

ὡς καὶ ἄλλους πλουτίζειν κατὰ τὸν πλοῦτον τὸν ὀξὺ βλέποντα· ὁ γὰρ

τοῦτον ἔχων πάντων ἐγκρατής ἐστιν, κατέχων αὐτά. εὖ δὲ καὶ τὸ εἰπεῖν

ἐφ' ἑκάστου τῶν ἀηδῶν, ὡς τὸ ἐπὶ δὲ τῶν καλῶν καὶ σωτηριωδῶν

τοῦτό μοι εἴρηται.

2 Kor 6,11—13

Ὁ πολλὴν παρρησίαν εἰς τὸ λέγειν λαβὼν πρὸ τῆς προθυμίας τῶν

ἀκροατῶν ἐρεῖ· <τὸ στόμα ἡμῶν ἀνέῳγε καὶ ἡ καρδία> ἐν τῷ

νοεῖν <πεπλάτυνται πρὸς ὑμᾶς, ὦ Κορίνθιοι·> διὸ καὶ

<στενοχωρεῖσθε> ὑπὸ ἐνοχλούσης ἀγνοίας. οὐκ ἐξ ἡμῶν ἔχετε τοῦτο·

ἀπαιτοῦμεν γὰρ <ὑμᾶς ὡς τέκνα ἀντιμισθίαν> ἡμῖν παρασχεῖν

διὰ τοῦ <πλατύνειν ὑμῶν> τὴν νόησιν πρὸς παραδοχὴν ἧς προσφέ-

ρομεν ὑμῖν παιδεύσεως. <σπλάγχνα> δὲ ἐνταῦθα ἐκλαβεῖν δεῖ οὐκ

αἰσθητά· οὐ γὰρ περὶ σωματικῶν ἀλλὰ πνευματικῶν ὁ λόγος.

32

2 Kor 6,14—16

Ἐκκλησιαστικῇ συνηθείᾳ, μᾶλλον δὲ γραφικῇ <σύζυγοι> αἱ γαμεταὶ

τοῖς ἀνδράσι λέγονται. κωλύει γοῦν καὶ διὰ τῶν προκειμένων ἑτερογα-

μίαν, γράφων· <μὴ ἔσεσθε ἑτεροζυγοῦντες ἀπίστοις,> μονον-

ουχὶ τοῦτο λέγων· πιστὸς ἀνὴρ μὴ ἀγέσθω ἄπιστον γαμετήν. σὺ μὲν

γὰρ ὑπὸ τὸν χρηστὸν Ἰησοῦ ζυγὸν ὑπάρχεις, ἐκείνη δὲ ὑπὸ

ζυγὸν πονηροῦ τινός ἐστιν. ὁμοίως ἡ πίστιν ἔχουσα γυνὴ μὴ

ζευγνύσθω ἀνθρώπῳ εἰδωλολάτρῃ. πείθει δὲ παραιτεῖσθαι τὴν ἑτερο-

ζυγίαν, ἐπιφέρων τὰ πάντως ἐσόμενα φάσκων· ἢ <τίς μετοχὴ

δικαιοσύνῃ καὶ ἀνομίᾳ;> καὶ τὰ ἑξῆς. ἐπεὶ γὰρ ὁ πιστὸς δικαιο-

σύνην ἔχει, καὶ <φῶς> ἐστι <τοῦ κόσμου> τυγχάνων ὑπὸ τὸν Χριστόν,

ὁ δὲ ἄπιστος ἀνομίας ἐστὶ πλήρης ὡς διὰ τοῦτο <σκότος> εἶναι

ὑποκείμενον τῷ <Βελίαρ>—πονηρὸς δέ τις οὗτος—, οὐ δεῖ μερίδα

τὸν πιστὸν ἔχειν μετ' ἀπίστου. αὐτὸς μὲν γὰρ <ναὸς θεοῦ> κατ-

εσκεύασται, ὁ δὲ ἄπιστος εἰδώλων ὅθεν ἐπεὶ ἀμέτοχος ἀνομίας ἡ

δικαιοσύνη, καὶ ἀκοινωνήτως ἔχει τὸ φῶς πρὸς τὸ σκότος. ἀλλ' οὐδὲ

συμφωνία τῷ Χριστῷ πρὸς τὸν Βελίαρ ἐστίν, οὐδὲ <ναῷ θεοῦ

συγκατάθεσίς…

The complete text is available when the reading interface loads.