The Greek Library Catalogue

Anonymous

In epistulas catholicas brevis enarratio

Edition reference
In epistulas catholicas brevis enarratio (in catenis), ed. F. Zoepfl, Didymi Alexandrini in epistulas canonicas brevis enarratio [Neutestamentliche Abhandlungen 4.1. Münster: Aschendorff, 1914]: 1–4, 6–15, 17–25, 27– 52, 57–63, 66–69, 73–91, 95–96.
CTS identifier
urn:cts:greekLit:tlg2102.tlg030.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

11

τὸ νοητὴ εἶναι αἰσθήσει θνητῶν.

(Cr 43, 13—21)

12

Ἐπεί τινες ἐλάττονα τίθενται τὴν

ἐπαγγελίαν καὶ σωτηρίαν τῶν πρὸ

τῆς ἐπιδημίας τοῦ σωτῆρος ἁγίων

οἰόμενοι πλέον τι ἐσχηκέναι τοὺς

μετὰ ταύτην τῷ ἑωρακέναι τὸν

κύριον αἰσθητῶς καὶ τὰ ὑπ' αὐτοῦ

πραχθέντα σημεῖα, δεικτέον, ὡς

ἐσφαλμένη ἐστὶν ἡ ὑπόληψις αὐτῶν.

(Cr 45, 16—20)

13

Πῶς γὰρ ἐλάττων τινὸς τῶν

μετὰ τὴν ἐπιδημίαν ὁ Ἀβραὰμ τὴν

ἡμέραν τοῦ κυρίου ἑωρακὼς πάν-

των τῶν τελειουμένων κατὰ κύριον

εἰς τοὺς αὐτοῦ κόλπους ἀπερχο-

μένων; πῶς δὲ ἐλάττων Μωϋσῆς

καὶ Ἠλίας ἐν δόξῃ ἅμα τῷ κυρίῳ

μεταμορφωθέντι φανέντες, ἐπεὶ μὴ

εἶδον αἰσθητῶς τὸν κύριον; οὐ γὰρ

προκριτέον ποιεῖ τῶν τὴν νοητὴν

ἐπιδημίαν ἐσχηκότων τὸν ἑωρακότα

τὴν κατὰ σάρκα. (Cr 45, 20—26)

14

Πολλοὶ γοῦν τῶν ἑτεροδόξων

συμφέρονται τῇ ἐσφαλμένῃ ταύτῃ

δόξῃ πόθον ἔχοντες ἐκ παντὸς τρό-

που διαβάλλειν τὴν παλαιὰν διαθή-

κην· καὶ τοῦτο δὲ λελέξεται, ὅτι,

εἰ καὶ μὴ εἶδον ἢ ἤκουσαν αἰσθη-

τῶς, ἃ ὁ κύριος εἶπεν, ἀλλ' οὖν

ἔρωτα αὐτῶν θεῖον εἶχον· „πολλοὶ

γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύ-

μησαν ἰδεῖν“. (Cr 45, 26—31)

Εἴ τις ἐκλάβοι τὴν ζητουμένην

ὑπὸ τῶν προφητῶν σωτηρίαν κατὰ

τὸ τέλος εἶναι, ὃ ἐπὶ πᾶσι καὶ ἔσχα-

τον ὀρεκτὸν τυγχάνει—αὐτοῦ μὲν

γὰρ χάριν τὰ ἄλλα πάντα γίνεται,

αὐτὸ δὲ οὐδενὸς ἕνεκα—, οὐκ

ἀπεμφαίνει περὶ τῶν ἁγίων ἀγγέ-

λων καὶ ἁπλῶς πάντων τῶν μακα-

15

ρίων λογικῶν τὸ προκείμενον ἐκλα-

βεῖν πάντων ὄρεξιν ἐχόντων παρα-

κύψαι εἰς τὰ κατὰ τὸ τέλος πράγ-

ματα. (Cr 45, 32—46, 3 Ma 196f)

17

Εἰ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ

πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ,

τί δεῖ νοεῖν περὶ τοῦ προκειμένου;

εἰ γὰρ ὁ πατήρ ἐστιν ὁ σημαινό-

μενος, πῶς κριτὴς οὗτος κρίνων

κατὰ τὸ ἑκάστου ἔργον; εἰ δὲ ὁ

υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβών,

πῶς πατὴρ τυγχάνει; πρὸς ἃ λε-

κτέον· εἰ πατρὸς καὶ υἱοῦ μία θεότης,

κρίνοντος τοῦ υἱοῦ ὁ πατὴρ ὁ κρίνων

ἐστίν· ἀλλὰ καὶ ὁ υἱὸς δύναται πατὴρ

εἶναι τῶν γεννητῶν γεννήσας αὐ-

τοὺς μετουσίᾳ ἁγιότητος· πολλάκις

γοῦν τεκνία τοὺς ἑαυτοῦ μαθητὰς

ἐκάλεσε καὶ ἄλλοις εἶπε, τῷ μέν·

”τέκνον, ἀφέωνταί σου αἱ ἁμαρ-

τίαι”, τῇ δέ· „θύγατερ, ἡ πίστις σου

σέσωκέ σε“. Καὶ ταῦτα διελέγχει

τοὺς διακόπτοντας τὴν θεότητα.

(Cr 46, 28—47, 7 Ma 197)

18

Λόγον ζῶντα θεοῦ καὶ μένοντα

εἰς τὸν αἰῶνα τὸν εὐαγγελικόν φησι

λόγον. (Ma 197)

Τοῦ εὐαγγελίου λέγοντος· ”ὁ

οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται,

οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι”,

φησὶν ὁ κύριος Ἰησοῦς Χριστός.

(Cr 48, 23—25 Ma 197)

19

Ὥσπερ ὁ κύριος φῶς ὢν ἀλη-

θινὸν εἰς κρίμα εἰς τὸν κόσμον

ἐλήλυθεν, ἵνα ὀμματώσῃ τοὺς πρὸ

τῆς παρουσίας αὐτοῦ τυφλούς,

20

τυφλώσῃ δὲ τοὺς κακῶς βλέποντας,

οὕτω καὶ λίθος ἐκλεκτὸς ἔντιμος

ὢν τιμὴν παρέχει τοῖς διὰ πίστεως

οἰκοδομουμένοις αὐτῷ θεμέλιος

αὐτῶν βέβαιος ἀποδειχθείς, τῶν

ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ

οὐκ ἔντιμος, ἀλλὰ προσκόμματος

λίθος καὶ σκανδάλου πέτρα νομι-

ζόμενος προσχῶσι τοῖς ἐξουθενή-

σασιν αὐτὸν οἰκοδόμοις· οὗτοι δέ

εἰσι γραμματεῖς καὶ Φαρισαῖοι. (Cr

52, 12—19)

Τὸ δὲ „εἰς ὃ καὶ ἐτέθησάν“

φησιν οὐχ ὡς εἰς αὐτὸ τοῦτο συν-

ωθήσαντος αὐτοὺς τοῦ θεοῦ, ἀλλ'

ἐκ τῆς μοχθηρᾶς ἑαυτῶν γνώμης

καὶ τῆς φαύλης προαιρέσεως τοῦτο

παθόντες. (Cr 53, 9 Ma 198)

21

Κατὰ τὴν παλαιὰν τοῦ νόμου

διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν καὶ

ἄλλο ἦν τὸ ἱερατικὸν γένος· μετ'

ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ

εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα

καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ

ἀμφότερά ἐστι· τούτων οὕτως οἰκο-

δομηθέντων ἀναγκαῖον τοὺς σπα-

ρέντας ὑπ' αὐτοῦ ἅμα βασιλέως

καὶ ἱερέως ὑπάρχοντος ἐκλεκτὸν

γένος εἶναι ἅμα βασίλειον καὶ ἱερά-

τευμα τυγχάνον· τοῦ γὰρ γεννήσαν-

τος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος

ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως

βασιλικὸν καὶ ὡς ἐξ ἱερέως ἱερά-

τευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον

ὑπάρχουσι κληθέντες ἀπὸ τοῦ κα-

λοῦντος ἁγίου ὄντος ἐπὶ τὸ ”ἅγιοι

ἔσεσθε”. Οἱ αὐτοὶ πρὸς τὸ ἅγιον

ἔθνος ὑπάρχειν καὶ λαός εἰσιν εἰς

περιποίησιν ἔξω πάσης ἀπωλείας

γεγενημένοι· περιποίησις γὰρ τῶν

προσλαμβανομένων, ἀλλ' οὐ τῶν

ἐξοστρακιζομένων. Ἐπεὶ γὰρ οἱ

ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων

22

κληθέντες ἀποβεβλήκασι πᾶσαν ποι-

κιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώ-

μην μιᾷ πίστει καὶ διδασκαλίᾳ προσ-

έχοντες, δι' ἣν ψυχὴ καὶ καρδία

γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν.

(Cr 53, 16—32 Ma 199)

23

Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ

πείθεσθαι τυγχάνοντες εἰκότως

ἀγαπητοὶ προσαγορεύονται τῶν διά

τι ἀνθρώπινον ποθουμένων ἀγα-

πωμένων, ἀλλ' οὐκ ἀγαπητῶν

ὄντων. Ἐπεὶ τοίνυν οὕτω διάκει-

μαι πρὸς ὑμᾶς, οἷς γράφω τὴν

ἐπιστολήν, παρακαλῶ καὶ προτρέ-

πομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς

φυομένων ἡδονῶν· στρατεύονται

δὲ αὗται κατὰ τῆς ψυχῆς ἔχθραν

πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπεί-

περ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ

σαρκὸς οὐσία. (Cr 54, 20—26)

24

Ἀνθρωπίνην κτίσιν τὰς ἀρχὰς λέγει

τὰς χειροτονουμένας ὑπὸ τῶν βα-

σιλέων· ταύταις οὖν δεῖ ὑποτάσσε-

σθαι διὰ τὸν κύριον· εἰ δὲ διὰ τὸν

κύριον ὑποταττόμεθα τὸν εἰπόντα·

25

„ἀπόδοτε τὰ τοῦ Καίσαρος Καίσαρι“,

ὅτε τι ἔξω τοῦ θελήματος τοῦ κυ-

ρίου προστάττουσιν, οὐχ ὑπακού-

σωμεν. (Cr 55, 1—5)

27

Οὐ τὸν παθητικὸν φόβον ἔχειν

προστάττει πρὸς τοὺς δεσπότας τοῖς

οἰκέταις—ἄλογος γὰρ οὗτος καὶ

ἐν τοῖς ἀλόγοις ζώοις ὑφιστάμενος

—, ἀλλὰ τὸν σὺν ἐπιστήμῃ καὶ

ὀρθῷ λόγῳ γινόμενον· οὗ κύριον

ὄνομα εὐλάβεια. Ὁ γὰρ διὰ Χρι-

στὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ

φοβούμενος δεσπότην σὺν εὐλαβείᾳ

αὐτῷ ὑποτάττεται τοῦ διὰ κακίαν

καὶ ἄλλας βασάνους φοβουμένου

δεσπότην τὸν παθητικὸν ἔχοντος

φόβον· τούτῳ τῷ σημαινομένῳ

κέχρηται καὶ μεθ' ἕτερα πρὸς τὰς

γυναῖκας φήσας· ”ἐποπτεύοντες”,

τουτέστιν οἱ ἄνδρες, „τὴν ἐν φόβῳ

ἁγνὴν ἀναστροφὴν ὑμῶν“· σύνηθες

γὰρ τοῦτο πολλαχοῦ τῆς θείας

γραφῆς. (Cr 56, 27—57, 5)

28

Προτρέπεται τὰς γυναῖκας μι-

μεῖσθαι τὰς ἁγίας καὶ μάλιστα τὴν

Σάρραν πείθων αὐτὰς οὕτω τοῖς

ἀνδράσιν ὑποτάσσεσθαι ὡς ἐκείνη

τῷ Ἀβραάμ, ἧς καὶ τέκνα αὐτὰς

γεγονέναι φησὶ διὰ τὸ ἀγαθοεργεῖν·

ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ

Ἀβραὰμ καὶ ἔχων αὐτοῦ τὴν πίστιν

τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ

ἀγαθὰ πράττουσαι πισταὶ γυναῖκες

μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς

δὲ ἀλληγορίαν σκόπει, πῶς τις

γίνεται τοῦ Ἀβραὰμ καὶ τῆς Σάρ-

ρας τέκνον· κατὰ τὸν 〈ἀπόστολον〉

29

Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ

τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευ-

θέρας· εἶτα ἀγαγὼν αὐτὰς εἰς τὰς

δύο διαθήκας μεθ' ἕτερά φησι κατὰ

πνεῦμα γεγενῆσθαι ἐλευθέραν εἰπὼν

τὴν ἄνω Ἱερουσαλήμ· συνᾴδει τοῦτο·

”ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα

ὑμῖν καὶ εἰς Σάρραν τὴν ὠδίνου-

σαν ὑμᾶς”· οὐ γὰρ δυνατὸν εἰς ἐκεί-

νους ἀναφέρεσθαι ταῦτα· πῶς γὰρ

ἔτι ὠδίνει τοὺς κατὰ τὸν καιρὸν

τοῦ προφήτου ἡ πρὸ πολλῶν γε-

νεῶν ὀφειλόμενον τῇ φύσει θάνα-

τον ἀναδεξαμένη; ὅθεν ἐκληπτέον

ταῦτα εἰς τὴν μητέρα τῶν κατὰ

πνεῦμα γεννωμένων τὴν ἄνω Ἱερου-

σαλήμ· ἃς προετρέψατο γυναῖκας

δι' ἀγαθοεργίας μητέρα ἔχειν τὴν

Σάρραν. (Cr 59, 27—60, 11)

„Κύριον δὲ τὸν θεὸν ἁγιάσατε

ἐν ταῖς καρδίαις ὑμῶν.“

Ὥσπερ τὸ μεγαλύνειν τὸν θεὸν

οὐκ ἐπίδοσιν μεγέθους προσάγειν

30

αὐτῷ δηλοῖ, ἀλλ' οὐδὲ τὸ δοξάζειν

εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν,

οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν κύριον

προστιθέναι αὐτῷ ἁγιότητα σημαί-

νει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ

ἡμετέρᾳ τοῦτο ποιεῖν προσταττό-

μεθα· εἰ γὰρ τῆς ἁγιότητος αὐτοῦ

ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθ-

άπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ' ἐν

τῇ καρδίᾳ ἡμῶν προστιθεμένης ἐκ

τούτου τοῦ ποιεῖν τῇ νοήσει ἡμῶν

τῆς περὶ θεοῦ ἁγιότητος· ὡσαύτως

καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ με-

γέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν

δέχεται· ὅθεν εἴρηται· ”μεγαλύνει

ἡ ψυχή μου τὸν κύριον”· καὶ·

„μεγαλύνατε τὸν κύριον σὺν ἐμοί“·

ὡσαύτως τὸ τῆς δόξης εἰδὼς εἰς

αὐτὸν δοξάζει ἑαυτόν· ταῦτα δὲ οὐ

δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς

ἐπισταμένῳ, ὡς ὁ θεὸς οὐ δέχεται,

ἀλλὰ χορηγεῖ τὰ ἀγαθά. (Cr 64,

17—30)

31

Διδύμου. Δεῖ γὰρ οὕτως παρ-

εσκευασμένους εἶναι πρὸς γνῶσιν

τῆς πίστεως, ὡς ἐν παντὶ καιρῷ

ἀπαιτουμένους ἡμᾶς τὸν περὶ αὐτῆς

λόγον εὐχερῶς ἀποκρίνεσθαι, ἀπο-

κρινομένους δὲ πραότητα ἐπιδεί-

κνυσθαι καὶ φόβον θεοῦ· ὁ γὰρ

τὸν περὶ τοῦ θεοῦ λόγον λαλῶν

οὕτως ὀφείλει λαλεῖν ὡς παρόντος

τοῦ θεοῦ. (Cr 65, 10—14)

καὶ γὰρ ἡ πρᾶξις τότε ἐπαινετή

ἐστιν, ὅταν 〈σὺν〉 λογισμῷ ἐπιτελῆται·

32

τὸ γὰρ ἄνευ συνέσεως καὶ ἐξετά-

σεως δοκεῖν τι εἰδέναι μέμψιν φέρει·

”γνῶσις γὰρ ἀσυνέτων ἀδιεξέστατοι

λόγοι”. (Cr 65, 33—66, 3)

33

Ἐνστάντος καιροῦ τοῦ λαβεῖν

ἀρχὴν τὸ τοῦ θεοῦ κρίμα διαβαίνειν

ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς

ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν

πιστῶν καὶ συμπληρούντων τὴν

τοῦ θεοῦ ἐκκλησίαν· διὸ καὶ ἐπι-

φέρει· εἰ πρῶτον ἀφ' ἡμῶν ὄντων

θεοῦ οἴκου ἡ ἐξέτασις τῶν βεβιω-

μένων γίνεται, τί χρὴ νομίζειν τέλος

τοῖς ἀπειθήσασι τῷ εὐαγγελίῳ τοῦ

θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν

ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς

μάθωσι τὸν κριτήν, πρὸς ὃν ἔχουσι

τὸν λόγον· τούτους διεγείρας εἰς

τὸν αὐτοῦ φόβον προτρέπει τοὺς

ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ

φάσκων ἄφευκτον ἀπαντήσεσθαι

34

τοῖς τοιούτοις κόλασιν, ἣν τέλος

αὐτῶν ὠνόμασε περιγράφουσαν ἣν

εἶχον ἀπείθειαν· τούτους διεγείρων

ἔτι μᾶλλόν φησι· τοῦ δικαίου μό-

γις τὴν σωτηρίαν λαβόντος τί χρὴ

νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ

τὸ αὐτοκατάκριτον μὴ ἐγειρομέ-

νων εἰς κρίσιν καὶ περὶ τῶν ἁμαρ-

τωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ

ἀνισταμένων; μόγις γὰρ τοῦ δι-

καίου σωζομένου ἀγωνιῶντος περὶ

τοῦ πῶς τὸ κατ' αὐτὸν ἐξετέλεσε

κρίμα· εἰ γὰρ καὶ μηδὲν φαῦλον

ἑαυτῷ σύνοιδεν, ἀλλ' οὖν εἰδώς,

ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως

ὁ κριτὴς αὐτὸν δικαιώσει, ἀγωνιᾷ.

(Cr 79, 5—22 Ma 204f)

35

δὲ ὁ περιεχόμενος μὲν θεοῦ, ἄλ-

λως δὲ καταφρονῶν καὶ παραβαί-

νων αὐτοῦ τοὺς νόμους· εἰ δὲ

καθ' ὑποκείμενον ὁ αὐτὸς ἁμαρ-

τωλὸς καὶ ἀσεβὴς εἴη, τὴν διαφο-

ρὰν κατ' ἐπίνοιαν ἕξει· δυνατὸν

δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ

ἀσεβῆ εἶναι τῷ διὰ καταφρονήσεως

ἀσεβεῖν εἰς θεόν. (Cr 79, 22—28

Ma 205)

36

Τό· „οἱ νῦν οὐρανοὶ καὶ ἡ γῆ

τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι

εἰσὶν“ ὁμοιοῦται τοῖς κατὰ τὸν κατα-

κλυσμὸν συμβεβηκόσι· φησὶ γάρ·

ὡς διὰ τῶν πάλαι οὐρανῶν καὶ

τῆς γῆς ἀπώλετο κατακλυσθεὶς

ὁ τότε κόσμος, οὕτως ἀναστοιχει-

ουμένων εἰς πῦρ τῶν οὐρανῶν καὶ

τῆς γῆς οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ

37

ἄρδην ἀπολοῦνται· καὶ τουτέστι

τὸ τῆς ὁμοιότητος τὸ ἅμα αὐτοὺς

ἀπόλλυσθαι ὡσαύτως τοῖς ἐν τῷ

κατακλυσμῷ ἀπολωλόσιν· ”ὡς

γὰρ ἐν ταῖς ἡμέραις Νῶε”, φησὶν

ὁ κύριος, „ἤσθιον, ἔπινον, ἐγάμουν,

ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλ-

θεν Νῶε εἰς τὴν κιβωτὸν καὶ

ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαν-

τας, κατὰ ταῦτα ἔσται ἡ παρουσία

τοῦ υἱοῦ τοῦ ἀνθρώπου.“ Ἐπὶ

πλεῖον δὲ συναγορεύων, ὅτι οὕτως

ἔσται, φησὶν ἐλεύσεσθαι τὴν τῆς

κρίσεως ἡμέραν λανθάνουσαν οἷα

κλέπτης, ἐν ᾗ ὀξέως καὶ ἀνυπερθέ-

τως οἱ οὐρανοὶ παρελεύσονται τῶν

στοιχείων ἐκτηκομένων πρὸς τοῦ

ἐπενεχθέντος πυρός· μεθ' οὓς οὐ-

ρανοὺς ῥοιζηδὸν παρεληλυθότας καὶ

καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν

ἔσεσθαι, ἐν οἷς δικαιοσύνη καὶ τὰ

ἐπαγγέλματα τοῦ θεοῦ τὴν οἴκησιν

ἴσχει. (Cr 98, 11—28 Ma 210)

38

Ἢ διὰ τὴν ἀνάστασιν τοῦ Χρι-

στοῦ τοῦτο λέγει, καθὸ διὰ τοῦ

Θωμᾶ πᾶσιν ἐγνωρίσθη τοῖς ἀπο-

στόλοις ταύτην ἀναστήσας τὴν σάρκα,

ἣν προσήλωσαν τῷ σταυρῷ. (Cr

107, 16—18 Ma 213)

Ἕκαστον τῶν γεννητῶν τι

εἶναι λέγεται, οἷον εἶναι ἄγγελος,

εἶναι ἥλιος ἢ οὐρανός, μόνος δὲ

ὁ σωτὴρ καθάπαξ ὢν τυγχάνει·

οὗ μετέχοντα τὰ πάντα εἰς ὕπαρξιν

ἔρχεται. Τούτου ἀκρόασιν πρότερον

κατὰ τὴν εἰσαγωγικὴν διδασκαλίαν

δεξάμενός τις ἔρχεται εἰς τὸ ἰδεῖν

αὐτὸν ἐπιστημονικῶς μετὰ πολλὴν

γυμνασίαν, ἥτις ψηλάφησις περὶ

τοῦ λόγου τῆς ζωῆς εἴρηται τῆς

εἰπούσης, ὅτι· ”ἐγώ εἰμι ἡ ζωή”.

Λελέξεται καὶ οὕτως· περὶ τοῦ ἐν

ἀρχῇ ὄντος ἀκηκόαμεν διὰ τοῦ

39

νόμου καὶ τῶν προφητῶν, ὡς ἐλεύ-

σεται· τοῦτον ἐλθόντα ἐμφανῶς

τοῖς ὀφθαλμοῖς ἡμῶν εἴδομεν οὐχ

ὡς ἔτυχε συγκαταθέμενοι τῷ ὀφ-

θέντι σαρκί· μετὰ πολλὴν γὰρ

ἡμῶν ψηλάφησιν ἐρευνῶντες τὰς

περὶ αὐτοῦ μαρτυρούσας γραφὰς

ἐπιστεύσαμεν τῷ περὶ τῆς ζωῆς

λόγῳ. (Cr 107, 1—13 Ma 213)

40

Τὴν οὖσαν ἐν τῷ πατρὶ ζωὴν

φανερωθεῖσαν ἡμῖν ἑωράκαμέν

φησι, καταλλήλως ἰδεῖν αὐτὴν καὶ

ἀκούσαντες περὶ αὐτῆς· ταύτῃ τῇ

φανερωθείσῃ ζωῇ μαρτυροῦντες

ἀπαγγέλλομεν καὶ ὑμῖν ἐκεῖνα τὰ

οἷς ἕπεται καὶ ἰδεῖν αὐτὴν καὶ

ὑμᾶς. (Cr 107, 29—32 Ma 213)

Ὑπ' αὐτοῦ τοῦ σωτῆρος ἀγγε-

λίαν γεγονέναι γράφει τοῖς μαθη-

ταῖς δηλοῦσαν, ὡς φῶς ὑπάρχων

ὁ θεὸς οὐδεμίαν σκοτίαν ἔχει ἐν

αὐτῷ· ταύτην ἀγγελίαν καὶ ὑμῖν

προσφέρομεν, ἵνα τὴν αὐτὴν ἐν

ὑμῖν περὶ θεοῦ δόξαν ὡς ὄντος

φωτὸς ἔχητε· φῶς δέ ἐστιν ὁ θεὸς

νοητὸν ἀΐδιον· οὐδὲν γὰρ αἰσθητὸν

ἀεὶ ὑπάρχει· τούτῳ τῷ φωτὶ ἐναν-

41

τίως νοητέον τὴν σκοτίαν ἄγνοιαν

καὶ ἕξιν χειρίστην οὖσαν· ἐπεὶ οὖν

οὐδέτερον τῶν εἰδῶν τῆς σκοτίας,

οὔτε ἄγνοια οὔτε κακία, ἐν τῷ

θεῷ ἐστιν, εἰκότως εἴρηται μηδε-

μίαν σκοτίαν ἐν αὐτῷ εἶναι. (Cr

109, 9—17 Ma 214)

Εἰ δὲ εἴρηταί που· „σκότος

ἀποκρυφὴν αὐτοῦ“, σκότος ἐν τού-

τοις λέγεται ἡ ἐν ἀκαταληψίᾳ

ἀσάφεια· ἄγνοιαν δὲ ἡμῶν δυνατὸν

εἶναι τὴν ἀσάφειαν, οὐ μὴν τοῦ

θεοῦ φωτὸς ὄντος. (Cr 109, 17—19

Ma 214)

42

Τὸ γινώσκειν ἐν τῇ γραφῇ μά-

λιστα οὐκ ἀεὶ τὸ ἐπίστασθαι δηλοῖ,

ἀλλὰ καὶ τὸ πεῖράν τινος ἐσχηκέναι

43

καὶ ἡνῶσθαι αὐτῷ, ὡς ἐν τῷ·

”τὸν μὴ γνόντα ἁμαρτίαν”· καὶ τό·

„οὐδέποτε ἔγνων ὑμᾶς, ἐργάται

τῆς ἀνομίας“· ἁμαρτίαν γὰρ οὐκ

ἔγνω οὐ τὸ μὴ ἐπίστασθαι, τί ἐστιν

ἁμαρτία, ἀλλὰ τὸ μὴ ἐνεργηκέναι

αὐτήν. (Cr 111, 15—18 Ma 216)

Ὁ λέγων οὖν ἐγνωκέναι τὸν

θεὸν τὸ ἀνακεκρᾶσθαι αὐτῷ καὶ

μετέχειν αὐτοῦ ἑπόμενον ἀναγκαίως

ἔχει τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς·

διὸ καὶ ἀντιστρέφει· ἑκάτερα τὰ

σημαινόμενα τοῦ γινώσκειν φανε-

44

ροῦται ἐκ τοῦ προκειμένου· φησὶ

γάρ· ”ἐν τούτῳ γινώσκομεν”, τουτ-

έστιν ἐπιστάμεθα, „ὅτι ἐγνώκαμεν

αὐτὸν“ ἑνωθέντες αὐτῷ καὶ τηροῦν-

τες αὐτοῦ τὰς ἐντολάς· ὁ γὰρ μὴ

τηρῶν αὐτὰς φανερός ἐστιν ἔξω

τῆς γνώσεως τοῦ θεοῦ τυγχάνων.

(Cr 111, 20—27 Ma 216)

Ὥσπερ οὖν οὐ γνοὺς ἁμαρτίαν

ὁ κύριος ἡμῶν Ἰησοῦς οὐδὲ τοὺς

ἐργάτας τῆς ἀνομίας οὐ στερεῖται

πληρότητος σοφία καὶ ἀλήθεια θεοῦ

ὑπάρχων, οὕτως οὐ γνοὺς τὴν τῆς

κρίσεως ἡμέραν. οὐκ ἐλαττοῦται,

ἐπεὶ μηδέ, ὅταν περὶ θεοῦ λέγῃ

ὡς λήθην καὶ μεταμέλειαν καὶ

ὀργὴν ἔχοντος ἐλαττοῦται ἡ θεότης·

ᾧ γὰρ λόγῳ ἐκεῖνα σαφηνίζεται,

τούτῳ καὶ περὶ τοῦ ἀγνοεῖν τὴν

ἡμέραν λυθείη· ὡς γὰρ μόνου

σοφοῦ θεοῦ καὶ γνῶσιν ἔχοντος

πάντων ἢ κατὰ πάθος λήθη ἢ

μεταμέλεια ἤ τι τῶν τοιούτων οὐχ

ὑπάρχει οἰκονομικῶς λεγόμενα περὶ

45

αὐτοῦ, οὕτως τῆς σοφίας καὶ ἀλη-

θείας τοῦ θεοῦ οὐκ ἐπιδεχομένης

ἄγνοιαν διά τι χρήσιμον εἴρηται,

ὅτι τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς

κρίσεως ἀγνοεῖ. (Cr 111, 27—112, 3)

Ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει,

ἀφ' ἧς οὐδὲν τῶν κακῶν ἢ ἀπα-

τηλῶν χωρίσαι δύναται τὸν περι-

εχόμενον αὐτῆς. (Cr 112, 18—20)

46

Ἴσως τις ἐρεῖ, πῶς οἷόν τε νοεῖν

ἐστι τὴν γραφομένην περὶ ἀγάπης

ἐντολὴν ἀπ' ἀρχῆς εἶναι καὶ ἠκοῦ-

σθαι τούτοις, οἷς ἡ ἐπιστολὴ γρά-

φεται· οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς

παρίστησι τῆς ἐπιστολῆς τὸ τέλος·

”τεκνία”, γάρ φησι, „φυλάξασθε

ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων“. μή-

ποτ' οὖν ἐντολὴ παλαιὰ καὶ ἀπ'

ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα

πᾶσιν ἀνθρώποις ἐστὶν ἡ κατὰ τὰς

φυσικὰς ἐννοίας φιλικὴ διάθεσις·

πάντες γὰρ φύσει ἥμερα καὶ κοι-

νωνικὰ ζῶα ὄντες ἀγαπῶσι τοὺς

πλησίον· ὅθεν ὁ σωτὴρ τὴν φυσι-

κὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει·

”πάντα οὖν, ὅσα θέλετε, ἵνα ποιῶ-

σιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς

ὁμοίως ποιεῖτε αὐτοῖς”. (Cr 112,

9—18 Ma 216f)

47

Ὅπως μὴ νομίσῃ τις τὸ σύ-

στημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ

τῶν ἐν αὐτοῖς παρίστασθαι ἐνταῦθα

ἐκ τῆς τοῦ κόσμου φωνῆς, ἡρμή-

νευσε, τίνα „τὰ ἐν αὐτῷ“ τυγχά-

νει, ἵνα ἑπομένως καὶ αὐτοὶ ἐκλά-

βωμεν· ἔστι τοίνυν ”καὶ τὰ ἐν

αὐτῷ” ἐμπαθὴς καὶ ὑλικὴ διάθε-

48

σις σημαινομένη δι' ἐπιθυμίας σαρ-

κὸς τῆς στρατευομένης κατὰ τῆς ψυ-

χῆς καὶ ὀφθαλμῶν ὄρεξις. (Cr 116,

11—16 Ma 218)

Δυνατὸν δὲ ἐκ τῶν προκει-

μένων ἐκδέξασθαι καὶ περὶ τοῦ

ὁρατοῦ κόσμου οὐκέτι ἀγαπωμένου

ὑπὸ τῶν ὑπεραναβάντων τῷ σκοπεῖν

οὐκέτι τὰ πρόσκαιρα, ἀλλὰ τὰ αἰώ-

νια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλο-

ζωεῖν προτιθέμενοι διατρίβειν πα-

θητικῶς μεταχειρίζονται τὰ αἰσθητά,

εἰκότως ἀλαζονεία βίου καὶ σαρκὸς

καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται

εἶναι ἐν αὐτῷ· ὧν πάντων ὁ ὑπερ-

φρονῶν ὑπερκόσμιος ἔσται ποιῶν

49

τὰ θελήματα τοῦ θεοῦ τῷ μένειν

ἀεὶ καὶ ἀγαπᾶν τὸν θεόν. (Cr 116,

16—23 Ma 218)

Τοῦτό φησιν, ἐπειδὴ γεγονότες

μαθηταὶ ἀπέστησαν μὲν τῆς ἀλη-

θείας, ἰδίας δὲ ἐπινοίας βλασφημιῶν

ἐξεῦρον. (Cr 118, 27—28)

50

Ὁ διειληφὼς ἐπιστημονικῶς

περὶ θεοῦ ὡς ὄντος κατ' οὐσίαν

δικαίου εὐθέως γνῶσιν ἕξει, ὡς

γεννᾶται ἐκ τούτου ὁ τὴν δικαιοσύ-

νην αὐτοῦ ποιῶν· ὥσπερ ὁ γνοὺς

αὐτὸν ἁγιασμὸν ὄντα ἐπιδίδωσιν

ἑαυτὸν τῷ ἁγιασθῆναι ἐπιστάμενος

51

ἀκριβῶς τό· „ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ

ἅγιός εἰμι“· εὖ δὲ καὶ τὸ φάναι

”ποιῶν”, ἀλλ' οὐ ποιήσας ἢ ποιή-

σων δικαιοσύνην· δίκαιον παρίστη-

σιν ἡ ἀρετὴ τὸν ἐνεργοῦντα πρα-

κτικὴ οὖσα· οὐδεὶς οὖν πρὸ ποιή-

σεως αὐτῆς δίκαιός ἐστιν οὐδ' ὁ

παυσάμενος τοῦ κατ' αὐτὴν ἐνερ-

γεῖν. Ὅτι δὲ ὁ θεὸς δίκαιος, φησὶ

Μωϋσῆς· „ὅσιος καὶ δίκαιος ὁ κύ-

ριος“· οὗτος πατὴρ τοῦ σωτῆρός

ἐστι· ”πάτερ δίκαιε, καὶ ὁ κόσμος

σε οὐκ ἔγνω”· τούτου υἱὸς ὢν

ὡς θεὸς ἐκ θεοῦ καὶ ἅγιος ἐξ ἁγίου,

οὕτω καὶ δίκαιος ἐκ δικαίου ὑπάρ-

χει· οὐ μάχεται τούτοις τὸ δικαιο-

σύνην αὐτὸν εἶναι λέγεσθαι· τὸ γὰρ

κατ' οὐσίαν τοιοῦτον ῥηθείη δικαιο-

σύνη καὶ δίκαιος. (Cr 120, 30—121,

11 Ma 221)

52

νῦν τέκνα θεοῦ ἐσμεν τουτέστι

κατὰ τὴν παροῦσαν ζωήν. (Ma 221)

57

Τοῦ Χρυσοστόμου. Ἐπείπερ

πρὸ πάντων τραπεὶς ὁ διάβολος

ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ

χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνερ-

γῶν· προάρχεται γὰρ ἐν τῷ ἁμαρ-

τάνοντι δι' ὑποβολὴν πονηρῶν

λογισμῶν ὡς ἐπὶ τοῦ Ἰούδα. (Cr

123, 29—32 Ma 221)

Ἀλλ' ἐρεῖ τις, ὅτι γίνεται ὁ διάβο-

λος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ

αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδό-

ναι αὐτῷ τόπον· πρὸς ὃ λεκτέον

ταὐτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρ-

τίαν τῷ ἁμαρτάνειν ἐν τῷ διδόναι

τόπον τῷ διαβόλῳ· δίδωσι γὰρ

58

αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς

μετὰ τὸ δέξασθαι αὐτὸν πρακτικῶς

ἐπιτελῶν τὴν ἁμαρτίαν· τοῦτο γὰρ

σημαίνει τὸ ποιεῖν αὐτήν· εὖ δὲ

καὶ τὸ εἰπεῖν „ποιῶν“, ἀλλ' οὐ

ποιήσας τοῦ μετανοήσαντος οὐκέτι

ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου

τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι· οὕτω

γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν

ὁ ποιῶν, ἀλλ' οὐχ ὁ ποιήσας αὐτήν·

”πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν”,

φησί, „δοῦλος αὐτῆς ἐστιν“. (Cr 123,

32—124, 10 Ma 222)

59

Σευήρου· καὶ τὴν αἰτίαν προσ-

τίθησι τοῦ μὴ δύνασθαι ἁμαρτά-

νειν λέγων, ὅτι σπέρμα αὐτοῦ ἐν

αὐτῷ μένει· τί δέ ἐστι τὸ σπέρμα

τοῦ θεοῦ τὸ μένον ἐπὶ τοὺς πι-

στούς; ἢ ἡ τοῦ ἁγίου πνεύματος

ἐπιφοίτησις, δι' ἧς ἀνεγεννήθημεν,

60

ἥτις οὐκ ἀφίσταται ἡμῶν, ὅταν

κατὰ Παῦλον μὴ λυπῶμεν διὰ τῶν

αἰσχίστων πράξεων τὸ πνεῦμα τὸ

ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθη-

μεν εἰς ἡμέραν ἀποκαλύψεως. (Cr

124, 15—21 Ma 222)

Καὶ γὰρ λέγοντες μὴ δύνασθαι

ἀδικεῖν τὸν δικαιοσύνην ἔχοντα οὐκ

ἀδυναμίαν φυσικὴν δηλοῦμεν, καθ'

ἣν λέγομεν μὴ δύνασθαι τὸ ἄλο-

γον ζῷον ἐπιστήμην ἢ ἕτερόν τι

τοιοῦτον ἔχειν. (Cr 126, 25—28

Ma 222)

Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν

ἐκ τοῦ διαβόλου ἐστίν, ἐκ τοῦ οὕτω

πράττειν φανεροῦται ὢν τέκνον τοῦ

διαβόλου, καθάπερ καὶ Ἐλύμας ὁ

μάγος ἐκ τοῦ ”πλήρης παντὸς δόλου”

ἐγνώσθη υἱὸς διαβόλου· καὶ ἐπεὶ

πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ

ἁμαρτίαν οὐ ποιεῖ τῷ ἔχειν ἐν ἑαυτῷ

θεοῦ σπέρμα, τὸν οὕτω μὴ ἁμαρ-

τάνοντα εὑρεῖν ἐστι σαφῶς υἱὸν ὄντα

θεοῦ· προσέθηκα δὲ τῷ ἁμαρτά-

νοντι οὕτως, ἵνα μήτις σοφίσηται

λέγων τέκνα θεοῦ ἡμᾶς τίθεσθαι

πάντας τοὺς μὴ ἁμαρτάνοντας· τὰ

γὰρ βρέφη ἁμαρτίαν μὴ ποιοῦντα

οὐ ῥητέον τέκνα θεοῦ εἶναι· ἐξ ἡ-

λικίας γάρ, ἀλλ' οὐκ ἐξ ἀρετῆς

κωλύονται τοῦ ἁμαρτάνειν, ἵνα μὴ

ἕτερόν τι εἴπωμεν φάσκοντες μὴ

61

ὑγιῶς λέγεσθαι περὶ βρεφῶν, ὅτι

ἁμαρτίαν οὐ ποιοῦσιν· οὐ ταὐτὸν

γὰρ τὸ μὴ ἁμαρτάνειν τῷ μὴ ποιεῖν

ἁμαρτίαν· τὸ μὲν γὰρ ἀπόφασις

ἔοικε, τὸ δὲ ἐκ διαθέσεως ὑπάρχει.

(Cr 126, 13—25 Ma 222)

Ἐπεὶ ὁ ποιῶν τὴν δικαιοσύνην

ἐκ τοῦ θεοῦ γεγέννηται, ἕπεται δὲ

τῷ οὕτω γεννηθέντι ἀγαπᾶν τοὺς

ἀδελφούς· ὁ μὴ ἔχων δικαιοσύνην

τῷ μὴ ποιεῖν αὐτήν, μισῶν δὲ τὸν

ἀδελφὸν αὐτοῦ, ἐκ τοῦ θεοῦ οὐκ

ἔστιν· οὐ κατ' ἄλλον τρόπον ἢ τὸ

μὴ γεγεννῆσθαι ἐξ αὐτοῦ· οὐ γὰρ

προσεκτέον τοῖς λέγουσι μὴ εἶναι

ἐκ θεοῦ τούτους διὰ χοϊκὴν φύσιν.

(Cr 127, 14—19)

62

Κόσμον γὰρ ἐνταῦθα τοὺς πονη-

ροὺς ἀνθρώπους φησίν. (Cr 132,

13 Ma 225)

63

Ὅνπερ γὰρ τρόπον πρὸ τῆς

Χριστοῦ παρουσίας ὄντων ἐν τῇ

Ἰουδαίᾳ θεοῦ προφητῶν πολλοὶ

ἐτύγχανον ὑποκρινόμενοι τὴν προ-

φητείαν ὡς χρείαν εἶναι ἐπιστήμης

ἐξεταστικῆς, τίνες τῶν λεγόντων

„τάδε λέγει κύριος“ πνεῦμα ἅγιον

καὶ θεοῦ λόγον εἶχον καὶ τίνες

ὑπὸ πονηροῦ πνεύματος κινούμενοι

τοῦ ψευδοῦς ἦσαν προφῆται, οὕτω

καὶ μετὰ τὴν ἐπιδημίαν τῶν ἀπο-

στόλων ἐν Χριστῷ λαλούντων καὶ

πνεῦμα ἅγιον ἐχόντων, ὃ δέδωκεν

ὁ κύριος, πολλοὶ ψευδαπόστολοι

προεβλήθησαν ὑπὸ τοῦ διαβόλου

ὑποκρινόμενοι τὴν εὐαγγελικὴν δι-

δασκαλίαν· ἀναγκαῖον ἔχειν ἐκεῖνο

τὸ χάρισμα τοῦ ἁγίου πνεύματος,

ὃ ὠνόμασται διάκρισις πνευμάτων,

ἵνα ἐπιστήμην ἔχωμεν δοκιμάζειν

τὰ πνεύματα, ὥστε τῷ μὲν πιστεύειν,

τῷ δὲ ἀνθίστασθαι. (Cr 129, 31

—130, 10 Ma 224)

66

Ἐγένοντο γάρ τινες, οἳ ἔλεγον

ἐν φαντασίᾳ ἀνθρώπου ἐξ οὐρανοῦ

κατεληλυθέναι τὸν κύριον, ὧν ἐπ-

εβεβαίωσαν τὰς δόξας οἱ Μανιχαῖοι.

(Cr 130, 23—25 Ma 224)

Ἐννοήσας τό· ”ζῶ οὐκέτι ἐγώ,

ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς” διὰ τοῦ παρα-

δέξασθαι Χριστὸν Ἰησοῦν ζῶντα ἐν

ἐμοί, διὰ τοῦ τὴν νέκρωσιν τοῦ

Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν·

ὁμολογῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ

ἐληλυθότα οὐκ ἐκείνῃ μόνῃ τῇ ἰδίᾳ

αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ. (Cr

131, 4—9 Ma 224f)

67

Χαρακτηριστικὸν λέγει τοῦ ἀντι-

χρίστου, οὗ ἀκηκόαμεν, ὅτι ἔρχεται,

ἤδη δὲ ἐν τῷ κόσμῳ ἐστί, τὸ διὰ ψευ-

δοπροφητῶν καὶ πνευμάτων λύειν

τὸν Ἰησοῦν ἐν τῷ μὴ ὁμολογεῖν αὐτὸν

ἐν σαρκὶ ἐληλυθέναι· τοῦ λέγειν καὶ

νῦν πραγματικῶς ἀκουστέον· πολ-

λοὶ γὰρ γλώσσῃ μόνῃ λέγουσιν. (Cr

130, 10—15 Ma 224 u. 225)

Ὥσπερ ἔγκλημα καὶ ψόγον

φέρει τῷ μὴ αἱρουμένῳ τὸ αἱρετὸν

καὶ μὴ φιλοῦντι τὸ φιλητόν, οὕτως

68

ἔπαινον περιποιεῖ ὁ 〈γράφων〉 τοῖς

ἀγαπῶσι τοὺς ἀξίους τοῦ ἀγα-

πᾶσθαι τὸ εἶναι ἀγαπητούς· πότε

δὲ τοῦτο ὑπαχθῆναι δυνατὸν ἢ

ὅτε αἴρει ὁ σωτὴρ τὴν ἁμαρτίαν

τοῦ κόσμου, ἵνα ἀναδειχθῇ ὁ

ἄνθρωπος, οἷος ὑπὸ θεοῦ γέγονε

καθ' ὁμοίωσιν καὶ εἰκόνα ἀποδει-

χθεὶς τοῦ πεποιηκότος; οὕτω γὰρ

καὶ φανερωθεὶς ὁ ἄνθρωπος εὐθὺς

ὢν ἀγαπητὸς καὶ ἄξιος τοῦ ἀγα-

πᾶσθαι τυγχάνει· ἐπεὶ τοίνυν ὁ

ἀποσταλεὶς σωτὴρ τῷ κόσμῳ ἀγάπῃ

τῇ πρὸς τὰ ἑαυτοῦ ποιήματα τοῦ

πατρὸς 〈ἦλθεν〉 ἐπὶ ἀναδείξει τοῦ

κάλλους τῶν κατ' εἰκόνα θεοῦ

γεγονότων, οἱ ταύτης τῆς δωρεᾶς

τυχόντες ἀγαπητοὶ ὑπάρχουσιν, ὅθεν

ἀλλήλως ἀγαπῶσιν· ἔχει γὰρ ἕκα-

στος καὶ τὸ ἀγαπητὸς καὶ τὸ ἀγα-

πητικὸς εἶναι ἐντολὴν ἔχων τοῦ

ἀγαπᾶν τὸν πλησίον. (Cr 132, 28-

133, 8 Ma 226)

69

Εἰ ἡ ἀγάπη ἐκ τοῦ θεοῦ

ἐστι καὶ ὁ θεὸς ἀγάπη ἐστί, τίς

ἂν εἴη ὁ ἐξ αὐτοῦ προερχόμενος

ἢ αὐτὸς ὁ λόγος; ἐάν τις τοίνυν

ἔχῃ τὴν ἀγάπην, Χριστὸν ἔχει ἐν

ἑαυτῷ· ἤγουν ὁ εἰπών· „ὁ θεὸς

ἀγάπη ἐστίν“, οὗτος πάλιν οἶδεν

ἀγάπην ἐκ θεοῦ, ἥντινα οὐκ ἄλλην

εἶναι νομιστέον ἢ τὸν μονογενῆ,

ὥσπερ θεὸν ἐκ θεοῦ, οὕτως καὶ

ἀγάπην ἐξ ἀγάπης ὄντα. (Cr 129,

26—31 Ma 225f)

73

Οἱ ἐκ θεοῦ γεννώμενοι ἐκ τοῦ

κατορθοῦν κατ' ἀρετὴν τυγχάνουσιν

οὗτοι καὶ τέκνα θεοῦ καὶ φίλοι

καθάπερ καὶ Ἀβραάμ. (Cr 138,

18—19)

Ἤδει τοῦτο ὁ γεννώμενος ἐκ

τοῦ θεοῦ πιστεύσας, ὅτι Ἰησοῦς

ἐστιν ὁ Χριστός, οὐ ψιλὴν συγ-

κατάθεσιν ἔχων περὶ τῆς τοῦ Χρι-

74

στοῦ διαλήψεως γεννᾶται ἐκ θεοῦ,

ἀλλ' ἐκείνην τὴν πίστιν, ᾗ κατ'

ἀρετὴν ἔργα συνέζευκται· ἣν

καὶ ὁ Ἀβραὰμ ἔχων λελόγισται

δικαιοσύνην ἔχειν· κατὰ τοῦτο

τὸ σημαινόμενον ἐκδεκτέον τό·

”ἄνδρα πιστὸν ἔργον εὑρεῖν”· σπά-

νιον γὰρ ὁ τοιοῦτος τὴν εὕρεσιν

ἔχει πολλῶν ὄντων τῶν ἄνευ ἔργων

σπουδαίων νεκρὰν πίστιν ἐχόντων,

ἥτις οὐδὲ ὅλως πίστις ὑπάρχει·

ὁ οὕτως πιστεύσας ὡς γεννηθῆναι

ἐκ θεοῦ ἔχει ζωὴν αἰώνιον, ᾗ

φησιν ὁ σωτήρ· „ὁ πιστεύων εἰς

ἐμὲ ἔχει ζωὴν αἰώνιον“· εἰ δὴ

γεννᾶταί τις ἐκ θεοῦ κατορθῶν

τὰ εἰρημένα, ἀποδοχῆς ἄξιον

ὄντα ἀγαπᾶν δεῖ καὶ πρὸ αὐτοῦ

τὸν γεννήσαντα αὐτόν. (Cr 138,

22—33 Ma 228)

75

Τὴν ὑπόστασιν καί, ἵν' οὕτω

φράσω, ὕλην ἧς ἔχειν δεῖ πρὸς

τὸν θεὸν ἀγάπης, τὴν τήρησιν τῶν

θείων ἐντολῶν εἶναί φησιν· αἵτινες

ἀναφέρουσι πρὸς τὸν θεὸν τὸν

κατ' αὐτὰς ἐνεργοῦντα· ὅθεν οὐ

κατωφερεῖς οὐδὲ βαρεῖαι τυγχά-

νουσιν. (Cr 139, 3—6 Ma 228)

Εἰ δέ τις προσελθὼν αὐταῖς

μὴ ὃν δεῖ τρόπον λέγοι αὐτὰς βα-

ρείας, τὴν ἑαυτοῦ ἀσθένειαν ᾐτι-

άσατο· φίλον γὰρ τοῖς ἄγαν ἀπο-

βάλλουσιν ἰσχὺν βαρέα νομίζεσθαι

καὶ τὰ πάνυ ἐλαφρὰ καὶ κοῦφα·

ὅθεν οὐκ ἔγραψεν· ”αἱ ἐντολαὶ

αὐτοῦ ἐλαφραί”, ἀλλά· „βαρεῖαι

οὐκ εἰσὶ“ μόνου καὶ παντὸς ἀντι-

λαμβανομένου τοῦ ἀνωφεροῦς αὐ-

τῶν τοῦ δικαίως τὸ δίκαιον δι-

ώκοντος πείρᾳ γνόντος, ὅτι ὁ Χρι-

στοῦ ζυγὸς ἐλαφρός ἐστι χρηστό-

τητα πολλὴν ἔχων· ὁ οὕτω δια-

τεθεὶς ἐκ τοῦ θεοῦ γεννᾶται καὶ

τούτου τυχὼν καταφρονεῖ τῆς

ἐνύλου ζωῆς καὶ τῶν τοῦ κόσμου

76

ἡδέων· καὶ ταύτῃ νικᾷ τὸν κόσμον

μεταβὰς ἀπ' αὐτοῦ εἰς ὑπερκόσμιον

πολιτείαν· ὑπάρξει τὸ οὕτως προ-

κόψαι τῇ πίστει ἐνεργεῖ καὶ εἰς

δικαιοσύνην λελογισμένῃ· ἣν καὶ

δεικνὺς ὡς ὑφεστηκυῖαν καὶ μέ-

νουσαν εἶπεν· ”αὕτη· γάρ ἐστιν ἡ

νίκη ἡ νικήσασα τὸν κόσμον”· ἣν

ἔχομεν πίστιν οἱ προσηκάμενοι

τὸν Ἰησοῦν εἶναι τὸν υἱὸν τοῦ θεοῦ.

(Cr 139, 6—20 Ma 228f)

Οἱ πείρᾳ τεχνικῇ μαθόντες, πῶς

ἐστιν ἕκαστα κατορθοῦν τῶν σπου-

δαζομένων καλῶν, εὐέλπιδες γίνον-

ται πρὸς τὸ καὶ ἄλλοτε ταῦτα ἀνύ-

σαι· ἐπεὶ οὖν καὶ οἱ ἱεροὶ ἀπόστο-

λοι καὶ ὁ μακάριος Ἰωάννης οὗ-

77

τος αὐτοῖς ἔργοις ἔγνωσαν, ὡς

πολλάκις αἰτησάμενοι θεὸν τὸ αὐ-

τοῖς φίλον καὶ θελητὸν ἐσχήκασι,

θαρροῦσιν, ὅτι ἑκάστοτε οὕτως

αἰτούμενοι τεύξονται τῶν ποθου-

μένων ἐπινεύοντος τοῦ θεοῦ. (Cr

141, 33—142, 6)

Ἐκ τούτων δειχθήσεται τὰ ζη-

τούμενα ὑπό τινων, πῶς ἀληθὲς

εἴη· „ὁ αἰτῶν λαμβάνει“ τῆς καθό-

λου προτάσεως οὐ πάντας ἁπαξα-

πλῶς τοὺς καὶ τὰ αὐτὰ μὴ συμ-

φέροντα αἰτουμένους, ἀλλὰ τοὺς

κατὰ τὸ θέλημα τοῦ θεοῦ περιε-

χούσης· ἐγγίνεται ἡ τοιαύτη παρρη-

σία τῷ ἀκατάγνωστον βίον ἔχοντι·

σπάνιος δὲ ὁ τοιοῦτος· ”τίς γὰρ

καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδί-

αν;” ὀλίγοι γὰρ οἱ οὕτως ἐν ἀρετῇ

ὄντες ὡς εἰπεῖν· „ἀδικίαν εἰ ἐθεώ-

ρουν ἐν καρδίᾳ μου, μὴ εἰσακου-

σάτω μου κύριος· διὰ τοῦτο εἰσή-

κουσέ μου“, ἐπειδὴ ἀδικίαν οὐκ

ἐθεώρουν· ἀπεσιώπησε δὲ αὐτὸ

φόβῳ τοῦ μὴ περὶ αὐτοῦ νομισθῆ-

ναι κατὰ τὸν εἰπόντα· ”οὐδὲν ἐμαυ-

τῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ

78

δεδικαίωμαι”· λέψῃ εἰς τὰ προ-

κείμενα καὶ τό· „ἐὰν ἡ καρδία

ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρ-

ρησίαν ἔχομεν πρὸς τὸν θεόν“.

(Cr 142, 6—17)

Εἰ γὰρ ἐκ τοῦ ποιεῖν δικαιο-

σύνην ἔχει τὸ ἐκ θεοῦ εἶναι, ὡς

πολλάκις εἰρήκαμεν, ἅμα δὲ τὸ

ἁμαρτάνειν καὶ ποιεῖν δικαιοσύνην

ἀδύνατον, φανερὸν ἄρα, ὅτι οὕτω

διακείμενος καὶ ἐνεργῶν δίκαιός

ἐστι καὶ οὐχ ἁμαρτάνει· εἶτα ἀσφα-

λιζόμενος, ὡς προαιρετικὸς καὶ οὐ

φύσει υἱός ἐστι θεοῦ ὁ ἄνθρωπος,

ἁρμοδίως ἐπήγαγε τό· ”ἀλλὰ τηρεῖ

ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται

αὐτοῦ”· εἰ γὰρ διὰ τοῦτο ὁ πονη-

ρὸς οὐχ ἅπτεται αὐτοῦ, ὅτι τηρεῖ

ἑαυτόν, οὐκ ἐκ κατασκευῆς, ἀλλ'

ἐκ προσοχῆς ἔχει τὸ μὴ ἁμαρτά-

νειν· τηρῶν δέ τις ἑαυτὸν τί καὶ

εὔχεται θεόθεν φυλαχθῆναι; ἵνα

79

ἄψαυστος πάντη μείνῃ ἀπὸ τοῦ

πονηροῦ. (Cr 143, 26—144, 2 Ma

231)

Διὰ πολλῶν μαθόντες τοὺς

φαύλους ἀνθρώπους δηλουμένους

τῇ κόσμου φωνῇ οὐ δεισιδαιμονοῦ-

μεν κατὰ τοὺς αἱρετικούς, μή πως

ἡ τοῦ θεοῦ κτίσις κόσμος οὖσα

ἐν τῷ πονηρῷ ἵδρυται· ἡ κόσμος

φωνὴ ἐπὶ τῶν ἀνθρώπων κεῖται,

ὡς προεῖπον, καὶ ἐνταῦθα καὶ ἐν

εὐαγγελίοις· γράφει γὰρ ὁ Ἰωάν-

νης· „μὴ θαυμάζητε, εἰ μισεῖ ὑμᾶς

ὁ κόσμος“· φανερός ἐστι παντὶ νοῦν

ἔχοντι κόσμον μισοῦντα τοὺς ἁγίους

τοὺς πονηροὺς ἀνθρώπους σημαί-

νων· καὶ προσέτι· ”αὐτοὶ ἐκ τοῦ

80

κόσμου εἰσὶ καὶ ὁ κόσμος αὐτῶν

ἀκούει”· ἀκούοντα γὰρ κόσμον

τῶν ἀπατηλῶς λαλούντων οὐ τὴν

κτίσιν, ἀλλὰ τοὺς ἐμπαθεῖς ἀνθρώ-

πους σημαίνει. (Cr 144, 13—22

Ma 231)

81

Ἣν δέδωκε διάνοιαν, καθ' ἣν

γινώσκεται ὁ ἀληθινὸς ἐλθὼν υἱὸς

τοῦ θεοῦ ἡ αὐτή ἐστι τῷ· „ἡμεῖς

δὲ νοῦν Χριστοῦ ἔχομεν“· ὁ ταύ-

την τὴν διάνοιαν καὶ τοῦτον τὸν

νοῦν ἔχων γινώσκει τὸν κατ' οὐ-

σίαν ἀληθινὸν καὶ ἔστιν ἐν αὐτῷ

82

ἑνούμενος πρὸς αὐτὸν πραγματι-

κῶς νόησιν αὐτοῦ ἔχων. (Cr 144.

29—145, 1)

Πῶς δὲ δι' ὅλης τῆς ἐπιστολῆς

τελειότητα μαρτυρήσας τούτοις, οἷς

γράφει, νῦν προτρέπει ἑαυτοὺς τη-

ρεῖν ἀπὸ τῶν εἰδώλων; λέγομεν

οὖν· ἐπεὶ ὅλῃ ἐκκλησίᾳ ἐγράφη,

83

εἰκὸς δὲ ἦν ἐν τοιαύτῃ συνόδῳ

ἄρτι ἀφισταμένους τῆς εἰδωλολα-

τρείας εἶναι, ἐκείνων οὖν ἕνεκα

τὴν λέξιν ἐχάραξεν. (Cr 145, 1—6

Ma 232)

Συμφωνεῖ τὸ προκείμενον τῷ

λεχθέντι ἐν τῇ α̅ ἐπιστολῇ οὕτως

ἔχοντι· ”καὶ οἴδαμεν, ὅτι ὁ ἀγα-

84

πῶν τὸν θεὸν τὰς ἐντολὰς τηρεῖ”·

καὶ ὁ κύριος· „ἐάν τις ἀγαπᾷ με,

τὰς ἐντολάς μου τηρήσει“· ταὐτὸν

τὸ περιπατεῖν κατὰ τὰς ἐντολὰς

τῷ τηρεῖν αὐτάς· ἐπεὶ γὰρ πρακτι-

καὶ αἱ ἀρεταὶ αἱ κατὰ τὰς ἐντολὰς

ἐνεργούμεναι, περιπατεῖ κατ' αὐτὰς

ὁ μὴ ἔξω αὐτῶν γενόμενος· ἐν

τούτῳ δὲ ταὐτὸν τὸ τηρεῖσθαι αὐτάς·

ὅθεν ὁ παυσάμενος τοῦ κατ' ἀρετὴν

ἐνεργεῖν οὐδὲ τηρεῖ ἔτι τὰς ἐντολὰς

οὔτε περιπατεῖ ἔτι κατ' αὐτάς· ὁ

γὰρ κατ' ἀρετὴν προκόπτων κατὰ

τὰς ἐντολὰς βαδίζει τοῦ περιπατεῖν

προκοπὴν δηλοῦντος, τοῦ τελειω-

θέντος μετὰ τὸ περιπεπατηκέναι

κατὰ τὰς ἐντολὰς τηροῦντος αὐτάς·

τούτῳ συνᾴδει τὸ μετ' αἰνιγμοῦ

λεχθέν, ὡς ὁ Ἀδὰμ τέθειται ἐν

τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυ-

λάττειν αὐτὸν τοῦ ἐργάζεσθαι τὴν

κατ' ἐνέργειαν δηλοῦντος προκο-

πήν, τοῦ δὲ φυλάττειν τὴν ἐν τῇ

τελειώσει παραμονήν. (Cr 147, 21—

33 Ma 232f)

85

Μένει ἐν τῇ εὐαγγελικῇ διδα-

σκαλίᾳ ὁ κατ' αὐτὴν φρονῶν καὶ

πράττων, ἀπάγει δὲ ἑαυτὸν ἀπ'

αὐτῆς ὁ ἐναντίως αὐτῆς ἐνεργῶν

καὶ δοξάζων· εἶτα ἐπεὶ διὰ πρα-

κτικοῦ καὶ θεωρητικοῦ γίνεταί τινος

ὁ θεὸς ὁ τῶν ὅλων κτίστης ὡς

τοῦ Ἀβραὰμ εἰπὼν αὐτῷ· ”ἐγὼ

θεὸς σός”, ὁ ἔξω τῆς ὀρθῆς πί-

στεως καὶ τῆς τηρήσεως τῶν Χρι-

στοῦ ἐντολῶν ἄθεός ἐστιν ἑαυτὸν

ἀποσχοινίσας τοῦ ἔχειν θεόν, ἀθέου

δὲ ὄντος τοῦ ἀπαγαγόντος ἑαυτὸν

τῆς θείας παιδεύσεως τῷ εἰρημένῳ

τρόπῳ· ὁ μένων ἐν αὐτῇ πατέρα

καὶ υἱὸν ἔχει· ἐν τῷ γὰρ τηροῦντι

τὸν λόγον αὐτοῦ εἶπεν ὁ υἱὸς ἐλεύ-

σεσθαι ἅμα τῷ πατρὶ ἐπὶ τῷ μεῖναι

παρ' αὐτῷ γενομένῳ ἁγίῳ ναῷ

οἰκοδομηθέντι ἐκ τηρήσεως τῶν

θείων ἐντολῶν· διττοῦ ὄντος τοῦ

ἔχειν θεὸν τὸ μὲν ἕτερον κοινὸν

πάντων τῶν κτισμάτων ταὐτὸν

σημαῖνον τῷ ἔχειν κτίστην, τὸ δὲ

ἕτερον λοιπὸν μόνων τῶν διὰ κα-

λοκαγαθίας θεραπευόντων αὐτόν,

καθὸ σημαινόμενον θεὸς Ἀβραὰμ

καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ συνόλως

τῶν Ἑβραίων εἴρηται· ἐπίστησον

καὶ τοῖς οὕτω λεχθησομένοις· „ὁ

ἔχων τὸν υἱόν“, φησί, ”καὶ τὸν

86

πατέρα ἔχει” καὶ ἔμπαλιν, ὡς πεί-

θεσθαι ἐκ τούτου τῆς θεότητος τὸ

ὁμοούσιον· ἐπεὶ γὰρ ὁ πατὴρ ἐν

υἱῷ, ὁ ἔχων τὸν υἱὸν ἔχει καὶ τὸν

πατέρα· ἀλλὰ καὶ πάλιν καὶ ἀντι-

στρέφει· ὁ ἔχων τὸν πατέρα ἔχει

καὶ τὸν υἱὸν ὄντα ἐν τῷ πατρί·

εἴ τις ἐνίστασθαι βουλόμενος λέγοι·

καὶ ὁ τοὺς μαθητὰς ἔχων ἔχει

τὸν υἱὸν καὶ ὁ τὸν υἱὸν τὸν πατέρα

κατὰ τό· „ὁ δεχόμενος ὑμᾶς ἐμὲ

δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχε-

ται τὸν ἀποστείλαντά με“ οὐχ ὃν

δεῖ τρόπον ἐνιστάμενος· περὶ γὰρ

διδασκαλίας εἴρηται ταῦτα· ἐπείπερ

ὁ δεξάμενος τοὺς ἀποστόλους συγ-

καταθέσει τῇ πρὸς τὴν διδασκα-

λίαν αὐτῶν ἐδέξατο δι' αὐτῶν

υἱὸν καὶ πατέρα διδάσκοντας· καὶ

ἑτέρως· ἐπεὶ καὶ ὁ μένων ἐν τῇ

διδαχῇ ἔχει τὸν πατέρα καὶ τὸν

υἱόν, ἔμενον δὲ οἱ ἀπόστολοι ἐν

τῇ διδαχῇ ὡς καὶ κηρύττειν αὐτήν,

ὁ δεξάμενος αὐτοὺς ὄντας ναὸν

θεοῦ δι' αὐτοῦ τοῦ δέχεσθαι αὐτοὺς

ἔχει τὸν ἐν αὐτοῖς υἱὸν καὶ πατέρα.

(Cr 150, 14—151, 9)

87

Μηδεμιᾶς κοινωνίας οὔσης φωτὶ

πρὸς σκότος ἢ συμφωνίας Χριστοῦ

πρὸς Βελίαρ ὁ ἀγαθοποιῶν πρα-

κτικῶς καὶ θεωρητικῶς θεὸν τὸν

Χριστὸν ἔχων ὑπάρχοντα φῶς

ἀληθινὸν πόρρω τοῦ σκότους καὶ

τοῦ Βελίαρ ἐστίν· ἀλλὰ καὶ ἐπεὶ

ἐναντίον τῷ ἀγαθοποιεῖν τὸ ποιεῖν

τὸ κακόν, ὁ κακοποιὸς δι' αὐτοῦ

τοῦ οὕτως ἐνεργεῖν ἐκ τοῦ Βελίαρ

καὶ τοῦ σκότους ὢν οὐχ ἑώρακε

τὸν θεὸν οὐδὲ κατὰ πόσον γνῶσιν

αὐτοῦ ἔχων· ”πᾶς γὰρ ὁ ἁμαρτά-

νων οὐχ ἑώρακε τὸν θεὸν οὐδὲ

ἔγνωκεν αὐτόν”· ἐπεὶ δὲ τὸ ὁρᾶν

σῶμα ἢ μὴ ὁρᾶν τῷ χρᾶσθαι

ὄψει καὶ μὴ χρᾶσθαι γνωρίζεται

ὁρωμένου τοῦ αἰσθητοῦ καὶ τῷ

κακοποιοῦντι, ἐὰν ὄψιν ἔχῃ, μὴ

βλεπομένου δὲ τῷ στερουμένῳ

ὄψεως, κἂν ἀγαθοποιὸς ᾖ, ἀναν-

τιρρήτως οἷς ἅμα δείκνυται, εἴγε

ἀγαθοποιοῦντι διὰ τὸ καθαρὰν

καρδίαν ἔχειν δρᾶται, κἂν ὄψεως

88

λείπηται, οὐχ ὁρώμενος τῷ κακο-

ποιοῦντι, κἂν ὀξυωπέστατος ᾖ. Παρ-

ίσταται τὰ ἐναντία εἶναι καὶ διὰ

τοῦτο ἀσυνύπαρκτα, τὸ ἀγαθο-

ποιεῖν φημι καὶ κακοποιεῖν, καὶ

ἐκ τοῦ· „ἔκκλινον ἀπὸ κακοῦ καὶ

ποίησον ἀγαθὸν“ καὶ τῶν παρα-

πλησίως γεγραμμένων. (Cr 151,

20—152, 3 Ma 233f)

Τῇ θείᾳ διδασκαλίᾳ κολακείᾳ

σὺν γοητείᾳ χρησάμενοί τινες ἀσε-

βεῖς ἄνθρωποι παρεισέδυσαν διὰ

τοῦ ὑποκρίνεσθαι αὐτὴν προγεγραμ-

μένοι τουτέστι προεγνωσμένοι εἰς

τοῦτο τὸ κρίμα, ὃ παρ' ἑαυτοῖς

ἐκρίθησαν παραδοθέντες ἀδοκίμῳ

νῷ· οὗτοι δι' ὑπερβάλλουσαν ἀσέ-

βειαν ἀκόλαστοί τινες ὄντες τὴν τοῦ

89

κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάριν

εἰς ἀσέλγειαν μετέθηκαν καὶ δι' αὐ-

τοῦ τοῦ λαγνεύειν ἀρνούμενοι τὸν

μόνον δεσπότην Ἰησοῦν Χριστὸν κύ-

ριον τῶν κληθέντων διὰ τοῦ εὐαγ-

γελίου· εἶτα ἵνα ἀποστρέψῃ τοὺς

πιστοὺς τῶν τοιούτων πονηρῶν

καὶ ἀσεβῶν, δείκνυσιν, ὡς οἷόν τέ

〈ἐσ〉τι τὸ μέγεθος οὗ ἠρνήσαντο

δεσπότου, δηλώσας, ὅτι αὐτός ἐστιν

ὁ ἐξαγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου,

ὡς καὶ σωτηρίαν αὐτοῖς ὀρέξαι·

ἀλλ' ἐπεὶ τρεπτοὶ καὶ παλίμβολοι

ἐτύγχανόν τινες αὐτῶν φέροντες

ἔτι ἣν ἔσχον ἐν Αἰγύπτῳ βλάβην,

ἀπώλεσεν αὐτοὺς ἀπιστήσαντας ἐν

τῇ ἐρήμῳ καίτοι σωθέντας διὰ

πίστεως ἐξ Αἰγύπτου· μήποτε οὖν

οὗτοί εἰσιν οἱ τῆς θείας διδα-

σκαλίας ὑποκριταὶ οἱ προιστάμενοι

τῆς αἱρέσεως τῶν Νικολαϊτῶν οὐ-

δὲν εἶδος ἀκολασίας παρορώντων.

(Cr 157, 12—28 Ma 235)

90

Αἰσχρὰ γὰρ καὶ λίαν αἰσχρὰ

ἐπιτελοῦσι δῆθεν μυστικῶς καὶ οἱ

ἀπὸ Σίμωνος τοῦ μάγου· πρὸς τού-

τοις καὶ οἱ ἀπὸ Μαρκίωνος καὶ

Οὐαλεντίνου καὶ Σηθιανοί. (Cr

157, 28—31 Ma 235)

Καὶ ἐπεὶ προφάσει θρησκείας

πράττουσι τὰ αἰσχρά, εἰς ἀσέλγειαν

μετατιθέναι αὐτοὺς εἶπε τὴν χάριν

τοῦ κυρίου, δι' ἧς ἀσελγείας καὶ

τῶν ἔργων αὐτῆς ἀρνοῦνται τὸν

μόνον δεσπότην καὶ κύριον ἡμῶν

Ἰησοῦν Χριστόν. (Cr 157, 31-

158, 3 Ma 235)

Εἴρηται γοῦν πρὸ τούτων περὶ

αὐτοῦ, ὡς εἴη ἀληθινὸς θεὸς οὗτος

ὁ μόνος δεσπότης καὶ κύριος Ἰη-

σοῦς Χριστὸς ὁ ἀναγαγὼν τὸν λαὸν

ἐξ Αἰγύπτου διὰ Μωσέως· ἕπεται

μὴ ἕτερον εἶναι θεὸν τὸν Μω-

σέως· οὐδὲ γάρ ἐστιν ἄλλος παρὰ τὴν

91

τριάδα· ὅθεν αὐτῷ διακονῶν φαί-

νεται Μωσῆς κατὰ τό· ”ἐκεῖνος

περὶ ἐμοῦ ἔγραψε”· καὶ τό· „ὃν

ἔγραψε Μωσῆς, εὑρήκαμεν Ἰη-

σοῦν“· διὸ καὶ προθεωρήσας πνευ-

ματικῶς τὸν σταυρὸν μέγιστον

πλοῦτον ἔχειν ἡγήσατο τὸν ὀνει-

δισμὸν τοῦ Χριστοῦ οὐχ ἑτέρως

τοῦ λέγοντος· ”ἐμοὶ εἴη καυχᾶ-

σθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου

Ἰησοῦ”. (Cr 158, 4—13)

Τὸ μὲν οὖν προγεγραμμένοι

εἰς τοῦτο τὸ κρίμα φησὶ ἀντὶ τοῦ

προεγνωσμένοι. (Ma 235)

Τουτέστι προεγνωσμένοι, ὥσπερ

ἀμέλει καὶ τὰ κατὰ τὸν Ἰούδαν

προεγράφη. (Cr 154, 23f)

95

Νεφέλας οὖν ἀνύδρους ἐκάλεσε

διὰ τὸ μὴ ἔχειν τὸν ἀρδεύοντα

ταῖς φιλοθέοις ψυχαῖς τοῦ πνεύ-

ματος λόγον τὸν γινόμενον αὐταῖς

πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν

αἰώνιον. (Ma 242)

Τοῦτό φησι, ἐπειδὴ πάλιν οἱ

δίκαιοι προσποιούμενοι ἐλαίαις ἑαυ-

τοὺς εὐσκίοις καὶ μὴν καὶ ἀμπέ-

λοις καρποφόροις παρέβαλον· λέγει

οὖν, ὡς ἄκαρποί τινές εἰσι καὶ

φθινοπωρινοί, τουτέστι καὶ φύλλων

καὶ καρπῶν ἔρημοι. (Cr 166,

20—24Ma 242)

Βίῳ ἀσελγεῖ καὶ ἀσεβείᾳ θανα-

τώσαντες τὴν ψυχὴν καὶ δόγμασι

πονηροῖς· ἢ οὕτως· ἐπειδὴ πρὸ

τῆς πίστεως ἐτεθνήκεσαν ἀσεβείᾳ,

εἶτα προσελθόντες τῷ εὐαγγελίῳ

ἔζησαν, πάλιν δὲ ἀσεβείᾳ καὶ

ἡδονῇ ἐκδόντες ἑαυτοὺς τεθνή-

κασι· ταύτῃ τοι τεθνηκέναι δὶς

αὐτούς φησι. (Cr 166, 29—167, 2

Ma 242f)

96

Εἰ καὶ μιμούμενοι τὸν ἑαυτῶν

ἀρχηγὸν Σατανᾶν κατασχηματιζό-

μενον εἰς ἄγγελον φωτὸς καὶ αὐτοὶ

μετασχηματίζεσθαι θέλουσιν εἰς δι-

δασκάλους ἀληθείας, περὶ ὧν εἴ-

ρηται· „ἐν οἷς φαίνεσθε ὡς φωστῆ-

ρες ἐν κόσμῳ λόγον ζωῆς ἐπ-

έχοντες“· ἀλλ' οὖν πλανῶντές εἰσι

παραχαράττοντες τὴν ἀλήθειαν ἀσελ-

γείαις δυσφημιῶν καὶ ὕστερον γνό-

φῳ καὶ ζόφῳ καὶ σκότῳ, ὅπερ

ἐστὶ τὸ σκότος ἐξώτερον, κολασθή-

σονται, ὅπερ ἡτοίμασται τῷ Σατανᾷ

καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (Cr 167,

18—25 Ma 242)

Ἐκ μελέτης πολλῆς καὶ ἀσκήσεως ἡ βία καὶ ἀγριό-της τῶν παθῶν ἀσθενεῖς. Διδύμου, ἐκ τοῦ Περὶ ἀσωμάτου. Ἀνύουσι παρὰδιδασκάλου παιδεύσεις τε καὶ προτροπαὶ πρὸς ὠφέ-λειαν τῶν ἀκροωμένων, οὐχ ὅταν λόγῳ μόνῳ διδάσκῃὁ παιδευτὴς, ἀλλὰ καὶ πράξει καταλλήλῳ καὶ συν-αφεῖ τοῖς ἐπαγγελλομένοις. Πάλιν δεῖ τὸν γνήσιονδιδάσκαλον βίον κατάλληλον ἔχειν τοῖς ὑπ' αὐτοῦνομοθετουμένοις, ἵνα ᾖ τὸ ἔργον αὐτοῦ συνηρμοσμέ-νον τῷ λόγῳ. Διδύμου. —Σχηματίζου τὴν ἀρετὴν, οὐχ ὅπωςἀπατήσῃς, ἀλλ' ὅπως ὠφελήσῃς. Βασιλείαν Θεοῦ λεκτέον τὴν κατάστασιν τῶν κατὰτοὺς θείους νόμους τεταγμένως βιούντων. Πᾶσα πρακτικὴ ἀρετὴ ἐν τῷ γίνεσθαι, καὶ οὐκ ἐντῷ γεγονέναι, τὸ εἶναι ἔχει. Διδύμου. —Τότε ἀνύει διδάσκαλος καὶ πιστεύεταιλέγων, ὅταν ἀφ' ὧν πράττει, παιδεύει, κατὰ τὸ,Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Διδύμ. —Ἐντυγχάνειν δεῖ ταῖς θείαις Γραφαῖς.Ὥσπερ γὰρ ὁ οἶνος πινόμενος ἀναπαύει λύπην, καὶμεταβάλλει καρδίαν εἰς εὐφροσύνην· οὕτως ὁ πνευ-ματικὸς οἶνος εἰς χαρὰν μεταβάλλει τὴν ψυχήν. Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ, σοφίας ἐστιν· ὡς καὶτὸ εἰδέναι ὅτι ἠδίκησε, δικαιοσύνης. Τὸν γνωστικὸν οὐδέποτε τὸ πλουτεῖν γήθειν ποιεῖ,οὐδὲ τὸ χρημάτων ἀπορεῖν εἰς ταπείνωσιν ἄγει· τῆςἀρετῆς καὶ σοφίας αὐτὸν ὑπερυψούσης, καὶ ὑπερ-άνω αὐτῶν ἵστασθαι παρασκευαζούσης. Διδύμ. —Πάντων τῶν λογικῶν (x) ἐπιστάμενοςτὸ κρυπτὸν ὁ Δημιουργὸς, προνοεῖται τῶν ὅλων, οὐμόνον ἐξ ὧν διάκεινται καὶ πράττουσιν, ἀλλὰ καὶ ἐξὧν προγινώσκει ἄγων τὴν βελτίωσιν. Διδύμου. —Τέλειον ἰατρὸν λέγομεν, οὐ τὸνθεραπεύοντα πάντας, ἀλλὰ τὸν μηδὲν τῶν εἰς ὠφέ-λειαν ἡκόντων καὶ θεραπείαν παραλείποντα. Διδύμου. —Τὰ μὲν ἀκούσια ἁμαρτήματα καὶνόμος συγχωρεῖ, καὶ Θεὸς παρορᾷ φιλάνθρωπος ὢν,καὶ οὐκ ἀπηνὴς καὶ τῶν ἑκουσίων. Διδύμου. —Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ, σοφίαςἐστίν· ὡς καὶ τὸ εἰδέναι ὅτι ἠδίκησε, δικαιοσύνης. Ἐπίτασις κακίας τὸ μὴ μόνον ἑαυτὸν…